Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
60.p60
60.p60
Ἀλλὰ τοῦτο μὲν τὸ κακὸν ἔλαβε παρὰ Ἰωάννου τὴν ἀρχήν· ὅσα δὲ ὑμεῖς ἑξῆς προσευρήκατε, πολλοὺς ἐπεισάγοντες τῷ πάλαι νεκρῷ τοὺς προσφάτους νεκρούς, τίς ἂν πρὸς ἀξίαν βδελύξαιτο; πάντα ἐπληρώσατε τάφων καὶ μνημάτων, καίτοι οὐκ εἴρηται παρ’ ὑμῖν οὐδαμοῦ τοῖς τάφοις προσκαλινδεῖσθαι καὶ περιέπειν αὐτούς. εἰς τοῦτο δὲ προεληλύθατε μοχθηρίας, ὥστε οἴεσθαι δεῖν ὑπὲρ τούτου μηδὲ τῶν γε Ἰησοῦ τοῦ Ναζωραίου ῥημάτων ἀκούειν. ἀκούετε οὖν, ἅ φησιν ἐκεῖνος περὶ τῶν μνημάτων· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις· ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔσωθεν δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. εἰ τοίνυν ἀκαθαρσίας Ἰησοῦς ἔφη πλήρεις εἶναι τοὺς τάφους, πῶς ὑμεῖς ἐπ̓ αὐτῶν ἐπικαλεῖσθε τὸν θεόν; Τούτων οὖν οὕτως ἐχόντων, ὑμεῖς ὑπὲρ τίνος προσκαλινδεῖσθε τοῖς μνήμασι; ἀκοῦσαι βούλεσθε τὴν αἰτίαν; οὐκ ἐγὼ φαίην ἄν, ἀλλ’ Ἡσαΐας ὁ προφήτης. Ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι’ ἐνύπνια. σκοπεῖτε οὖν, ὅπως παλαιὸν ἦν τοῦτο τοῖς Ἰουδαίοις τῆς μαγγανείας τὸ ἔργον, ἐγκαθεύδειν τοῖς μνήμασιν ἐνυπνίων χάριν. ὃ δὴ καὶ τοὺς ἀποστόλους ὑμῶν εἰκός ἐστι μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπιτηδεύσαντας ὑμῖν τε ἐξ ἀρχῆς παραδοῦναι τοῖς πρώτοις πεπιστευκόσι, καὶ τεχνικώτερον ὑμῶν αὐτοὺς μαγγανεῦσαι, τοῖς δὲ μεθ̓ ἑαυτοὺς ἀποδεῖξαι δημοσίᾳ τῆς μαγγανείας ταύτης καὶ βδελυρίας τὰ ἐργαστήρια. Ὑμεῖς δέ, ἃ μὲν ὁ θεὸς ἐξ ἀρχῆς ἐβδελύξατο καὶ διὰ Μωυσέως καὶ τῶν προφητῶν, ἐπιτηδεύετε, προσάγειν δὲ ἱερεῖα βωμῷ καὶ θύειν παρῃτήσασθε. πῦρ γάρ, φασίν, οὐ κάτεισιν, ὥσπερ ἐπὶ Μωυσέως τὰς θυσίας ἀναλίσκον. ἅπαξ τοῦτο ἐπὶ Μωνσέως ἐγένετο καὶ ἐπὶ Ἡλίου τοῦ Θεσβίτου πάλιν μετὰ πολλοὺς χρόνους. ἐπεί, ὅτι γε πῦρ ἐπείσακτον αὐτὸς ὁ Μωυσῆς εἰσφέρειν οἴεται χρῆναι καὶ Ἁβραὰμ ὁ πατριάρχης ἔτι πρὸ τούτου, δηλώσω διὰ βραχέων

Intertext edge

Open linked passage

Note