Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
61.p61
61.p61
Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν υἱῶν Ἀδὰμ ἀπαρχὰς τῷ θεῷ διδόντων, Ἐπεῖδεν ὁ θεὸς φησὶν ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. ἐπὶ δὲ Κάιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλύπησε τὸν Κάιν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. καὶ εἶπε κύριος ὁ θεὸς τῷ Κάιν· Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἀκοῦσαι οὖν ἐπιποθεῖτε, τίνες ἦσαν αὐτῶν αἱ προσφοραί; Καὶ ἐγένετο μεθ̓ ἡμέρας, ἀνήνεγκε Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ. καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. ναί, φασίν, οὐ τὴν θυσίαν, ἀλλὰ τὴν διαίρεσιν ἐμέμψατο πρὸς Κάιν εἰπών· Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; τοῦτο ἔφη τις πρὸς ἐμὲ τῶν πάνυ σοφῶν ἐπισκόπων· ὁ δὲ ἠπάτα μὲν ἑαυτὸν πρῶτον, εἶτα καὶ τοὺς ἄλλους. ἡ γὰρ διαίρεσις μεμπτὴ κατὰ τίνα τρόπον ἦν, ἀπαιτούμενος, οὐκ εἶχεν ὅπως διεξέλθῃ, οὐδέ ὅπως πρὸς ἐμὲ ψυχρολογήσῃ. βλέπων δὲ αὐτὸν ἐξαπορούμενον, Αὐτὸ τοῦτο, εἶπον ὃ σὺ λέγεις, ὁ θεὸς ὀρθῶς ἐμέμψατο. τὸ μὲν γὰρ τῆς προθυμίας ἴσον ἦν ἀπ̓ ἀμφοτέρων, ὅτι δῶρα ὑπέλαβον χρῆναι καὶ θυσίας ἀναφέρειν ἀμφότεροι τῷ θεῷ. περὶ δὲ τὴν διαίρεσιν ὁ μὲν ἔτυχεν, ὁ δὲ ἥμαρτε τοῦ σκοποῦ. πῶς καὶ τίνα τρόπον; ἐπειδὴ γὰρ τῶν ἐπὶ γῆς ὄντων τὰ μέν ἐστιν ἔμψυχα, τὰ δὲ ἄψυχα, τιμιώτερα δὲ τῶν ἀψύχων ἐστὶ τὰ ἔμψυχα τῷ ζῶντι καὶ ζωῆς αἰτίῳ θεῷ, καθὸ καὶ ζωῆς μετείληφε καὶ ψυχῆς οἰκειοτέρας —διὰ τοῦτο τῷ τελείαν προσάγοντι θυσίαν ὁ θεὸς ἐπηυφράνθη.

Intertext edge

Open linked passage

Note