Κατὰ Γαλιλαίων
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
62.p62
62.p62
Νυνὶ δὲ ἐπαναληπτέον ἐστί μοι πρὸς αὐτούς· διὰ τί γὰρ οὐχὶ περιτέμνεσθε; Παῦλος, φασίν, εἶπε περιτομὴν καρδίας, ἀλλ’ οὐχὶ τῆς σαρκὸς δεδόσθαι πιστεύσαντι τῷ Ἁβραάμ. οὐ μὴν ἔτι τὰ κατὰ σάρκα ἔφη, καὶ δεῖ πιστεῦσαι τοῖς ὑπ̓ αὐτοῦ καὶ Πέτρου κηρυττομένοις λόγοις οὐκ ἀσεβέσιν. ἄκουε δὲ πάλιν, ὅτι τὴν κατὰ σάρκα περιτομὴν εἰς διαθήκην ὁ θεὸς λέγεται δοῦναι καὶ εἰς σημεῖον τῷ Ἁβραάμ· Καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου εἰς τὰς γενεὰς ὑμῶν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ σπέρματός σου.ὅτε τοίνυν, ὅτι προσήκει τηρεῖν τὸν νόμον, ἀναμφισβητήτως προστέταχε καὶ τοῖς μίαν παραβαίνουσιν ἐντολὴν ἐπήρτησε δίκας, ὑμεῖς, οἱ συλλήβδην ἁπάσας παραβεβηκότες, ὁποῖον εὑρήσετε τῆς ἀπολογίας τὸν τρόπον; ἢ γὰρ ψευδοεπήσει ὁ Ἰησοῦς, ἤγουν ὑμεῖς πάντη καὶ πάντως οὐ νομοφύλακες. Ἡ περιτομὴ ἔσται περὶ τὴν σάρκα σου, ὁ Μωυσῆς φησι. παρακούσαντες τούτου Τὰς καρδίας φασὶ περιτεμνόμεθα. πάνυ γε· οὐδεὶς γὰρ παρ’ ὑμῖν κακοῦργος, οὐδεὶς μοχθηρός· οὕτω περιτέμνεσθε τὰς καρδίας. Τηρεῖν ἄζυμα καὶ ποιεῖν τὸ πάσχα οὐ δυνάμεθα φασίν· ὑπὲρ ἡμῶν γὰρ ἅπαξ ἐτύθη Χριστός. καλῶς· εἶτα ἐκώλυσεν ἐσθίειν ἄζυμα; καίτοι, μὰ τοὺς θεούς, εἷς εἰμι τῶν ἐκτρεπομένων συνεορτάζειν Ἰουδαίοις, ἀεὶ δὲ προσκυνῶν τὸν θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οἳ ὄντες αὐτοὶ Χαλδαῖοι, γένους ἱεροῦ καὶ θεουργικοῦ, τὴν μὲν περιτομὴν ἔμαθον Αἰγυπτίοις ἐπιξενωθέντες, ἐσεβάσθησαν δὲ θεόν, ὃς ἐμοὶ καὶ τοῖς αὐτόν, ὥσπερ Ἁβραὰμ ἔσεβε, σεβομένοις εὐμενὴς ἦν, μέγας τε ὢν πάνυ καὶ δυνατός, ὑμῖν δὲ οὐδὲν προσήκων. οὐδὲ γὰρ τὸν Ἁβραὰμ μιμεῖσθε, βωμούς τε ἐγείροντες αὐτῷ καὶ οἰκοδομοῦντες θυσιαστήρια καὶ θεραπεύοντες ὥσπερ ἐκεῖνος ταῖς ἱερουργίαις. ἔθυε μὲν γὰρ Ἁβραάμ, ὥσπερ καὶ ἡμεῖς, ἀεὶ καὶ συνεχῶς. ἐχρῆτο δὲ μαντικῇ τῇ τῶν διᾳττόντων ἄστρων· Ἑλληνικὸν ἴσως καὶ τοῦτο. οἰωνίζετο δὲ μειζόνως. ἀλλὰ καὶ τὸν ἐπίτροπον τῆς οἰκίας εἶχε συμβολικόν. εἰ δὲ ἀπιστεῖ τις ὑμῶν, αὐτὰ δείξει σαφῶς τὰ ὑπὲρ τούτων εἰρημένα Μωυσῇ· μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη κυρίου λόγος πρὸς Ἁβραὰμ λέγων ἐν ὁράματι τῆς νυκτός· μὴ φοβοῦ, Ἁβραάμ, ἐγὼ ὑπερασπίζω σου. ὁ μισθός σου πολὺς ἔσται σφόδρα. λέγει δὲ Ἁβραάμ· δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος, ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου κληρονομήσει με. καὶ εὐθὺς φωνὴ τοῦ θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγοντος· οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. ἐξήγαγε δὲ αὐτὸν καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου. καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.