Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
6.p6
6.p6
Οὐκοῦν Ἕλληνες μὲν τοὺς μύθους ἔπλασαν ὑπὲρ τῶν θεῶν ἀπίστους καὶ τερατώδεις. καταπιεῖν γὰρ ἔφασαν τὸν Κρόνον τοὺς παῖδας εἶτ’ αὖθις ἐμέσαι. καὶ γάμους ἤδη παρανόμους· μητρὶ γὰρ ὁ Ζεὺς ἐμίχθη καὶ παιδοποιησάμενος ἐξ αὐτῆς ἔγημε μὲν αὐτὸς τὴν αὑτοῦ θυγατέρα, μᾶλλον δὲ οὐδὲ ἔγημεν, ἀλλὰ μιχθεὶς ἁπλῶς ἄλλῳ παραδέδωκεν αὐτήν. εἶτα οἱ Διονύσου σπαραγμοὶ καὶ μελῶν κολλήσεις. τοιαῦτα οἱ μῦθοι τῶν Ἑλλήνων φασίν. τούτοις παράβαλλε τὴν Ἰουδαϊκὴν διδασκαλίαν, καὶ τὸν φυτευόμενον ὑπὸ τοῦ θεοῦ παράδεισον καὶ τὸν ὑπ̓ αὐτοῦ πλαττόμενον Ἀδάμ, εἶτα τὴν γινομένην αὐτῷ γυναῖκα. λέγει γὰρ ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν, πρὸς οὐδὲν μὲν αὐτῷ τῶν ὅλων βοηθήσασαν, ἐξαπατήσασαν δὲ καὶ γενομένην παραίτιον αὐτῷ τε ἐκείνῳ καὶ ἑαυτῇ τοῦ πεσεῖν ἔξω τῆς τοῦ παραδείσου τρυφῆς.

Intertext edge

Open linked passage

Note