Κατὰ Γαλιλαίων
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
7.p7
7.p7
Ταῦτα γάρ ἐστι μυθώδη παντελῶς. ἐπεὶ πῶς εὔλογον ἀγνοεῖν τὸν θεόν, ὅτι τὸ γινόμενον ὑπ̓ αὐτοῦ πρὸς βοήθειαν οὐ πρὸς καλοῦ μᾶλλον, ἀλλὰ πρὸς κακοῦ τῷ λαβόντι γενήσεται; τὸν γὰρ ὄφιν τὸν διαλεγόμενον πρὸς τὴν Εὔαν ποδαπῇ τινι χρῆσθαι φήσομεν διαλέκτῳ; ἆρα ἀνθρωπείᾳ; καὶ τί διαφέρει τῶν παρὰ τοῖς Ἕλλησι πεπλασμένων μύθων τὰ τοιαῦτα; τὸ δὲ καὶ τὸν θεὸν ἀπαγορεύειν τὴν διάγνωσιν καλοῦ τε καὶ φαύλου τοῖς ὑπ̓ αὐτοῦ πλασθεῖσιν ἀνθρώποις ἆρ’ οὐχ ὑπερβολὴν ἀτοπίας ἔχει; τί γὰρ ἂν ἠλιθιώτερον γένοιτο τοῦ μὴ δυναμένου διαγινώσκειν καλὸν καὶ πονηρόν; δῆλον γάρ, ὅτι τὰ μὲν οὐ φεύξεται, λέγω δὲ τὰ κακά, τὰ δὲ οὐ μεταδιώξει, λέγω δὲ τὰ καλά. κεφάλαιον δέ, φρονήσεως ἀπηγόρευσεν ὁ θεὸς ἀνθρώπῳ γεύσασθαι, ἧς οὐδὲν ἂν εἴη τιμιώτερον ἀνθρώπῳ. ὅτι γὰρ ἡ τοῦ καλοῦ καὶ τοῦ χείρονος διάγνωσις οἰκεῖόν ἐστιν ἔργον φρονήσεως, πρόδηλόν ἐστί που καὶ τοῖς ἀνοήτοις· ὥστε τὸν ὄφιν εὐεργέτην μᾶλλον, ἀλλ’ οὐχὶ λυμεῶνα τῆς ἀνθρωπίνης γενέσεως εἶναι. ἐπὶ τούτοις ὁ θεὸς δεῖ λέγεσθαι βάσκανος. ἐπειδὴ γὰρ εἶδε μετασχόντα τῆς φρονήσεως τὸν ἄνθρωπον, ἵνα μή, φησί, γεύσηται τοῦ ξύλου τῆς ζωῆς, ἐξέβαλεν αὐτὸν τοῦ παραδείσου διαρρήδην εἰπών· Ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. τούτων τοίνυν ἕκαστον εἰ μὴ μῦθος ἔχων θεωρίαν ἀπόρρητον εἴη, ὅπερ ἐγὼ νενόμικα, πολλῆς γέμουσιν οἱ λόγοι περὶ τοῦ θεοῦ βλασφημίας. τὸ γὰρ ἀγνοῆσαι μέν, ὡς ἡ γινομένη βοηθὸς αἰτία τοῦ πτώματος ἔσται καὶ τὸ ἀπαγορεῦσαι καλοῦ καὶ πονηροῦ γνῶσιν, ὃ μόνον ἔοικε συνέχειν τὸν νοῦν τὸν ἀνθρώπινον, καὶ πρόσετι τὸ ζηλοτυπῆσαι, μὴ τοῦ ξύλου τῆς ζωῆς μεταλαβὼν ἄνθρωπος ἀθάνατος ἐκ θνητοῦ γένηται, φθονεροῦ καὶ βασκάνου λίαν ἐστίν.