Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
8.p8
8.p8
Ὑπὲρ δὲ ὧν ἐκεῖνοί τε ἀληθῶς δοξάξουσιν ἡμῖν τε ἐξ ἀρχῆς οἱ πατέρες παρέδοσαν, ὁ μὲν ἡμέτερος ἔχει λόγος ὡδὶ τὸν προσεχῆ τοῦ κόσμου τούτου δημιουργόν ὑπὲρ γὰρ θεῶν τῶν ἀνωτέρω τούτου Μωυσῆς μὲν εἴρηκεν οὐδὲν ὅλως, ὅς γε οὐδὲ ὑπὲρ τῆς τῶν ἀγγέλων ἐτόλμησέ τι φύσεως· ἀλλ’ ὅτι μὲν λειτουργοῦσι τῷ θεῷ πολλαχῶς καὶ πολλάκις εἶπεν, εἴτε δὲ γεγονότες, εἴτε ἀγένητοι, εἴτε ὑπ̓ ἄλλου μὲν γεγονότες, ἄλλῳ δὲ λειτουργεῖν τεταγμένοι, εἴτε ἄλλως πως, οὐδαμόθεν διώρισται. περὶ δὲ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτῇ τίνα τρόπον διεκοσμήθη διέξεισι. καὶ τὰ μέν φησι κελεῦσαι τὸν θεὸν γενέσθαι, ὥσπερ φῶς καὶ στερέωμα, τὰ δὲ ποιῆσαι, ὥσπερ οὐρανὸν καὶ γῆν, ἥλιόν τε καὶ σελήνην, τὰ δὲ ὄντα, κρυπτόμενα δὲ τέως, διακρῖναι, καθάπερ ὕδωρ, οἶμαι, καὶ τὴν ξηράν. πρὸς τούτοις δὲ οὐδὲ περὶ γενέσεως ἢ περὶ ποιήσεως τοῦ πνεύματος εἰπεῖν ἐτόλμησεν, ἀλλὰ μόνον Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· πότερον δὲ ἀγένητόν ἐστιν ἢ γέγονεν, οὐδὲν διασαφεῖ.

Intertext edge

Open linked passage

Note