Cesti
Julius Africanus (julius-africanus)Cest 1 · pg-scrape-grcMore by Julius Africanus (julius-africanus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julius-africanus" aria-label="More works by Julius Africanus (julius-africanus)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Cesti (fragmenta) Πίναξ Τάδε ἔνεστιν ἐν τῷ τῶν Ἀφρικανοῦ Κεστῶν· αʹ Περὶ ὁπλίσεως.– βʹ Περὶ πολεμίων φθορᾶς.– γʹ Ἀγωνιστικόν.– δʹ Πρὸς τομὴν πληγέντος.– εʹ Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν.– ʹ Ἵππου τιθασία.– ζʹ Μὴ χρεμετίσαι ἵππον.– ηʹ Πρὸς ἵππων ὑπόχυσιν.– θʹ Ἵππον μὴ πτοεῖσθαι.– ιʹ Περὶ ἵππων τάχους.– ιαʹ Ταράξιππον.– ιβʹ Πρὸς ὑποζυγίων φθοράν.– ιγʹ Πρὸς ἡμίονον λακτίζουσαν.– ιδʹ Θήρα στρατιωτική.– ιεʹ Ποταμοῦ πλάτος εὑρεῖν καὶ τείχους.– ι ʹ Ἤχου κλοπή.– ιζʹ Ἀγρυπνητικόν.– ιηʹ Πρὸς ἐλεφάντων μάχην.– ιθʹ Γεωργίας παράδοξα.– κʹ Ἐπισφράγισμα περὶ βέλους. Κατὰ λόγον ἢ νόμον ἢ εἱμαρμένην ἢ τύχην αἱ τῶν πραγμάτων ἐκβάσεις, ἐπιγοναὶ καὶ φθοραί, ἀλλοιώσεις καὶ ἰάματ· ὧν ἕκαστον καλὸν εἰδέναι, συναγαγόντας ἐκ πάντων ὠφέλειαν ποικίλην καρπουμένην, θεραπείαν παθῶν ἢ ἱστορίαν ἀπόρρητον ἢ λόγου κάλλος· ἅπερ ἔν τε τοῖς φθάνουσι καὶ τοῖς ἑπομένοις, ὥς γε οἶμαι, κατὰ τὸ ἐμαυτοῦ μέτριον κατώρθωται. Περὶ ὁπλίσεωσ Καλὸν δὲ ἐν πᾶσι καὶ πόλεμον εἰδέναι. Πολλάκις γὰρ καὶ ἐθαύμασα τὴν αἰτίαν τῆς διαφόρου τῶν ἐνοπλίων ἀγώνων ῥοπῆς καὶ ἐκ τούτων μὲν Ῥωμαίων Ἕλληνας, Ἑλλήνων δὲ τοὺς Πέρσας, μηδέπω δὲ ὑπὸῬωμαίων Πέρσας νενικῆσθαι, ἀλλ' εἰς ἐλευθερίαν θρασύνεσθαι καὶ τὴν ἰσοτιμίαν βιάζεσθαι πρὸς ἡμᾶς λέγειν τὰ ἄνω τῆς Ἀσίας ἔθνη. Λογισμὸν δὲ ἐμαυτῷ διδούς, εὗρον οὐ πλεονεξίαν στρατηγημάτων οὐδὲ στρατιωτικὴν τὸ σύνολον ἰσχὺν (πλήθους γὰρ ἐν πολέμῳ παρὰ τοῖς ἀγαθοῖς λόγος οὐδὲ εἷς), ἀλλὰ τὴν παρασκευὴν τῶν ὅπλων καὶ τὸ εἶδος τῆς ἐνυαλίου στολῆς. Ἕλληνες μὲν γὰρ χαίρουσι βαρείᾳ πανοπλίᾳ· πῖλος ἐκείνοις διπλοῦς, θώραξ λεπιδωτός, ἀσπὶς ἐπίχαλκος κοίλη, ὀχάνοις δύο κρατουμένη, ὧν τὸ μὲν περὶ τῷ πήχει εἰς ὠθισμὸν ἀρκοῦν, τὸ δὲ ἄκρᾳ χειρὶ κρατούμενον, κνημίδες δύο, ἀκόντιον μετὰ χεῖρας, καὶ ἀγχέμαχον δόρυ τοῖς τῶν ἱππέων τῶν βασιλικῶν ἴσον, καὶ πλατὺ ξίφος οὐ μακρόν. Σπάνιος τῇ ὁπλίσει ταύτῃ δρόμος, οὐ πολὺς μέν, ὀξὺς δὲ καὶ τοσοῦτος ὅσος ἂν γένοιτο τοῦ σπεύδοντος ἐντὸς βέλους γενέσθαι φθάσαι. Συνασπίζειν τε ᾔδεσαν καὶ ἕκαστος αὐτῶν καθ' αὑτὸν ἐμάχετο, ὡς τὴν ἀρετὴν τοῦ στρατιώτου διπλῆν καὶ κοινῇ καὶ μόνου. Κατέκοπτον οὖν τοὺς βαρβάρους τρόπῳ τῷδε· πολλὰ ἐν τῇ πορείᾳ διαναπαύσαντες αὑτούς, ὡς μὴ ἀμβλύνεσθαι τὴν σπουδὴν τῷ μήκει τῆς ὁδοῦ, ἀκμῆτες τὸν τρόπον τοῦτον μέχρι τῶν κινδύνων ἔμενον· ὀξεῖ δὲ χρησάμενοι τάχει, πρὸς τὸ ἐντὸς βελῶν γενέσθαι, εἶχον ἔργου, φερομένων ὑπὲρ αὐτοὺς μακρότερον τῶν βελῶν, ὑποδραμόντων αὐτῶν τὴν ἔφιξιν, τῶν δὲ οὐχ ὑπομενόντων, διὰ τὸ γυμνητεύειν τῶν πεζῶν, τῆς τοιαύτης φράξεως τὴν ἐμβολήν· δύναμις γὰρ βέλους μῆκος, ἐν δὲ τῷ πλησίον, πανοπλίᾳ ἀσφάλεια τῆς μάχης κατορθοῦται. Πρὸς μὲν οὖν τὸ ἕκαθεν μηδὲν παθεῖν, ὁ μὲν θώραξ παντὸς βέλους κρείττων τῇ τῶν λεπίδων ἐπιπτυχῇ πρὸς τὸ μεῖναι ἄτρωτον, ὅ τε πῖλος περὶ τῇ κεφαλῇ κυνῆν ἑτέραν δὲ ἐπιθήκην χαλκοῦ καὶ ἄλλην ἐπὶ ἄλλῃ περικεφαλαίαν τυγχάνει πρὸς τὰ ἀπὸ σφενδόνης βλήματα, περιθλωμένης μὲν τῆς ἔξω λεπίδος καὶ συνεικούσης, ὡς μὴ ἐφικέσθαι τὸ πεμφθὲν τοῦ ἐνδοτέρω τῆς κεφαλῆς ἐπιβλήματος. Γυμνὸν δὲ τὸ πρόσωπον καὶ αὐχὴν ἐλεύθερος ἀκώλυτον τὴν πανταχοῦ περίσκεψιν χωρεῖ. Τοῖς τε δόρασιν οἳ μὲν τοὺς κοντοφόρους ἀναστέλλουσι τῶν ἱππέων προνύσσοντες πρὶν ἐμπεσεῖν, οἳ δὲ καὶ ἀραιοτέρας στησάμενοι τὰς φάλαγγας διαχωρήσαντες ἐφικνοῦνται τῶν βαρβάρων [ὅπη δεῖ ἐλλεβοροστρῶσαι]. Χρῶνταί γε μὴν καὶ πελτασταῖς καὶ σφενδονήταις ἀκινδύνως τῷ τείχει τῶν ὅπλων προπεφραγμένοις. Τά γε μὴν βραχεῖα ξίφη εὐχερείᾳ καὶ σφοδρότητι πληγῆς χρήσιμα. Ὀλίγα δὲ τούτων παρεποίησαν οἱ ἐπίγονοι Μακεδόνες, διὰ τὸ τῶν πολέμων ποικίλον, κοινὴν καὶ κατὰ βαρβάρων καὶ πρὸς αὑτοὺς τὴν ὅπλισιν ἐπισκευάσαντες· σημεῖον δὲ ἐλευθέρας τῶν μαχομένων τὰς ὄψεις ὑπὸ πίλῳ Λακωνικῷ ἐν τῇ Μακεδονικῇ γεγενῆσθαι· καλοῦσι δὲ χρῆμα καὶ ἐπιτήδευμα τὸ τοῦ στρατιώτου βασιλέως. Αὐτός τε γὰρ καὶ τοὺς στρατιώτας ἐκέλευσε ξυρεῖσθαι τοὺς πώγωνας ὁ Ἀλέξανδρος καί τινος ἐπιτιμήσαντος ὅτι τοῦ προσώπου τὸν κόσμον ἀποκείροι, ὃ δὲ «οὐκ οἶσθα γὰρ» ἔφη «ὦ ἀστράτευτε, πώγωνος ἐν μάχῃ μὴ εἶναι εὐκαιροτέραν λαβήν». Τήνδε οὖν τὴν ὅπλισιν ἐν χρῷ γενόμενος οὐκ ἂν οὐδεὶς ὑπομείνειεν, ὅπως ἂν ᾖ ἐσταλμένος, βάρβαρος. Ῥωμαίοις δὲ κράνος ὕλης ἁπλῆς, τοῖς μὲν προσώποις λεῖπον ὀλίγον ἀναπνοῆς τε καὶ ὄψεως, ἄχρις ἐπὶ τὰς ὠμοπλάτας καθῆκον, ἀπερίστροφον τὸν αὐχένα σφίγγον, ἁλυσιδωτὸς θώραξ, κνημὶς μία, μακρὰ ἡ σπάθη, θυρεὸς πρόβλημα ἄκρᾳ χειρὶ φορούμενον· ἀδρανέστερον εἰς τὸ σῶμα τῷ συνασπισμῷ γίνεται, τοῦ στρατιώτου μὴ ἔχοντος παντὶ τῷ ὤμῳ ἐς τὸ ὅπλον ἐμπεσεῖν· δόρατα δ' αὐτοῖς τῶν Ἑλληνικῶν κολοβώτερα. Μάχονται δὲ κατὰ τῆς προειρημένης πανοπλίας εὐτυχῶς· τὴν μὲν γὰρ ἀσφάλειαν ἔχουσιν ἀπὸ τῶν σχεδὸν ἴσων, πλεονεκτοῦσι τῇ κουφότητι, εἴς τε ἐφόδους καὶ ἀναχωρήσεις εὔκολοι καὶ ἐπὶ κατάληψιν ὑπερδεξίων χωρίων θάττονες, τῇ τε τῆς σπάθης χρήσει εὐκατάφοροι εἰς τὴν τοῦ Ἑλληνικοῦ αὐχένος κροῦσιν, προλαμβάνοντες τῇ πληγῇ τὴν συμπλοκήν. Πρὸς δὲ καὶ πᾶσαν ἀγχεμάχου παρατάξεως καὶ αὐτοὶ γεγυμνάκασι τέχνην, ὡς εἶναι τὸ μὲν ἐμπειρίας παρ' ἀμφοτέροις ἴσον, πλεονεκτεῖν δὲ τῷ τῆς στολῆς κούφῳ. Ὡς δὲ μὴ ἀμβλύνεσθαι αὐτοῖς τὴν τῶν δοράτων κεντότητα μηδὲ θραύεσθαι τῇ τῶν Ἑλληνικῶν θωράκων προσβολῇ, βέλος ἐντέχνως ἐφαρμόσαντες, τὰς φολίδας διέπειρον ὤσαντες. Τοὺς οὖν ὑπὸ τῶν Ἑλλήνων αἰεὶ νενικημένους οἱ τοὺς Ἕλληνας σχεδὸν εἰπεῖν ἀεὶ νενικηκότες σπανίως ἐνίκησαν. Αἴτιον δὲ πρῶτον μὲν τὸ ἵεσθαι δρόμῳ ἐς τὰς συμπλοκὰς τῷ μὴ τὰ σκευοφόρα ἀπολιπεῖν· ἀεὶ δὲ τῷ πλινθίῳ τῆς στρατιᾶς ἐγκέκλειται· καθιᾶσίν τε ἐς γόνυ, κεραμώσαντες τὸν στρατὸν ταῖς ἐπιβολαῖς τῶν ἀσπίδων τῇ σπουδῇ τοῦ ἀναλῶσαι τὰ Πάρθων βέλη· τόδε δὲ τὸ ἐπιτήδευμα καὶ ἀπράκτους ᾗ καὶ ἀπαθεῖς καθίστησιν ἡλίῳ καὶ κόπῳ ταλαιπωρουμένους, τῶν βαρβάρων ἐκ διαδοχῆς ἐπιόντων καὶ ἀναχωρούντων πάλιν, ταῖς τῶν ἐθνῶν ἐκ διαλείμματος ἐπιπομπαῖς ἀναπαυομένων. Ἔτι δὲ καὶ μάχεται Ῥωμαῖος καθ' αὑτὸν οὐδείς, οὐδέ τις γίνεται πρὸς τὸ πλῆθος μονομαχῶν ἀριστεύς· τά τε ἀπὸ σφενδόνης βληθέντα ταῖς κεφαλαῖς τὸ κράνος θλάσαντα ἐνδύει, ἐκνεῦσαί τε φερόμενον βέλος δύσκολον τῷ τοῦ περιαυχενίου σιδήρου τμήματι. Πρὸς δὲ τούτοις οὔτε κεκριμένα ἀφιᾶσιν τὰ ἀκόντια, τὰ δέκα εἰς ἕνα τυχὸν φόνον ἀναλοῦντες, καὶ κοντοῖς πρὸς τοὺς ἐπιόντας ἱππεῖς οὐκ ἀπαντῶσι μικροῖς. Εἰ γοῦν τις θώρακα Ἑλληνικὸν καὶ κράνος στρατιώτῃ Ῥωμαίῳ περιθείη, καὶ κοντὸν δοίη προμηκέστερον, καὶ ἕκαστον τῶν δοράτων ἐφ' ἑκάστου σκοποῦ βάλλειν καθ' αὑτόν τε ἕκαστον διδάσκοι μάχεσθαι, ἔσθ' ὅτε καταστήσειεν δρόμον, ὡς ὀξεῖαν γενέσθαι τὴν ἐντὸς βέλους τοῖς πολεμίοις ἐμβολήν, οὐκ ἂν βάρβαρος κοπτόμενος ἀρκέσειε Ῥωμαίοις.
1.2.1
Περὶ πολεμίων φθορᾶσ Οὐ πάντα συστάσεσιν οὐδὲ μάχαις πρὸς τοὺς πολεμίους ἀγωνιστέον, οὐδὲ ποιητέον τῶν ὅλων πραγμάτων κυρίαν τὴν τύχην. Ἄδηλον γὰρ τὸ τοῦ πολέμου τέλος, καὶ παρὰ δόξαν τὰ πολλὰ χωρεῖ· τοὺς γοῦν ἄμεινον παρεσκευασμένους σιδήρῳ καὶ ἀνδράσι ἢ τόξοις καὶ τοίχοις ἢ ἄνεμος πολλάκις ἠδίκησεν, ἢ ἥλιος, ἢ τόπος, ἢ δόλος, ἢ θέα μα καὶ φάσμα, συνεχὴς δὲ ἐν τοῖς μεγάλοις τραύμασι δαίμων ὁ Πάν. Οὐκ ἐδέξαντο μὲν Θηβαίους ἄμεινον τῷ παντὶ παρεσκευασμένοι Φωκεῖς, ἐστεφανωμένους αὐτοὺς θεασάμενοι δάφνῃ, τὸν στέφανον φυγόντες οἱ τὸν πόλεμον οὐ φοβηθέντες. Φλαμίνιον δὲ καὶ Παῦλον ἀντιπρόσωποι τὸ πλέον μὲν ἄνεμος ἠδίκησεν καὶ ἥλιος. Ἴσον ἐποίησεν Λεωνίδαν ταῖς πεντακοσίαις μυριάσιν ἡ τῶν Πυλῶν στενοχωρία. Συνέδραμεν εἰς Μαραθῶνα κατὰ Περσῶν Ἀθηναίοις ὁ Πάν. Ξέρξην δὲ Θεμιστοκλῆς Ἑλλάδος ἐξήλασε ψεύσματι. Χρίουσι τὰ βέλη τινὲς φαρμάκοις, ἵνα τραῦμα πᾶν γένηται καίριον· τὴν ἐν ὕλαις ἰσχὺν ἄλλοι τίθενται. Προδιαφθείρουσί τινες φεύγοντες τὰς νομάς· φαρμακεύουσι τὰ φρέατα πολλοί. Ἀλανοὺς δὲ εἷλεν Ἀλέξανδρος ἐλλέβορον γεωργῶν. Οὕτως οὐκ ἐκ τοῦ φανεροῦ μόνον ἐπιχειρητέον τοῖς ἀνθεστηκόσιν, ἀλλὰ γὰρ πολλαῖς τισι κατὰ τῶν πολεμίων καὶ ταῖς λανθανούσαις τέχναις στρατηγητέον. Ἐπινενόηται γοῦν Καρχηδονίων παλαιὸς οὗτος νόμος, ὅτι τοὺς στρατηγοὺς βουλευσαμένους μὲν τὰ ἄριστα, εἰ καὶ μὴ κατορθώσαντας, ἐτίμων, τοὺς δὲ προπετές τι ἐγχειρήσαντας καὶ καταπραξαμένους ἐκόλαζον, οὐ τῆς τύχης ποιούμενοι ἀλλὰ τῆς γνώμης τὴν κρίσιν· καλὸν δὲ καὶ τὸ ἰαμβεῖον τὸ ἀρχαῖον, ὡς λυσιτελέστερος πᾶσι τοῦ προπετοῦς ὁ ἀσφαλὴς ἡγεμών. Τέχναι μὲν οὖν στρατηγίας πλεῖσται καὶ οὐδὲν ὅ τι μὴ ἀνάγραπτον ὧν συμβαίνει διδάσκειν ἵνα μὴ γένωνται· ὑγιεινὰ στρατοπεδεύσεων καὶ ἔφυδρα χωρία, ὑψηλοτέρων καταλήψεις τόπων, ταφρεῖαι, προφυλακαί, νυκτοπορίαι, προϊππασίαι, διερευνήσεις, ἐνέδραι, κατασκοπαί, εὐοπλίαι, προνομείαι καὶ ἅμα τῷ ὕπνῳ παρασκευὴ διαρκής· πρὸς τοὺς πολεμίους ἐπὶ πᾶσιν ἀπιστία. Πρὸς μὲν οὖν τὸ ἐλέγξαι ὅσα κακουργοῦσι, φανερά, οἶμαι, καὶ τοῖς ὡμιληκόσιν ἱστορίαις γνώριμα· θηριακῶν μὲν ἀντιδότων προπόσεις τῶν ἰοφόρων βελῶν ἀλεξητήριον, ἀλλὰ καὶ τῶν ὑδάτων διεφθορότων τὸ ἴσον ἄκος· τὰς ἁλμοποσίας γ' ἂν διὰ τὸν ἀηδισμὸν τοῦ λαβεῖν τοῖς πολλοῖς παραιτοίμεθα· δένδρα δ' ἐχθρῶν ἐκκόπτων κωλύσεις τοὺς ἀντιπάλους λαθεῖν· εἰς δὲ τὸ μὴ χρῄζειν τῆς ἀλλοτρίας νομῆς ὁ ἐπιφερόμενος χιλὸς ἀρκεῖ καὶ ὅσα ἄλλα ἐπινενόηται εἰς στρατιὰ χρόνιον ἐς τὸ τῶν ἐπιτηδείων εὐπορεῖν ἔχειν καὶ πρὸς τὸ μηδὲν χαλεπὸν ὑπὸ τῶν ἐχθρῶν διατεθῆναι· ὅπερ καὶ πρῶτον ἀνδραγάθημα· τοῦ γὰρ ἀδικῆσαι πολλῷ τὸ μὴ παθεῖν κρεῖττον· Πύρρος γοῦν, Ῥωμαίους πλεονεκτῶν, ἀναλώθη. Χρόνῳ δὴ πρῶτον καὶ τριβῇ καὶ λιμῷ καὶ φθορᾷ μάλιστα κατὰ τῶν βαρβάρων χρηστέον, οἷς πρόσκαιρος ἡ τοῦ στρατεύματος συλλογὴ καὶ οὐ δύναμις διαρκής, ἀλλ' ἐξ ἐπιδρομῆς ἁρπαγή. Τροφάς τε γὰρ ἐπιφέρονται ἡμέραις μεμετρημένας καὶ ῥητὸν ἀριθμὸν βελῶν καὶ πρόδηλος, ἀναλωθέντων αὐτῶν, ἡ φυγή. Τί οὖν σπεύδουσιν πολεμίοις ἀπαντᾶν, οὕς, περιμείνας, ὄψομαι ὑπὸ τῆς αὑτῶν προθεσμίας δεδιωγμένους; Λιμὸς ἔπεισιν αὐτοὺς ὑπερήμερος, τῶν ὀλίγων τροφῶν μάτην ἀνηλωμένων. Ἄγε δὴ μὴ ἐπιτρέπωμεν μηδὲ λιμώττουσι ἐκείνοις φυγεῖν· κατασχέτω αὐτοὺς δίχα σιδήρου φθορά, δίχα μάχης ἡ τελευτή. Νικήσωμεν αὐτοὺς ἀέρι συμμάχῳ καὶ ὕδατι βοηθῷ· μετὰ τῶν στοιχείων κατ' αὐτῶν ὁπλισώμεθα. Ἀπορρήτου παρατάξεως στρατηγῶ, ἀσυμφανεῖ μάχῃ χρῶμαι. Πεσέτω πολέμιος πᾶς, ἀναπνεύσας, διψῶν, ἢ φαγών· ἐπικίνδυνα αὐτῷ πάντα ποιῶ. Λιμωττέτω μὲν ἂν μείνῃ, λοιμωττέτω δὲ ἵνα μὴ φύγῃ. Ἔργον μεγάλης ποιήσωμεν εὐχῆς. Ἐκένωσε τὰς Ἀθήνας πεπληρωμένας Λακεδαιμονίοις ἀὴρ συμμαχῶν, καὶ Καρχηδονίους τὸ τοιοῦτο κατάστημα κατέσχεν ἐν Σικελίᾳ. Ἀνατιθέασιν οἱ νικῶντες τοὺς τοιούτους πολέμους ἰδίοις θεοῖς. Ἐκείνους καὶ ἡμεῖς μιμησώμεθα τοὺς θεούς· αὐτόματος τύχη ὑπὸ τῆς ἡμετέρας τέχνης γίνεται. Τροφὴ μὲν οὖν οὕτως· ἄρτους ποιήσωμεν, τοὺς θρέψοντας τὴν ἐσχάτην ἡμέραν, ζῷα ἅπερ ἀνάγραπτα ἐπὶ τέλει κεῖται, ἐν πενταγώνῳ, ᾧ κατὰ γραμμοειδὲς ἔγκειται Λυδίου τρόπου προσλαμβανομένου σημεῖα, ζῆτα ἐλλιπὲς καὶ ταῦ ὕπτιον. Εἰς ἀγγεῖον κατάκλεισον ἀμφότερα κοινῇ, φιμώσας τὸ πῶμα πηλῷ, ὡς διάπνοιαν μὴ γενέσθαι τοῖς θηρίοις ὑφ' αὑτῶν ἔνδον ἀνηλωμένοις· εἶτ' αὐτῶν λειώσας τὰ λείψανα, εἰς τὸ ὕδωρ κάθες ὅθεν τὸ πέμμα φυρᾶται. Ταὐτὸ δὲ δράσεις ἂν τῷ χυλῷ τούτῳ τοὺς κριβάνους χρίσῃς· ἀλλὰ γὰρ τοῖς πέττουσι τοῦτο κίνδυνος. Τὸ αὔταρκες οὖν τῶν τοιούτων παρασκευάσας τροφῶν, πάρασχε τοῖς πολεμίοις ὃν δύνασαι τρόπον. Γένοιτο δ' ἂν ἀνυπόπτως, εἰ τὴν παρακομιδὴν ῥᾳθυμῶν τις ἐργάσαιτο εἰς τὴν τῶν ἐχθρῶν εὔκολον ἐπιδρομὴν καὶ εὐκταίαν τῶν φερομένων αὐτοῖς ἁρπαγήν, ἢ εἴ τις, πλασάμενος φυγὴν σπουδαίαν, παραχωρήσειεν ἐπιοῦσι τοῦ στρατοπέδου τοιαύταις τροφαῖς τετειχισμένου. Οὐ φέρει θάνατον ταῦτα μονήμερον, οὐδὲ τὸν χρησάμενον εὐθέως ἀναιρεῖ, λοιμοῦ τέχνῃ τοῦτον καὶ τὸν οὐ φαγόντα καταλαμβάνοντος· ἀνακίρναται πᾶσι καὶ εἰς τὸν ὁμοδίαιτον μέτεισιν· εἰς οἰκίαν, εἰς πόλιν, εἰς στράτευμα, εἰς ἔθνος ἡ ἐπιβουλὴ μετοικεῖ. Τοιοῦτον αὐτοῖς μόρον ἐρινὺς προξενεῖ. Ταῦτα δίκαια κατὰ βαρβάρων δεῖπνα ποινῶν, χεομένης ἐπὶ πάντα νόσου καὶ ἀπαραιτήτου καταλαμβανούσης τοὺς πολεμίους συμφορᾶς. Εἰ δὲ πεφοβήμεθα μὴ μάτην τοιαύτῃ χρησώμεθα παρασκευῇ, ἤτοι δι' ὑποψίαν οὐ χρησαμένων, ἢ ἐξ αὐτομόλων τοῦτο μεμαθηκότων, ἑστιάσαντες, παρ' αὐτούς, ἢ τοὺς κακούργους, ἢ τοὺς αἰχμαλώτους ἀπολύσωμεν· οἱ δὲ ὁμιλήσαντες αὐτοῖς [οἱ πολέμιοι] εὐθὺ λοιμώξουσιν. Ἐπίβουλον αὐτοῖς φιλανθρωπίαν πέμπω. Ποτίσωμεν αὐτοὺς ὁμοίως τοιαύτῃ φιλοτησίᾳ. Τρισσὰ γένη ζῴων ἅπερ ἐν πενταγώνῳ δευτέρῳ κεῖται, πρὸς σημείοις ὑπάτης ὑπάτων, γάμμα ἀπεστραμμένον καὶ γάμμα ὀρθόν, ταῦτα σύγκοπτε, ὡς ἰχῶρα γενέσθαι τὰ πάντα, καὶ ὕδατι πλείστῳ ζέσας μέχρι τοῦ πᾶσαν ἀναλωθῆναι τὴν τῶν ἑψημένων πιμελήν, ἔγχεε τῶν πολεμίων ὑδρεύματι. Ὀγκωθήσεται τὰ σώματα τῶν πεπωκότων, αὐτῶν τε καὶ ὑποζυγίων, εἶτα οἴδησις μετ' ὀδύνης αὐτοῖς ἐπιστήσεται, καί τις ὁρῶν αὑτὸν ἄλλον ἐξ ἄλλου γεγενημένον, τὴν παροῦσαν μορφὴν οὐκ ἐπιγνούς, καὶ φυγῇ βραδὺς καὶ τελευτῇ, τὸν γειτνιῶντα θάνατον περιμένων, τάχος ἐφόδου πολεμικῆς εὔξεται, ἵνα παύσηται καὶ τάσει φλεγμονῆς κολαζόμενος, καὶ διὰ τὴν εἰδέχθειαν ὑφ' αὑτοῦ μισούμενος, μὴ χωρούσης τὸν νῦν ἄνθρωπον πανοπλίας τῆς τῷ πρώην σώματι πεπρησμένης, ἀφαιρεῖσθαι αὐτὸν καὶ τὴν ὑπόκρισιν τοῦ κἂν ἐν τοῖς ὅπλοις στῆναι. Λυμαίνεσθαι δὲ καὶ ἄλλως τὰ ὕδατα, μὲν φρέατα κόπρῳ καὶ λίθοις ἐγχοῦντα, εἰ δ' ἀμφιλαφὲς εἴη τὸ ὕδωρ, τῷ ἰχθυΐνῳ ἐλαίῳ ἐγχεομένῳ εἰς αὐτὰ καὶ τῇ θαλαττίᾳ πορφύρᾳ, ἅπερ ἐπὶ πολὺν χρόνον ἅπαν ὕδωρ ἄποτον ποιεῖ. Μείζονα δὲ σύστασιν ὑδάτων ἢ λίμνην ὁ τιθύμαλλος ἐμβαλλόμενος μυρσινίτης δηλήσεται· οὕτως τοὺς πολεμίους πρῶτον κωλύσομεν τῷ ποτῷ. Μὴ ἀμαθεῖς δέ τις ἐς ταῦτα νομίσῃ τοὺς τῆς ἀνατολῆς βαρβάρους· καὶ αὐτοὶ πολλάκις τοὺς ἐπερχομένους κακουργοῦσιν. [Οἴνου φάρμαξις]. Ἐσεμνύναντο Φαρισαῖοί ποτε Ῥωμαίων ἀποκτείναντες φάλαγγα φυγῆς ὑποκρίσει. Εὐωχοῦντο γὰρ δῆθεν, εἶτ' ἀνεχώρησαν ἐπιόντων, ἕτοιμον καταλιπόντες τὸ ἄριστον. Ἐπίβουλος δὲ ὁ οἶνος ἦν, ἐναποσβεσθείσης τιτάνου πεφαρμαγμένος. Φαρμάσσεται δὲ οἶνος ἀφρονίτρῳ, πύξῳ, κωνείῳ, καὶ τοῖς ὁμοίοις τρόποις· ταῦτα γὰρ ἐσθιόμενα ἱκανὰ λυμήνασθαι καὶ δεινῶς διαθεῖναι πολεμίους. Ἐπειδὴ τοίνυν συμμάχους τροφάς τε καὶ ποτὰ παρειλήφαμεν, φέρε δὴ καὶ ἀέρι κατ' αὐτῶν καὶ ἀνέμῳ χρησώμεθα· δύναται φυλάξασθαί τις παρὰ πολεμίων μὴ φαγεῖν, μὴ πιεῖν· πῶς φυλάξηταί τις ἀναπνοήν, πῶς ἀποκλείσῃ ἀέρα; Διὰ τούτων ἐπ' αὐτοὺς ἔρχομαι. [Ἀέρος φάρμαξις]. Θρίσσος ὄφις ἐστὶ Θετταλός, χρόαν, δρακοντίδος παραπλήσιος μήκει, [ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῆς Ἀσίας πολὺς γίνεται· Σύροι καλοῦσιν αὐτὸν «βαθανηραθὰν»] ὃς ἑξῆς γέγραπται ἐν πενταγώνῳ τρίτῳ οὗ σημεῖά ἐστιν παρυπάτης ὑπάτων, βῆτα ἐλλιπὲς καὶ γάμμα ὕπτιον· καὶ λέων ὄφις ἄλλος, διάφορος· μικρός τε γὰρ ἔστι καὶ μέγας· ἀλλὰ γὰρ ὁ μικρὸς ἐς τοῦτο ληπτὸς μᾶλλον [πολὺς δὲ καὶ αὐτὸς ἐν Συρίᾳ γεννώμενος]. Συγκαθειργνύσθωσαν εἰς ἄγγος ἀμφότεροι ἀσφαλῶς μάλα στεγνόν· βλεπέτω δὲ τὸ ἄγγος ὁ δριμύτατος ἥλιος. Ἐπειδὰν οὖν διαφθαρῶσιν ὑπό τε ἀλλήλων καὶ τῆς ἕλης καὶ τοῦ χρόνου, κατ' ἄνεμον τὸν συνεχῶς εἰς ἐκείνους φέρειν συ νειθισμένον τὸ σκεῦος τεθὲν ἀνοιγνύσθω, ὡς τὴν ἀπ' αὐτοῦ ἀποφορὰν ἐς τοὺς ἀντιπάλους οἴχεσθαι, πορθμευομένης τῆς αὔρας εἰς τοὺς τῶν ἐπιβουλευομένων ἀναπνοάς. Τῆς δὲ ἐνεργείας τὰ παραδείγματα· ἵππος πεσεῖται παρατρέχων, καὶ γειτνιάσας ἄνθρωπος, καὶ ὄρνις οὐχ ὑπερπτὰς κάτεισιν ἐξ ἀέρος πεφονευμένος, καταληφθεὶς ἀνέμῳ φεύγοντος ὠκυτέρῳ πτεροῦ. Εἰ δέ πῃ καὶ καθ' ἡμᾶς, ἤτοι τέχνῃ τῶν ἐξ ἐπιβουλῆς, ἢ καὶ ἀπό τινος τῶν στοιχείων συμβαίη φθορά, εἰς ἀποφυγὴν τοῦ λοιμοῦ τὴν θεραπείαν προὔλαβον ἐκθέμενος ἐν ταῖς πρὸ τούτου διφθέραις. Προϋπέσχετο τὴν κατὰ Μήδων νίκην ἑαυτῷ τῷ γίνεσθαι τὴν ναυμαχίαν Θεμιστοκλῆς στρατηγῶν περιπλευσουμένων ἀγρυπνίᾳ, μέγα καὶ τοῦτο ὂν πλεονέκτημα τῶν πολεμίων τὸ ὕπνον ἁρπάσαι. Καὶ Ῥωμαίων δὲ αὐτοκράτορες παλαιοὶ γυμνότερον καὶ δραστικώτερον ἐχρήσαντο τῷ πράγματι, νύκτωρ ἐπάγοντες τῷ στρατοπέδῳ τῶν ἐναντίων κουφοτάτους τε πεζοὺς καὶ μετ' αὐτῶν σαλπιγκτὰς ἱππέας δι' ὧν κατώρθουν δυοῖν θάτερον· ἢ γὰρ ἀμελεστέρας τὰς προφυλακὰς καὶ φυλακὰς καταλαβόντες, ἀνήλισκον τοὺς ἐμποδών, ἢ πανικὸν ἐπενέβαλλον· τῶν μὲν καὶ τοξευόντων καὶ ἀκοντιζόντων, καὶ τῶν ἀπὸ σφενδόνης δὲ ἀφιεμένων φερομένων, ὁπότε ἀστοχοῖεν, κατὰ σκηνῆς ἢ ἵππου ἢ ὅπλου, ἦν ὁ κτύπος πλεῖον τοῦ τρῶσαι κατορθῶν, ἐκπλήσσων δὲ ἀεὶ τὸν πλησίον τῷ φόβῳ· περιϊππεύοντες δὲ οἱ σαλπιγκταὶ πολεμικὸν ἐνηχοῦντο, ὡς ἀεὶ φαντασίαν τοῖς κατ' αὐτὸ τεταγμένοις παρέχειν ἐπιπεσεῖσθαι ὅσον οὐδέπω τοὺς πολεμίους. Εἶτα μεθ' ἡμέραν ἐξήγοντο τὸ στρατόπεδον, παντὶ τρόπῳ τὸ μὴ συμβάλλειν μηχανώμενοι, τήν τε ἐπιοῦσαν νύκτα ὁμοίαν ἐκτιθέντες τῇ παρελθούσῃ, τῶν μὲν οἰκείων διαναπαυομένων ὅλῃ σχολῇ ἡμέρας, ἢ ἄλλων ἐπιπομπῇ, τῶν δὲ αὐτῶν αἰεὶ ἐπιβουλευομένων ἀγρυπνεῖν. Ὅσα δὲ ἐκ τούτου δυστράπελα τίς οὐκ οἶδεν; ἄλγημα κεφαλῆς, κακοσιτίας, σώματος ἀτονίαν τοῦ ὑπνῶσαι κἂν ὁπωσοῦν ἐπιθυμίᾳ, τὴν αὐτὴν περίστασιν διαδεχομένων νυκτός τε καὶ ἡμέρας. Τοῦτο ἑξῆς δράσαντες, αὐτοβοεὶ τοὺς ἀντιπάλους αἱρήσομεν ἀγρυπνίᾳ τεθηλυμμένους.
1.3.1
Ἀγωνιστικόν Τοὺς δὲ εὑρισκομένους ἐν ταῖς γαστράσι τῶν γενναίων ἀλεκτρυόνων λίθους ἐπαινοῦσι μὲν ἅπαντες οἱ περὶ ταῦτα δεινοί, ὡς ἀρετῆς τε καὶ νίκης συνεργούς· φορουμένους γὰρ ἤτοι ἐν σκυτίσιν, ἢ ὑπὸ τῇ γλώττῃ φερομένους, εὐϋποστάτους καὶ διαρκεῖς καὶ ἀδίψους φυλάττειν στρατιώτας καὶ ἀθλητὰς καὶ μονομάχους. Ἄλλοι δὲ ἄλλο εἶδος καὶ χρόαν αὐτῶν διηγοῦνται, οἳ μὲν κρυσταλλοειδεῖς καὶ τραχεῖς, οἳ δὲ μέλανας, οἱ ἀληθεύοντες· εὑρίσκεσθαι δὲ ἐν κατατυθέντι τῷ νικήσαντι, ὡς οὐχὶ τῆς ἀρετῆς τοῦ ὄρνιθος, ἀλλὰ τῆς φύσεως τοῦ λίθου αἰτίας τοῦ κρατεῖν γεγενημένης. Ἐπεὶ οὖν, ἤτοι ὑπὸ στόματι ἢ περὶ βραχίονι φορούμενος, ὁ λίθος ἢ ἐκπίπτει ἢ ὑπ' ἀνταγωνιστοῦ περιτέμνεται, ἀνυπόπτῳ καὶ πολλῆς δυνάμεως χρηστέον περιβολῇ. Ἀλεκτρυὼν ὁ νικήσας, ὥσπερ ἔθος σκευασθείς, ἐσθιέσθω πᾶς ὑπὸ τοῦ ἀγωνιῶντος, ὡς περιλέπεσθαι τὰς σάρκας καὶ πάσας, ὁλόκληρα δὲ φυλαχθῆναι ἄθραυστα τὰ ὀστέα· εἶτα μετὰ τὴν τράπεζαν καθαριζέσθω πυρί. Ὁ ὄρνις, οὐκ ἔθ' ἡμέρας ἀλλὰ νίκης ἐσομένης ἄγγελος, διάδοχον ἀηττησίας τῆς ἑαυτοῦ τὸν φαγόντα ποιῶν, ἐς τὸν ἄνδρα ᾗ ἀρετῇ μετοικεῖ. Ἐχρήσατο Πέρσαις μαχόμενος ὁ Νεοκλέους τῷ λίθῳ καὶ τῇ τροφῇ· κἀκεῖθεν ἐνομοθέτησε τοὺς ἀλεκτρυόνων ἀγῶνας ἐν Ἀθήναις ἐγηγερμέναις, καὶ ἤγαγον Ἀθηναῖοι μετὰ νίκην τὴν Μηδικὴν ἀλεκτρυόνων ἐπινίκια.
1.4.1
Πρὸς τομὴν πληγέντοσ Ἐπεὶ πολλοὶ πρὸς τὰς ἀναγκαίας ἀπὸ σιδήρου θεραπείας εἰσὶ δειλοί, φοβούμενοι μᾶλλον τὴν ἀπὸ τῆς ἰάσεως ἀλγηδόνα τοῦ μέλλοντος ἐκ τοῦ μὴ θεραπευθῆναι βλάβους, φέρε πως παραμυθησώμεθα τὸν τῆς ὀδύνης ὄκνον, εὐθαρσεστέρους τοὺς κάμνοντας εἰς τὸ ὑποστῆναι τὴν ἴασιν καθιστάντες. Κούφην ἐχέτω ὁ ἰώμενος χεῖρα, ἵνα εὐκόλως τὴν τομὴν ἐπιδράμῃ, ὀξεῖαν δὲ φερέτω τὴν ἀκμήν· ὀδυνηρὸν γὰρ ἡ ἀμβλύτης. Εὐτρεπὴς δὲ ἐς πάντα ὢν ὁ βοηθῶν, καὶ ἐπιπασάτω τῇ πλίνθῳ ἥπερ ἐν πεντα γώνῳ δʹ κεῖται, ᾧ κατὰ τὸ πυραμοειδὲς ἔγκειται σημεῖα λέξεώς τε καὶ κρούσεως ὑπάτων ἐναρμονίου, ἄλφα ὕπτιον καὶ γάμμα ἀπεστραμμένον ὄπισθεν γραμμὴν ἔχον.
1.5.1
Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν Καὶ τῷ πληγέντι δὲ ἀπὸ σιδήρου τόδε ὀδύνης ἄκος· τὸν τρώσαντα σίδηρον ἀλεῖψαι προσήκει, εἶτ' ἐπικροῦσαι αὐτὸν τῷ τραύματι· λέγωμεν «τὰ τὰ» τρίς, ἅμα τε ἐπιπτύοντες Ῥωμαῖαν τινὰ ῥῆσιν ἣ ἐν τῷ ἐκκειμένῳ πενταγώνῳ ἔγκειται πρὸς τὰ σημεῖα χρωματικῆς, ἄλφα ἀπεστραμμένον ὄπισθε βʹ γραμμὰς ἔχον. Ἡ μὲν οὖν ἀλγηδὼν παύσεται· τὸ δὲ τραῦμα ἰατρῶν παῖδες θεραπευέτωσαν, τοῦ κάμνοντος ἑαυτὸν εὐχερῶς ἐς τὴν ἐπάφησιν αὐτῶν χορηγοῦντος.
1.6.1
Ἵππου τιθασία Σπάνιος ὥσπερ ἐν ἀνδράσιν οὑτωσὶ δὲ καὶ ἐν ἵπποις εἰλικρινής ἐστιν ἀρετή. Ἐγγὺς γὰρ τοῖς ἀγαθοῖς κακία βάσκανος, ἵνα μὴ τὸ κα λὸν καθαρὸν φανῇ· λόγιός τις, ἀλλ' οὐ σεμνός· καὶ ἄλλος στρατηγεῖ μέν, ἀλλ' οὐ σωφρονεῖ· καί τις ἀνδρεῖος, ἀλλ' ἀλαζὼν ἄχραντον οὐκ ἐφύλαξε τὸ κάλλος αὑτῷ· καὶ ἄλλος ἄλλῳ πλεονεκτεῖ τε καὶ ἁμαρτάνει. Ὅμοια καὶ τὰ ἐφ' ἵππων καλὰ καὶ πονηρά· ταχεῖς, ἀλλ' ἐρωτικοί, θηρευταί, ἀλλὰ στομίαι, βαδισταί, ἀλλ' ὑβρισταί· τοὺς ἀναβάτας ἄλλοι οὐ δέχονται, οἳ δὲ ἀποσείονται· παρατρίβουσιν ἔνιοι τοίχοις ἢ φυτοῖς· οἳ μὲν ἐκ φύσεως κακοῦργοι, οἳ δὲ ὑπὸ τῶν κεκτημένων γεγενημένοι, δάκνουσι καὶ λακτίζουσι καὶ ἀφίστανται καὶ ἀναχαιτίζουσιν, ἢ μισοῦντες ἢ ὑπερηφανοῦντες τοὺς δεσπότας. Καὶ πολλοὺς εἰπεῖν ἔχω, ἄλλον ἄλλῃ συμφορᾷ καὶ εἴδει κακῶν ποικίλως ὑφ' ἵππων διεφθαρμένους. Τέχναι μὲν οὖν πωλοδαμνῶν ὡς οἷόν τε τὰς κακίας ἢ ἐπέχουσιν ἢ διορθοῦσιν, ὀλιγοσιτίᾳ τοὺς ὑβριστάς, ἐκτομῇ τοὺς ἐραστάς, κημοῖς τοὺς δάκνοντας, τοὺς στομίας λύκοις, πληγαῖς τοὺς ἀπειθεῖς. Τί δ' ἄν τις ποιήσειεν κατὰ τοῦ ἀφεστηκότος καὶ πείθεσθαι μηδενὶ τρόπῳ ἐς μηδὲν μήτε ἐπιταγμάτων μήτε μαθημάτων προῃρημένου; Ὥσπερ γὰρ τὰ ἀγριώτατα τῶν θηρίων τέλεια ληφθέντα οὐ τιθασσεύεται, ἀλλά, κἂν πρὸς ὀλίγον χειροήθη γεγενῆσθαι δοκῇ, ὅμως τῆς πρόσθεν ὠμότητος οὐκ ἐπιλανθάνεται, οὑτωσὶ δὲ καὶ τόδε τὸ θρέμμα δυσμετάγωγον, κακίας ἐγχρονισθείσης. Ἐπεὶ τοίνυν ἀσθενὴς πρὸς τὰ τοιαῦτα πληγὴ καὶ ἀπειλὴ καὶ τέχνη καὶ τροφή, κακία φύσεως τέχνῃ φύσεως διορθούσθω. Ἡμερωσάτω αὐτὸν καὶ γραφή, ἣν οὐ φοβηθήσεται, ἣν οὐχ ὑποπτεύσει, ἣν φορῶν δαμασθήσεται. Κοίλῳ ὁπλῆς προτέρου ποδὸς εὐωνύμου, χειρὶ εὐωνύμῳ ἐγχάραττε γραφίῳ χαλκῷ, σελήνης ἑκκαιδεκαταίας, Ῥωμαίας προσταγῆς ἀπειλήν· ἀνάγκην ἔχει πειθαρχίας ἡ γραφή· κεῖται δὲ ἐν ʹ πενταγώνῳ, ᾧπερ ἐγγέγραπται ὑπάτων διατόνου σημεῖα, φῖ καὶ δίγαμμα.
1.7.1
Μὴ χρεμετίσαι ἵππον Ἵπποι χρεμετίζουσιν, οἳ μὲν ἀπειλοῦντες, οἳ δὲ τὴν ἀπὸ θηλειῶν μόνον λαβόντες ὀδμήν. Χρήσιμος δὲ αὐτῶν καὶ ἡ φωνὴ καὶ σιωπή. Ὁπότε μὲν γὰρ, εἰς φόβον συναλαλάξαι τοῖς συστρα τιώταις διδάσκονται, ὅτε δὲ λοχῶσιν, αὐτοῖς συλλαθεῖν. Ἀλλὰ γὰρ τὸ τεχνητὸν τοῦτο ἢ ὥρα ἔτους ἢ ἐρωτικὴ φύσις ἐπὶ μᾶλλον ἀμβλύνει. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος Λακεδαιμονίους εἷλεν λοχῶντας, τῶν ἵππων αὐτοῖς χρεμετισάντων, αὐτὸς θηλείας ἄγων. Καὶ πάλιν αὐτὸς τὴν ἐνέδραν κατέστησεν ἀκίνδυνον, τῶν ἵππων αὐτοῦ ἀναγκασθέντων σιωπᾶν Σπαρτιατῶν ἵππων θηλειῶν στάσει. Τὸ τοῦ Μεσσηνίου στρατήγημα μένει μεμνημένον. Εἴτ' οὖν λῃστευόμενόν τις διΐοι χωρίον, εἴθ' ὑφιζάνοι πολεμίοις λόχον ἱππότην, τὸ ὑποδειχθησόμενον πραττέτω· οὐ μόνον δὲ τοῦτο Ἑλλήνων ἔργον καὶ εὕρεμα παλαιῶν στρατηγῶν, ἀλλὰ γὰρ καὶ Πάρθοι τοὺς ἵππους οὕτως τοὺς ἑαυτῶν ἐς τὰς μάχας ἄγουσι σιγῶντας. Νευρᾷ εὐστρόφῳ ἡ οὐρὰ τοῦ ἵππου ὑπὲρ τὴν τρίχα κατασφίγγεται, ὡς ἐνδῦναι τὸν δεσμὸν τῇ ἐπιφανείᾳ πολύν· τῇ γὰρ εὐτονίᾳ τῆς ἐπιδέσεως ὁ ἵππος ἀλγῶν, τὸν μὲν αὐτὸν θυμὸν φυλάττει καὶ τάχος, μόνον δὲ τὸ φώνημα ἴσχει, κἂν ὁ ἀναγκάζων καιρὸς ἢ ἔρως ᾖ.
1.8.1
Πρὸς ἵππων ὑπόχυσιν Ἵππους Ὅμηρος ταχεῖς μὲν ἀνέγραψεν τοὺς Τρωϊκούς, μαντικοὺς δὲ ἐποίησε τοὺς Θετταλοὺς καὶ φωνὴν αὐτοῖς ἀνθρωπίνην ἐδωρήσατο, οὐ δαίμονας μὲν ὑποδεικνύων, ἀλλὰ μάθη ἐλέγχων ἵππειον. Χρῄζουσι γοῦν οἱ νῦν ἐφεστηκότες διαφανῶς μαθεῖν τὴν ἐξ ἵππων μαντικήν, ἀλλ' εἰσὶν ἀσυνήθεις. Σημαίνει ποικίλα ἵππου καὶ νεῦμα καὶ βλέμμα καὶ φωνὴ καὶ σιωπή. Τὰ μὲν οὖν ἄλλα παραλιμπάνω, χειμῶνας καὶ εὐθηρίας καὶ καρπῶν εὐετηρίας καὶ τὰς αὑτῶν ἐπιγονάς. Τὸ δὲ μέγιστον, τῶν πολεμίων ἐφόδους καὶ λέγουσι καὶ δεικνύουσι· καὶ προμαντεύονται καὶ φόνους· καὶ λανθάνοντα πολλάκις ἤλεγξαν τὰ λῃστήρια ὤτων τάσει, ἢ ὄκνῳ προόδου, φριμαξάμενοι. Καὶ οὐκ ἀνθρώπους πονηροὺς ἔδειξαν μόνον· πίστευσον λέγοντι, ὁρῶσι καὶ δαίμονας, καὶ οἶδα πολλοὺς ἐν τριόδοις χρεμετίσαντας καὶ πεσόντας καὶ κηρύξαντας τῇ φωνῇ τὴν ἀπειλήν. Μάλιστα δὲ εἰς τὴν τῶν τοιούτων σύνεσιν εὐδοκιμεῖν δοκοῦσιν οἱ ἑτερόμματοι, καταφρονοῦντες καὶ πολέμου καὶ φάσματος, καὶ λεόντων μόνοι τῆς τῶν ζῴων βασιλείας ἀντιποιούμενοι. Εἴτε οὖν ψυχῆς ἔργον, εἴτε φύσις ὀμμάτων, ἀμφότερα ἀσκητέον τὰ μὲν διδασκαλίᾳ καὶ τέχνῃ, τὰ δὲ φροντίδι. Ἵππους δὲ ὥσπερ ἀνθρώπους ἀθλητὰς ἀπέχεσθαι χρὴ τῶν ἀφροδισίων· τοῦτο δὲ φέρει βλάβος ὀμμάτων, ἀλλὰ καὶ χειμὼν πολὺς χρόνιον ἐπενεγκὼν στάξιν, πρὸς δὲ καὶ βῆχα. Ἑκάτερον πάθος θεραπευέσθω [τὴν ὑπόχυσιν] φυτῷ Βακχικῷ. [Θεραπεία ἵππων ὑποκεχυμένων]. Κισσὸς γὰρ χυλισθεὶς καὶ τῇ προειρημένῃ ὕλῃ μιχθεὶς ἔγχρισμα δὲ ἔστω δύο ἑξῆς ἡμέρας· διαλειπομένης πάλιν τῆς ἑπομένης, τρὶς τοῦτο ἔστω καὶ πολλάκις, μέχρις ἂν ὁ ἵππος ἀπολάβῃ τὴν συνήθη [καὶ] ὄψιν [μαντικήν]. Οὐ βασκαίνω δὲ τὴν θεραπείαν καὶ τοῖς ἵππων δευτέροις κτήνεσιν. Χρῶ δὲ τῇδε τὴν βῆχα· μετ' ὀλίγον εὑρήσεις ἔνδον τι κείμενον.
1.9.1
Ἵππον μὴ πτοεῖσθαι Καὶ τῷ μὴ πτοεῖσθαι δὲ τοὺς ἵππους μάτην θεάμασι καινοῖς ἢ σκιαῖς ἄκος ὠτὶ δεξιῷ ζῴου προσαρτηθεῖσα οὐρά, ἢν ζῶντος αὐτοῦ θηρίου ἀποκοπῇ· κεῖται δὲ ἐν πενταγώνῳ ἑβδόμῳ, ᾧ σημεῖα ὑπερκεῖται ὑπάτης μέσων, σίγμα καὶ σίγμα.
1.10.1
Περὶ ἵππων τάχουσ Ἵππων τάχος ἀμβλύνεται καὶ αὔξει·† λύκος ἀντιπαθὲς ἑκάστη ἵσταται καὶ ναρκᾷ τὼ πόδε θᾶττον δὲ αὐτοῦ χθονὶ ὑπὸ λύκου γίγνεται†. Περισπούδαστον ἱππόταις κτῆμα λύκου πόδες, καὶ ἀπαρτηθεὶς δὲ ἀστράγαλος τοῦ αὐτοῦ θηρίου ἐπιστομίζει τρέχοντα. Σπάνιον μὲν οὖν, τὸ τρωθῆναι καὶ ἀραιῶσαι συμβῆναι δυνάμενον. Εὕρομεν δ' ἑτέρως τὸν λύκον συνεργῆσαι δυνάμενον εἰς ὠκύτητα, δίχα τῆς τοῦ ἵππου βλάβης. Οἱ γάρ τοι κυνόδοντες ζῶντος ἐξαιρεθέντες τοῖς περιδεραίοις συμπλέκονται καὶ εἰς ἀμφότερα συμβάλλονται· ἀνύποπτός τε εἶναι βοήθεια καὶ φαλάρων κόσμος ἐναγωνίων. Καλὸν μὲν οὖν, εἰ τῷ τετραόρῳ τις παντὶ προσαρτήσειεν· εἰ δ' οὖν, κἂν ὁ ἡγεμὼν μόνος ἵππος τὸ περίθεμα ἔχων τοῦτο θάττονας ποιῆσαι τοὺς συντρέχοντας ἀρκεῖ.
1.11.1
Ταράξιππον Εἰς τοῦτό ποτε ἐλάσαι τρυφῆς Συβαρίτας λόγος ὡς παρὰ δεῖπνον εἰς τὸ συμπόσιον τοὺς ἵππους εἰσάγειν. Τοὺς δ' ἀκούσαντας αὐλήματος ἀνίστασθαι ἐπὶ τὼ πόδε καὶ τοῖς προσθίοις ὥσπερ χειρονομοῦντας ὀρχεῖσθαι. Ὑβρισθέντα δὲ αὐλητὴν εἰς Κροτωνιάτας αὐτομολῆσαι προσφάτως ἱππομαχίᾳ νενικημένους· μέγιστα δὲ ὠφελῆσαι τὸ κοινὸν ἐπαγγείλασθαι, παραδώσειν γὰρ πᾶν τὸ Συβαριτικὸν ἱππικὸν αἰχμάλωτον· πιστεῦσαι τοὺς Κροτωνιάτας αὐτῷ καὶ ἐπιτρέψαι στρατηγεῖν. Τὸν δέ, ἀθροίσαντα τοὺς τῆς πόλεως αὐλητάς, δεῖξαι τὸ μέλος, καὶ ὅτε καιρὸς ἦν, παρεγγυῆσαι τὴν ἐπὶ τοὺς πολεμίους ἔξοδον. Ὡς δὲ οἱ Συβαρῖται ἐπῆλθον πανδημεὶ πολύ τι φρυαττόμενοι τῇ τῆς ἵππου περιουσίᾳ, καὶ ἀνεμίγησαν ἀλλήλαις αἱ φάλαγγες, ὑπὸ σημεῖον ἕν, ηὔλησαν οἱ πάντες· συνήθους δὲ ἤχου ἀκούσαντες οἱ ἵπποι ὥσπερ οἴκοι ἐδεδιδάχατο, ἀποσεισάμενοι τοὺς ἀναβάτας, ὑπωρχοῦντο πάντες. Τότε οὖν οἱ ἱππόται ἑάλωσαν κείμενοι καὶ οἱ ἵπποι ἐλήφθησαν ὀρχούμενοι, ἀναστησάντων αὐτοὺς συνήθων μελῶν. Εὔχονται δὲ καὶ ἄλλοι, μάχεσθαι μέλλοντες, οὐ μὴν ἀλλὰ καὶ θύουσιν, ἐν ἀγῶνι καθεστηκότες, ταραξίππῳ Ποσειδῶνι. Καὶ ἡμεῖς δὲ εὕρομεν φάρμακον εὐχῆς ὀξύτερον, κρεῖττον πάντων ὁπόσα ἂν ἔχοις, οὗπερ ἐπὶ τέλει πενταγώνῳ ηʹ τὸ εἶδος ἐγγέγραπται, ᾧ σημεῖα ὑπέρκειται παρυπάτης μέσων, ῥῶ καὶ σίγμα ὕπτιον. Εἰς πυουλκοὺς ἐμβάλλεται καὶ εἰς παράταξιν κούφοις ἀνδράσιν δίδοται φέρειν, ὡς εὐκόλως ὑπὸ τῷ στίφει τῶν προμαχομένων ἑστάναι. Οἳ μὲν οὖν ἐπάγουσιν ἀλκῇ καὶ τάχει καὶ σιδήρῳ τεθαρρηκότες· ἄν τε οὖν κατάφρακτοι οὗτοι τύχωσιν, ἄν τε καὶ ἄλλως ἐσταλμένοι, ἐς τὸν αὐτὸν σπεύδουσι κίνδυνον. Γενομένης γὰρ τῆς ἐς τοὺς πεζοὺς ἐμβολῆς, οἳ μὲν προτεταγμένοι φέρουσιν τὴν ἐπιδρομὴν τῷ τῶν ἀσπίδων φράγματι, οἳ δὲ τοὺς πυουλκοὺς ἔχοντες ἐκθλίβουσι τὸ φάρμακον εἰς τὰς τῶν ἵππων ἀναπνοάς· (δεινὸς δὲ ὁ χυλὸς καὶ ἀνδράσιν εἰς βλάβην). Ἐπειδὰν οὖν οἱ ἵπποι δέξωνται τὴν ὀδμὴν τοῦ κακοῦ, μεμήνασι καὶ φριμάσσουσι καὶ διὰ σπουδῆς ἀνίστανται, ὥσπερ τὴν ἀπὸ τῆς γῆς ἀναπνοὴν πεφοβημένοι, καὶ ἀνασκιρτῶσιν ὄρθιοι. Πίπτουσι δὲ οἱ ἀναβάται ἀπὸ τῶν ἵππων χαμαί, ἕτοιμοι πρὸς ζωγρίαν ἅμα καὶ σφαγήν, τοῖς αὑτῶν θώραξιν εἰς τὸ μὴ διαφυγεῖν πεπεδημένοι, ἢ πατούμενοι, ἢ παιόμενοι. Ἔξεστι δὲ τοῦ φαρμάκου τοῦδε καὶ ἐφ' ἡσυχίας πεῖραν λαβεῖν, καὶ θαυμάσαι πόση ἀπὸ τοῦδε ἰσχύς ἐστιν καὶ ἐν πολέμῳ κρείττων βελῶν. Καταπέσοι δ' ἂν ἄλλως ἵππος, θαλαττίας χελώνης ῥανθεὶς τοὺς μυκτῆρας τῇ χολῇ, καί, πρὸς τῶν ἰδίων ἀπογνωσθείς, ἡμέτερόν ἐστι κέρδος. Ἀναστήσεται γάρ, εἰ κρόκον σμύρναν τε ἅμα κρίνῳ μίξας ἐπίσης τοῦ ῥύγχους ἐπαφῆσαί τις αὐτοῦ· ἀναστήσονται καταπεσόντες καὶ ὀρεῖς. Ἀλλὰ γὰρ καὶ ὁ τοῦ καρπάσου ὀπὸς μᾶλλον ἵπποις θανατήσιος. Ἀποθάνοιεν δ' ἂν καὶ φαλαγγίοις καὶ σαλαμάνδρᾳ περιπετεῖς τε γενόμενοι κισσοῦ τε δακρύῳ καὶ στύρακος χυλῷ. Ἀδικοῦνται δὲ καὶ τῷ ἐξ ἀφέδρου ῥάκους καπνῷ. Ταυτὶ μὲν οὖν ἄλλως εἰρήσθω. Δερκυλλίδας δὲ ὁ Λακεδαιμόνιος, τῇ τῶν ἀντιπάλων ἵππῳ πεζὴν φάλαγγα προσαγαγών, ἐν τῷ πλινθίῳ καὶ ἀντινώτους τάξας εἰς βάθος, παρήγγειλεν ἑζομένοις ὑπ' ἀσπίδι τοῖς κατόπιν ὅ τι τάχος τοῖς ἐγχειριδίοις βόθρους ὀρύσσειν· ἔπειτ' εἰς τὸ μέσον ἀνῆγε τοὺς ὁπλίτας· καὶ ἦσαν ἔρυμα· οἱ γὰρ βόθροι τοῖς ἱππεῦσι πολεμιώτατοι.
1.12.1
Πρὸς ὑποζυγίων φθοράν Ἐμπόδιον στρατιώτῃ νοσήσας ἵππος καὶ ὑποζύγιον ἐν πολέμῳ ὁπλοφοροῦν καὶ τὰ χρειώδη φέρων νωτοφόρος ὀρεύς· οἷς ἅπασι τὴν θεραπείαν τῶν τε ἄλλων καὶ λοιμικῶν παθῶν τοιάνδε προσοιστέον. [Θεραπεία νοσούντων κτηνῶν]. Σελίνου σπέρματος τρία ἡμίξεστα· κἀπίτριτον λινοσπέρμου· τήλεως δὲ τοῦ δευτέρου τὸ διπλάσιον· ὀρόβου τε ἀλητοῦ τῆς τήλεως τετραπλάσιον· μέτρῳ μὲν ταῦτα· πάνακος δὲ ῥίζης καὶ ἴρεως Ἰλλυρικῆς βράθυός τε τῆς ἀπὸ Σαβίνων πόας ἀνὰ ὀκτὼ καὶ τεσσαράκοντα δραχμάς· καὶ τετραπλάσιον ἅμα τῶν τριῶν ἀξουγγίου παλαιοῦ σταθμὸν τοῦ ἀνάλου. Τῶν δὲ προειρημένων ξηρῶν ἕκαστον ἰδίᾳ κόπτεται καὶ σήθεται οἴνῳ τε παλαιῷ καὶ τῷ στῆρι παλύνεται, εἶτ' εἰς ἀρτίσκους ἀναπλασθέντα, ἐν σκιᾷ ξηραίνεται· ἐπὶ δὲ τῆς χρείας, ὁπόσον καρύου μέγεθος βασιλικοῦ, (ὃ δὴ ἑπτὰ γράμματα ἕλκει) σὺν μέλιτος κυάθοις τρισὶ λειοῦται, εἶτα οἴνῳ παλαιοτάτῳ καὶ σπουδαιοτάτῳ ἀναλύεται· εἴη δὲ ξέστης εἷς· κἀπὶ τρεῖς ἡμέρας ἑκάστου ἔτους τὸ κτῆνος προσλαμβάνον οὐ πείσεται τὸ θανατήσιον τῶν κτηνῶν πάθος. Τοῖς δὲ νοσοῦσιν, ἀντὶ τοῦ οἴνου, ὕδατι ἀναλύεται τῶν πρὸ τοῦ ἐπίσης εἰσηγησαμένων. Εἰ δὲ πίτυι κἀκ τῆς νοσερᾶς συστάσεως ἀνάγκη γένοιτο χρῆσθαι, τῶν ἀρτίσκων ἀπουσίᾳ, κολλύρας τρεῖς ἐγχυματίζειν οἴνῳ βρέχοντα, οἵῳ τρόπῳ καθ' αὑτὸ ἀξούγγιον ἐνιᾶσι πολλοί. Οἷς δὲ λύκοι θηρῶνται ῥᾷστα, οἳ δ' οὕτως ἰῶνται τῶν προειρημένων παθῶν τὰ ὑποζύγια· κρέως λυκείου τῶν σαρκῶν διαιροῦντες πλατείας σχελίδας, [καὶ] ἰσχνὰς ἀφαυαίνουσιν ὑπὲρ καπνοῦ κρεμαννύντες, οἵας τῶν βοῶν ἡμεῖς. Χρὴ δ' ἐπὶ τῆς χρείας ἑψεῖν τι τούτων ἔστ' ἂν συντακῇ, τῷ τε ὕδατι ἀνὰ ἡμίξεστον οἴνου τε καὶ ἐλαίου μίξαντες, ἑκάστου ἔτους ἐγχυματίζειν. Ἀλλὰ γὰρ καὶ νεκροῦ κυνὸς ἤδη σεσηπότος ἀποτμηθεῖσα κεφαλὴ νοσοῦντι τῷ ἵππῳ τὸ δεινὸν ἐκεῖνο πάθος ὑπολύεται· ὃ δὲ τῇ τῆς ὀδμῆς ἀποφορᾷ συνεχεῖ καπνιζόμενος ἰαθήσεται. [Σύνθεσις ποικιλωτέρα καὶ πολυϋλωτέρα.] Τὸ δὲ δὴ πολυϋλώτατον, οὗ πεῖραν ἔσχον αὐτός, ᾧ χρῶνται Ῥωμαῖοι οἱ προήκοντες, μαθεῖν ἀναγκαῖον· ὅσον ὀκτὼ δραχμῶν ἀμώμου τε τοῦ βοτρυΐτου καὶ πεπέριδος ἑκατέρας, μελαίνης τε καὶ λευκῆς τὸ διπλάσιον· τριπλάσιον φύλλου πυρέθρου τε καὶ ἀριστολοχίας, ἀβροτόνου δὲ καὶ ὑσσώπου καὶ ἴριδος τῆς ῥυπαρᾶς· ἔτι δὲ γεντιανῆς τὸ τετραπλάσιον· πενταπλάσιον (δηλαδὴ τοῦ πρώτου) ναρδοστάχυος καλάμου τε ἀρωματικοῦ, πρὸς δὲ μήου, πυρέθρου, ἀλόης, μύρτων, κόστου, κασίας, ζιγγιβέρεως, κροκομάγματος, ἔτι δὲ κρόκου, πετροσελίνου κυμίνου τε Αἰθιοπικοῦ. Τούτων ἕκαστον κόπτεται ἄκρως καὶ ἀρωματικῷ σήθεται κοσκίνῳ· κἀκ τούτου τρισὶ δακτύλοις ἀφελών, οἴνου τε καλλίστου ξέστῃ μίξας ἑνί, καὶ ὀλίγιστον ἐλαίου προσλαβών, εἶτά τι μετρίως ἀνακόψας, ἔγχει κατὰ τῆς εὐωνύμου ῥινὸς διὰ τοῦ κέρως ἡμιόνοις νωτοφόροις τε καὶ τοῖς ὑποζυγίοις τελείοις μίξιν τὴν τελείαν, ἵπποις δὲ τῆς κράσεως τὸ ἥμισυ τριετέσι τε ἡμιόνοις ἢ διετέσι τῶν ἄλλων κτηνῶν, καὶ ὑγιαίνουσι, καθ' ἕκαστον ἔτος, τρίς, ὅπερ ἂν εἴη τριῶν ἐφεξῆς ἡμερῶν· καὶ νοσήσαντι δὲ τῷ ζῴῳ τὸ θανατήσιον ὁμοίως ἐπαρκέσει, τῆς λοιπῆς ἐπιμελείας, ὥσπερ εἰκός, προσφερομένης αὐτοῖς τῆς ἐξ ἔθους· ἄλλα γὰρ κατὰ τῶν μικροτέρων παθῶν, κατὰ τῶν ὀχληρῶν δὲ τὰ ἄλλα εὐπορεῖν ἀναγκαῖον. [Θεραπεία βησσόντων ἵππων.] Ἵππῳ βήσσοντι θεραπεία φακὸς ἐπτισμένος, ἢν δίχα τῶν ἐλύτρων ἄκρως ἀλέσας ἢ λειώσας ἅμα ὕδατι ποτίσῃς· μέτρον δὲ τοῦ ὀσπρίου ζῴῳ παντὶ καθ' αὑτὸ ξέστου τέταρτον ἂν εἴη σύμμετρον. Πᾶν δὲ κτῆνος καμάτῳ ἔκλυτον ἢ ὀρθοπνοίᾳ περιπετὲς οὕτως ἰάσαιο· φθεῖρας ἢ κόρεις οἴνῳ λελειωμένους πότιζε, ἢ πίσσαν ἅμ' ἀλφίτοις τὴν ὑγράν. Τῶν δ' ἄλλων ἀλλαχόσε θεραπειῶν τοῖσδε τοῖς συγγράμμασι σποράδην ἐγκειμένων οὐκ ἀπορήσεις.
1.13.1
Πρὸς ἡμίονον λακτίζουσαν Οὐδὲν δὲ ὄφελος ὑγιαίνοντος μὲν ὑποζυγίου, στασιάζοντος δὲ ἤτοι ἄλλως ἀπειθοῦντος ἢ καὶ λακτίζοντος. Εἰς μὲν οὖν τῶν ἵππων τὸ πειθήνιον ἡ Ῥωμαία πρόκειται φωνή. Λακτίζουσαν δὲ παύσεις ἡμίονον, τὸ τῆς πύξου σπέρμα τοὺς τριβόλους οἴνῳ ἀφεψήσας καὶ ποτίσας· καί σοι ἐπὶ μῆνας ʹ τιθασὸς μενεῖ.
1.14.1
Θήρα στρατιωτική Ἀντὶ δὲ γυμνασίας στρατεύματι καὶ θήρα προσκείσεται. Λέοντες τὰ μὲν ὠκέα καταλαμβάνουσι τάχει, τὰ δὲ ἄλκιμα καθαιροῦσιν ἀλκῇ. Κατὰ κράτος μὲν οὖν αὐτοὺς ἕλοι ζῶντας ἀνθρώπων οὐδείς, καιρῷ δὲ καὶ τέχνῃ καὶ μηχανῇ· ὅσα γὰρ οὐ γίνεται ῥώμῃ, ταῦτ' ἐπινοίᾳ κατορθοῦται. Τὸ οὖν ἡγεμονικώτατον τῶν θηρίων κουφότατόν τε καὶ τάχιστον καὶ μαχιμώτατον λαμβάνεται τρόποις ποικίλοις ὧν, ἐν τῷδε τῷ συγγράμματι, χρησιμεύοντα διηγήσομαι. Ἡνίκα ὁ πολέμαρχος γυμνάσεται ἅμα τῷ στρατεύματι καὶ θηρᾶσαι δοκιμάσει, πᾶν ἐπὶ κυνηγέσιον τὸ πεζικὸν ἐξάγει τὰ ἐμπολέμια ἑσσάμενον. Σκοπὸν δὲ προηγγέλκασιν οἱ τῶν ἀλκίμων θηρίων ἰχνευταὶ ἔνθα φωλεύει λέων. Ἡσυχῆ τοιγαροῦν ἐπελθόντες, ἀνὴρ ἀνδρὸς ἐχόμενος, ἵστανται κύκλῳ, περιβαλλόμενοι τὰς ἀσπίδας καὶ πρὸς ἀλλήλαις καὶ ἐπ' ἀλλήλας ἁρμόσαντες, ὡς εἶναι κεράμων εἰκόνα τὴν ἐπιπτυχὴν αὐτῶν. Ἠχοῦσιν αἱ σάλπιγγες σφοδρὸν καὶ συμβοῶσιν οἱ ἄνδρες μέγα. Ὃ δ' ἐξάλλεται τῆς εὐνῆς τεταραγμένος ὁ θήρ, καὶ ἰδὼν τό τε τῶν ὁπλιτῶν τεῖχος καὶ προσφερομένας λαμπάδας ἡμμένας (ταύτας γὰρ ἀντὶ δοράτων οἱ ὁπλῖται φέρουσιν), ἡσυχάζει καὶ μένει καὶ τὸ στῖφος τῶν ἀσπίδων οὐχ ὑπεράλλεται. Καθὸ δ' ἔστιν τοῦ χωρίου καταντέστερον, προσάγεται μηχανὴ ἐφ' ᾗ πλατεῖα καὶ ἡπλωμένη γαλεάγρα ἵδρυται ἔριφον φέρουσα. Ὄπιθεν δὲ τῷ λέοντι ἄνδρες κατάφρακτοι, βύρσας αὔας καὶ ὁλοκλήρους ἔχοντες, ἐμβοῶσι, κρούοντες ξύλοις. Ὃ δὲ τόν τε ἦχον καὶ τὴν ὄψιν καὶ τὴν κραυγὴν καταπλαγείς, ἐπὶ τὴν γαλεάγραν δρόμῳ ἵεται, τῶν τε ὁπλιτῶν [καὶ] τῶν κατόπιν τῆς μηχανῆς κεκλιμένων καὶ ἀσυνόπτων τῷ θηρίῳ καὶ τῶν περὶ τὴν γαλεάγραν σανίσιν ὑψηλαῖς τετειχισμένων, ἵν' ἐκείνῃ μόνῃ διεκφυγεῖν δοκῶν κρατηθῇ. Οὗτος μὲν οὖν θήρας τρόπος εἷς γυμναζομένῃ τῇ φάλαγγι· τοὺς δ' ἄλλους ἀλλαχόθι διηγησάμην.
1.15.1
Ποταμοῦ πλάτος εὑρεῖν καὶ τείχους Οἱ τῆς ἐγκυκλίου μετρίως ἐπήβολοι παιδείας τῶν Εὐκλείδου «Στοιχείων» ἐπὶ ποσόν, ὡς εἰκός, ἐφήψαντο. Οὐ δὴ χαλεπὸν διὰ τοῦ πρώτου συστῆσαι καὶ τάδε· ποταμοῦ πλάτος ἐκμετρῆσαι, τῆς ἑτέρας ὄχθης ἀβάτου διὰ τοὺς ἐφεστῶτας αὐτῇ πολεμίους, πρὸς τὸ γεφυρῶσαι σύμμετρον ἐπαγαγόντας ζεῦγμα, τῷ τ' αὐτῷ λόγῳ τείχους ὕψος ἐκ διαστήματος λαβεῖν εἰς τὸ τὰς ἑλεπόλεις μηχανὰς ἰσοστασίους ἐπενεγκεῖν. Εἰς εὐμαθίαν δὲ τῆς ἀποδείξεως ἡγήσεται θεώρημα τόδε· «Ἐὰν ὀρθογωνίου τριγώνου μία τῶν περὶ τὴν ὀρθὴν γωνίαν δίχα τμηθῇ, ἀπὸ δὲ τῆς τομῆς πρὸς ὀρθὰς ἀναταθῇ, καὶ διὰ τοῦ σημείου καθὸ τέμνει τὴν λοιπὴν πλευρὰν παράλληλος ἀχθῇ, καὶ αἱ λοιπαὶ τοῦ τριγώνου δίχα τέμνονται πλευραί». Ἔστω γὰρ τρίγωνον ὀρθογώνιον τὸ ΑΒΓ, ὀρθὴν ἔχον τὴν Β γωνίαν. Καὶ τετμήσθω δίχα ἡ ΑΒ, τῷ Δ. Καὶ πρὸς ὀρθὰς ἤχθω ἡ ΔΕ. Καὶ διὰ τοῦ Ε, παράλληλος ἤχθω ἡ ΕΖ. Λέγω ὅτι καὶ λοιπαὶ τοῦ τριγώνου πλευραὶ δίχα τέμνονται, ἡ μὲν ΑΓ κατὰ τὸ Ε, ἡ δὲ ΒΓ κατὰ τὸ Ζ. Ἐπεζεύχθω γὰρ ἡ ΔΖ. Ἐπεὶ ἴση ἐστὶν ἡ Α Δτῇ ΔΒ,, ἄρα ἡ Α Δτῇ ΕΖ ἴση καὶ παράλληλος. Αἱ δὲ ἴσας τε καὶ παραλλήλους ἐπὶ τὰ αὐτὰ μέρη ἐπιζευγνύουσαι ἴσαι τε καὶ παράλληλοί εἰσιν. Ἀλλὰ καὶ αἱ ΔΕ ΖΓ παραλληλόγραμμον τὸ ΓΕΔΖ. Ἴση ἄρα ἡ ΔΖ τῇ ΕΓ. Ἀλλὰ καὶ τῇ ΑΕ ἦν ἴση.. Πάλιν, ἐπεὶ ἑκάτερον τῶν ΒΔΕΖ, ΓΕ ΔΖ παραλληλόγραμμον, ἡ ΔΕ ἄρα ἴση ἐστὶν ἑκατέρᾳ τῶν ΒΖ ΖΓ· ἀπεναντίον γάρ. Ὥστε καὶ αἱ ΒΖ ΖΓ ἴσαι εἰσίν. Εἰσὶν αἱ ἀποδείξεις καὶ κατὰ παντὸς τριγώνου. Ἀκολούθως δὴ τοῖσδε ποταμοῦ πλάτος ἐκ διαστήματος μετρηθήσεται. Ἔστωσαν ὄχθαι, καταντικρὺ μὲν ἣ τῶν πολεμίων ἐφ' ᾗ σημεῖον τὸ Α, ἣ δὲ πρὸς ἡμᾶς ἡ ΦΗ. Πήγνυται διόπτρα ἐν χώρᾳ τῇ πρὸς ἡμᾶς ἡ σχιστή, κατὰ τὸ Ι, οὕτως ὥστε τὸ διάστημα τὸ τοῦ Ι μέχρι τῆς πρὸς ἡμᾶς ὄχθης τοῦ ποταμοῦ μεῖζον εἶναι τοῦ ποταμοῦ. Τοῦτο δὲ ῥᾴδιον στοχάσασθαι. Καὶ πρὸς ὀρθὰς δύο σημεῖα κατοπτεύεται, ἓν μὲν ἐπὶ τῇ ὄχθῃ καταντικρύ, ἢ λίθος ἢ θάμνος ἤ τις ἄλλος εὐκάτοπτος σκοπός, καὶ ἔστω τὸ Α, τὸ δὲ ἕτερον τὸ πρὸς ἡμᾶς σημεῖον, ἐκ τῆς ἑτέρας τοῦ χιασμοῦ γραμμῆς, τὸ Υ. Τὴν δὲ διόπτραν μεταγαγὼν ἐπὶ τὸ Υ κατοπτεύω τὸ Α καὶ ποιῶ τρίγωνον ὀρθογώνιον. Τετμήσθω ἡ ΙΥ δίχα κατὰ τὸ Κ. Καὶ ἀπὸ τοῦ Κ, τῇ ΑΙ παράλληλος ἡ ΚΘ, ἀπὸ δὲ τοῦ Θ, τῇ ΙΥ παράλληλος ἡ ΘΡ. Ἐπεὶ οὖν τριγώνου τοῦ ΑΙΥ ὀρθογωνίου ἡ ΙΥ δίχα τέτμηται τῷ Κ καὶ ἔστι παράλληλος ἡ ΘΚ τῇ ΑΙ, καὶ ἡ ΑΙ ἄρα δίχα τέτμηται κατὰ τὸ Ρ. Ἀποτιμᾶν δὴ τὸ ἀπὸ τοῦ Ι ἐπὶ τὸ Ρ διάστημα. Δέδοται ἄρα καὶ τὸ ἀπὸ τοῦ Ρ ἐπὶ τὸ Α. Τούτου δ' ἀφελόντες τὸ ἀπὸ τοῦ Ρ ἐπὶ τὸ Φ καὶ τὸ λοιπὸν ἕξομεν, τοῦτ' ἔστι τὸ τοῦ ποταμοῦ πλάτος. Εἰ δέ τῳ ἐργῶδες εἶναι δόξει τὸ πλέον ἀποστάντα ἐπὶ τῆς ἡμεδαπῆς διάστημα λαβεῖν, ἀνάγκης ἐκεῖ τούτου γινομένης τὴν ὄψιν ἐπιταράττεσθαι συγχεῖσθαι τὸ γιγνόμενον, λάβοιμεν ἄν, ἐπὶ τῆς αὐτῆς ὄχθης ἑστῶτες τοῦ ποταμοῦ, ῥᾳδίως τὸ μέγεθος τοῦ πλάτους τοῦτον τὸν τρόπον. Ἔστω γὰρ πάλιν ἐπὶ τοῦ καταντικρὺ μέρους εἰλημμένον σημεῖον τὸ Α. Ἐπὶ δὲ τοῦ πρὸς ἡμᾶς μέρους εἰλήφθω σημεῖον τὸ Β, ὥστε εἶναι τὴν ΑΒ πρὸς ὀρθὰς τῇ διὰ τῆς ὄχθης γραμμῇ, τῇ ΒΓ. Εἴληπται δέ τι σημεῖον ἐπὶ τῆς ΒΓ, τὸ Δ, ἐφ' οὗ κανὼν κείσθω ὁ ΔΕ. Ἐπὶ δὲ τοῦ ἄκρου τοῦ κανόνος μετέωρος ἔστω γνώμων ὁ Ε, ὥστε, εἰ ὁ ΔΕ κανὼν τῆς τοῦ ὕδατος ἐπιφανείας ἅπτοιτο, ἐπιπολῆς εἶναι τὸν γνώμονα. Καὶ μέχρι τούτου ὁ κανών, πρὸς ὀρθὰς, τῇ ΒΓ παραφερέσθω, μέχρις οὗ ἀπό τινος, ἐπὶ τῆς ΒΓ γραμμῆς, διὰ διόπτρας θεωρηθῇ σημεῖα τὰ ΕΑ. Καὶ ἔσται ἀνά λογον ὡς ΒΓ πρὸς Γ Δοὕτως ἡ ΑΒ πρὸς ΕΔ. Δέδοται δὲ ὁ τῆς ΒΓ πρὸς Γ Δλόγος. Δέδοται ἄρα καὶ ὁ τῆς ΑΒ πρὸς ΔΕ. Καὶ ἔστιν δοθεῖσα ἡ ΔΕ. Δοθεῖσα ἄρα καὶ ἡ ΑΒ. Τῷ δὲ αὐτῷ λόγῳ καὶ τείχους ὕψος ληφθήσεται ἐπὶ τοῦ αὐτοῦ διαγράμματος ὀρθουμένου. Ἔστω τὸ μὲν ἄκρον τοῦ προμαχῶνος τὸ Α, βάσις δὲ τὸ Β, ἡ δὲ ἀπὸ τοῦ τείχους εἰς ἡμᾶς ἔξω βέλους γραμμὴ ΒΓ. Κρέμαται διόπτρα ἀπὸ κάμακος (ὃ δὴ «λυχνία» καλεῖται) πηγνυμένη πρὸς ὀρθὰς κατὰ τὸ Γ. Ἔστω δὴ γραμμὴ ὁ κάμαξ ΔΓ. Τὴν δὴ διόπτραν ἐπικλίνας, διοπτεύω τοῦ τείχους τὸ ἄκρον, ὅ ἐστιν Α. Καὶ μετελθὼν ἐπὶ τὸ ἕτερον ἀγγεῖον, ἐπὶ τῆς αὐτῆς εὐθείας λαμβάνω ση μεῖον τὸ ΑΕΒ, καὶ παρὰ μίαν τῶν πλευρῶν τὴν ΑΒ παράλληλος ἡ ΓΔ. Ὃν ἄρα λόγον ἔχει ἡ ΕΓ πρὸς ΓΔ, τοῦτον ἡ ΕΒ πρὸς ΒΑ. Δέδοται δὲ ὁ τῆς ΕΓ πρὸς Γ Δλόγος· δέδοται γὰρ αὐτῶν ἑκατέρα. Δέδοται ἄρα καὶ ὁ τῆς ΕΒ πρὸς ΑΒ, ὡς ἐπὶ τοῦ ποταμοῦ δέδεικται. Δοθεῖσα ἄρα καὶ ἡ ΒΑ, ὅπερ ἔδει δεῖξαι.
1.16.1
Ἤχου κλοπή Ὀξύτατα πάντων ὁρῶσι Μαυρούσιοι καὶ τὸν προσιόντα γνωρίζουσι μακρόθεν καὶ ἀκούουσιν ἴσα, καίτοι τῆς ἀκοῆς βραδυτέρας οὔσης τοῦ βλέπειν. Ἀλλ' ἡ μὲν ὄψις αὐτοῖς ἀσκήσει καὶ φύσει μακρά· πρὸς γὰρ οἷς γυμνάζονται δρόμοις, ἀναπνέοντες ἀέρα κουφότατον, ἔτι καὶ ἀπέχονται θερμοῦ τε παντὸς καὶ ἁλῶν, ὡς ὄντων τοῦ ἀμβλυώττειν αἰτίων. Ὡς δ' ἂν μή ποτε ἁλῶσιν καθεύδοντες καὶ ἔφοδος αὐτοὺς πολεμίων μὴ λάθῃ νύκτωρ, οἵδε ὑπερεισάμενοι τῷ αὐχένι τὸ εὐναστήριον ἐκείνοις ξύλον, ἀκώλυτον εἰς ἀκοὴν ἀφέντες τὸ οὖς, ὀλίγον ὑποσκάπτουσι βόθρον καὶ ἀμφοτέρων ἀκούουσι μακρόθεν καὶ φωνῆς καὶ ἀϋτῶν. Τὸ δὲ αὐτὸ δρᾶν καὶ τοὺς Γαλατῶν τῶν ἑσπερίων ἤκουσα λῃστάς. Αὐτοσχέδιος αὕτη θήρευσις ἀκοῆς. Ὡς ἂν δέ τις ἐν μεγάλῳ στρατοπέδῳ τὰ τῶν αὑτοῦ στρατιωτῶν βουλεύματα ἢ τὰ τῶν πολεμίων ἀπόρρητα ἐθελήσῃ μαθεῖν, [Τέχνη προγνωστικὴ τῶν μελλόντων] φρέαρ ὀρύξας βαθύ, ὃν βούλεται καθιέτω, ἐπικαλύψας τὸ στόμιον ἱματίῳ τυχόντι· οὐδὲν τὸν ἐγκαθήμενον λήσεται, ἀλλά σοι τὰ εἰρημένα ἢ τὰ ἠχήσαντα ὡς μαντευόμενος διηγήσεται. Πιστευέτω μου τῷ λόγῳ πᾶς, ὃ μὲν μακρὰν θηρώμενος ἀκοὴν συγκαθεσθείς, ὃ δὲ νυκτὸς ἀλαμποῦς τῶν τι κρυπτομένων ἰδεῖν ἐπὶ γῆς, ἄνευ πυρὸς εἰκότως. Ὁ γὰρ ὑψηλότερος ἀὴρ ἠχοῦς ἐστι μεστός, καὶ ἡ γῆ ἁπλῆ τὴν ὄψιν ἐκπλήττει τῇ παχύτητι τῷ τε θορύβῳ τὴν ἀκοὴν ἀμβλύνει.
1.17.1
Ἀγρυπνητικόν Κατακοιμίζουσι μὲν οἱ ποιηταὶ τὸν Δία ὑπὸ Ἥρας καὶ Ὕπνου καταστρατηγούμενον ἵνα ἢ ἀναπνεύσωσιν Ἕλληνες ἢ Ἡρακλῆς κακωθῇ· ἱστᾶσιν δὲ καὶ ποταμοὺς πολλάκις. Ἀλλὰ γὰρ καὶ αὐτοὶ κατειλήφαμεν πῶς ἡσυχάζει νύκτωρ ὁ ῥοῦς, ἵν' εἴπῃ τις τὸ ὕδωρ εὑρεῖν κοιμώμενον. Καὶ ἀνέ δὲ πραΰτερα τῆς νυκτός ἐστι τὰ πνεύματα· ὕπνῳ ἄρα τάχα καὶ ταῦτα πραΰνεται. Ἥρωας γὰρ περιττὸν λέγειν ἐπιπτήσει Ὕπνου ἑαλωκότας. Πάντων κραίνει, ἀνθρώπων, ὀρνέων, φυτῶν, κυμάτων, ἀνέμων, θεῶν, πανδαμάτωρ καὶ λυσιμελὴς καὶ ψυχὰς ἀπὸ τῶν σωμάτων κατασχολῶν. Ἀδελφὸς δὲ αὐτοῦ θάνατος καὶ συνεργὸς κάματος· ἀντιπροπινόντων ἑαυτοῖς τὰς τῶν κοιμησομένων κακὰς συμφοράς. Ὁ γοῦν Ἰλιεὺς ἡγεμὼν λήψεσθαι τὸν Ἀχαϊκὸν προσεδόκησεν «καμάτῳ ἀδηκότα ἠδὲ καὶ ὕπνῳ», ἀλλ' ἀντέστη μὲν τὸ παρ' ἐκείνῳ ἐπιμελὲς ἴσον. Πόσου δ' ἂν Θρᾷκες ἐτιμήσαντο τὴν Ῥήσου ἀγρυπνίαν βασιλέως εὐγενοῦς πόνῳ καὶ ὕπνῳ προδεδομένου; Οὐδεὶς αὐτοῦ τὴν πανοπλίαν κατεπλάγη τὴν καλήν· οὐ τοὺς ἵππους ἔδεισε τοὺς ταχεῖς. Πόσων δ' ἀνέτρεψεν ἐλπίδα κατορθωμάτων καὶ ὕπνος ὥρας μιᾶς; Καταβέβηκεν ἐντεῦθεν τὸ στρατήγημα ἐς τὰ νεώτερα· οἶνον καταλιμπάνουσι πολὺν ἐν στρατοπέδῳ πολεμίοις ἑπομένοις δόξῃ φυγῆς, ἵνα εἰ καὶ μὴ καμών τις ἀλλὰ κοιμηθῇ κἂν πιών· καὶ ἀναιροῦσιν, ἐπελθόντες ἄλλοι ἄλλοσε νύκτωρ, ἀνισταμένους καθεύδοντας. Καὶ πανικὰ δὲ πολλάκις ἐν στρατοπέδοις ὕπνῳ γίνεται φοβηθέντι. Τὴν ἀνθρώπων ἐλεοῦμεν τύχην· παραμυθησώμεθα τὰς ἐξ ὕπνων ἀκαίρων ἐπηρείας δαιμονίῳ πάθει. Σιληνὸν εὗρεν καθεύδοντα καὶ ἔδησεν βασιλεὺς ὁ Φρύξ· καὶ σάτυρον δὲ ἄλλος εὐτυχὴς ἡγεμών. Οὐκ ἀπαξιῶ δὲ ἐμαυτὸν τῆς πρὸς ἐκείνους ἰσοτιμίας. Περιγείους ἐκεῖνοι δαίμονας καὶ ταπεινοὺς εἷλον κεκοιμημένους· ἐγὼ λαβεῖν τὸν ἐκείνους δήσαντα ζητῶ· Ὕπνον γενέσθαι θέλω τῆς ἐμῆς ἐμπειρίας ἥττονα, ἵνα παρ' ἐμοὶ μόνῳ ἄναξ καὶ πανδαμάτωρ οὗτος οἰκῇ. Συναγρυπνείτω μοι καὶ βουλευόμενος βασιλεὺς καὶ στρατιώτης φρουρῶν καὶ ἀριστεὺς ὁ καμών. Ἀντιτάττομαί σοι Ὕπνε· ὡς σὺ κατὰ πάντων, οὕτως κἀγὼ κατὰ σοῦ στρατηγήσω. Ζῷον ἔστι πτηνὸν ὑμενόπτερον, ἐν ζοφεροῖς χωρίοις διαιτώμενον, τῶν ᾠοτοκούντων πτηνῶν τὰ ἔγγονα γάλακτι τρέφονται. Ταύτης ἐσκελετευμένη μὲν ἡ κεφαλὴ καὶ ἐρραφεῖσα σκυτίδι ποιεῖ τὸν περιαψάμενον ἄγρυπνον ἔστ' ἂν φορῇ. Πτέρυγα δέ τις ὅλην ζώσης αὐτῆς ἐξελὼν ἅτε λιστρίῳ ἐς ἄρυσιν ποτοῦ χρήσθω, ὀλιγάκις μὲν ἂν πρὸς ὀλίγον, πολλάκις δὲ καὶ ἀμφοτέραις ἢν μακρὰς χρῄζῃ τις ἀγρυπνίας· ἂν δέ τις ἀπλήστως τούτῳ χρήσηται τῷ ποτῷ, ἄϋπνος ἐς τὸ πάμπαν μενεῖ. Εἰ δέ πῃ καὶ παῖξαι θέλοις ἐς ἀγρυπνίαν ἐμβαλών, ζώσης τὴν κεφαλὴν ἀφελὼν τῷ προσκεφαλαίῳ ἔνθα καθεύδειν αὐτῷ σύνηθες ἔρραψον· ὃ δὲ οὐ κοιμήσεται ὡς ὅλην αὐτὴν περιημμένος· καὶ γὰρ τὸν οὕτως αὐτὴν περικείμενον διὰ παντὸς ἄϋπνον τηρεῖ. Νυκτὸς εἶ τέκνον ὦ Ὕπνε· νυκτὸς ὄρνις σε νικᾷ· εἰ καὶ πτερόεις τυγχάνεις, προλαμβάνω σε κἀγὼ ἄλλῳ πτερῷ. Οὕτως οἱ Πασιθέας πρὸς Ὕπνον γάμοι. Ἀγρυπνοῦσι μὲν ὁ Ἔρως· ἐγγύη δὲ ὑπὸ Ἥρατούτου ἡ κλοπὴ τοῦ πτεροῦ. Τί δὲ θαῦμα εἰ καὶ τοῦτο παρὰ Χαρί των ἔλαβεν ἡ Ἥρα. Καὶ γὰρ παρὰ τῆς Ἀφροδίτης τοὺς κεστοὺς ἐδανείσατο. Εἰ μὲν οὖν ἐπέγνως ἐκ συμβόλων τὸ ζῷον (οὐ γὰρ ἀσαφῶς ἢ δυσλήπτως ἔκκειται), τάχα ἐπαινοῖο· εἰ δ' οὖν, ἐπὶ τέλει κείμενον εὑρήσεις ἐν πενταγώνῳ θʹ, πρὸς σημείοις μέσων ἐναρμονίου τρόπου τοῦ Λυδίου [πρὸς τοῖς τελευταίοις δ' ἐστίν], πῖ καὶ σίγμα ἀπεστραμμένον.
1.18.1
Πρὸς ἐλεφάντων μάχην Μέγα ὄφελος ἐνόμιζον ἐς τὰς μάχας τοὺς ἐλέφαντας οἱ παλαιοί, ἵππους ἀήθεις τῷ θεάματι πρώτῳ καὶ ἄνδρας ἐκπλῆξαι, αὐτούς τε πυργώσαντες φόβον εἶναι, ὡσανεὶ πρὸ τῆς φάλαγγος τείχους βαδίζοντος. Κλαγγή τ' ὀξεῖα καὶ ἀφόρητος ἡ ἐμβολή. Αὐτάρκη μὲν γὰρ καὶ ἄλλως τὰ κέρατα ἐς παντὸς ἀνατροπὴν ὄχλου, τοῖς δὲ καὶ ἐφήρμοζον ἀναλόγους πρὸς τὸ μέγεθος αἰχμάς, τά τε πλεῖστα πλατέσι παρέφραττον θώραξιν, ἐδίδοσαν δὲ καὶ ἀκόντια τοῖς θηρίοις τῇ προνομαίᾳ βαλεῖν. Φάλαγξ ἦν φορητή, παντοία πολέμου πλεονεκτοῦντος εἰκών· ὑπερδεξίων μὲν ἀνδρῶν ἄνωθε πολλῶν ἀφέσεις βελῶν, τὰ δ' ἐν ποσὶν ἀκαταμάχητα· καὶ πρόσω γε φυγαὶ πολέμιαι· οὐκ ἐξ ἰσοτιμίας ἡ μάχη· πρὸς τὸν ἐλέφαντα τειχομαχῆσαι ἔδει. Ἀνατραπέντες δὲ οἱ ὄχλοι, ἀεὶ ῥαγέντος τοῦ συνασπισμοῦ, εὔκολον παρεῖχον εἰς ὄλεθρον τὴν λελυμένην τοῖς ἐναντίοις τάξιν, ὥσπερ ἂν εἰ ῥαγείσης νεὼς χαλκοστόμου τριήρους ἐμβολῇ ὀλιγίστῃ τὸ πᾶν τραχυνθεὶς ὁ κλύδων διέλυσε. Τίς ὑποστήσεται κρημνοῦ ῥαγέντος φοράν; Μάχιμος ἐλέφας ὄρους ἐστὶν εἰκών· ἀνατρέπει [εἴκων], καταβάλλει, ῥήγνυσι, διαφθείρει, οὐχ ὑπερηφανεῖ δὲ οὐδὲ τὸν κείμενον, θηρίων τρόπον εὐγενῶν· σπασάμενος δὲ τῇ προνομαίᾳ καὶ [τὸν] ἵππον καὶ ἄνδρα καὶ ἅρμα καὶ κατενεγκὼν βίᾳ καὶ περιτρέψας ἄχρι τῶν αὑτοῦ ποδῶν σύρει· καὶ τοῖς γόνασιν ἐπερεισάμενος, συντρίβει μὲν καὶ ἄλλως τοῦ οἰκείου ἄχθους ᾐσθημένος, τότε δὲ καὶ βαρύτερος τῇ τῶν πύργων ἐπιθήκῃ, ὥστ' οὐχ ὑφ' ἑνός τις ἐλέφαντος θλίβεται, ἀλλὰ πολλῇ βαρύτητος συμβολῇ φθείρεται. Πῶς ἀμύνηταί τις θηρίον δύσμαχον πολλοῖς τε τοῖς ἐκ φύσεως πλεονεκτήμασι καὶ ταῖς τῶν ἀνθρώπων τέχναις καθωπλισμένον; Ἀνατρέπει τὸν ἑστηκότα, τὸν φεύγοντα καταλαμβάνει, τὸν πεσόντα συντρίβει, τὸν ἱππέα ἐκφοβεῖ, τοὺς ἁρματηλάτας πυργόθεν βάλλει. Πρῶτον μὲν οὖν κούφους ἀκοντιστάς τε καὶ τοξότας ἀνθιστάνειν χρὴ μηκέτι κατ' αὐτοὺς ἱππικὸν τάττειν, ὡς μὴ συνταράττεσθαι τὸ στράτευμα τῷ τῶν ἵππων ἐκ τῆς ἀηθείας· φοβερὸν δὲ τοὺς σαλπιγκτὰς ἐμβοᾶν, ὡς τοῦ θηρίου ῥοίζῳ τὴν τοῦ ὀργάνου κλαγγὴν ἀνθισταμένην ἀμβλύνειν τὴν ἀπειλήν. Οἱ πελτασταὶ μὲν οὖν ἐπὶ τὸν ἐλέφαντα στοχαζέσθωσαν, οὐκ ἀστοχήτῳ χρώμενοι τῷ σκοπῷ, οἱ τοξόται δὲ οἰστοὺς πυρφόρους ἐπὶ τοὺς πύργους βαλλέτωσαν. Ἐμπαγὲν γὰρ τὸ τυχὸν βέλος ἐς τὸν τοῦ παντὸς ὄλεθρον ἀρκεῖ· τῆς γὰρ φλογὸς αἰσθόμενον τὸ θηρίον καὶ τὸν κίνδυνον τοῦ πυρὸς φοβηθέν, τὰς ἐπικειμένας ἐπάλξεις ἀποσείεται, κἂν ἀπεικάσαι τις πίπτοντα πύργον πόλει πεπορθημένῃ. Ἂν δὲ αὐτὸς ἐς τὰ γυμνὰ τρωθῇ, δέδοικε μὲν ἤδη τοὺς πολεμίους, ἐς δὲ τοὺς φίλους τραπεὶς χαλεπώτερον μαίνεται. Οἷα γὰρ φλὸξ ὄρειος ἢ χειμάρρους κατάντης, [ἢ] ὀργιζόμενος οὕτως μάλιστα κτείνει, τιτρώσκει, ἀναιρεῖ, καταβάλλει, πατεῖ, καὶ αὐτοὺς μισεῖ τοὺς νεκρούς, σωρεύει πτώματα καὶ φράττει τὰς τῶν φευγόντων ὁδούς, ὥσπερ ἀμυνόμενος τοὺς φίλους ὅτι ταῦτα δι' ἐκείνους πέπονθεν. Ἐγὼ μέντοι κρεῖττον ἡγοῦμαι τὴν ἀρχὴν τῷ ἐλέφαντι μὴ ἐνστῆναι, μηδὲ ὁμόσε χωρῆσαι τῷ πολυπλασιασθέντι κινδύνῳ, προλαβεῖν δὲ αὐτοῦ τὰς ἀπειλάς, τὰς ἐμβολάς, τὰς μάχας, τὰ πεσήματα· πολλοὺς γὰρ ἀναλώσει κυκλωθεὶς καὶ πεσών. Τρίβολοι χαλκεύονται σιδηροῖ, ὀξεῖς, ἑδραῖοι, παχεῖς. Οὗτοι, κατὰ τὴν πορείαν τῶν θηρίων, ὑπὸ τῶν πλαττομένων ἀναχωρεῖν ῥιπτοῦνται [ἱστᾶσιν ἔνδον] πυκνοί, καὶ πατηθέντες τὸν ἐλέφαντα ἱστᾶσιν, ἐνδύντες ταῖς τῶν ποδῶν βύρσαις· ᾧ γὰρ τἄλλα στείβει βάρει, τούτῳ αὐτὸς ἁλίσκεται ὅλῳ πατῶν ἑαυτῷ. Διπλοῦν δὲ ἐκ τούτου πλεονέκτημα· ἢ γὰρ ἀλγήσας ἀναιρεῖ τοὺς ἑαυτοῦ παραμυθούμενος ἀνίατον ἀλγηδόνα, ἴστασθαι μὴ δυνηθείς, πασσυδὶ πίπτει. Πάντα μὲν οὖν σεμνὰ τὰ ἐκ πολέμων λάφυρα, σεμνότερα πάντων ἐλέφας φέρει· οὐκ ἀσπὶς οὕτως στρατηγοῦ τιμία, οὐ θώραξ ἀριστέως πεφονευμένου, ὡς ἐλέφας ζῶν αἰχμάλωτος ἢ τὰ τοῦ ἐλέφαντος ἀκροθίνια βασιλεῖ νενικηκότι.
1.19.1
Γεωργίας παράδοξα Οὐδὲ μὴν ἐνταυθοῖ παραλειφθήσεται τὰ γεωργικὰ ἴσα καὶ πανταχοῦ· ἕξει γάρ τινα καὶ τοῖς πολεμοῦσι χρήσιμα. Μακάριον μὲν γῆν πάμφορον ἐπ' εἰρήνης γεωργεῖν, καρπὸν ποικίλον διαφόρων δεχό μενον ὡρῶν, δρέπεσθαι, θερίζειν, τρυγᾶν, λαμβάνοντα διαψιλῆ πλοῦτον ἐκ χώρας μιᾶς, μὴ δεόμενον ἀγαθῶν ξένων, μηδὲ περιμένοντα περαίας ἐλπίδας. Νυνὶ δὲ πάντα· αἳ μέν, ὑπερβολῇ κρύους, μόνα τρέφουσαι λήϊα, ψαμμώδεις ἄλλαι ἄμπελον ἢ ἐλαίαν τρυγῶσαι· τὰ δὲ πολὺ ἡπλωμένα πεδία σπάνιον τὸν οἶνον κέκτηται καὶ φέρει, τὰ δὲ κἂν φαῦλον μόνον. Ἀμφοτέρων οὖν πορισώμεθα μηχανήν· εὑρεῖν οὐκ ὄντος, καὶ τοῦ φαύλου τὴν ἐς τὸ κρεῖττον μεταβολήν. Δεκαπλάσιον ἔστω μεθ' ὕδατος οἴνου μέτρον· εἶθ' ἑψέσθω πολλῷ πυρί, ἔστ' ἂν τὸ δέκατον τοῦ κράματος ἀπαναλωθῇ· ζημία τοῦ ὕδατος γίγνεται, κέρδος δὲ τοῦ οἴνου γεγενημένου κρείττονος τὴν ἀρετὴν ἧς ἡ φλὸξ μήτηρ. Τοῦτο δρῶντες οἱ παλαιοὶ ἐφήμισαν ὅτι τὸν Διόνυσον τὸ πῦρ ἐμαιώσατο. Ὅσοι δὲ ἀμπέλους οὐκ ἔχουσιν, οὐδὲ τὸν ἀπὸ τῶνδε τῶν φυτῶν εὐτυχήκασι καρπόν, ἐμιμήσαντο οἶνον ἑτέρων ἢ σπερμάτων ἢ ἀκροδρύων σκευασίᾳ ἢ ῥιζῶν συνθέσει, τὴν καθαροῦ ὕδατος πόσιν παραιτούμενοι. Πίνουσι γοῦν ζῦθον Αἰγύπτιοι, κάμον Παίονες, Κελτοὶ κερβησίαν, σίκερα Βαβυλώνιοι. Διόνυσος γὰρ αὐτοὺς κατέλιπεν ὠργισμένος καὶ οὐδὲν ἐκείνοις ἀμπελουργίας ἐδωρήσατο, μόνοις τὰ ἐπινίκια γεωργοῖς Ἕλλησι τηρῶν [ἀλαζὼν ὁ λόγος]. Διόνυσον μιμησώμεθα, προπίωμεν ἀνθρώποις τὴν δίχα βότρυος φιλοτησίαν· ἑτέρους οἴνου δημιουργοὺς οἶδα καρπούς. [Οἴνου σκευασία]. Ἥδε οὖν οἴνου σκευασία· ἰσχάδων μνᾶ αʹ, θαλάσσης καθαρᾶς χόες γʹ, δεσμίδια γλυκυρίζου βʹ. Κόψας τὰς ῥίζας καὶ βαλὼν εἰς κεράμιον ἐκ τοῦ σύκου εἶτ' αὖθις ἐν μέρει τῆς ῥίζης διεί ρας ἕως τρίς, καὶ τότε ἐπίχει τὴν θάλασσαν [ὑπὸ δὲ τὸ ἀγγεῖον ἱππομάραθρον ἔστω ὡς δεσμίδια δύο] καὶ ἔα βρέχεσθαι ἡμέρας εʹ καὶ ἀπόχει διὰ ἠθμοῦ [καὶ ἔστω γλυκύς]· εἶτα ὕδωρ γλυκὺ τὸ αὐτὸ μέτρον δὸς καὶ ἔασον ἡμέρας εʹ βρέχεσθαι καὶ τοῦτο διηθήσας μίξον τῷ προτέρῳ· εἶτα πωμάσας ἀπόθου ἐν σκιᾷ καὶ ἔσται οἶνος καλός. Εἰ δὲ ἐγχέας ὕδωρ ἐάσαις ἐπὶ τούτοις ἡμέρας ζʹ βρέχεσθαι ἀποσειρώσας τε ἐμβάλλοις τὰ ἀπὸ τῶν κεραμίων στέμφυλα καὶ πωμάσας ἕως ἡμέρας δέκα [Ὄξους σκευασία], ποιήσεις ὄξος [ποίει δὲ χειμῶνος]. Καὶ αὐτοῦ δὲ τοῦ ὄξους οὐκ ἀμελητέον. Ὄξος πολλαπλασιοῦται εἰ, τεῦτλον ἀναζέσας, εἰς τὸν χοῦν τοῦ ὕδατος ἐπιβάλλοις γλυκυρίζου Κρητικοῦ δραχμὰς δʹ καὶ ζέσας προσεμβάλλοις Ἑλληνικοῦ νίτρου δραχμὴν αʹ· ταύτῃ μίγνυται τῇ σκευασίᾳ ὄξους μέτρῳ αʹ ὕδατος τὸ διπλάσιον. Πᾶν δὲ ὄξος ἐπιτείνεται προσμισγομένων τῷ μετρητῇ πεπέριδος δραχμῶν εʹ ἀρκεύθου δ' ἐπίσης. Τὰ μὲν οὖν περὶ μόνην διαφθορὰν οἴνου ἐλπὶς βραδεῖα καὶ οὐκ εὐχῆς γεωργοῦ, καὶ ἀναγκαζόμενον εἰς τάχος τὸ ὄξος οἶδα παντοδαποῖς ἐπιτηδεύμασι, τραπέντος ἤδη καὶ μεταβληθέντος ἐπὶ τὸ χεῖρον. Οἳ μὲν γὰρ κεκαυμένας ἐμβάλλουσι κριθάς, οἳ δὲ κέραμον πεπυρωμένον, καὶ ἄλλοι σίδηρον. Ἐμβάλλεται δὲ πολλάκις καὶ μέλι. Ἐγὼ δὲ ὄξος αὐτοφυὲς ἐργάσομαι καὶ γλυκύ, χρῆσιν καὶ ἡδονὴν φέρον, δίχα τῆς οἴνου ζημίας. Ἀρκεῖ γὰρ ἐκθλιβὲν τὸ γίγαρτον· τοῖς στεμφύλοις ἅμα ἀποβρέχεται εἰς ὕδωρ, ὡς γλεύκους ποιότητα τὸ ὕδωρ λαβεῖν· εἶτα εἰς λέβητα βληθὲν ὑποκαίεται καὶ ἕψεται μέχρι τῆς ἡμισείας καὶ ψυγὲν δὲ εἰς ἕτερον σκεῦος μεταγγίζεται. Μεταβάλλει μὲν οὖν ὡς ὕδατι μεμιγμένον, γλυκὺ δὲ μένει ὡς γλεῦκος καθηψημένον. Γένοιτο δ' ἂν καὶ δίχα σταφυλῆς ὄξος· στροβίλους περυσινοὺς τοὺς τελείους ὑγρᾷ πίσσῃ πίσσωσον καὶ περίκαυσον μέχρι κατακαυθῇ ἡ πίσσα· εἶτα μελίτωσον αὐτοὺς πτερῷ πάντας. Ἔστω δὲ ὕδωρ ἐν ἀγγείῳ μεγάλῳ, οἱ δὲ στρόβιλοι ὡς καθ' ἕκαστον χοῦν ὕδατος δέκα· τούτους βαλὼν εἰς τὸ ὑγρόν, ζέσον ὅσον χλιᾶναι· τὸ δὲ ἀγγεῖον ἐνδεὲς ἔστω κοτύλων ʹ· ὃ περιφιμώσας πάνυ, ἐάσεις ἐν ἡλίῳ τρισὶν ἡμέραις· εἶτ' ἀνακαλύψας, ἀφαίρει τοῦ ὄξους ὁπόσον θέλεις καὶ ἐπίβαλλε τὸ ἴσον ὕδατος· οὕτως ἐπὶ πολὺν χρόνον ἕξεις ὄξος ἀνέκλειπτον. [Ἐλαίου σκευασία]. Σπουδαστέον δὴ καὶ τοὔλαιον. Τὸ μὲν Ἰβηρικὸν ὧδί πως· ἀγρίας ἐλαίας φύλλων δράκα καὶ τήλεως ξηρᾶς δραχμὰς δʹ μίαν τε ἀψινθίου καὶ τρυγὸς ὀπτῆς ἣν «φέκλαν» καλοῦσιν Ῥωμαῖοι δραχμὰς βʹ· πάντα κόψας καὶ μάζαν χειροπληθῆ ποιήσας, εἶτ' ἐνδήσας εἰς ῥάκος, καθὲς εἰς τὸ κεράμιον καὶ μετ' ἐννέα ἡμέρας εἰς χρῆσιν ἀπαντλεῖ. Καὶ Ἰστρικὸν δ' ἂν σχοίης, ἀμυγδάλων πικρῶν φύλλα χλωρὰ κόψας καὶ μάζαν ποιήσας καὶ εἰς τὸ σκεῦος ἐμβαλὼν ἀνακινήσας τε καὶ ἐάσας καταστῆναι. Σχίνινον δὲ οὕτως σκευάζεται· ὥριμος ὁ τῆς σχίνου καρπὸς εἰς ὅλμον βληθείς, ὑπέρῳ ξυλίνῳ κόπτεται· εἶτα κατερᾶται εἰς ἀγγεῖα, ζεστῷ ὕδατι ἐπὶ πλεῖστον βραχεὶς καὶ ἀναληφθεὶς κυρτίσιν ἐξιποῦται. Ἔνιοι δὲ κόψαντες καὶ ὕδατι φυράσαντες ἐν κριβάνοις ἀποτίθενται ἔστ' ἂν ζεσθῇ, οὕτως τε ἐξιποῦσιν. Τὸ δὲ δὴ τερμίνθινον ὁμοίως τῷ σχινίνῳ σκευάζεται. Ἄλλοι δὲ κόψαντες ἐμβάλλουσιν εἰς χύτρας ἐχούσας ὀλίγον ὑπερέχον ὕδωρ, εἶθ' ἑψοῦσιν καὶ τὸ ἐπιπλέον ἐλαιῶδες ἐκλέγουσιν· (ἔλαιον χρηστὸν ἀποβαίνει εἰς τὸν πυθμένα τοῦ κεραμίου, καθέντος ἀνήθου χλωροῦ καὶ ἁλός). Ἔλαιον δὲ μέλαν καὶ ῥυπαρὸν ὧδε λαμπρυνεῖς· λίτρου λίτραν μίαν ὀπτήσας, κόψας, σήσας, βάλε εἰς τὸ κεράμιον. Ἐὰν δὲ καὶ θέλῃς οἷον ὀμφάκινον αὐτὸ ποιῆσαι, φλοιὸν ἐλαίας ἀγρίας καὶ φύλλα κόψας, ποίει μάζαν καὶ σταθμῷ λίτραν βάλε εἰς κεράμιον. Ἐὰν δὲ ὃ πρῶτον εἶπον τὸ Ἰβηρικὸν ὃ δὴ «Σπάνον» ὀνομάζομεν ἐθελήσῃς ποιῆσαι, εἰς Σιδητικὸν ἔλαιον πάνυ διαυγὲς ἀγριελαίας φύλλα συγκόψας βάλε ὀθόνῃ συμμέτρῳ ἀποδήσας καὶ ἀποκρεμάσας ἔα βρέχεσθαι ὅσας θέλεις ἡμέρας· καὶ οὕτως τὴν Ἰβηρικὴν ποιότητα προσκτήσεται. Ἰάσαιο δ' ἂν θολερὸν ἔλαιον ἐγχέας εἰς πλατύστομον ἀγγεῖον καὶ ἐν σταθερῷ ἡλίῳ ἀποθέμενος, ἁλῶν τε ἐπιπάσσων τῶν φρυκτῶν αὐτάρκως, ἐπὶ τὸ ἀναθερμαίνεσθαι· ὁπόταν δὲ καταστῇ, μέταιρε εἰς ἀγγεῖα. Τὸ δὲ δυσῶδες οὕτως· ἐλαίας χλωρᾶς συγκόψας δίχα τῶν πυρήνων ὅσον ἡμιχοίνικα ἔμβαλε εἰς τὸν μετρητήν· ἀποθέμενος δ' ἐν ἡλίῳ καὶ πυρώσας ἱκανῶς, εἶτ' ἐξελὼν τὸ ἐμβληθέν, μετέρασον εἰς ἀγγεῖα πλείονα. Κἀκ στῆρος δὲ μοσχείου γένοιτο ἂν ἔλαιον καὶ ἄνοσμον ἔλαιον· κολυμβάδων ζωμοῦ χοᾶς ἔμβαλε εἰς χαλκεῖον καὶ τοῦ στῆρος ἐν θαλλίδι [σπυρίδι] μνᾶς ιʹ· ἐχέτω δὲ βάρος πρὸς τὸ μὴ ἐπιπολάζειν, ἐγκείμενον λίθον, καὶ ὑπόκαιε μαλακῷ πυρί· τὸ δὲ ἀναζέον ἀφαιρῶν, ὑπὸ χεῖρα εἰς κεράμιον ἐλαιηρὸν νεοκένωτον βάλε· ἐκτακέντος δὲ τοῦ στῆρος τὸ ὑπόλοιπον ἠθμῷ διυλίσας ἐπέμβαλε τῷ ἀγγείῳ, καὶ αὐτὸ διαλαβὼν ἔασον ἐφ' ἡμέρας κʹ· εἶτα τότε χρῶ. Ἀλλὰ καὶ γάρος ἐξ ἅλμης ἀκράτου μέρους ἑνὸς καὶ δύο οἴνου τοῦ γλυκέος. Ἀπὸ Λυδίας ὁ σπουδαῖος γίνεται· ὁ δὲ «σόκκιος» ὀνομαζόμενος ὃν μᾶλλον ἁπάντων γάρων ἐπαινοῦσι. Τῶν καλουμένων «ἀβδωμίων» ξέστας δέκα καὶ στάγματος Λιβυκοῦ Λιβύης τῆς εὐδαίμονος (ὃ δὴ «φρίτον» οἱ ἐπιχώριοι καλοῦσι) τοσοῦτον ὑσσώπου τε Κρητικοῦ δέσμην καὶ μῆλον τὸ Ῥωμαϊκὸν («ὀρβικλάτον» δὲ καλούμενον) ἅμα μέλιτος κοτύλαις ἑκκαίδεκα κιρνῶν, ἕψει συκίνῳ κλάδῳ ἐφ' ἡμέρας τρεῖς ἠδ' ὥραις τρισὶ καθ' ἑκάστην ἡμέραν μαλακῷ πυρί, κἀκεῖνος ἀποβήσεται. 1. Ἐπισφράγισμα περὶ βέλουσ Ληγέτω δὴ καὶ τόδε σύγγραμμα εἴς τι ἀρχαῖον καὶ φιλομαθὲς διήγημα τοῖς ἡγησαμένοις ἀκόλουθον, τόξου τὸ διήγημα καὶ βέλους. Δύναται βέλος ἓν διὰ πάσης ἐνεχθὲν μιᾶς νυκτὸς καὶ ἡμέρας μέχρι σταδίων δισμυρίων κατελθεῖν, εἰ γένοιτο συνεχὴς ἡ φορά. Περὶ δὲ τῆς τοῦ βέλους πτήσεως γένοιτ' ἂν τοιάδε· ἄνδρες ἑστάντων κατὰ σκοποῦ πλέθρον μεμετρημένου σύμμετροί τινες οὐ πλείους ἢ δέκα· ἐχόντων δὲ τόξα ἕτοιμα καὶ ἐπὶ τῇ νευρᾷ κείσθω βέλος, ὥσθ' ἅμα τὸν πρῶτον τοῦ σκοποῦ τυχεῖν καὶ δεύτερον εὐθὺς μετ' ἐκεῖνον βαλεῖν καὶ τρίτον ἐφεξῆς καὶ τοὺς ἄλλους ὁμοίως, τοῦ δευτέρου ἀεὶ τοσοῦτον ἀναπαύοντος τὴν βολὴν ὅσον ἐπὶ τὸν σκοπὸν φθάσαι τὸ τοῦ πρώτου βέλος. Εἶδον ἐγὼ πειρῶντάς τινας καὶ τὴν ἱστορίαν ἐκ πείρας ἔχω. Συνῆκται δὲ ὁ τῶν σταδίων ἀριθμὸς ὧδέ πως· ἓξ πλέθρα στάδιον ἰσχύει, ἓν δὲ καθ' ἕκαστον πλέθρον ἠνέχθη βέλος, ἀριθμουμένων δὲ εἰς ὥραν μίαν τῶν βελῶν, ἑξακισχιλίων οὐ πλείω κατὰ τὴν ὥραν ἐπέμφθη βέλη· (νόμιζε δὴ καὶ λογίζου τὸν ἀριθμὸν τῶν βελῶν εἰς ἑνὸς βέλους φοράν, τῷ διαστήματι, μὴ τῷ πλήθει τῶν πεμφθέντων τὴν ἐξέτασιν διδούς). Οὐκοῦν ἓν βέλος (ἓν γὰρ ἔστω τὰ πλείω τῇ ῥύμῃ τοῦ διαστήματος μετρούμενα) ἑξακισχίλια πλέθρα διῆλθεν ἀπὸ τῆς ὥρας ἀρχομένης εἰς τελευτῶσαν, ἅπερ σταδίους ποιεῖ χιλίους. Διαστήματα δὲ δήπου τῆς νυκτὸς καὶ τῆς ἡμέρας, εἰς εἴκοσι καὶ τέσσαρας ὥρας ἀνακυκλουμένας, δισμυρίους καὶ τετρακισχιλίους εἶναι τίθει. Χίλιοι ἐπὶ τούτοις προστιθέσθωσαν, τῇ σχολῇ τῆς καθ' ἕκαστον παρασκευῆς δοθέντες, ὡς μὴ ἀνάριθμος μηδ' ἡ τῆς μελλήσεως ἀρχὴ γένοιτο. Ἔτι γε μὴν ἡμέρας μὲν καὶ νυκτὸς ἐν ταῖς ὥραις ἀνισότης ἔστιν ἀεί, καὶ πολλή γε. Ἢν οὖν τις τηρήσας ὥραν ἰσημερινήν, κατ' αὐτὴν ποιήσηται τὴν πεῖραν τῆς βολῆς, αὐτῷ συμβήσεται δισμυρίους γενέσθαι σταδίους. Ἐχρήσατο τῇ πείρᾳ ταύτῃ καὶ Σύρμος ὁ Σκύθης καὶ Βαρδησάνης ὁ Πάρθος, τάχα δέ που καὶ πλείονες. Εἶδον καὶ αὐτός, ἐν Ἀβγάρου τοῦ βασιλέως, Μάννου τοῦ παιδὸς αὐτοῦ πολλάκις πειράσαντος, ἐμοῦ ὑφηγησαμένου. Τοξότης οὕτω δεινὸς ἦν ὥστε, θήρας ποτε ἡμῖν οὔσης ἀμφὶ μεσημβρίαν (ἐτύγχανον δὲ καὶ αὐτὸς παριππεύων οὐ κυνηγέτης τις ὤν, ἀλλὰ τῆς θήρας θεατής), ἐκπηδᾷ μὲν ἔκ τινος λόχμης ἄρκτος ὑλαία, φοβερὰ προσελθεῖν, δεινή τις ἰδεῖν, ἀδύνατος τάχα καὶ βαλεῖν· ἐπτοημένων δὲ πάντων τῆς φυγῆς τὰς ὁδούς, ὁ Μάννος παρακελευσάμενος ἡμῖν θαρρεῖν, πάντα τὸν φόβον διέλυσεν δύο βέλη βαλών· τοὺς γὰρ ὀφθαλμοὺς κατατοξεύσας τῆς ἄρκτου, εὐχείρωτον ἐποίησεν αὐτήν, μηδὲ βλέπουσαν τοὺς κυνηγέτας. Ἦν δὲ ἄρα σοφὸς τοξότης Βαρδησάνης εἴπερ τις ἕτερος, οἶδά τ' ἄνθρωπον τοξεύσαντα οἷα ζωγράφον· ὁ δὲ τρόπος τοιόσδε· ἄνδρα κατάντικρύ ποτε ἔστησεν, νεανίαν καλὸν καὶ εὔρωστον ὃν καὶ γραφεὺς ἂν ἐξέκαμε μιμούμενος· προὐβάλλετο δὲ τὴν ἀσπίδα ὁ νεανίας, τοῦτο γὰρ προσέταξεν ὁ Βαρδησάνης ἐνδεικνύμενος τὴν τέχνην ἡμῖν θεαταῖς. Ὃ δέ, οἷα ζωγράφος ἀγαθός, τὸν κατέχοντα μετέθηκεν ἐπὶ τὴν ἀσπίδα· πρώτην μὲν δὴ τὴν κεφαλὴν ἔγραφεν ὀρθοῖς βέλεσι κύκλον κεφαλῆς μιμούμενος, εἶτα τῶν ὀφθαλμῶν τὰς βολάς, χειλέων ἁρμονίας, ῥυθμὸν γενείων, καὶ ὁ λοιπὸς ἄνθρωπος ἠκολούθει τῇ τάξει τοῦ σώματος. Ὃ δ' ἐσεμνύνετο τοξικῇ γραφικὴν συλλαβών, καὶ γράφων τοξεύμασι καὶ τοξεύων γραφάς. Ἐθαυμάζομεν δ' ὁρῶντες ὡς οὐ πολεμικὸν ἐπιτήδευμα τὸ τόξευμα ἦν, ἀλλ' ἦν τι καὶ τερπνόν, καὶ κίνδυνος ἡδονή. Ὃ δὲ καταθέμενος τὴν ἀσπίδα εἶδεν αὑτὸν ἐπὶ τοῦ οἰκείου ὅπλου γεγραμμένον καὶ ἔχαιρεν γενόμενος στρατιωτικὸν ζωγράφημα· τοῦτο μὲν οὖν ἔχω θαυμάσας. Σύρμον δὲ τί ἂν λέγοιμι; Σοφὸς καὶ ὁ Σύρμος τοξότης, οὐ ζωγραφήσας βέλεσιν ὥσπερ Βαρδησάνης, μηχανησάμενος δὲ πολέμιον βέλει ποιῆσαι βέλος. Καινὸν τὸ θέαμα, ἀλλ' οὐκ ἄπιστον. Εἶδον ἐγὼ βέλος ὑπὸ βέλος. Καινὸν τὸ θέαμα, ἀλλ' οὐκ ἄπιστον. Εἶδον ἐγὼ βέλος καὶ βέλος εὐτρεπιζόμενος ἕτοιμος βαλεῖν· ἀνθειστήκει δὲ αὐτῷ τις ἄποθεν ἄλλος ἀντιτοξότης· διάφορος δὲ ὁ τῆς τοξείας ἀγών· ὃ μὲν γὰρ βέλει ὡπλισμένῳ ἠγωνίζετο, ὃ δὲ γυμνῷ. Καὶ τοίνυν ὁ σκοπὸς ἦν ἑκατέρῳ βέλει βέλος συμβάλλειν, ἀλλὰ τὸ μὲν ἀπήντα μόνον ὥσπερ στρατιώτης γυμνὸς ὡπλισμένῳ πολεμίῳ, καὶ τολμηρὸν ἦν, ἅτε μὴ γεγυμνωμένον ἐπήγνυτο τῷ ἀπαντήσαντι καὶ εἷλκεν ἐξηρτημένον ὥσπερ πολέμιον αἰχμάλωτον· τὸ δὲ γεγυμνωμένον εἰλημμένον οὐ βέλος τὸ λοιπόν, ἀλλὰ βέλους λάφυρον ἦν. Ἰουλίου Ἀφρικανοῦ Κεστὸς ζʹ. 1. αππενδ Ἄλλως βάψαι ἔβενον διὰ βάθουσ Βδέλλας ζέσας εἰς ὄξος δριμὺ χάλα τὰ ξύλα καὶ ἔσται διὰ βάθους, καὶ μετὰ ταῦτα ἄλειφε ἐλαίῳ ἐν ᾧ ὁμοίως βδέλλαι ἀπεζέσθησαν.' 1 Πῶς δι' οἴνου κατεργάσαιτ' ἄν τις τοὺς πεπωκότας πρὸς τρεῖς ἡμέρας κοιμᾶσθαι.–' 2 Περὶ ἀγρῶν ἀφανισμοῦ.–' 3 Περὶ δένδρων ἀφανισμοῦ.–' 4 Περὶ τοῦ τοὺς ἵππους ἐκ τοῦ αὐτοῦ τόπου ἀμετακινήτους ποιεῖν.–' 5 Χρίσμα βελῶν.–' 6 Περὶ τῶν στρατιωτῶν ὑγείας.–' 7 Πρὸς τὸ μὴ δηλητηρίῳ ἁλίσκεσθαι.–' 8 Πρὸς πληγήν τινα ἄνευ ῥαφῆς κολλῆσαι.–' 9 Πρὸς αἷμα δυσκατασχέτως ῥέον.–' 10 Πρὸς ἵππους μὴ νοσεῖν.–' 11 Αὐτόματον πῦρ ἅψαι.–' 12 Ἀκοῆς θήρα.