Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julius-africanus" aria-label="More works by Julius Africanus (julius-africanus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Πῶς δι' οἴνου κατεργάσαιτ' ἄν τις τοὺς πεπωκότας πρὸς τὸ τρεῖς ἡμέρας κοιμᾶσθαι Ζηλωτὸς ὁ τοιούτου μὴ λειπόμενος φαρμάκου· εἰ γὰρ εὐπορήσει οἶνον ἐκ τούτου σκευάζειν, κοιμῶνται μὲν οἱ τούτῳ χρησάμενοι τῷ ποτῷ, ὡς καὶ καταληφθῆναι τοὺς πεπωκότας ὑπὸ τῶν πολεμίων κοιμωμένους μέχρι τριῶν ἡμερῶν· ἀναστήσονται δὲ εἰ ὄξος χρίσοιτό τις αὐτῶν τοὺς μυκτῆρας. Ἡ δὲ τούτου σκευασία ἐστὶν αὕτη· ὀπίου Θηβαϊκοῦ ὡς ἐν θέματι μέρη βʹ· ταῦτα λειώσας μετὰ χυλοῦ ὑοσκυάμου μέρους ἑνὸς ῥύπον τε τὸν ἐξ ὠτὸς ὄνου τοῦ δεξιοῦ λειώσας, ἔμβαλε τῷ οἴνῳ.
2.2.1
Περὶ ἀγρῶν ἀφανισμοῦ Ἔσθ' ὅτε, διοδεύων γῆν πολεμίαν, ταύτης τοὺς ἀγροὺς ἀφανίζειν ἐπιχειρήσεις, ἐλλέβορον γεωργῶν· τούτῳ γὰρ καὶ Ἀλέξανδρος ὁ Μακεδὼν χρησάμενος τῷ τρόπῳ εἷλεν Ἀλανούς. Ἀφανίζονται δὲ ἀγροὶἁλῶν τε σπειρομένων ἐν αὐτοῖς καὶ ἀρότροις ἐγκαλυπτομένων· ἐπὶ πολὺν χρόνον δύναται τοῦ τοὺς πάνυ κακῶς διαθεῖναι.
2.3.1
Περὶ δένδρων ἀφανισμοῦ Ἀφανίζειν ἴσως ἡμῖν δοκεῖ καὶ τῶν ἀγρῶν τὰ δένδρα τὰ κάρπιμα, ὡς μὴ τοὺς πολεμίους πολλάκις τροφῶν εὑρίσκειν ἀντὶ τροφῆς τοὺς καρπούς. Ξηρανεῖς γοῦν πᾶν δένδρον πλὴν μηλέας, εἰ τὸ τῆς θαλαττίας τρυγόνος κέντρον ἐμπήξεις εἰς τὸ τοῦ δένδρου στέλεχος. Οἱ δὲ Κυϊντίλιοί φασιν ὡς τὰ κέλυφα τῶν κυάμων ταῖς ῥίζαις ἐμβαλλόμενα ταῦτα ξηραίνει. Ἐμοὶ δὲ μᾶλλον ἁπάντων ἃ φι κάλως πέφυκεν ἀρέσεις λέγων ἐκκόπτεσθαι ταῦτα· τούτων γὰρ οὕτως πραχθέντων, ἐν τοῖς κοπεῖσιν οὐ πολέμιος κρύπτεται, οὐκ ὄρνεον εἰς θήραν τούτων ὑπερκαθέζεται· ὅπερ ἐστὶ τέλειος ἀφανισμός.
2.4.1
Περὶ τοῦ τοὺς ἵππους ἐκ τοῦ αὐτοῦ τόπου ἀμετακινήτους ποιεῖν Φιλοπονῶν περὶ τὴν τοῦ παρόντος συγγράμματος ἔκθεσιν, ἀνέγνων ἐν τοῖς Νεπτουνιανοῦ «Φυσικοῖς» ὅτι λύκου ἀστράγαλος δεξιοῦ ποδὸς τοῦ ἐμπροσθίου ῥιφεὶς πρὸ τετραόρου ἵστησι τὸ ἅρμα. Εἴπερ οὖν τέσσαρας ἵστησι, πόσῳ μᾶλλον ὅτ' ἐν παρατάξει καθ' ἕνα δώσομεν ὀλίγοις σφενδονήταις; Τούτους ῥιψάντων αὐτῶν εἰς τὴν τῶν πολεμίων ἵππον, οὐ μόνον ὁ εἷς ἀστράγαλος ἵππον ἕνα κακοποιήσει, ἀλλ' ὅσους συμβῇ δι' αὐτοῦ παριππάζειν.
2.5.1
Χρίσμα βελῶν Χρίουσι Σκύθαι βέλη τὸ καλούμενον «τοξικὸν» πρὸς ταχεῖαν ἀναίρεσιν τῶν τιτρωσκομένων. Ζητοῦντι δέ μοι τοῦτο ἀνήρ τις ἀξιόχρεος δέδωκε τὸ ὑποτεταγμένον φάρμακον, τὴν αὐτὴν ἐνέργειαν ἀποτελοῦν· ἔστι δὲ τοῦτο· τιθύμαλλον τὴν χαρακίτην ἥτις ἄνεισιν εἰς κλάδους καυλώδεις, ταύτην λαβών, βάλε εἰς ἄγγος νεουργὲς ὀστράκινον καὶ καῦσον μετ' ὕδατος μέχρις οὗ πᾶσαν ἑαυτῆς τὴν πιμελὴν τῷ θερμῷ ἐναφήσει ὕδατι· εἶτα τὰ ἐμβληθέντα τῆς βοτάνης ξύλα ἀναγαγών, ἕτερα χλωρὰ ἔμβαλε τῷ αὐτῷ ὕδατι· πάλιν ἀνάγαγε καί, βαλὼν ἄλλα, καῦσον μέχρις οὗ τὸ ὕδωρ ἐκ τοῦ τούτων ὀποῦ γένηται μελιτῶδες. Ἐγὼ δὲ εἰ πεποίηται ἀσφαλῶς οὐ θαρρῶ. Φασὶ δέ τινες τῶν ἀρχαίων ὅτι καὶ τοῦ ἔχεως ἰὸς καὶ ἀσπίδος σαλαμάνδρας τε εἰς τοῦτο ἀπαράβατος.
2.6.1
Περὶ τῆς τῶν στρατιωτῶν ὑγείασ Ὅτι μὲν ἐν στρατεύματι καλὸν ἰατρός, τοῦτο ἀναμφίβολον· ἵνα δὲ μὴ νοσῇ στρατιώτης ἡλίῳ καὶ καμάτῳ βαλλόμενος, πρὸς τοῦτο δεῖ τὰς τροφὰς αὐτῶν διελεῖν, ὡς μὴ ἅπαξ ἢ δεύτερον, ἀλλὰ κατὰ βραχὺ πολλάκις τῆς ἡμέρας ἐσθίειν καὶ μάλιστα μὴ παρόντος ἀγῶνος· ἔστιν γὰρ τοῦτο σωτήριον καὶ πρὸς πέψιν ἐπιτήδειον. Ἀναγκαῖον δὲ πήγανον καὶ μαλάχην ἀγρίαν ἀφεψήσαντες καὶ κεράσαντες οἴνῳ παρατραπέντι ἐν μέσαις ταῖς τροφαῖς λαμβάνειν, ὡσαύτως γάλακτος καὶ ὕδατος μίξαντες καὶ ἐπιχέαντες ὀλίγον οἴνου παρατραπέντος πρὶν φαγεῖν λαμβάνειν· καὶ τοῦτο δεῖ γίνεσθαι ἀπ' ἀρχῆς ἔαρος μέχρι τέλους τοῦ φθινοπώρου. Καὶ πάλιν οἶνος ἀψινθίτης εἰς ταὐτὸ πέποται, οὐ μόνον πρὸ τροφῆς, ἀλλὰ καὶ μετὰ τροφὴν καὶ ἐν αὐτῇ τῇ τροφῇ. Ἐὰν δὲ ἀψινθίτην μὴ ἔχωμεν, ἀψίνθιον δῶμεν μετὰ θερμοῦ ὕδατος. Τὸ δὲ αὐτὸ ποιεῖ καὶ ὁ σκιλλίτης οἶνος. Παρασκευάζουσι δὲ καὶ τὸ σκιλλιτικὸν ὄξος, καὶ εἰ μὲν τοῦ οἴνου τις λαμβάνει τοῦ σκιλλιτικοῦ, πρὶν φαγεῖν, εἰ δὲ τοῦ ὄξους, μετὰ δεῖπνον. Καὶ ὁ ἕλειος δὲ οἶνος, τουτέστιν ὁ ἐν τοῖς ἕλεσι γινόμενος, σφόδρα ἐστὶν ὑγιεινός. Καὶ ὁ κριβανίτης ἄρτος ἰσχνῶς πεπλασμένος καὶ ἐν ἡλίῳ ξηρανθεὶς χρησιμώτατος πρὸς ὑγείαν. Εἰ δὲ καὶ τὸ παρακείμενον ὕδωρ εἴη νοσερόν, [εἴην ὀσπρόν], ἑψήσθω ἕως ἂν τὸ δέκατον αὐτοῦ ἀναλωθῇ, εἶτα διαψυχέσθω· καὶ οὕτως ἀβλαβὲς ἔσται.
2.7.1
Πρὸς τὸ μὴ δηλητηρίῳ ἁλίσκεσθαι Ἵνα δὲ μηδὲν πρὸς δηλητηρίου πάσχωμεν (δυοῖν γὰρ ὄντων ἀκῶν τοῦ ποιεῖν τὸ μὴ πάσχειν ἀναγκαῖον), νῆστις πάσης ἐπιβολῆς γενόμενος, εἰ λαμβάνοι τις κʹ μὲν φύλλα πηγανίου, ἰσχάδας δὲ δύο καὶ καρύων τῶν ἰσχάδων ἴσον, ἀνάλωτος γένοιτο ἂν παντὶ φαρμάκῳ· προσέστω δὲ τούτοις καὶ χόνδρος ἁλός. Πολλοὶ μὲν οὖν τῇ πείρᾳ μαρτυροῦσιν· οἳ δὲ ἀκριβέστερον συναγαγόντες, ἐδιπλα σίασαν τὸ ἅλας καὶ τὸ πήγανον, ἔθεσαν δὲ πεπέριδος κοκκία κʹ. Τὸ δὲ τελειότερον, ὅπερ ἄπρακτα ποιεῖ πάντα φάρμακα καὶ ὃ εὐχερὲς ἐν στρατοπέδῳ βαστάζεσθαι, τοῦτο· ἰσχάδων λιπαρῶν καρύων τε ὁμοίως τῶν λαμπροτάτων καὶ πηγάνου ξηροῦ, πρὸς δὲ καὶ πεπείρων ἀρκευθίδων, ἔτι τε Λημνίας σφραγίδος ἴσα κόπτειν ἐν ὅλμῳ καὶ ποιεῖν σφαιρία καρύου Ποντικοῦ μέγεθος καὶ λαμβάνειν ἑκάστης ἡμέρας ἕν.
2.8.1
Πρὸς πληγήν τινα ἄνευ ῥαφῆς κολλῆσαι Ἐπείπερ ἐν πολέμῳ πολλάκις τινὲς τιτρωσκόμενοι, τῆς ἐκ σιδήρου διαιρέσεως μεγάλης οὔσης, ῥαφαῖς τὸ μᾶλλον δαμάζονται, πρὸς τοῦτο φυσικὸν ἐφεύρομεν βοήθημα, τὸ ἄνευ ῥαφῆς κολλῆσαι δυνάμενον· ἔστι δὲ τοῦτο· βολβὸν ὃν ἐσθίομεν λειώσας ἐπιτίθει, καὶ παρακολλήσει.
2.9.1
Πρὸς αἷμα δυσκατασχέτως ῥέον Λαβὼν ἀνθρώπειον αἷμα εἴτε ἀπὸ φλεβοτόμου εἴτε ἐξ ἄλλου του οἵου δήποτε τύχῃ τρόπου καὶ βαλὼν εἰς ἄγγος πλατύστομον, ξήραινε ἐν ἡλίῳ καὶ ἐν τῇ πρώτῃ ἡμέρᾳ εὑρήσεις ἐπιπολάζον ὑδατῶδες· τοῦτο χρὴ ἐκβάλλειν ξηρόν τε ποιεῖν τὸ λοιπόν, κἀπὶ τῆς χρείας κατάπλασον ἐπίδησον· σταθήσεται γάρ, εἰ κἂν δυσκατάσχετον ᾖ.
2.10.1
Πρὸς ἵππους μὴ νοσεῖν Οὐ μὴ νοσήσουσιν ἵπποι, εἴ τις ἐξ ἐλάφου κέρως λαβὼν ὀλίγον καὶ ποιήσας αὐτὸ ὡς κόσμον τῷ τραχήλῳ περιάψει.
2.11.1
Αὐτόματον πῦρ ἅψαι Αὐτόματον πῦρ ἅψαι καὶ τῷδε τῷ συντάγματι· σκευάζεται γοῦν οὕτως· θείου ἀπύρου, ἁλὸς ὀρυκτοῦ, κονίας, κεραυνίου λίθου, πυρίτου ἴσα λειοῦνται ἐν θυίᾳ μελαίνῃ, μεσουρανοῦντος ἡλίου· μίγνυταί τε συκαμίνου μελαίνης ὀποῦ καὶ ἀσφάλτου Ζακυνθίας ὑγρᾶς καὶ αὐτορύτου ἑκάστου ἴσον, ὡς λιγνυῶδες γενέσθαι· εἶτα προσβάλλεται ἀσφάλτῳ τιτάνου παντελῶς ὀλίγον· ἐπιμελῶς δὲ δεῖ τρίβειν, μεσουρανοῦντος ἡλίου, καὶ φυλάσσειν τὸ πρόσωπον· αἰφνίδιον γὰρ ἀναφθήσεται. Ἁφθεῖσαν δὲ χρὴ πωμάσαι χαλκῷ τινι ἀγγείῳ, πρὸς τὸ ἕτοιμον οὕτως ἔχειν εἰς πυξίδα καὶ μηκέτι δεικνύναι τῷ ἡλίῳ· ἀλλ' ἐν ἑσπέρᾳ, ἐὰν βούλῃ πολεμίων ὅπλα ἐμπρῆσαι, ταῦτα καταχρίσεις ἢ ἕτερόν τι, λεληθότως δέ· ἡλίου γὰρ φαινομένου, πάντα καυθήσεται.
2.12.1
Ἀκοῆς θήρα Ἀνέγνων τοῖς μὲν πολλοῖς ἄπιστον, ἐμοὶ δὲ ἀμφιβαλλόμενον, διὰ δὲ τὸ παράδοξον καὶ τοῦτο ἀνήγαγον· φασίν τινες Μαυρουσίους [ἔθνος δέ ἐστι τοῦτο] ἐπερεισαμένους τὸν αὐχένα ξύλῳ, ἀκώλυτον εἰς ἀκοὴν ἐπαφεῖναι τὸ οὖς, ὀλίγον τε ὑποσκάψαντας βόθρον καὶ κατακειμένους. Τὸ δὲ αὐτὸ δρᾶν καὶ τοὺς Γαλατῶν τῶν ἑσπερίων ἀκούεται λῃστάς. Αὐτοσχέδιος αὕτη θήρα ἀκοῆς. Ὡς ἂν δέ τις ἐν μεγάλῳ στρατοπέδῳ ἤτοι τὰ τῶν ἑαυτοῦ στρατιωτῶν βουλεύματα [καὶ] ἢ τὰ τῶν πολεμίων βουλεύματα θελήσῃ μαθεῖν, φρέαρ ὀρύξας βαθύ, οἷον βούλεται καθιέτω, ἐπικαλύψας τὸ στόμιον ἱματίῳ τῷ τυχόντι· οὐδὲ ἓν τὸν ἐγκαθήμενον λήσεται, ἀλλά σοι τὰ εἰρημένα ἢ τὰ ἠχήσαντα ὡς μαντευόμενος διηγήσεται.

Intertext edge

Open linked passage

Note