Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julius-africanus" aria-label="More works by Julius Africanus (julius-africanus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Περὶ ἐλεφαντιῶντος ἵππου· Ἀφρικανοῦ Τὸ τοῦ χερσαίου ἐχίνου ἧπαρ ἐν ἡλίῳ ξηρανθὲν ἰᾶται τοὺς ἐλεφαντιῶντας ἵππους.
3.2.1
Ἀφρικανοῦ· ὀφθαλμικόν Ἡ χελιδὼν φέρει πόας τινὸς χυλόν, ἐξ οὗ εἰ ἀποστάζοι εἰς γῆν, ἐκ τῆς σταγόνος ἑτέρα πόα φύεται ἣ τῆς ἀποβαλούσης ἐστὶν ἐπώνυμος. Ἄνεισι δὲ κἂν ἀποπατήσωσιν εἰς γῆν μετασχόντες αὐτῆς οἱ νεοττοί. Θαυμαστὸν δὲ τοῦτο καὶ ὀξὺ πρὸς ἀμβλυωπίαν φάρμακον, λεπτύνει τε κατ' ὀλίγον καὶ τὰ ἐκ τραυμάτων λευκώματα καὶ ἀποκαθίστησι τὸν ὀφθαλμὸν εἰς τὸ τοῦ ἀπαθοῦς σχῆμα. Ἡ δὲ ἀπ' αὐτῆς γενομένη ἀπονωτέρα, καὶ κατορθοῦσα δὲ ἧττον· τοὺς μέντοι γλαυκωπίας ἀποσοβεῖ τριβομένη· καὶ αὐτῆς ἡ κόνις μεθ' ὕδατος ὥσπερ ἡ πρόσθεν πᾶν ἔδρασεν. Εἴ τις γὰρ εὐτύχησε τὴν πρώτην ἑλεῖν, ἀνέῳξεν ἂν καὶ τυφλοὺς ὀφθαλμούς. Λίθοι δὲ εὑρισκόμενοι δύο ἐν ταῖς γαστράσι τῶν νεοττῶν ἀνασχισθέντων ὀξεῖ καλάμῳ, ἐν θατέρῳ γὰρ εὑρίσκονται, λευκὸς καὶ μέλας, τυθείσης περιστερᾶς λευκῆς καὶ ἐπικληθείσης αὐτῆς Ἀφροδίτης, ἐμβάλλονται ὅρμῳ χρυσῷ καὶ πᾶσαν ἀπείργουσιν ὀφθαλμίαν. Τοὺς μέντοι νεοττοὺς ἐαρινοὺς ἀνατεμὼν λίθοις ἐντεύξει τῇ γαστρί, ὧν ὁ μὲν ποικίλος ὁ δὲ καθαρός. Πρὶν οὖν γῆς ψαῦσαι κατάδησον δέρ ματι νεβροῦ ἢ μόσχου πρὸς τὴν μεγάλην νόσον καὶ τάχα μὲν ἰάσῃ, πάντως δὲ μειώσεις τὴν ἐπιληψίαν. Ἀνατέμνειν δὲ δεῖ εἰς τοῦτο τοῦ μηνὸς ἀρχομένου καὶ ἰόντος ἐπιδεχόμενον. Καὶ χολὴν δὲ πέρδικος ἀμβλυωπίας ἴασιν εἶναι καὶ ὑποχύσεώς φασι μέλιτι Ἀττικῷ συγκραθεῖσαν· ὃ καὶ φανερὸν πολλοῖς. Καὶ τὰ ὄμματα τοῦ γυπὸς ἐνδεθέντα ὀθόνῃ καθαρᾷ προσφερομένῃ τε ὀφθαλμοῖς καθ' ἑκάστην ἡμέραν ἀμβλυωπεῖν οὐκ ἐᾷ, οὐ μὴν οὐδὲ ὑπόχυσιν ἵστασθαι. Κυνείῳ δὲ δέρματι ὀφθαλμὸς αὐτοῦ περιαφθεὶς ὀφθαλμιᾶν οὐκ ἐᾷ. Ἡ δὲ χολὴ αὐτοῦ μετὰ χυλοῦ πρασίου καὶ μέλιτος Ἀττικοῦ καταχριομένη πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν ὀμμάτων περιαιρεῖ καὶ τὰς ἀρχομένας ὑποχύσεις οὐκ ἐᾷ συστῆναι. Ὀφθαλμοὶ δὲ βατράχου ζῶντος ἀφαιρεθέντες καὶ περιαφθέντες ἐν λινῷ ῥάκει ἀριστερῷ βραχίονι ἢ τῷ τραχήλῳ φορούμενοι ἀπαθεῖς τοὺς ὀφθαλμοὺς φυλάττουσιν· κἂν ἀλγοῦντι δὲ περιάψῃς, λύσεις τὸ πάθος. Τὸν δὲ βάτραχον ἀπολύειν χρὴ ὅθεν ἐλήφθη. Καὶ ἡ χολὴ δὲ αὐτοῦ πρὸς ὀξυωπίαν καὶ ὑπόχυσιν ἐναλείφεται. Οὐδὲν δὲ μεῖζον τοῦδε πρὸς ὀξυωπίαν· ῥίζαν κισσοῦ οἷα κολλύρια ποίησας βάλε εἰς πυξίδα χαλκοῦ ἐρυθροῦ ἅμα παιδίου οὔρῳ νηπίου, καὶ περιδήσας ἀσφαλῶς κατάχωσον εἰς ἱππείαν κόπρον ἐπὶ μʹ ἡμέρας. Εἶτα ἑλκόμενος ἀπότριβε ἐπὶ ἀκόνῃ καὶ ποίει ὡς κολλύρια σὺν τῷ ἐνόντι ὑγρῷ, καὶ θαυμάσεις τὴν ἐνέργειαν, παύσεις δὲ καὶ ἀρχομένας ὑποχύσεις.
3.3.1
Ἀφρικανοῦ· περὶ γενέσεως ἵππων Ἂν μὲν οὖν ἄρρεν τεχθῆναι θέλῃς, πρὸς τὴν ἀνατολὴν τοὺς ἵππους τρέπε, ἵνα μιγνύμενοι βλέπωσι τὸν ἥλιον· αἱ δυσμαὶ γὰρ τίκτουσι τὰ θήλεα, ὡς Μαυρούσιος ὁ ἱπποφορβὸς διηγήσατο. Καὶ γάρ, ὡς ὁ πάντων λόγος, τοὺς ἄρρενας ἵππους τῷ Ἡλίῳ ζεύγνυσθαι καὶ τούτοις ἄγεσθαι τὴν φλόγα πεπίστευται, τὰς δὲ θηλείας τὴν Νύκτα ἄγειν φασί. Καὶ δικαίως μέν· ἀρρενοποιὸς μὲν ὁ Ἥλιος, ὁμωνύμου δὲ φύσεως ἡ Σελήνη τυγχάνει μήτηρ.
3.4.1
Τοῦ αὐτοῦ· ἀναληπτικὰ δυνάμεωσ Μυρίς ἐστι βοτάνη τῷ κωνείῳ τὰ πάντα παραπλησία πλὴν τοῦ ἄνθους, ὃ δὴ καὶ αὐτὸ ὅμοιον μέν ἐστι, μικρότερον δὲ πολλῷ. Ῥίζαν δὲ ἔχει ὡς παρεμφέρουσαν ἐπιμήκη, εὐώδη σφόδρα καὶ ἡδίστην ἐν τῷ τρώγειν. Εὑρίσκεται δὲ ἐν τοῖς ἐργασίμοις χωρίοις. Ταύτην ὁλόκληρον ἐπιμελῶς τρίψας εἰς καθαρὰν πτισάνην εὖ μάλα ἑψημένην ἐμβάλλειν χρὴ καὶ συνεψεῖν ἐπιμελῶς κινοῦντας. Ἔπειτα οἴνου εὐωδεστάτου τοσοῦτον ἐπιβάλλειν, ὡς μὴ λίαν ἐξυγρᾶναι τὴν πτισάνην, καὶ νῆστιν ἐγχυματίζειν. Τούτου ἄμεινον βοήθημα πρὸς τοῦτο οὐκ ἄν τις εὕροι· εἰ δὲ ἀπορεῖ τῆς ῥίζης, πτισάνῃ συνεψήσας ὑείους μυελοὺς καὶ μάλιστα νωτιαίους οἴνῳ τε ὁμοίως ἐπιβαλών, δευτερεῦον ἕξει βοήθημα πρὸς τὸ προκείμενον.
3.5.1
Ἀφρικανοῦ· πρὸς πολλὰ καὶ ἀπόνως ἀφροδισιάζειν Σκίγκου τὰ κρέα ἐν οἴνῳ κεκραμένῳ δεῖ τὸ ζῷον ἐγχυματίζειν.
3.6.1
Εὐτόκιον γενναιότατον πάνυ Πολύγονόν ἐστι πόα πολλὴ πανταχοῦ ὅπερ λέγεται καὶ «δρῶσα»· ἥτις ἐνδεθεῖσα χορίῳ κυνὸς ἐσμυρνισμένῳ καὶ ὡς χρὴ κεκαθαρμένῳ καὶ περιαφθεῖσα αἰτία κυήσεως γίνεται. Ἵνα δὲ ὃ θέλεις συλλάβῃ τὸ ζῷον, εἴτε ἄρρεν εἴτε θῆλυ, λινόζωστις καὶ περιστερεὼν βοτάναι ἄρρενες εἶναι δοκοῦσι καὶ θήλειαι, ἄρρενες μὲν αἱ ὄρθιαι, αἱ ἡπλωμέναι δὲ τοὐναντίον. Ταύτας σὺν τοῖς προτέροις φορεῖν ποίει, ἂν μὲν βούλῃ ἄρρεν τεκεῖν, ἄρρενα, ἂν δὲ θῆλυ, θήλειαν.
3.7.1
Τοῦ αὐτοῦ· εἰς ἀφθονίαν γάλακτοσ Λίθος ὁ γαλακτίτης τοῦ ζῴου περιαπτόμενος τοῖς μαστοῖς πολύ τι χρῆμα τοῦ γάλακτος κατασπᾷ. Ἵνα δὲ καὶ πλείονος εὐπορήσῃ γάλακτος, αὐτὸν τὸν γαλακτίτην λίθον λελειωμένον ἐγχυμάτιζε μετὰ οἴνου καὶ ὕδατος.
3.8.1
Τοῦ αὐτοῦ· πρὸς τὸ μὴ ἐκτιτρώσκειν ἔμβρυον Τὴν ἐχενηΐδα τὸν ἰχθὺν λαμβάνοντες ναῦται ταριχεύουσιν εἴς τε τὸ μὴ ἐξαμβλίσκειν καὶ εἰς σύλληψιν ὡς ἐρρωμενεστέρῳ φαρμάκῳ χρώμενοι. Ἐξ ἧς λειουμένης τὸ ζῷον ἐγχυματιζόμενον τὸ ἐν τῇ γαστρὶ σῶον διατηρεῖ. Εἰ δὲ καὶ ζῶσαν προσενέγκοι τις τῇ νηδύϊ τῆς ἱππάδος, ὅτε ταύτῃ ὁ ἵππος συνέρχεται, καὶ τότε καὶ εἰς τὸ λοιπὸν συλλήψεται καὶ οὐδέποτε πείσεται τὸν προειρημένον ὄλισθον.
3.9.1
Ἀφρικανοῦ· πρὸς ὠταλγίαν Ὦτα δὲ βούλομαι τρόπῳ ὠφελῆσαι διπλῷ· ἵνα καὶ ἀλγοῦντα παύσηται καὶ παυσάμενα μηκέτι ἀλγῇ. Ὅταν γὰρ δύσοιστον καὶ ἀπόφορον τὸ περὶ οὖς γένηται πάθος ὡς ἑλκῶν γινομένων πῦά τε δυσώδη καὶ σκώληκας ἐκθρέψαι, δυσανασχέτου τῆς περὶ αὐτὰ γινομένης ὀδύνης, περδίκιος βοτάνη, εὐτελὴς μὲν καὶ φυομένη πανταχοῦ, ὥσπερ τῆς φύσεως τῷ εὐπόρῳ φιλοτιμουμένης, συγκόπτεται ἰσχυρῶς, ὡς πολὺν αὐτῆς τὸν χυλὸν γενέσθαι. Εἶτα μέλιτος Ἀττικοῦ ὀλίγον λαμβάνεται καὶ ὄξους δριμέος οὐ πολὺ καὶ ὑλῶν θαλαττίων βραχύ. Ταῦτα μιγέντα καὶ χλιανθέντα τῷ πονοῦντι γίνεται σωτηρία.
3.10.1
Ἀφρικανοῦ· πρὸς ὀζαίνας καὶ πολύποδας [περὶ βηχός] Ἁλικακάβου τὴν ῥίζαν ἴσα βουτύρῳ μίξας χρῶ.
3.11.1
Ἀφρικανοῦ· περὶ δυσουρίασ Ἐὰν ἵππου τὰ οὖρα ἐπισχεθῇ, παρθένος λύσασα ἣν φορεῖ ζώνην, τυψάτω αὐτὸν κατὰ τοῦ προσώπου τῇ ζώνῃ, καὶ παραχρῆμα ἐξουρήσει ἀθρόως καὶ ἡ ὀδύνη παύσεται.
3.12.1
Ἀφρικανοῦ· πρὸς ὑδρωπικόν Στέαρ κορώνειον σὺν οἴνῳ ˉγˉο κʹ ἐγχυμάτιζε θερμῷ, ἢ χερσαίου ἐχίνου καυθέντος τὴν σποδιὰν οἴνῳ ἐγχυμάτιζε.
3.13.1
Ἀφρικανοῦ· περὶ χροιᾶς ἵππων Τῶν ἵππων διάφοροι μέν, ὡς ἀρεταί, καὶ χρόαι· εὐτύχημα δὲ καὶ χρόα καὶ σεμνὸν τῷ ζῴῳ ἡ εὐθὴς δορά. Αἱ μὲν οὖν αὐτῶν αὐτοφυεῖς, τὰς δὲ τεχνῶνταί τινες μεταβάλλοντες ἐπὶ τὸ κρεῖττον. Καὶ αἱ μὲν αὐτῶν μεταποιοῦνται φαρμάκοις, αἱ δὲ ποικίλλονται καύσεσιν. Ἵππος οὖν ἐκ πυρροῦ μέλας γένοιτ' ἂν σκίλλῃ μετ' ὄξους καὶ κισσήρεως λελειωμένης καταπλασθείς, λευκὸς δ' ἂν ἀποβαίη ζεστῷ τῷ φαρμάκῳ. Πυρρὸς δὲ ἐκ λευκοῦ γένοιτ' ἂν τιτάνου καὶ λιθαργύρου λείων ἐν ὕδατι ἑφθεισῶν εἴς τε γλοιοῦ πάχος γενομένων, εἰ ἐφ' ὥρας καταπλασθείη δύο. Εἰ δὲ πλείοσιν ὥραις ἐπιμείναι τὰ τῆς χρίσεως, ἐκ λευκοῦ μέλας ἂν ἀποβαίη. Δίχα δὲ χρωμάτων τὴν τρίχα εἰς ὄψιν ἑτέραν ἐπὶ τῷ ζῴῳ χαλκεύει τὸ πῦρ καὶ τὴν τοῦ ἵππου ποικιλίαν ψεύδεται. Λευκόψαρος ἵππος [ὄνομα δὲ χρώματι τοῦτο] καταγράφεται τὸν τρόπον τοῦτον· καυστὴρ στρογγύλος ἐν μέσῳ κοῖλος εἰς τὴν τοῦ ο στοιχείου περιφέρειαν εἱλούμενος πυρωθεὶς καταδεδεμένῳ τῷ ἵππῳ ἐπιτίθεται κατὰ θέσιν καὶ ἄρσιν. Ὁ μὲν οὖν κύκλος ἔξωθεν μέλας, τὸ δὲ ἀρχαῖον μένον ἐξ αὐτοῦ σῶμα πάρδαλιν ψεύδεται, ἐπί τε πόδας καὶ ἐπ' αὐχένα συντεθείς. Ἴδοις δ' ἂν αὐτοῦ καὶ τὸ πρόσωπον οἷα θηρίου. Καλὸν δ' ἵππῳ τοῦτο ἐπιγράφειν θυμικῷ, ἵνα τὸ τάχος ὅμοιον ἔχῃ τῇ δορᾷ.
3.14.1
Ἀφρικανοῦ· βάμμα τριχῶν αἰωνίως φυλαττόμενον Σφέκλης, ἀκακίας μελαίνης, στυπτηρίας στρογγύλης, πολυτρίχου, ἀνὰ ˉγˉο ʹ, κηκῖδος στατ. βʹ κερατ. ʹ κάρυα χλωρὰ ιʹ, μυρσίνης μελαίνης ἀφ' αἵματος ˉλˉι α# 161ʹ, λαδάνου ˉγˉο ʹ, οἴνου παλαιοῦ μέλανος ˉλˉι εʹ. Ἕψει πάντα μετὰ οἴνου ἕως ἀποτριτωθῇ, καὶ προσμήξας ἔμβαπτε τὰς τρίχας νυχθήμερα γʹ καὶ θαυμάσεις.
3.15.1
Ἀφρικανοῦ Τοῦ θαλαττίου ἐχίνου τὸ σῶμα σώματι ψωριῶντι ἐπιχρισθὲν ὑγιὲς ἐργάζεται.
3.16.1
Ἀφρικανοῦ Κυνὸς ἐγκέφαλος κάταγμα πωροῖ ἡμέρας ιδʹ εἰς ὀθόνιον ἐγχριόμενος καὶ ἐπιτιθέμενος, ἄνωθεν ἐρέας ἐπειλουμένης.
3.17.1
Ἀφρικανοῦ· περὶ συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τραχέσιν ἥλοις προσεοικυῖαι· γίνονται δὲ πολλοῖς πολλαχοῦ. «Μυρμηκίας» δὲ καλοῦσιν τὸ πάθος, ἃ πολλοὶ δεισιδαίμονες καὶ σημεῖά τινος αὐτοῖς συμβησομένου τίθενται. Ὧν ἡ ἀπαλλαγὴ ποικίλη καὶ πᾶσι πεπειραμένη. Οἱ μὲν γὰρ ἐπιφυλάξαντες οὐρήσαντα κατὰ γῆς τὸν πηλὸν ἀναφυράσαντες ἐπέθηκαν τῷ τόπῳ καὶ τὸ αἴτιον τῷ πηλῷ συναπέκλεισαν· ἄλλοι δ' ἐλατήριον τρίψαντες καὶ ἐπιτιθέντες οὕτω περιεγένοντο· ἢ κιχορίου ἄνθος, ὅπερ κυρίως «ἡλιοτρόπιον» καλεῖται, πρὸ ἀνατολῆς ἡλίου ἀφελόντες τρὶς περίγραφε τὸν τόπον καὶ ἡ μυρμηκία παύσεται.
3.18.1
Ἀφρικανοῦ Γῆρας ὄφεως φοίνιξιν ἐγκρύψας εἴ τι τῶν ζῴων ψωμίσεις, καθαριεῖς αὐτοῦ τὰς ἀκροχορδόνας.
3.19.1
Ἀφρικανοῦ Τοὺς σκώληκας κλύσμασιν ἀφαρμάκτοις ἐκβαλεῖν ὕδωρ ἐμοὶ καθαρὸν ἀρκεῖ ληφθὲν τὸν τρόπον τοῦτον· ἀντίχειρι καὶ τῷ ἰατρικῷ δακτύλῳ χειρὸς εὐωνύμου ἀρυσάμενος ἐπεστραμμένως «ἀθολώτου νάματι πηγῆς» τὸν νοσοῦντα τοὺς σκώληκας τόπον τρὶς ῥᾶνον. Οἱ δὲ ἐξελεύσονται πάντες ἐφέποντες ἀλλήλοις, καταλειπομένου ἔνδον οὐδενός. 3. Ἀφρικανοῦ Ὅτι ὄνος ἁπάντων τῶν ζῴων οὔτε φθεῖρας οὔτε κρότωνας φέρει.
3.21.1
Ἀφρικανοῦ· περὶ λυσσοδήκτων καὶ ὑδροφόβων καὶ λοιπῶν δηγμάτων ἑρπετῶν Ὁ παρὼν ἐγχυματισμὸς διὰ δʹ ἔχει τὴν σύστασιν· γεντιανῆς, σμύρνης, ἀριστολοχείας στρογγύλης καὶ δαφνίδων. Ταῦτα ἐξ ἴσου κόπτε καὶ σῆθε ἀναλαμβάνων μέλιτι ὠμῷ. Ἡ δόσις κυάμου Αἰγυπτιακοῦ τὸ μέγεθος. Δίδου δὲ ὀφιοδήκτοις ἐν ὕδατι, σκορπιοπλήκτοις ἐν οἴνῳ πρωτείῳ διάτριτον.
3.22.1
Τοῦ αὐτοῦ Ἀσπίδων δὲ δήγματι θεραπεία· κόρεις πλεῖστοι λαμβανόμενοι ἀσπιδοδήκτοις ἄκος εἶναι μέγιστον πιστεύονται, ἢ χελώνης οὖρον πινόμενον καὶ ἐπὶ τὸ δῆγμα ἐπισταζόμενον καθ' αὑτό τε καὶ μετὰ πολλῶν κόρεων. Ὁ δὲ ἰατρὸς Φόβιος τοῖς ὑπὸ ἀσπίδων δηχθεῖσι τὴν καλουμένην «αἱμορροΐδα» ἐδίδου τὸν ὄφιν φρύγων καὶ λειῶν καὶ ἐν οἴνῳ ποτίζων, καὶ τὸ ἀνάπαλιν τοὺς ὑπὸ αἱμορροΐδος δηχθέντας ὡσαύτως ἀσπίδι χρῆσθαι ἔλεγεν. Ἴναρον γὰρ τὸν Λίβυν ἴαμα ἀλλήλων ἔφασκεν αὐτὸ παραδεδωκέναι.
3.23.1
Ἀντιπαθὲς εὐπόριστον· τοῦ αὐτοῦ Πηγάνου φύλλα κʹ, κάρυα βασιλικὰ βʹ, ἁλὸς χόνδρον αʹ, ἰσχάδας βʹ νήστει ἵππῳ προδιδοὺς ἐν ἐγχυματισμῷ ὑπ' οὐδενὸς φαρμάκου ἢ ἄλλου τινὸς ἰοβόλου κακωθήσεσθαι ἐργάσῃ. Εἰς δὲ τὸ μὴ δηχθῆναι ὑπὸ σκορπίου εἰς κασσιτέρινον πέταλον ἐπίγραψον· «ἀββάς», καὶ περιδέσμει τοῦτο τῷ τραχήλῳ τοῦ ζῴου.
3.24.1
Ἀφρικανοῦ· πρὸς δῆγμα παντὸς θηρίου Κάρδαμον λειώσας ἐπίπλασσε μετὰ ὀθονίου ἢ τούτου σπέρμα βρέξας καὶ λειώσας ὡσαύτως ἐπιτίθει μετὰ ὀθονίου.
3.25.1
Τοῦ αὐτοῦ· πρὸς πληγὴν ἰοβόλων ἐνύδρων ζῴων ἀφλέγμαντον Γῆ Λημνία πρὸς τὰς τῶν θαλαττίων ἰοβόλων πληγὰς ἁρμόζει μετ' οἴνου διδομένη, καὶ λευκὰς ὀρεινὴ ὄξει καταπλασσομένη παραπλησίως ἰᾶται.
3.26.1
Τοῦ αὐτοῦ· προφυλακτικὸν εἰς τὸ μὴ ἀδικεῖσθαι ὑπό τινος ἰοβόλου δήγματοσ Ἐλαίου ὠμοτριβοῦς ˉλˉι βʹ, μυελοῦ ἐλαφείου νεοσφαγοῦς ˉγˉο δʹ, κηροῦ τὸ ἀρκοῦν τήξας ἀμφότερα καὶ διηθήσας, χρῶ κατὰ πάντων τῶν ἰοβόλων.
3.27.1
Τοῦ αὐτοῦ· περὶ σκολοπένδρασ Η σκολόπενδρα μεῖζον μὲν ἀδικεῖ· σὺ δὲ μέρος τι τῆς ἀντιδότου θηριακῆς ἐπιχρίσας ἴασαι τὸν κεκνισμένον τόπον. Ἀσφοδέλου δὲ καρπὸς καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα σκολοπένδρας εἰσὶν ἀντίπαλα, συκῆς τε ὄλυνθοι μετ' οἴνου καὶ ὀρόβου καταπλασσόμενοι παύουσι τὴν ἀλγηδόνα.
3.28.1
Τοῦ αὐτοῦ· περὶ ἀραχνίων Τῶν ἀραχνίων εἴδη πολλά. Τὰ δὲ ἀπ' αὐτῶν ἀδικῆσαι δυνάμενα δύο, μαινόλης καὶ χαλκίς. Τοῖς μὲν οὖν ὑπὸ μαινόλους πληγεῖσιν ὑσσώπου ἢ ὀριγάνου ˉγˉο δʹ στατ· δʹ ἁλός τε πεφρυγμένου ἴσον λείου καὶ σὺν μέλιτι ἐπιτίθει· ἢ κύμινον ὅσον τοῖς τρισὶ δακτύλοις συνέχειν ἄγνου τε καρπὸν τὸ ἴσον μετ' οἴνου ˉγˉο γʹ ἐγχυμάτιζε. Διδόναι δὲ καὶ μάζας καὶ σκόροδα καὶ† λαβῶν ἐπωφελὲς διὰ στόματος†.
3.29.1
Τοῦ αὐτοῦ· πρὸς μελίσσασ Πρὸς δὲ τὰ ἔντομα, σφῆκας, μελίσσας, ἀνθρήνας, τενθρηδόνας, βομβυλίους, βέμβικας, δάφνης φύλλα κατάπλασσε ἢ μαλάχης ἢ σισυμβρίου ἢ κορίου. Ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριόμενος. Ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύου ἀγρίου ῥίζα ἐλαίῳ συνεψηθεῖσα ὅθεν ἀλείφειν αὐτὰ χρὴ χαλβάνην σὺν ἐλαίῳ. Ὁμοίως δὲ τοῦτο καὶ θυμιώμενον πρὶν ἀνοῖξαι τὰ σμήνη ἀπλήκτους διατηρεῖ, ἢ μελισσόφυλλον ἐλαίῳ τρίψαντα ἀλείφειν, ἢ βόλβιτα θυμιᾶν ἢ ἐλελίσφακον. Πᾶν δὲ ἔντομον ἐλαίῳ ἐπιρρανθὲν ἀναιρεῖται.
3.30.1
Τοῦ αὐτοῦ· περὶ διψάδοσ Ἡ διψὰς καὶ αὐτὴ πολυώνυμός ἐστιν· καλεῖται γὰρ «καύσων» καὶ «πρήστης» ἀφ' ὧν διατίθησι, «μελάνουρος» δὲ καὶ «ἀμμοδύτης» ἀπό τε τῆς διαίτης καὶ τῆς ἰδέας αὐτῆς, θηρίον ἐχίδνης μικρότερον καὶ χαλεπώτερον. Ἐμποιεῖ γὰρ τοῖς δηχθεῖσιν ἐγκαύσεις δίψος τε ἐπιτεταμένον ἄχρι τοῦ πίνοντας διαρρήγνυσθαι. Πρὸς δὴ τὸ διψάδος δῆγμα κύπερος ἐγχυμάτισμα δι' οἴνου καὶ ὕδατος ὀνίνησι λάδανόν τε λελειωμένον καὶ οἴνῳ διδόμενον, ἔτι δὲ ἑσπέριον μῆλον τὸ «κίτριον» λεγόμενον προποτισθὲν μὲν ἀντιπαθεῖ, ἐπιποτισθὲν δὲ ἀρήγει, καὶ μάλιστα τὸ χρυσίζον αὐτοῦ.
3.31.1
Περὶ δρυΐνου Ὁ δὲ δρυΐνης ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν βίον ποιούμενος καὶ πρὸς ἄλλοις δένδροις καλινδούμενος οὕτω καὶ πονηρός ἐστιν πρὸς τὸ διαφθεῖραι κακῶς, ὡς, εἴ τις αὐτῷ ἐπιβαίη, τοὺς πόδας ἀποδέρεσθαι καὶ οἰδήματα καθ' ὅλων τῶν σκελῶν γίνεσθαι. Καὶ ἔτι θαυμασιώτερον· εἰ καὶ θεραπεύειν τις αὐτοὺς ἐθέλει, καὶ τούτου τὰς χεῖρας ἀποδέρεσθαι. Μελίας οὖν τῶν φύλλων ὁ χυλὸς πρὸ παντὸς βρωτοῦ καὶ ποτοῦ χρήσιμος πάνυ ἐγχυματιζόμενος.
3.32.1
Τοῦ αὐτοῦ· περὶ διαφόρων καὶ πληγῶν Ἴδια μὲν οὖν πρός τε δήγματα καὶ πληγὰς τῶν ἰοβόλων ζῴων ἃ προείρηται, κοινὰ δὲ ταῦτα· ἶρις μετ' ὄξους πινομένη, παλιούρου σπέρμα ἢ μύρτης χυλὸς σὺν οἴνῳ, καρδάμωμον ὁμοίως, ἢ ἀπίου καρπὸς ἢ τριφύλλου ˉγˉο# 161ʹ, ἀσφοδέλου ῥίζη στατ. βʹ κερατ. ʹ σὺν οἴνῳ, ὀπός τε σιλφίου ἢ σπέρμα κριθῆς, πολίου ἀφεψήματος ἐγχυματισμός, καὶ κενταύριον, δίκταμνον, καστόριον, πήγανον, ἐλελίσφακον, καλαμίνθη, ἄγνος. Πρὸς τούτοις μὲν καὶ κατάπλασσε ἔτι πιτύροις σὺν ὄξει, ἢ οἴνῳ, ἢ ῥαφανίσιν, ἢ βολβοῖς. Ταῦτα μὲν εἰρηκότες ἤδη προειλήφασι πολλοὶ ἄλλος ἄλλο πείρᾳ τὸ δόκιμον ἐπαινῶν. Πρὸς δὲ τούτοις, ὁ μέν τις χυλὸν πράσου προσπιεῖν, ὁ δὲ ἀλεκτορίδος ζώσης τὸν ἐγκέφαλον ἐξελών, οἴνῳ ἀκράτῳ διείς, τῷ κινδυνεύοντι ὤρεξεν, ἄλλος οὖρον παιδὸς οἴνῳ καὶ αὐτὸ κραθὲν ἐπέδωκεν, ὁ δὲ μῦν ἀνασχίσας ἐπέθηκε τῷ πλήγματι καὶ εἰς τὸν μῦν τὸν ἰὸν ἀνέσπασεν. Ἐγὼ δὲ προκρίνω τῶν πολλῶν ὅπερ πρός τε λυσσοδήκτους καὶ σκορπιοπλήκτους ἐξεθέμην μυστήριον τὸ Παρθικόν, ὃ διὰ τεσσάρων ἴσων ἀνύεται· σμύρνης, ἀριστολοχείας, γεντιανῆς, δαφνίδος [κενταυρίου]. Προσλαβὼν οὖν ταῦτα καὶ τρίψας σὺν οἴνῳ καὶ ἀναβράσας ἐγχυμάτιζε. Εὐπόριστα δὲ ταῦτα· αἴγειον γάλα καθ' αὑτὸ καὶ μετ' οἴνου ˉγˉο εʹ διδόμενον, βάτραχοι μετ' οἴνου ἑψόμενοι καὶ ἐγχυματιζόμενοι, πρός τε ἰοβόλα πάντα καὶ φρύνους. Καὶ ἀβρότονον δὲ λεῖον σὺν οἴνῳ, ἀγαρικόν τε ὁμοίως καὶ ἄγνου καρπὸς ὁμοίως, ἄμις Αἰθιοπικὴ καὶ Ἰταλικὸν κύμινον μετ' οἴνου ἐγχυματιζόμενον, ἀμπελόπρασόν τε ἐσθιόμενον, δάφνης τὰ φύλλα λεῖα μετ' οἴνου ἢ ὕδατος ἐγχυματιζόμενα, ἢ δρυὸς βάλανοι ἐσθιόμενοι ἁρμόζουσι κόρεώς τε καρπός, μανδραγόρου ῥίζα σὺν μελικράτῳ. Καὶ βδέλλαι δὲ ἐπιτιθέμεναι τῷ δήγματι βοηθοῦσι καὶ ἕλκουσιν. Αἴγειος σπύραθος μετ' ὀριγάνου ἐπιτιθέμενος θηριοπλήκτοις βοηθεῖ ἐλέφαντός τε ξηρὰ κόπρος. Καὶ ἄγνου φύλλα καταπλασσόμενα, ἄλφιτα ὁμοίως μετὰ τρυγὸς οἴνου καὶ αὐστηροῦ οἴνου ἢ θαλάσσης ἐγχυματιζόμενα δαψιλῶς ἁρμόζουσι πρὸς πάντα ἰοβόλα ζῷα ὅσα κατὰ ψῦξιν ἀναιρεῖ. Θηρίον οὖν ὁποῖον δάκῃ, τούτου τὴν κεφαλὴν ἀνελὼν ἐπιτίθει τοῖς δήγμασι καὶ ἐπιδήσας ἄνευ φλεγμονῆς ὑγιάσεις. Ἢ καύσας τὴν πλήξασαν κεφαλὴν τὴν σποδιὰν ἐπιτίθει. Ἢ δρακοντίου ῥίζαν τρίψας θὲς ἐπὶ τὸν πεπληγότα τόπον προκατασχάσας. Ὑακίνθου χυλὸς ἐγχυματιζόμενος παντὶ θηρίῳ ἀντιπαθεῖ. Ἡ τε τοῦ ἀγρίου σταφυλίου ῥίζα περιαπτομένη καὶ ὁ καρπὸς ἐγχυματιζόμενος ἁρμόζει πρὸς πᾶν θηρίου δῆγμα καὶ πληγάς.
3.33.1
Ἀφρικανοῦ· πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ ἐμφωλεύοντος προσφυσώμενα Ὁ φρῦνος προσφυσᾶν εἴωθεν τοῖς κτήνεσι χαλεπώτατα, ἤν που ἐν ἱπποστασίῳ νύκτωρ λάθῃ ἢ ἐν ζοφώδει τόπῳ, καὶ νόσοι παρακολουθοῦσιν ἐκ τούτου λοιμικαὶ τοῖς ζῴοις καὶ οἰδήματα δυσίατα, ὡς ἀργεῖν πᾶσαν ἐπικουρίαν πρὸς τὸ δεινόν. Χρὴ οὖν πρὸς τὸ μηδέποτε αὐτὸν τοιοῦτον δρᾶσαι πῦρ ἐν τοῖς ἱπποστασίοις διαρκὲς ὑφάπτειν· τουτὶ γὰρ τὸ ζῷον ὡς ἔλεγχον αὑτοῦ φοβεῖται τὸ πῦρ.
3.34.1
Ἀφρικανοῦ· εἰς τὸ πραῦναι καὶ ἄλλων μερῶν Φοίνικας ζʹ προβρέξας ἐν οἴνῳ γλυκεῖ ἕως ἁπαλοὶ γένωνται τρῖβε σὺν ἀρκοῦντι ῥοδίνῳ ὡς λειότατα. Εἶτα κηροῦ καὶ στέατος χοιρείου προσφάτου καὶ ψιχῶν ἄρτου ἴσα σὺν ῥοδίνῳ ἑψήσας μικρὸν κατὰ τῶν λελειωμένων φοινίκων ἐπίχει καὶ ἑνώσας ἐν θυίᾳ ποίει ὑγρὸν ὡς ἐμπλαστρῶδες καὶ ἐπιθεὶς τὴν φλεγμονὴν εὐθὺς ἀρεῖς.
3.35.1
Ἀφρικανοῦ· πρὸς Κύκνου δεξιὸς ὄρχις περιαπτόμενος παύει τὴν νόσον.
3.36.1
Ἀφρικανοῦ· χαρακτήρων ἵππων ἀφανισμός. Ἵππων δὲ αὕτη σπουδαίων κλοπὴ χαρακτῆρας ἀλλάξασα τὰ ἐκκαυθέντα τοῖς σώμασι γράμματα ἐξελεῖν καὶ ἀφανίσαι τὸ πρόσθεν σύμβολον ἑτέρῳ χρώματι καὶ ἀνεπίγνωστον ποιῆσαι τῷ πρώην δεσπότῃ. Τὸ δὲ οὕτω γίνεται· ὄσπριον, οὗ τὸ εἶδος ἐπὶ τέλει ἑξαγώνῳ ἑβδόμῳ ἐπιγέγραπται πρώτῃ σελήνῃ ὥρᾳ τρίτῃ δίεφθον ὂν ὅτῳπερ ἀφανίσαι θέλῃς μέρει [βάτον] ἐπίπλασσε. Ἑλκῶσαν γὰρ τῇ καύσει λευκὴν ἀναφέρει τρίχα· εἰ δὲ καὶ πολλαχοῦ ἐμπλάσαις, ὁ πρόσθεν μονόχρωμος ἔσται ποίκιλος. Κατὰ πάντων ἡ τέχνη τῶν ἄλλων χρωμάτων, λευκῶν μόνων χωρὶς διὰ τὸ ὁμοφυὲς τῆς τῶν τριχῶν ἀναφυῆς, τὸ μὲν γράμμα ἐκκόψει, τὸ δὲ ἀρχαῖον χρῶμα τηρήσει.

Intertext edge

Open linked passage

Note