Cesti
Julius Africanus (julius-africanus)Cest 4 · pg-scrape-grcMore by Julius Africanus (julius-africanus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julius-africanus" aria-label="More works by Julius Africanus (julius-africanus)">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Ἐκ τῶν Ἀφρικανοῦ· περὶ σταθμῶν καὶ μέτρων Ἐπειδὴ πολλαχοῦ σταθμῶν τε καὶ μέτρων ἐπεμνήσθην δεῖ δὲ τῆς τούτων συμμετρίας ἀκριβοῦς, ὡς ἂν μή τινες τῇ ποσότητι σφαλλόμενοι διαβάλλοιεν τὰ ἐκ τῶνδε συνιστάμενα βοηθήματα, ἀναγκαίως ἔκρινα δηλῶσαι τίσι καὶ ποταποῖς χρήσασθαι δεῖ καὶ τὰς πρὸς ἄλληλα αὐτῶν διαφορὰς ἐκθέσθαι. Ἔστιν μὲν οὖν ἐν χρήσει πολλοῖς τά τε Ἀττικὰ καὶ τὰ Ἰταλικά, τισὶ δὲ Σύρια τε καὶ Αἰγύπτια τὰ καὶ «Πτολεμαϊκὰ» καλούμενα. Ταῦτα δὴ συγκριτέον ἀλλήλοις. Πᾶν τάλαντον ὡς ἐπίπαν ἰδίας ἔχει μνᾶς ξʹ. πᾶσα δὲ μνᾶ (δηλαδὴ τῶν προειρημένων) στατῆρας ἔχει κεʹ; ὁ δὲ στατὴρ δραχμὰς αἵ εἰσιν ὁλκαὶ δʹ· ἔχει οὖν πᾶν τάλαντον μνᾶς ξʹ, στατῆρας αφʹ, δραχμὰς δὲ. Ἡ δραχμὴ ὀβολοὺς ἔχει ʹ ὁ δὲ ὀβολὸς χαλκοὺς ηʹ. καὶ ἡ δραχμὴ ἄρα ἔχει χαλκοὺς μηʹ. Ἀλλὰ τὸ Ἀττικὸν τάλαντον ἰσοστάσιον μέν ἐστιν τῷ Πτολεμαϊκῷ καὶ Ἀντιοχικῷ καὶ ἰσάριθμον ἐν πᾶσιν, δυνάμει δὲ τοῦ μὲν Πτολεμαϊκοῦ κατὰ τὸ νόμισμα τετραπλοῦν, ἐπίτριτον δὲ τοῦ Συρίου καὶ Ἀντιοχικοῦ, τῷ δὲ Τυρίῳ ἴσον. Ἀκολούθως δὲ τῇ περὶ τὸ τάλαντον εἰρημένῃ διαφορᾷ καὶ τὰ ἄλλα παραληφθήσεται· μνᾶ τε γὰρ μνᾶς καὶ στατὴρ στατῆρος καὶ δραχμὴ δραχμῆς ταὐτὸν διοίσει ὡς ἡ περὶ τοῦ ταλάντου διαφορά. Οἶδα δὲ καὶ ξυλικὸν τάλαντον ἐν Ἀντιοχείᾳ ἕτερον ὃ μνᾶς μὲν ἰδίας ἔχει ξʹ, ἑξαπλασίας δὲ σχεδὸν τῷ τοῦ νομίσματος σταθμῷ· τὸ δὲ ἐν Ἀλεξανδρείᾳ ξυλικὸν τῷ πέμπτῳ διαφέρει πρὸς τὸ προειρημένον ἐπιχώριον περιττεῦον. Τὸ δὲ παρ' Ὁμήρῳ τάλαντον ἴσον ἐδύνατο τῷ μετὰ ταῦτα δαρεικῷ, ὡς δῆλον ἐκ τῶν ἐναγωνίων ἐπὶ Πατρόκλῳ θεμάτων. Τῷ μὲν γὰρ πρώτῳ γυναῖκα καὶ λέβητα πάμμεγαν δευτέρῳ δὲ ἵππον ἐγκύμονα ἔπαθλον ἔθηκε καὶ τῷ τρίτῳ μέτρων δʹ λέβητα· τῷ δὲ τετάρτῳ ἔθηκε δύο χρυσεοτάλαντα· οὐκ ἂν εἰ τιμιώτερα τῶν πρώτων δύναιτο† δὲ τοῦ πέμπτου προῦχον προσβάσεως ὑποκάτιον θεῖναι† ὅπερ ἦν ἡ «ἀμφίθετος φιάλη». Ὁ δὲ χρυσοῦς, τὸ ὁμηρικὸν ἐνταῦθα τάλαντον, Ἀττικὰς ἄγει δραχμὰς βʹ, γράμματα ʹ, τετάρτας δηλαδὴ τέτταρας. Οὐ λανθάνει δέ με καὶ τὸ τῶν δραχμῶν πλείους εἶναι διαφοράς· τήν τε γὰρ Δηλίαν καὶ Αἰγιναίαν, Ῥοδίαν τε καὶ τῆς Πτολεμαϊκῆς εἶναι πενταπλασίαν ἑξαπλασίαν δὲ τὴν «νησιωτικὴν» οὕτω προσαγορευομένην. Τῇ οὖν Ἀττικῇ χρηστέον πρὸς σταθμὸν καὶ νόμισμα, ἐπείπερ ἰσοδύναμός ἐστιν καὶ ἰσοστάσιος τῇ Ἰταλικῇ ἣ καλεῖται «δηνάριον», ὡς γὰρ ἐπίπαν τοῖς Ἰταλικοῖς νῦν χρῶνται πολλοί. Ἡ Ἀττικὴ μνᾶ στατῆρας ἔχει κεʹ· ἡ δὲ Ἰταλικὴ λίτρα στατήρων ἐστὶ κδʹ· τῶν δὲ λοιπῶν μνῶν μυρίαι διαφοραὶ καὶ οὐδέν τι ἡμῖν ἀναγκαῖαι νῦν ἐκτεθῆναι. Ἡ δὲ λίτρα ποιεῖ ˉγˉο ιβʹ καὶ ἡ ˉγˉο δραχμὰς ηʹ· ἡ δὲ δραχμὴ γραμμάτων ἐστὶν γʹ· τὸ δὲ γράμμα ὀβολοὺς ἔχει βʹ· πάλιν τὸ γράμμα θέρμους γʹ, ὁ θέρμος κεράτια βʹ, ὡς εἶναι τὴν λίτραν κερατίων αψκηʹ. Διαιρεῖται δὲ ἐκ περιουσίας καὶ τὸ δηνάριον κατὰ Ῥωμαίους εἰς μέρη αρνβʹ· ἔχει γὰρ τροπαϊκὰ δύο, νούμους τέσσαρας, ἀσσάρια ι ʹ· ὁ δὲ νοῦμος ἔχει ὀγκίαν τῷ σταθμῷ. Τὸ ἀσσάριον διαιρεῖται εἰς ἥμυσυ καὶ τρίτον καὶ τέταρτον καὶ ἕκτον καὶ ὄγδοον καὶ ἔνατον, δέκατον, δωδέκατον, ἑξκαιδέκατον, εἰκοστοτέταρτον, τριακοστόεκτον, τεσσαρακοστοόγδοον, ἑβδομηκοστοδεύτερον· τὰ δὲ μέρη ταῦτα ἰδίας ὀνομασίας ἔχει παρὰ τοῖς Ῥωμαίοις λογιστικοῖς. Ὁ τοῦ οἴνου ἀμφορεὺς ὃν καὶ «μετρητὴν» λέγουσιν οἱ πολλοὶ ἡμιαμφόρια μὲν ἔχει βʹ ἃ καλοῦσιν «κάδους» ὀνόματι κοινῷ Ῥωμαῖοι δὲ «οὔρνας», προύχους δὲ ἔχει δʹ, χόας ὀκτὼ οὓς δὴ «κογγία» λέγουσιν «κάβους» δὲ ἡμεῖς· ὁ δὲ χοῦς δύναται ξέστας ʹ (τὸν δὲ ξέστην «ἵνιον» καλοῦσιν Αἰγύπτιοι), ὡς τὸν ἀμφορέα εἶναι ξεστῶν μηʹ. Ὁ δὲ Ἀντιοχικὸς μετρητὴς τοῦ Ἰταλικοῦ διπλάσιον. Ὁ οὖν ξέστης διαιρεῖται κοτύλαις δυσὶν ἃς «ἡμίνας» καλοῦμεν, ἡ κοτύλη διαιρεῖται εἰς ὀξύβαφα δύο, τὸ δὲ ὀξύβαφον εἰς κυάθους μερίζεται τρεῖς καὶ ὁ κύαθος δὲ ποιεῖ μύστρα δʹ ἃ δὴ «λίστρια» πολλάκις ἐκάλεσαν, κοχλιάριον δέ ἐστιν τοῦ μύστρου τὸ ἥμυσυ· καὶ ὁ ξέστης ἄρα εἰς κοχλιάρια ἀναλύεται ʹ. Καὶ τὰ ἐλαιηρὰ παραπλησίως, πλὴν ὅτι ἀπὸ τοῦ καλουμένου «κεντηναρίου» τὴν ἀρχὴν ἔχει ὃ δὴ λίτρας ἔχει ρʹ. Ἔστιν δὲ καὶ ὁ ἐλαιηρὸς μετρητὴς τοῦδε διπλάσιον· τὰ δὲ λοιπὰ μέτρα συνᾴδει· ὃν γὰρ λόγον ἔχει ἡ λίτρα τὸν σταθμὸν πρὸς τὴν μνᾶν, τὸν αὐτὸν ἡ μετρητὴ λίτρα πρὸς τὴν κοτύλην ἢ τὸ ἡμίξεστον. Ὁ Ἀττικὸς δὲ μέδιμνος Ἰταλικοὺς δύναται μοδίους ʹ, καλεῖται δὲ ὁ μόδιος «ἑκτεύς». Ὁ μόδιος ἔχει ἡμίεκτα δύο, τὸ ἡμίεκτον ἔχει χοίνικας δʹ, ἡ χοῖνιξ δὲ ἔχει δύο ξέστας, ὡς τὸν μόδιον εἶναι ξεστῶν ι ʹ. Καὶ τὰ λοιπὰ δὲ μέτρα τῶν ξηρῶν ὁμοίως τοῖς προειρημένοις ὑγροῖς. Ὁ Πτολεμαϊκὸς δὲ μέδιμνος ἡμιόλιός ἐστιν τοῦ Ἀττικοῦ καὶ συνέστηκεν ἐξ ἀρταβῶν τὸ μὲν παλαιὸν δύο· ἦν γὰρ ἡ ἀρτάβη μοδίων Ἰταλικῶν δʹ# 161· νῦν δὲ, διὰ τὴν Ῥωμαϊκὴν χρῆσιν, ἡ ἀρτάβη χρηματίζει μόδια γʹ. Ὁ κόρος ὁ Φοινίκιος σάτων ἐστὶν λʹ· τὸ σάτον ἐστὶν ἡμιόλιον τοῦ μοδίου· τῶν σάτων ὀλίγαι διαφοραί. Δάκτυλοι τρεῖς ἁρπάζουσιν τῶν ξηρῶν μιγμάτων δραχμὰς βʹ. Ὁ χοῦς ἐστιν τὸ ἑξάξεστον μέτρον· ὁ μὲν τοῦ οἴνου σταθμὸς ἕλκει ˉλˉι ιʹ, ὁ δὲ τοῦ ἐλαίου λίτρας θʹ, ὁ δὲ τοῦ μέλιτος ἄγει ˉλˉι ιεʹ· εἰσὶν δὲ πάσης ὕλης μετρητῆς κατὰ τὸν σταθμὸν πολλαὶ διαφοραί. Ἡ ὀγκία τοῦ πεπέρεως κόκκους ἔχει υʹ· ἡ λίτρα ἔχει κόκκους ε. Ἵνα δὲ μὴ ἐν ταῖς τῶν φαρμάκων εὑρέσεσιν συμβολικήν τινα σημείωσιν εὑρόντες εἰς τὸ πᾶν σφαλλώμεθα, τὰ δηλούμενα δι' ἑκάστου τῶν κατειλεγμένων ὑποτάξομεν. Τὸ μὲν τάλαντον σημειωτέον τῷ στοιχείῳ τῷ ξ διὰ μέσου γραμ μὴν ἔχοντι (# 121), τὴν δὲ μνᾶν τῷ μ ἐπικείμενον ἔχοντι τὸ ν (μ6ν6) (τὸ νʹ μ6ν6 πεντήκοντα μνᾶς, ἐνίοτε δὲ ρ διὰ μέσου γραμμὴν ἔχον τὸ αὐτὸ σημαίνει# 128), τὴν δὲ λίτραν τῷ λάμβδα ἐγκείμενον ἔχοντι ἢ παρακείμενον τὸ ἰῶτα (# 117), τὴν ὀγκίαν δὲ τῷ γάμμα ἐπικείμενον ἢ ὑποκείμενον ἔχοντι τὸ ο (# 106)· πλάγιον δὲ λάμβδα ἐπὶ τὰ δεξιὰ τὰς κεραίας ἔχον δραχμὴν ποιεῖ (# 101), ἥμυσυ δὲ δραχμῆς καὶ παντὸς εἴδους τὸ αὐτὸ ἑπὶ τὰ εὐώνυμα ἐστραμμένον (# 1337)· τὸ δὲ μ ἐπικείμενον ἔχον τὸ ε σημαίνει μέτρον (μ6ε6)· ὁ δὲ ὀβολὸς, τὸ ἕκτον τῆς δραχμῆς, οἷον σίγμα ἐπίμηκες (# 1002) ἢ δὲ ἰῶτα πλάγιον (# 1000), δύο δὲ ὀβολοὶ δύο τὰ αὐτὰ ἀντικείμενα (# 1001)· τὸ δὲ τριώβολον ἄνω τὴν κεραίαν ἀνανεῦον τὸ Γ ἔχει (# 1338); καλεῖταιδὲ ὑπ' ἐνίων «χηραμίς». Τοὺς δ' ἐπεὶ εὐχωλῇς ι λιτῇσί τε, ἔθνεα νεκρῶν, ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ἐς βόθρον· ῥέε δ' αἷμα κελαινεφές· αἱ δ' ἀγέροντο ψυχαὶ ὑπὲξ Ἐρέ βευς νεκύων κατατεθνηώτων νύμφαι τ' ἠίθ εοί τε πολύτλητοί τε γέροντες παρθενικαί τ' ἀταλαὶ νεοπενθέ' ἄωτον ἔχουσαι· πολλοὶ δ' οὐ τάμενο ι χ αλκήρεσιν ἐγχείῃσιν, ἄνδρ ες ἀρ ηίφατοι β εβ ροτωμένα τεύχε' ἔχοντες οἳ πολλ οὶ παρὰ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος θεσπε σίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. Αὐτὰρ ἐγὼ ξίφος ὀξὺ ἐ ρ υσάμενος παρὰ μηροῦ ἥμην, ο ὐδ' εἴων νεκύων ἀμενηνὰ κάρηνα αἵματο ς ἆσσον ἴμεν καὶ ἀμειβόμενος ἔπος ηὔδων· (ἃ δεῖ ποιῆσαι εἴρηκεν) «ὦ ποτα μοὶ καὶ γαῖα καὶ οἳ ὑπένερθε κάμοντας ἀνθρώ πους τ ί νεσθον, ὅτις κ' ἐπ ί ορκον ὀμόσσῃ, ὑμεῖς μάρτυροι ἔστε, τελείετε δ' ἄμμιν ἀοι δή ν· ἦλθον χρησόμενος ὡς ἂν εἰς γαῖαν ἱκάνω Τηλεμ άχου γε, ὃν ἔλειπον ἐπὶ κόλποισι τ ιθή νης, τέκνο ν ἐμόν»· τοίη γὰρ ἀρίστη ἦν ἐπαοιδ ή. (ἃ δεῖ ἐπᾷσαι λέγει) «κλῦθί μοι, εὐμειδὴς καὶ ἐπίσκοπος, εὔσπο ρ' Ἄν ουβι†... α̣ υλλ̣ ι̣ παε παρευνεταωσι ο̣ ει†... ἔλθ' Ἑρ μῆ, ἅρπαξ, δεῦρ' εὐπλόκαμε χθόνιε Ζεῦ, κῦρς αι δωσάμενοι κρηήνατε τήνδ' ἐπαοιδήν· δεῦρ' Ἅιδ η καὶ Χθών, πῦρ ἄφθιτον, Ἥλιε Τιτάν, ἐλθὲ καὶ Ἰάα καὶ Φθᾶ καὶ Φρῆ νομοσώσω ν, καὶ Νεφ θὼ πολύτιμε καὶ Ἀβλαναθὼ πολύολβε, πυρς οδρακοντόζων', ἐρυσίχθων, ἰβικαρείη, Ἀβραξ ᾶ, περίβωτε τὸ κοσμικὸν οὔνομα δαίμων, ἄξονα καὶ χορίον καὶ φῶτα νέμων παγέρ' Ἄρκτων, ἐλθὲ κ αὶ ἐνκρατείᾳ πάντων προφερέστερ' ἐμοί, Φρήν,†... ωρ̣ ιευ και φασιε και σισυων̣† καὶ Γε νεὰ καὶ Ἀπηβιοτὰ καὶ Πῦρ καλλιαιθές, ἔλθ' Ἶσι ς χθονία καὶ οὐρανία καὶ ὀνείρω ν ἣ μεδέει ς καὶ Σείρι' ὃς...» Καὶ τάδ ε μὲν παρὰ βόθρον ἐγὼν ἤϋσα παραστάς· εὖ γὰρ ἐμεμνήμην Κίρκης ὑποθημοσυνά ω ν ἣ τόσα φ άρμακα οἶδεν ὅς α τρέφει εὐρεῖα χθών· ἦλθεν δὲ μέγα κῦμα λεον τ ομάχου Ἀχέροντος Κωκυτὸς Λήθη τε Πολυφλεγέθων τε μέγιστος, καὶ νεκ ύων στόλος ἀμφιπαρίστατο καὶ παρὰ βόθρον· πρώτη δ ὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου. (τά θ' ἑξῆς) Εἴτ' οὖν οὕτως ἔχον αὐτὸς ὁ ποιητὴς τὸ περίεργον τῆς ἐπιρρήσεως τὰ ἄλλα διὰ τὸ τῆς ὑποθέσεως ἀξίωμα σεσιώπηκεν, εἴθ' οἱ Πεισιστρατίδαι τὰ ἄλλα συνράπτοντες ἔπη ταῦτα ἀπέσχισαν, ἀλλότρια τοῦ στοίχου τῆς ποιήσεως ἐκεῖ ἐπικρίναντες† ἐπ ὶ πολλο ῖ ς ἔγνων†· ἅτε κύημα πο λυτε λ έστερον ἐπικ ῆ ς αὐτὸς ἐνταυθοῖ κατέταξα· τήνδε τὴν σύμπασαν ὑπόθεσιν ἀνακειμένην ε ὑ ρέσεις ἔν τε τοῖς ἀρχείοις τῆς ἀρχαίας π α τρίδος κολων ία ς Α ἰλίας Καπιτωλίνης τῆς Παλαιστίνης κἀν Νύσῃ τῆς Καρίας, μέχρι δὲ τοῦ τρισκαιδεκάτου ἐν Ῥώμῃ πρὸς ταῖς Ἀλεξάνδρου θερμαῖς ἐν τῇ ἐν Πανθείῳ βιβλιοθήκῃ τῇ καλῇ ἣν αὐτὸς ἠρχιτεκτόνησα τῷ Σεβαστῷ. Ἰουλίου Ἀφρικανοῦ Κεστὸς ιηʹ. Ἐκ τῶν Ἀφρικανοῦ Κεστῶν, ὅπερ ἐστὶ Κεστοῦ ιγʹ κεφάλαιον κβʹ· καθαρτικὰ ἁπλᾶ Κυκλαμίνου χυλὸς ὀμφαλῷ ἐπιχρισθεὶς καθαρτικὸν εὔτονον. Θερινὴ δὲ κάθαρσις ἥδε· κολοκύνθας ἐν ὅλμῳ πτισθείσας καὶ ὀθόνῃ τὸν χυλὸν ἠθήσας ἅμα ὀλίγῳ μέλιτι συμβληθέντι πιὼν κάθηραι. Ὃ καὶ χειμῶνι ἐπιεικέστερον· τεῦτλα τὰ λευκὰ καθεψήσας εἰς ἄλλο σκεῦος καινὸν κἀξ αὐτοῦ τοῦ ὕδατος ἁλί τε ὀλίγῳ ποίησον ζωμὸν ἀναβράσας· καὶ τὰ μὲν προφαγεῖν ἄρτου δίχα τὰ τεῦτλα, τὸν δὲ ζωμὸν κεράσαντα πιεῖν. Ἔαρί τε παραπλησίως ἀλυποτάτη κένωσις, κνήκου τοῦ σπέρματος ὁ χυλὸς ὀρρῷ τῷ ἐκ τοῦ γάλακτος μιχθεὶς καὶ ποθείς. Ἐκ τῶν Ἀφρικανοῦ Κεστῶν· Περὶ τοῦ κινναμώμου Τὸ δὲ κιννάμωμον Ἡρόδοτος μὲν λέγει οὐδένα εἰδέναι ὅπως γίγνεται· ὄρνεις δὲ νεοττιὰς οἰκοδομεῖν ἐπ' ἄκραις ἀβάτων πέτρ ων ἐκ τοῦ κινναμώμου· τοὺς δὲ ἐγχωρίους οὐ δύνα σθαι ἐ πὶ τὰς ἄκρας ἀνελθεῖν· θύ σαντας δὲ μεγάλα βο σκήματα καὶ διαμελίσαντας ἐὰν πιστεύωσι τούσδ' ὄρνιθας εἶναι γαμψωνύχους ἐκ λιπεῖν εἰς ὄψιν τοὺς παρ' ἡμῖν· οὓς ἀναφέρειν τὰ κρέα ἐπὶ τὰς αὑτῶν καλιὰς καὶ πληροῦν ἔστ' ἂν ὑ πὸ τοῦ βάρους κα τενεχθῶσιν· τοὺς δὲ ἀναιρουμένους τὸ κιννάμωμον ἀπεμπολᾶν· εἰδέναι τοῦτο ψεῦδος Ἡρόδοτος ὑψ οῦτ αι· ἐγὼ δὲ πείρᾳ λέγω πόαν τὸ κιννάμωμον ὑπάρχειν θάμνῳ παραπλήσιον καὶ...· καὶ τὸ δένδρον ἐοικέναι παρα... ἄγνῳ· ὕψος δὲ ὅσον εἰς τρί... μὲν ὅλον· διαιρεῖται δὲ εἰς... πρῶτον αὐτοῦ τὸ... αὐτοῦ τὸ ἄκρον·... ἑξῆς τὰ λοιπά. Ἀφρικανοῦ βίβλου· πορφύρας ὀξείας ποίησισ Λαβὼν τὸ ἔριον ἐστυμμένον χάλα εἰς κριμνοῦ ˉχˉο αʹ, φύκους ˉχˉο δʹ, ζέσας χάλα τὸ ἔριον καὶ ἄφες ἕως ὀψὲ καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ, εἶτα ὕδατι.