Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julius-africanus" aria-label="More works by Julius Africanus (julius-africanus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
μιξηαελις πσελλι ιν Περὶ παραδόξων ἀναγνωσμάτων Σύλληψιν ἐργάζεται μὲν Θεὸς καὶ Φύσις, ὡς ἔγωγε πέπεισμαι, Ἀφρικανὸς δέ φησιν ὅτι καὶ τεχνική τίς ἐστι γέννησις, καὶ γεννηθήσεται τεχνικῶς εἰ ὁ ἀνὴρ μέλλων εἰς συνουσίαν ἐλθεῖν ἐπιχρίσοι τὸ μόριον αἵματι λαγωοῦ ἢ χηνείῳ στέατι· ἀλλ' ἐκείνως μὲν ἄρρεν, οὕτω δὲ θῆλυ. Κατάγει δὲ ὁ ἀνὴρ οὗτος καὶ γάλα ἐκ μαστῶν τεχνικῇ μεθόδῳ καὶ σπαργῶντας μετὰ τὸν τοκετὸν σβεννύει κηρωτῇ κυπρίνῃ. Ποιεῖται δὲ καὶ ἄτοκον γυναῖκα ἀτόκιον αὐτῇ περιάπτων· τοῦτο δέ ἐστι βατράχου ἐγκέφαλος ῥάκει περιειλημμένος λινῷ. Καὶ ταῖς δυστοκούσαις γαγάτην λίθον τῇ ἀριστερᾷ ἐγχειρίζων χειρὶ ὠκυτοκεῖν ταύτας ἐργάζεται. Πεποίηται δὲ αὐτῷ καὶ συλληπτικὰ ἕτερα μίγματα καὶ τεχνάσματα καὶ παιδοται δὲ αὐτῷ καὶ συλληπτικὰ ἕτερα μίγματα καὶ τεχνάσματα καὶ παιδοποιητικὰ ἔμπλαστρα. Ἔστι δὲ αὐτῷ ἴσχαιμόν τι ἐξ ἀκρεμόνων συκαμίνου συντεθειμένον τῶν φωστήρων ὑπὸ γῆν ὄντων περίαπτον· διδοῖ δὲ αὐτῷ τὴν δύναμιν ἐπωδῇ τινι ἀπορρήτῳ. Βάπτει δὲ καὶ τρίχας λευκὰς ἐκ λιθαργύρου κεκομμένης. Ποιεῖται δὲ καὶ φωνασκικὸν ἐξ ἴρεως καὶ τραγακάνθης. Ἰοῖ δὲ καὶ τὸν χρυσὸν σιέλῳ λυττῶντος κυνός. Ἀντιπαθές τε ποιεῖται θηρίων πληγαῖς τῇ διπροσώπῳ ἐμπλάστρῳ. Καὶ σκορπιακά τινα ὀνομάζει παράδοξα. Καί τινα ἔλεγχον ποιεῖται κλεπτῶν ἀφανῶν, γυρίνων βατράχων τὰς γλώσσας ἀποτέμνων καὶ ταριχεύων, εἶτα ἐπὶ τῆς χρείας ἀλφίτοις ἀναμιγνὺς καὶ τοῖς ἐν ὑπονοίᾳ τῆς ὑφαι ρέσεως τοῦ ζητουμένου προδιδούς· Καὶ ὁ ἀφελόμενος, φησί, τὸ φώριον ἐν ἐκστάσει ὥσπερ γενόμενος ἑαυτὸν ἀριδήλως δημοσιεύει· ὀνομάζει δὲ τὸ βρῶμα «κλεπτέλεγχον». Καὶ περὶ γεωργίας δὲ ὁ ἀνὴρ οὗτος λέγει παράδοξα. Συκάμινα γάρ, φησί, λευκὰ φέρει συκάμινος δεξαμένη λεύκην ἐγκεντρισθεῖσαν· τὰ αὐτὰ δὲ ἐνέγκοι καὶ λεύκη ἐν ᾗ ὀφθαλμισθείη συκάμινος. Κατάγραπτα δὲ ἐρυθρότατα περσικὰ γίνεται, εἰ καταγράψεταί τις τὸν ἐγκείμενον τῇ πυρίνῃ καρπόν. Καταπαύει δὲ καὶ λοιμὸν ἢ ὀπῷ βαλσάμου ἢ συνοχῇ δυσώδει τῇ βυρσοδεψικῇ τοῖς ἐναντίοις. Σκευάζει δὲ καὶ οἶνον παντοδαπόν, τὸν μὲν νάρδου στάχυι, τὸν δὲ σχίνου ἄνθει, καὶ ἄλλον ἑτέρῳ φαρμάκῳ. Πλάττει δὲ καὶ ὑακινθίνας λίθους καὶ σμαραγδίνας καὶ σαρδώνυχας. Θεραπεύει τε ἀσπίδων δήγματα καὶ ἀχλὺν ὀφθαλμῶν οὐ τοῖς ἐγνωσμένοις φαρμάκοις ἀλλὰ περιάπτοις τισὶ καὶ ἐπᾴσμασιν. Ἐκ δὲ ἀποπατημάτων τῶν συνελθούσων βοῶν καὶ τοῦ οὔρου ἀποπατεῖν ἄνδρα ποιεῖ καὶ γυναῖκα οὐρεῖν ὅτε βούλοιτο καὶ γελᾶν πάμμεγα. Εὐφορίαν δὲ τεχνικὴν ἢ μᾶλλον γοητικὴν χωρίοις ἐργάζεται καὶ τὴν ἐναντίαν ἀφορίαν ἐξ ἀντιπαθειῶν. Τὸ δὲ ἀφροσέληνον συλλέγει ἐκ τῆς δρόσου τῶν φυτῶν καὶ τῶν σεληναίων αὐγῶν. Ἀμεθύσους δὲ διατηρεῖ τοὺς ἐν οἴνῳ διανυκτερεύοντας. Τερατεύεται δέ τινας ὠφελείας ἀπὸ χελώνης, ἀπὸ ἀρκτείου αἰδοίου, ἐξ ἄλλων ζῴων τε καὶ θηρῶν. Πεποίηται δὲ αὐτῷ καὶ ἰσχνοποιὸν φάρμακον ὑπερορίων σαρκῶν. Ἀφανίζει τε τὰ ἐν τοῖς λαχάνοις ζωύφια, καινούς τινας τρόπους ὑποτιθείς. Λέγει δὲ καὶ περὶ τοῦ γοργονίου· πόα δέ ἐστι τοῦτο ὑπόγειος τὰ πολλά· λέγει γοῦν ὡς εἴ τις κόρη πλησίον αὐτῆς ὡς Ἀφροδίτης νόμος συμπλακείη, ἄνεισιν ἐπὶ τὴν θέαν ἡ πόα καὶ τὸ γινόμενον περιέργως ὁρᾷ. Ποιεῖται δὲ καὶ καλλιβλέφαρα φάρμακα καὶ ἐποπτικά. Ῥᾷστον δὲ αὐτῷ καὶ τὴν πολλοῖς ἐγκυλισθεῖσαν ἀνδράσι γυναῖκα παρθένον αὖθις ἐργάσασθαι. Κοιμίζει δὲ καὶ παράσιτον, καί ἐστιν αὐτῷ τὸ γινόμενον εὐθυμίας πηγή. Ἐπέχει δὲ καὶ ὀνείρων ἕξιν, καὶ ῥᾷστα τὰ δευτέρια κατάγει καὶ γλαυκὰ μελαίνει ὄμματα. Ἔστι τε αὐτῷ καὶ κλεὶς φλεβῶν ὀλισθήμασι, καί τι ἄλλο νυκτιφαές. Ἔρωτας δὲ καὶ ἀνάπτει καὶ σβέννυσι. Καὶ τρίχας λευκὰς μὲν μελαίνει λευκαίνει δὲ μελαίνας. Καὶ ἄλλ' ἄττα τοιαῦτα ὁ ἀνὴρ οὗτος ἐν τοῖς Κεστοῖς αὐτοῦ τερατολογεῖ καὶ διέξεισι.
9.2.1
ζοσιμι ιν Περὶ τοῦ ὅτι πάντα περὶ μιᾶς βαφῆς ἡ τέχνη λελάληκεν Ἀμέλει γοῦν καὶ Ἀφρικανός φησι· «τὰ ὑπάγοντα εἰς τὴν βαφὴν μέταλλα καὶ ὑγρὰ καὶ γαῖ καὶ βοτάναι».
9.3.1
ολψμπιοδορι ιν Εἰς τὸ κατ' ἐνέργειαν Ζωσίμου Τὸ δὲ ἅλας ἐπενοήθη ἐκ τῶν ἀρχαίων ἵνα μὴ κολληθῇ ὁ ἀρσένικος εἰς τὸ ὑελοῦν κυθρίδιον, ὅπερ ὑελοῦν κυθρίδιον «ἀσύμποτον» Ἀφρικανὸς ἐκάλεσεν.
9.4.1
ανονψμι ιν μς. παρισινο γρ. 2286 Ὡς δὲ Βαβυλώνιος ὁ Ἀφρικανὸς φησὶν ὅτι εἰ θέλει παιδοποιῆσαι τις, πρὸ τῆς συνελεύσεως τῆς γυναικὸς ἤγουν ὅταν μέλλῃ εἰς συνουσίαν ἐλθεῖν, ἐπιχρισάτω τὸ μόριον αὐτοῦ αἷμα λαγωοῦ καὶ ποιήσει παῖδα ἄρρενα εἰ δὲ χήνειον στέαρ ἐπιχρίσει καὶ ποιήσει θῆλυ.
9.5.1
πσευδο– διοπηανις ιν «γεοπονιξις» Φασὶ γὰρ οἱ περὶ Δημόκριτον καὶ Ἀφρικανὸν ἓξ μόνας ἡμέρας, καὶ οὐ πλείους, καλῶς διαμένειν πεπανθεῖσαν τὴν σταφυλήν· ἐὰν οὖν τὸ γίγαρτον μηκέτι χλωρὸν διαφανῇ, ἀλλὰ μέλαν, σημαίνει αὐτὴν ὥριμον εἶναι.

Intertext edge

Open linked passage

Note