Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On the Resurrection
Justin MartyrJust De Res 3 · textus-receptusMore by Justin Martyr
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/justin-martyr" aria-label="More works by Justin Martyr"> —
⋯
More
Original / primary: Textus receptus
3.1
Φασὶ τοίνυν: Εἰ ὁλόκληρον ἀναστήσεται τὸ σῶμα καὶ τὰ μόρια αὐτοῦ πάντα ἕξει, ἀνάγκη δὲ καὶ τὰ ἔργα τῶν μορίων ὑπάρξαι: μήτραν μὲν κυΐσκειν, σπερματίζειν δὲ μόριον ἀνδρός, καὶ τὰ λοιπὰ δὲ ὁμοίως. Ἔστω δὲ ἐφ' ἑνὸς πᾶς λόγος ἱστάμενος. Τούτου γὰρ ἀποδεικνυμένου ψευδοῦς οἰχήσεται πᾶς ὁ λόγος αὐτῶν. Τὸ μὲν οὖν τὰ μόρια ἐνεργοῦντα ταῦτα ἐνεργεῖν ἅπερ ἐνταῦθα φαίνεται δῆλον, τὸ δὲ κατ' ἀνάγκην αὐτὰ κατὰ τὴν ἀρχὴν ἐνεργεῖν οὐκ ἀναγκαῖον. Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, οὕτω σκοπήσομεν. Μήτρας ἐστὶν ἐνέργεια τὸ κυΐσκειν καὶ μορίου ἀνδρικοῦ τὸ σπερμαίνειν. Ὥσπερ δέ, εἰ ταῦτα μέλλει ἐνεργεῖν ταύτας τὰς ἐνεργείας, οὕτως οὐκ ἀναγκαῖον αὐτοῖς ἐστι τὸ τὴν ἀρχὴν ἐνεργεῖν( ὁρῶμεν γοῦν πολλὰς γυναῖκας μὴ κυϊσκούσας, ὡς τὰς στείρας, καὶ μήτρας ἐχούσας), οὕτως οὐκ εὐθέως καὶ τὸ μήτραν ἔχειν καὶ κυΐσκειν ἀναγκάζει. Ἀλλὰ καὶ μὴ στεῖραι μὲν ἐξ ἀρχῆς, παρθενεύουσαι δέ, κατήργησαν καὶ τὴν συνουσίαν: ἕτεραι δὲ καὶ ἀπὸ χρόνου. Καὶ τοὺς ἄρσενας δὲ τοὺς μὲν ἀπ' ἀρχῆς παρθενεύοντας ὁρῶμεν, τοὺς δὲ ἀπὸ χρόνου, ὥστε δι' αὐτῶν καταλύεσθαι τὸν δι' ἐπιθυμίας ἄνομον γάμον. Ἀλλὰ μὴν καὶ ζῶά τινα εὑρίσκομεν ἄτοκα, καίτοι μήτρας ἔχοντα, ὡς καὶ ἡμίονον, καὶ οἱ ἄρσενες δὲ οὐ γεννῶσιν ἡμίονοι: ὥστε καὶ διὰ ἀνθρώπων καὶ διὰ ἀλόγων καταργουμένην τὴν συνουσίαν καὶ πρὶν τοῦ μέλλοντος αἰῶνος ὁρᾶσθαι. Καὶ ὁ κύριος δὲ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐ δι' ἄλλο τι ἐκ παρθένου ἐγεννήθη, ἀλλ' ἵνα καταργήσῃ γέννησιν ἐπιθυμίας ἀνόμου καὶ δείξῃ τῷ ἄρχοντι καὶ δίχα συνουσίας ἀνθρωπίνης δυνατὴν εἶναι τῷ θεῷ τὴν ἀνθρώπου πλάσιν. Καὶ γεννηθεὶς δὲ καὶ πολιτευσάμενος τὴν λοιπὴν τῆς σαρκὸς πολιτείαν, λέγω δὴ ἐν τροφαῖς καὶ ποτοῖς καὶ ἐνδύμασι, ταύτην δὲ τὴν διὰ συνουσίας μόνον οὐκ εἰργάσατο, ἀλλὰ τὰς τῆς σαρκὸς ἐπιθυμίας ἃς μὲν ἀναγκαίας ὑπάρχειν κατεδέξατο, ἃς δὲ μὴ ἀναγκαίας οὐ προσήκατο. Τροφῆς μὲν γὰρ καὶ ποτοῦ καὶ ἐνδύματος ὑστερουμένη σὰρξ καὶ διαφθαρείη ἄν, συνουσίας δὲ στερουμένη ἀνόμου οὐδὲν ὅ τι πάσχει κακόν. Ἅμα δὲ καὶ τὴν μέλλουσαν καταργεῖσθαι διὰ συνουσίας μῖξιν ἐν τῷ μέλλοντι αἰῶνι προεμήνυσεν, ὥς φησιν: Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ γαμίσκονται, οἱ δὲ υἱοὶ τοῦ μέλλοντος αἰῶνος οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' ἔσονται ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ. Μὴ θαυμαζέτωσαν οὖν οἱ τῆς πίστεως ἐκτός, εἰ τὴν ἀπὸ τοῦ νῦν καταργουμένην ἐν τοῖς ἔργοις τούτοις σάρκα καὶ ἐν τῷ μέλλοντι αἰῶνι καταργήσει.

Intertext edge

Open linked passage

Note