Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On the Resurrection
Justin MartyrJust De Res 4 · textus-receptusMore by Justin Martyr
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/justin-martyr" aria-label="More works by Justin Martyr"> —
⋯
More
Original / primary: Textus receptus
4.1
Ναί, φασίν. Εἰ οὖν ἡ σὰρξ ἀνίσταται, καὶ τοιαύτη ἀνίσταται ὁποία κλιθήσεται, ὥστε, εἰ μονόφθαλμος κλιθήσεται, μονόφθαλμος ἀνίσταται, εἰ χωλός, χωλός, εἰ ἄλλο τι τοῦ σώματος ὑστεροῦν εἴη, τοῦτο καὶ ἐλάττων ὁ ἄνθρωπος ἀναστήσεται. Τετυφλωμένοι ὡς ἀληθῶς τὰ τῆς καρδίας ὄμματα! Οὐ γὰρ εἶδον ἐπὶ τῆς γῆς τυφλοὺς ἀναβλέποντας, χωλοὺς περιπατοῦντας τῷ ἐκείνου λόγῳ; Ἃ πάντα ἐποίησεν ὁ σωτήρ, πρῶτον μὲν ἵνα πληρωθῇ τὸ ῥηθὲν περὶ αὐτοῦ διὰ τῶν προφητῶν, ὅτι Τυφλοὶ ἀναβλέπουσι καὶ κωφοὶ ἀκούουσιν καὶ τὰ ἄλλα, ἔτι δὲ καὶ εἰς πίστιν τοῦ ὅτι ἐν τῇ ἀναστάσει ἡ σὰρξ ὁλόκληρος ἀναστήσεται. Εἰ γὰρ ἐπὶ τῆς γῆς τὰς ἀσθενείας τῆς σαρκὸς ἰάσατο καὶ ὁλόκληρον ἐποίησε τὸ σῶμα, πολλῷ μᾶλλον ἐν τῇ ἀναστάσει τοῦτο ποιήσει, ὥστε καὶ ἀκέραιον καὶ ὁλόκληρον ἀναστῆναι τὴν σάρκα. Τὰ μὲν οὖν παρ' αὐτῶν νομιζόμενα ἄπορα τοῦτον τὸν τρόπον ἰαθήσεται.

Intertext edge

Open linked passage

Note