On the Resurrection
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/justin-martyr" aria-label="More works by Justin Martyr">
—
⋯
Original / primary: Textus receptus
6.1
Φασὶ τοίνυν οἱ τοῦ κόσμου φυσικοί, σοφοὶ λεγόμενοι, τὸ πᾶν ὑπάρχειν οἱ μὲν ὕλην καὶ θεόν, ὡς Πλάτων, οἱ δὲ ἄτομα καὶ κενόν, ὡς Ἐπίκουρος, οἱ δὲ τὰ τέσσαρα, γῆν καὶ ὕδωρ, ἀέρα, πῦρ, ὥσπερ οἱ Στωϊκοί. Ἀρκεῖ γὰρ ἐπιμνησθῆναι τῶν ἐπικρατουσῶν μάλιστα δοξῶν. Καὶ ὁ μὲν Πλάτων φησὶν ὑπὸ τοῦ θεοῦ τὰ πάντα ἐκ τῆς ὕλης γεγονέναι καὶ κατὰ πρόνοιαν αὐτοῦ, ὁ δὲ Ἐπίκουρος καὶ οἱ μετ' αὐτοῦ ἐκ τῶν ἀτόμων καὶ ἐκ τοῦ κενοῦ κατὰ ταὐτόματόν τινα φορὰν τῆς ἐκ τῶν σωμάτων φυσικῆς κινήσεως, οἱ δὲ Στωϊκοὶ ἐκ τῶν τεσσάρων διήκοντος δι' αὐτῶν τοῦ θεοῦ. Τοιαύτης δὲ διαφωνίας αὐτοῖς οὔσης, ἔστι τινὰ παρ' αὐτοῖς ὁμολογούμενα κοινὰ δόγματα πρὸς ἁπάντων: ἓν μὲν τὸ μήτε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μήτε εἰς τὸ μὴ ὂν ἀναλύεσθαι καὶ ἀπόλλυσθαι, καὶ τὸ τὰ στοιχεῖα ἄφθαρτα ὑπάρχειν, ἐξ ὧν ἡ ἑκάστου πράγματος γένεσίς ἐστι. Τούτων τοίνυν οὕτως ἐχόντων, κατὰ πάντας αὐτοὺς φανήσεται δυνατὴ ἡ τῆς σαρκὸς ὑπάρχειν παλιγγενεσία. Εἴτε γὰρ κατὰ Πλάτωνά ἐστιν ἡ ὕλη καὶ ὁ θεός, ἀμφότερα ταῦτα ἄφθαρτα: καὶ ὁ μὲν θεὸς ἐπέχει τόπον τεχνίτου, οἷον πλάστου, ἡ δὲ ὕλη ἐπέχει τόπον πηλοῦ ἢ κηροῦ ἢ τοιούτου τινός. Τὸ μὲν οὖν ἐκ τῆς ὕλης γινόμενον φθαρτὸν πλάσμα, ὁ ἀνδριὰς ἢ εἰκών, ἡ δὲ ὕλη αὐτὴ ἄφθαρτος, οἷον πηλὸς ἢ κηρὸς ἤ τι τοιοῦτον ἄλλο εἶδος ὕλης. Οὕτως ὁ πλάστης ἐκ τοῦ κηροῦ ἢ πηλοῦ πλάσσει καὶ ζωοποιεῖ ζώου μορφήν: πάλιν, ἐὰν διαλυθῇ τὸ πλάσμα, οὐκ ἀδύνατον αὐτῷ ἐστι, τὴν αὐτὴν ὕλην ἀναφυράσαντι καὶ καινοποιήσαντι, τὸ αὐτὸ πλάσμα ποιῆσαι. Οὕτως κατὰ Πλάτωνα οὐδὲ τῷ θεῷ, ἀφθάρτῳ ὄντι, ἄφθαρτον ἔχοντι καὶ τὴν ὕλην, τοῦ ἐξ αὐτῆς γενομένου πλάσματος διαλυθέντος, ἀδύνατόν ἐστιν ἀνακαινοποιῆσαι πάλιν αὐτὴν καὶ ποιῆσαι τὸ αὐτὸ πλάσμα ὁποῖον ἦν καὶ τὸ πρότερον. Ἀλλὰ μὴν κατὰ τοὺς Στωϊκούς, ἐκ τῆς τῶν τεσσάρων στοιχείων κράσεως γινομένου τοῦ σώματος, καί, διαλυομένου τούτου εἰς τὰ τέσσαρα, παραμενόντων τούτων ἀφθάρτων, δυνατόν ἐστι πάλιν τὰ τέσσαρα στοιχεῖα, τὴν αὐτὴν μῖξιν καὶ κρᾶσιν λαβόντα ἀπὸ τοῦ δι' αὐτῶν διήκοντος θεοῦ, ποιῆσαι ὃ πρότερον πεποιήκει σῶμα: ὥσπερ, εἴ τις ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ κασσιτήρου ποιήσει μῖγμα, ἔπειτα θελήσει πάλιν διαλῦσαι, ὥστε κατ' ἰδίαν ἕκαστον εἶναι, καὶ πάλιν, εἰ θελήσει, μίξας τὰ αὐτὰ ποιήσει ὃ πρότερον πεποιήκει ἐξ αὐτῶν μῖγμα. Καὶ κατὰ τὸν Ἐπίκουρον δέ, τῶν ἀτόμων ἀφθάρτων οὐσῶν καὶ τοῦ κενοῦ, παρὰ τὴν ποιὰν τάξιν καὶ θέσιν τῶν ἀτόμων συντεθειμένων γίνεται τά τε ἄλλα συγκρίματα καὶ τὸ σῶμα, χρόνῳ δὲ διαλυόμενον διαλύεται πάλιν εἰς τὰς ἀτόμους, ἐξ ὧν καὶ ἐγένετο. Τούτων μὲν οὐσῶν ἀφθάρτων, οὐδὲν ἀδύνατόν ἐστι, συνελθουσῶν πάλιν καὶ τὴν αὐτὴν θέσιν καὶ τάξιν λαβουσῶν, ποιῆσαι ὃ πρότερον ἐγεγόνει ἐξ αὐτῶν σῶμα καὶ ὅμοιον: ὥσπερ, εἴ τις ψηφοθέτης ἐκ ψηφίδων ποιήσει ζώου μορφήν, ἔπειτα τούτων ἀπὸ χρόνου διαλυθέντων ἢ ὑπ' αὐτοῦ τοῦ ποιήσαντος, τὰς αὐτὰς ἔχων ψήφους, ἐσκορπισμένας συνάγων, οὐκ ἀδυνατήσει συλλέξας αὐτὰς καὶ διαθεὶς ὁμοίως ποιῆσαι τὸ αὐτὸ εἶδος τοῦ ζώου. Ὁ δὲ θεὸς ἀναλυθέντα τὰ μέλη τῆς σαρκὸς ἀπ' ἀλλήλων οὐ δυνήσεται πάλιν συναγαγὼν ποιῆσαι τὸ αὐτὸ τῷ πρότερον γεγονότι ὑπ' αὐτοῦ σώματι;