Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
101.1.1
μενος, καὶ τούτῳ περικαλύπτων τὸν σίδηρον, ὃν ἔφερε τυραννῶν τὸ σωμάτιον, οὐ πρότερον αὐτὸ ἀπεσκευάζετο, πρὶν ἂν διεῤῥύη τε ὅλον, καὶ εἰς οὐδὲν ἐχρημάτιζε. λέγεται δὲ, τὸν τοιοῦτον μοναστὴν Νικηφόρῳ τε πρότερον, καὶ αὖθις Ἰωάννῃ, τὴν τῆς βασιλείας θεοκλυτῆσαι ἀνάῤῥησιν. τοῦτον τῷ Βυζαντίῳ τότε παρουσιάζοντα ὁ Ἰωάννης προσάγει τῷ Πολυεύκτῳ· ὁ δὲ, ἅμα τοῖς ἐνδημοῦσι τῶν ἐπισκόπων τὸν ἄνδρα ἐξητακὼς, ἐφευρών τε τὴν μὲν θύραθεν παιδείαν οὐ πάνυ ἠκριβωκότα, τήν γε μὴν θείαν καὶ ἡμετέραν ἐξησκημένον φιλοτιμότατα, χρίει αὐτὸν πατριάρχην Ἀντιοχείας. ὁ δὲ Πολύευκτος, μικρὰς ἡμέρας ἐπιβιοὺς μετὰ τὴν Θεοδώρου προχείρισιν, μεταλλάττει τὸν βίον, μνημεῖα τῇ ἐκκλησίᾳ καταλιπὼν τὰς τῶν ἀρετῶν εἰκόνας, καὶ τὴν γνῶσιν τῆς θείας καὶ ἀνθρωπίνης σοφίας καὶ ἐπιστήμης, ἣν εἰς ἄκρον ἐξήσκησε. τοῦ δὲ Πολυεύκτου ἐπὶ τρισκαίδεκα ἐνιαυτοὺς τὰς τῆς πατριαρχίας ἡνίας ἰθύναντος, καὶ πρὸς τὴν μακαρίαν μεταναστάντος κατάπαυσιν, σπουδὴ ἐξεγένετο τῷ αὐτοκράτορι Ἰωάννῃ, εἰς τὸν τῆς ἱεραρχίας θρόνον ἄνδρα ἐπιβιβάσαι τὸν ἀρεταῖς καὶ τρόποις τῶν πολλῶν ὑπερφέροντα. τῇ γοῦν ὑστεραίᾳ ἐς τὴν βασίλειον αὐλὴν τοὺς ἱεράρχας εἰσκαλεσάμενος καὶ τὴν σύγκλητον, ἔφησε τοιαῦτα·
101.2.1
Μίαν ἀρχὴν ἐξεπίσταμαι, τὴν ἀνωτάτην καὶ πρώτην, ἥτις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τοῦ ὁρατοῦ καὶ ἀοράτου κόσμου παρήγαγε σύστημα. δύο δὲ τὰς ἐν τῷδε τῷ βίῳ γινώσκω καὶ τῇ κάτω περιφορᾷ, ἱερωσύνην καὶ βασιλείαν, ὧν τῇ μὲν 102 τὴν τῶν ψυχῶν ἐπιμέλειαν, τῇ δὲ τὴν τῶν σωμάτων κυβέρνησιν ἐνεχείρισεν ὁ δημιουργὸς, ὡς ἂν μὴ τούτων χωλεύσοιτο μέρος, ἄρτιόν τε καὶ ὁλόκληρον διασώζοιτο. τοίνυν, ἐπεὶ τὸ χρεὼν ὁ τὴν ἐκκλησίαν ἰθύνων ἐξέτισεν, ἔργον μὲν τούτου τοῦ ἀλαθήτου πέφυκεν ὀφθαλμοῦ, τὸν κατευμεγεθοῦντα πάντων εἰς τὴν λειτουργίαν τῶν θείων παραγαγεῖν, ᾧ καὶ πρὸ τοῦ πλασθῆναι τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων διέγνωσται. αὐτὸς δὲ, οὗ πεῖραν ἀνδρὸς ἀναμφίλεκτον ἐκ τοῦ μακροῦ χρόνου παρείληφα, τοῦτον ἐπὶ τῶν θώκων ἀναβιβάζω τῶν ἐκκλησιαστικῶν· ὡς μὴ λάθοι κατὰ γωνίαν τὸν βίον διηντληκὼς ἄνθρωπος παντοδαποῖς προτερήμασι κλεϊζόμενος, ᾧ γε καὶ τὸ προορατικὸν ἐκ Θεοῦ δεδώρηται χάρισμα. πολλὰ γάρ μοι τῶν μελλόντων ἀνεῖλε θείᾳ ὀμφῇ, ἐκβάντα ἐν τοῖς καιροῖς αὐτῶν. εἶπεν ὁ βασιλεὺς, καὶ εἰς μέσον παρήγαγε τὸν ἀναχωρητὴν Βασίλειον, ὃς ἐξ ὀνύχων τὸν μονήρη βίον αἱρετισάμενος, συχνοὺς ἀγῶνας ἱδρώτων ἀσκητικῶν ἐν ταῖς τοῦ Ὀλύμπου ἀκρωρείαις ἐπεδείξατο. τοῦτον ἐς τὴν πατριαρχικὴν ἑστίαν ἀνιέναι παρεκελεύσατο· τῇ δὲ ἐπιούσῃ (αὕτη δὲ ἦν ἀναστάσιμος ἡμέρα, καθ' ἣν τὴν ὀρθόδοξον πίστιν περὶ τῆς τῶν σεπτῶν εἰκόνων προσκυνήσεως οἱ θεῖοι πατέρες ἐκράτυναν) τὸ τῆς ἀρχιερωσύνης ὁ Βασίλειος χρίσμα δέχεται, καὶ οἰκουμενικὸς πατριάρχης ἀνακηρύττεται.
101.3.1
Ἰωάννῃ δὲ τῷ αὐτοκράτορι πολλαῖς ταῖς φροντίσιν ἐταλαντεύετο ἡ διάνοια, ποίᾳ δὴ προτέρᾳ δοίη τὴν ῥοπὴν ἐν τριόδῳ ἀπειλημμένος, καὶ μὴ παρενεχθείη τοῦ δέοντος. ἥ τε γὰρ σπάνις 103 τῶν ἀναγκαίων καὶ ὁ λιμὸς ἐκβαθύνας, ἐπὶ τριετῆ καιρὸν τὴν Ῥωμαϊκὴν ἀρχὴν ἐπεβόσκετο· ἐπέκειτο δὲ καὶ ἡ Ῥωσσικὴ κίνησις οὐ χρηστὰς ὑποτιθεμένη ἐλπίδας, καὶ ἡ τῶν Καρχηδονίων καὶ Ἀράβων κατὰ τῆς ἐπὶ Συρίαν Ἀντιοχείας, ἄρτι προσκτηθείσης Ῥωμαίοις, καταδρομή. τὸ μὲν οὖν ἄμαχον κακὸν τοῦ λιμοῦ τῇ σιταγωγίᾳ, ἣν ἐκ τῶν ἁπανταχῆ ἐμπορίων προνοίᾳ διὰ τάχους συνήγαγε, διέλυσε, στήσας τὴν νομὴν τοῦ τοσούτου δεινοῦ. τὴν δέ γε ὁρμὴν τῶν Ἀγαρηνῶν τῇ τῶν Ἑῴων στρατευμάτων παρατάξει ἀνεχαίτισε, Νικολάου τοῦ Πατρικίου στρατηγοῦντος· ὅστε οἰκεῖος ὢν σπάδων τῷ βασιλεῖ, ἐμπειρίαν ἐκ πολλῆς μελέτης τῶν ἀγώνων ἐκέκτητο. πρὸς μέντοι τὸν Σφενδοσλάβον, τὸν τῆς Ῥωσσικῆς πανοπλίας κατάρχοντα, ἔγνω διακηρυκεύεσθαι. καὶ δὴ πρέσβεις ὡς αὐτὸν ἐκπέμπει, παραγγέλλων αὐτῷ, τὸν πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου ἐπὶ τῇ καταδρομῇ τῶν Μυσῶν ὑπεσχημένον ἀνειληφότα μισθὸν, ἐπὶ τὰ σφῶν ἤθη καὶ τὸν Κιμμέριον μετανίστασθαι Βόσπορον, τὴν δὲ Μυσίαν παραλιπεῖν, Ῥωμαίοις προσήκουσαν, καὶ ἀπόμοιραν τελοῦσαν Μακεδονίας ἀνέκαθεν. λέγεται γὰρ Μυσοὺς ἀποίκους τῶν ὑπερβορέων Κοτράγων, Χαζάρων τε καὶ Χουμάνων ὄντας, τῶν οἰκείων μεταστῆναι ἠθῶν· ἀλωμένους δὲ κατὰ τὴν Εὐρώπην, ταύτην κατειληφέναι καὶ κατοικῆσαι, Κωνσταντίνου, ᾧ Πωγωνάτος ἐπίκλησις, τότε Ῥωμαίων ἡγεμονεύοντος· ὁμωνύμως δὲ τὴν χώραν ἀπὸ Βουλγάρου (τοῦ σφῶν φυλάρχου) Βουλγαρίαν καλέσαι.
101.4.1
Ἄιδεται καὶ ἕτερος περὶ τούτων λόγος, ὧδέ πη ἔχων· Ἰουστινιανοῦ, τοῦ Ῥωμαίων αὐτοκράτορος, ὑπὸ Λεοντίου ἐκτμηθέντος τὴν ῥῖνα καὶ κατὰ τὴν Χερσῶνα περιορισθέντος, ἐπείπερ ἐκεῖθεν αὐτῷ διαδράναι πολυτρόπως ἐγένετο, ἐς τὴν Μαιῶτίν τε ἀφικέσθαι, καὶ τὸ Μυσῶν ἔθνος προσεταιρίσασθαι, ἐφ' ᾧ, τήν τε βασιλείαν αὑτῷ ἀνασώσασθαι, καὶ μισθοὺς μεγάλους ἐναπολήψεσθαι. τοὺς δὲ ἕψεσθαί τε αὐτῷ, καὶ πρὸς αὐτοῦ, τῆς βασιλείας αὖθις ἐπειλημμένου, εἰληφέναι τὴν χώραν, ὅσην ὁ Ἴστρος ἐντὸς Μακεδόνων περιορίζει· καὶ τὴν μετοίκησιν ταύτῃ ποιήσασθαι, καὶ πολλὰ πολέμων ἔργα καὶ ἀνδραποδισμῶν προξενῆσαι Ῥωμαίοις, πολεμησείοντας ἀεὶ, καὶ τὰ Θρᾳκῷα κατατρέχοντας κλίματα. Ῥωμαίους δὲ ἀντεπιέναι τούτοις· τοὺς δὲ τὴν ἐκείνων οὐχ ὑφισταμένους ἀλκὴν, ἐπ' ἀμφιλαφῶν χωρίων λόχμας καταδύεσθαι, καὶ ταῖς δυσχωρίαις τούτους καταγωνίζεσθαι. πολλῶν τοιγαροῦν ἐκ τοῦ κατ' ἐκείνου καιροῦ καταῤῥαγέντων πολέμων, καὶ γενναίων στρατηγῶν ὀλωλότων, Νικηφόρου τε, τοῦ παλαιτάτου αὐτοκράτορος, πεσόντος πρὸς τῶν Μυσῶν, παρὰ μόνου Κωνσταντίνου λέγεται Κοπρωνύμου ἡσσηθῆναι Μυσοὺς, καὶ αὖθις παρὰ τοῦ ἐγγόνου αὐτοῦ Κωνσταντίνου τοῦ τῆς Αὐγούστης Εἰρήνης υἱοῦ, καὶ τὰ νῦν δὲ πρὸς Ἰωάννου τοῦ αὐτοκράτορος, ὃς τὰς τῶν Μυσῶν πόλεις αἰχμῇ παρεστήσατο· οὐχ ἱστόρηται δέ τις Ῥωμαίων ἕτερος, τούτους ἐπὶ τῆς σφετέρας γῆς καταγωνισάμενος. ἀλλὰ περὶ μὲν τούτων ἅλις.
101.5.1
Ὁ δὲ Σφενδοσλάβος, ταῖς κατὰ τῶν Μυσῶν νίκαις ἐπὶ μέγα αἰρόμενος, καὶ τῇ βαρβαρικῇ αὐθαδείᾳ ὑπέροπλα βρενθυόμενος (ἤδη γὰρ τὴν χώραν βεβαίως ἐκέκτητο), περιδεεῖς καὶ καταπλῆγας Μυσοὺς τῇ ἐμφύτῳ ἀπηνείᾳ κατεργασάμενος (φασὶ γὰρ τὴν Φιλίππου πόλιν τῷ πολεμεῖν ἐξελὼν, δισμυρίους τῶν ἐν τῷ ἄστει ληφθέντων ὠμῶς καὶ ἀπανθρώπως ἀνασκολοπίσαι, καὶ ταύτῃ τὸ ἀντίξουν ἅπαν ἐκδειματῶσαι καὶ θεῖναι ὑπόσπονδον), ὑπεραύχους καὶ αὐθάδεις τὰς ἀποκρίσεις τοῖς πρέσβεσι Ῥωμαίων ἐξέφερε· μὴ γὰρ ἀφέξεσθαι τῆς χώρας, εὐδαίμονος οὔσης, εἰ μὴ ἐπὶ χρημάτων πολυταλάντων καταβολῇ, καὶ ἀπεμπολήσει τῶν τε πόλεων καὶ τῶν ἀνδραπόδων, ὅσα τῷ πολεμεῖν ἐπεκτήσαντο. εἰ δ' οὐ βούλεσθαι Ῥωμαίους ταῦτα καταβαλεῖν, ἀλλὰ τῆς Εὐρώπης θᾶττον ἀφίστασθαι, ὡς μὴ προσηκούσης αὐτοῖς, καὶ πρὸς τὴν Ἀσίαν μετασκευάζεσθαι· ἄλλως γὰρ μὴ οἴεσθαι, Ταυροσκύθας εἰς σπονδὰς Ῥωμαίων ξυμβήσεσθαι. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τὰς τοιαύτας ἀποκρίσεις τοῦ Σκύθου δεξάμενος, καὶ αὖθις τοῖς προαπεσταλμένοις ἀμείβεται τάδε· τὴν ἐκ πατέρων ἐς ἡμᾶς διαβᾶσαν εἰρήνην ἀλώβητον καθ' ἣν Θεὸς ἐμεσίτευσεν, οὐ δεῖν οἰόμεθα λύειν αὐτοί· ἅτε πρόνοιαν εἶναι πιστεύοντες τὴν τὸ πᾶν διευθύνουσαν, καὶ τὰ Χριστιανῶν πρεσβεύοντες ἔθιμα. διὰ ταῦτα εἰσηγούμεθά τε ὑμῖν ὡς φίλοις, καὶ συμβουλεύομεν, ἐξαυτῆς ἀπαίρειν τῆς μηδέν τι προσηκούσης χώρας ὑμῖν, καὶ μὴ διαμέλλειν, μηδ' ἀναδύεσθαι, εἰδότας, ὡς εἰ μὴ καταπειθεῖς ταύτῃ τῇ ὀνησιφόρῳ ξυμβουλῇ γένοισθε, οὐχ ἡμᾶς, αὑτοὺς δὲ, λύειν τὰς