Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia
Leo DiaconusHist 106 · pg-scrape-grcMore by Leo Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
106.1.1
ἀνέκαθεν συντεθείσας σπονδάς. καὶ μή γε δόξωμεν μεγαλαύχους 106 ταύτας τὰς ἀποκρίσεις ποιεῖν. ἐν Χριστῷ γὰρ θαῤῥοῦμεν τῷ ἀθανάτῳ Θεῷ, ὡς, εἰ μὴ τῆς χώρας ἀπέλθοιτε, καὶ ἄκοντες παρ' ἡμῶν ταύτης ἀπελαθήσεσθε. οἶμαι γάρ σε μὴ λεληθέναι τὸ τοῦ σοῦ πταῖσμα πατρὸς Ἴγγορος, ὅστε τὰς ἐνόρκους σπονδὰς παρὰ φαῦλον θέμενος, σὺν μεγάλῳ κινήματι καὶ μυρίοις σκάφεσι κατὰ τῆς βασιλευούσης ἐκπλεύσας, μόλις σὺν δέκα λέμβοις ἐς τὸν Κιμμέριον ἀφίκετο Βόσπορον, αὐτάγγελος τῶν οἰκείων γεγονὼς συμφορῶν. καὶ παρίημι τὸν αὖθις οἴκτιστον μόρον ἐκείνου, παρὰ τοὺς Γερμανοὺς ἐκστρατεύσαντος, καὶ πρὸς ἐκείνων ληφθέντος, καὶ φυτῶν στελέχεσι προσδεθέντος, καὶ εἰς δύο διαμερισθέντος τμήματα. καὶ σὲ γοῦν οὐκ οἶμαι πρὸς τὴν σὴν ἐπαναζεῦξαι πατρίδα, εἴ γε τὴν Ῥωμαϊκὴν παντευχίαν κατὰ σοῦ χωρεῖν ἀναγκάσειας, ἀλλ' αὐτόθι διαφθαρήσεσθαι πανσυδεὶ, ὡς μηδὲ πυρφόρον ἐς Σκυθίαν ἀφικέσθαι, τὰς κατασχούσας ὑμᾶς ἀπευκταίους ἀπαγγελοῦντα τύχας. ὁ δὲ Σφενδοσλάβος, ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσι σχετλιάσας, τῇ τε βαρβαρικῇ μανίᾳ καὶ ἀπονοίᾳ παραφερόμενος, ἀντέλεξε τοιαῦτα· οὐδεμίαν ἀνάγκην τὸν αὐτοκράτορα Ῥωμαίων ὡς ἡμᾶς ἀφικέσθαι ὁρῶ κατεπείγουσαν· διὸ μὴ κάμῃ, μέχρι τῆσδε τῆς γῆς ἀφικόμενος· αὐτοὶ γὰρ ὅσον οὔπω πρὸ τῶν τοῦ Βυζαντίου πυλῶν πηξόμεθα τὰς σκηνὰς, καὶ καρτερὸν χάρακα ταύτῃ περιβαλοῦμεν, ἐξιόντα τε τοῦτον, εἴ γε καὶ καρτερήσει πρὸς τοσούτων πόνων διαγωνί

Intertext edge

Open linked passage

Note