Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia
Leo DiaconusHist 107 · pg-scrape-grcMore by Leo Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
107.1.1
σασθαι, γενναίως ὑποδεξόμεθα, διδάξομέν τε τοῖς ἔργοις αὐτοῖς, ὡς οὐ βάναυσοί τινες ἀποχειροβίωτοι, ἀλλ' αἱμάτων ἄνδρες τυγχάνομεν, τοῖς ὅπλοις τὸ δυσμενὲς καταγωνιζόμενοι· εἰ καὶ αὐτὸς ἐξ ἀγνοίας κατὰ τὰ σκιατραφοῦντα γύναια τὴν Ῥωσσικὴν ἡγεῖται ἀλκὴν, καὶ, ὥς τινα νήπια ὑπομάζια μορμολυκείοις τισὶ, ταύταις ταῖς ἀπειλαῖς ἡμᾶς πειρᾶται δεδίττεσθαι.
107.2.1
Τούτων τῶν ἀπονενοημένων τοῦ ἐκεῖθεν λόγων ὁ βασιλεὺς διενηχηθεὶς, ἔγνω, μὴ διαμέλλειν, ἀλλὰ πάσῃ σπουδῇ τὰ ἐς τὸν πόλεμον ἐξαρτύεσθαι, ὡς ἂν προτερήσοι τὴν πρὸς ἐκεῖνον ἄφιξιν, ἐπιτειχίσοι τε τούτῳ τὴν κατὰ τῆς βασιλευούσης ἐπίθεσιν. εὐθὺς οὖν ἴλην γενναίων καὶ νεανικῶν ἀνδρῶν ἐκλεξάμενος, ἀθανάτους τε τούτους κατονομάσας, περὶ αὑτὸν εἶναι διεκελεύσατο. ἐντεῦθεν τὸν Μάγιστρον Βάρδαν, ᾧ Σκληρὸς ἡ ἐπίκλησις, ὁμαίμονα τῆς ἀποιχομένης Μαρίας, τῆς τοῦ τοιούτου βασιλέως συνεύνου, τυγχάνοντα, δραστήριον ἄνδρα καὶ τὴν ἀλκὴν γενναιότατον· καὶ τὸν Πατρίκιον Πέτρον, τὸν πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου στρατοπεδάρχην προχειρισθέντα διά τε τὴν προσοῦσαν αὐτῷ ἀρετὴν, καὶ τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα (λέγεται γάρ ποτε Σκυθῶν τὴν Θρᾴκην καταδραμόντων, ἐπεὶ ἐξ ἀντιπάλου τὸν Πέτρον, καίτοι τομίαν ὄντα, μετὰ τοῦ συνεπομένου στίφους ξυνέβαινεν αὐτοῖς ἀντιτάττεσθαι, τὸν τῶν Σκυθῶν ἀγὸν, πελώριον ἄνδρα, καὶ ἐς τὸ ἀσφαλὲς τεθωρακισμένον, παρὰ τὸ μεταίχμιον ἐξιππάσασθαι, κοντὸν ἐπιμήκη κραδαίνοντα, προσκαλεῖσθαί τε τὸν βεβουλημένον αὑτῷ ἀντιτάττε 108 σθαι· τὸν δὲ Πέτρον, ἀλκῆς καὶ μένους παρ' ὑπόνοιαν ὑποπλησθέντα, τὸν ἵππον τε σφοδρῶς κεντρίσαι τοῖς μύωψι, καὶ τὸ δόρυ κραταιῶς διαγκυλησάμενον, ἀμφοτέραις ὦσαι κατὰ τοῦ στέρνου τὸν Σκύθην· οὕτω δὲ γενέσθαι τὴν ἀντέρεισιν καρτερὰν, ὡς ἀντιτορῆσαι, καὶ διαμπερὲς κατὰ τὸ μετάφρενον διαπτῆναι, μὴ ἀντισχόντα τὸν ἀλυσιδωτὸν θώρακα, ἀλλ' ἄναυδον τὸν πελώριον ἐκεῖνον προσαραχθῆναι τῇ γῇ· καὶ τούτῳ τῷ καινῷ καὶ ξένῳ θεάματι καταπλαγῆναί τε τοὺς Σκύθας, καὶ πρὸς φυγὴν ἀπιδεῖν)· τούτοις τοῖς στρατηγοῖς παρήγγειλεν ὁ βασιλεὺς, τὰς δυνάμεις ἀνειληφότας ἐπὶ τὴν ὅμορον καὶ ἀγχιτέρμονα τῆς Μυσίας διαβαίνειν· ἐκεῖ τε διαχειμάζειν, καὶ γυμνάζειν τὴν στρατιὰν, καὶ τὸν χῶρον περιέπειν, ὡς μή τις εἴη τούτῳ λώβη ταῖς ἐκδρομαῖς τῶν Σκυθῶν· ἔς τε τὰς ἐπαύλεις καὶ τὰ ἤθη τῶν δυσμενῶν διγλώσσους ἄνδρας ἐκπέμπειν Σκυθικὸν ἠμπισχημένους ἱματισμὸν, ὡς τὰ σφῶν διαβούλια γνοῖεν, καὶ βασιλεῖ ταῦτα κατάφωρα γίγνοιντο. τὴν τοιαύτην οὖν φάσιν πρὸς τοῦ βασιλέως εἰληφότες, τὴν Εὐρώπην καταλαμβάνουσιν.
107.3.1
Ταυροσκύθαι δὲ, τὴν τούτων ἐνωτισθέντες διάβασιν, ἀπόμοιραν τῆς σφετέρας στρατιᾶς διαιρέσαντες, Οὕννων τε καὶ Μυσῶν πλῆθος ταύτῃ προσεταιρίσαντες, κατὰ Ῥωμαίων χωρεῖν ἐκπεπόμφεσαν. ἄρτι δὲ τὴν τούτων ἐπήλυσιν ὁ Μάγιστρος Βάρδας αἰσθόμενος, καὶ ἄλλως γενναῖός τε καὶ ῥέκτης τυγχάνων ἀνὴρ, τότε δὲ σφαδάζων θυμῷ καὶ ῥώμης ὁρμῇ, τοὺς 109 ἀμφ' αὑτὸν λογάδας συνειληφώς, πρὸς τὴν τῶν ἐναντίων ἠπείγετο συμπλοκήν. καὶ δὴ Ἰωάννην τὸν Ἀλακᾶ εἰσκαλέσας, εἰς κατασκοπὴν ἀπέστειλεν, ἀθρῆσαί τε τοὺς Σκύθας, καὶ τὸ τοῦ πλήθους εἰκάσαι ποσὸν, καὶ καθ' ὃν αὐλίζοιντο τόπον, καὶ ὅ, τι πράττοιεν· πέμπειν τε τὴν ταχίστην ὡς αὐτὸν, καὶ πάντα διαγγέλλειν, ὡς συσκευάσοι, καὶ ἐκτάξοι τὴν στρατιὰν πρὸς τὸν πόλεμον. Ἰωάννης δὲ, τοὺς ἑπομένους λογάδας ἀνειληφώς, κατὰ τάχος ἐπὶ τοὺς Σκύθας ἱππάσατο· τῇ δὲ ὑστεραίᾳ παρὰ τὸν Μάγιστρον στέλλει, ἐπισπεύδων τοῦτον ἱκέσθαι μετὰ τοῦ πλήθους· μὴ πόῤῥω γὰρ, ἀλλ' ἐγγύθεν, τοὺς Σκύθας αὐλίζεσθαι. ὁ δὲ, τῶν τοιούτων λόγων διακούσας, τριχῆ διατάξας τὴν φάλαγγα, τῇ μὲν ἐφέπεσθαι παρήγγειλε κατὰ μέτωπον, ταῖς δὲ κατὰ τοὺς ἐγκαρσίους προλοχίζειν δρυμούς· τηνικαῦτα δὲ τῆς ἐνέδρας διεκθέειν, ὁπηνίκα τῆς σάλπιγγος, τὸ ἐνυάλιον ἐπηχούσης, διακούσαιεν. ταῦτα τοῖς λοχαγοῖς παρακελευσάμενος, κατὰ στόμα τοῖς Σκύθαις ἀντεπῄει, κραταιῶς διαγωνιζόμενος. ἐπλεονέκτει δὲ πλήθει τὸ στράτευμα τῶν ἐναντίων, ὑπὲρ τοὺς τρισμυρίους τελοῦν· οἱ γὰρ τῷ Μαγίστρῳ συνεφεπόμενοι, μετὰ τῶν λόχων, οὐ πλέονες τῶν μυρίων ἐτύγχανον. τῆς δὲ συμπλοκῆς γενομένης παρ' ἀμφοτέρων, ἔπιπτον οἱ νεανικώτεροι. ἐνταῦθα δὴ λέγεται τῶν τινα Σκυθῶν, ἀλκῇ καὶ σώματος ὄγκῳ γαυρούμενον, τῆς ἀμφ' αὑτὸν ἀποκριθέντα φάλαγγος ἐξιππεῦσαί τε, καὶ τῷ Βάρδᾳ ἐπιδραμεῖν, καὶ ξίφει τοῦτον πλῆξαι κατὰ τῆς κόρυθος· κενὴν δὲ γενέσθαι τὴν τοῦ ξίφους καταφορὰν, τοῦ 110 ἀθέρος ἀναγναμφθέντος τῇ κυνῇ, καὶ ἀλλαχόσε τῇ ταύτης στεγανότητι περιολισθήσαντος. Κωνσταντῖνος δὲ ὁ πατρίκιος, σύναιμος τῷ Βάρδᾳ τελῶν, ἄρτι τῷ ἰούλῳ τὴν γένυν ἐπιχνοάζων, πελώριός τε πεφυκὼς τῷ σώματι, καὶ τὴν ἰσχὺν δυσεκβίαστος καὶ ἀκαταγώνιστος, τὸ ξίφος σπασάμενος ἴεται τὸν Σκύθην βαλεῖν· ὁ δὲ, τὴν φορὰν αὐτοῦ ὑπειδόμενος, ἐκκλίνει τὴν πληγὴν, κατ' ἰσχίον ὑπτιάσας τοῦ ἵππου. δέχεται δὲ ταύτην παρὰ τὸν αὐχένα ὁ ἵππος, ὃν διαμπερὲς ἀποτέμνεται· ὁ δὲ Σκύθης, ἅμα τῷ ἵππῳ κατενεχθεὶς, πρὸς τοῦ Κωνσταντίνου ἐναποσφάττεται.
107.4.1
Τῆς δὲ μάχης τῇδε κἀκεῖσε μετακλινομένης, καὶ συχνὰς καὶ ἀμφιταλάντους μεταβαλλούσης ῥοπὰς ἐφ' ἑκάτερα, τὸ ἐνυάλιον ὁ Βάρδας ἐνηχεῖν ἐγκελεύεται, τά τε τύμπανα θαμινὰ παταγεῖν· τῆς δὲ φάλαγγος ἐκ τῶν λόχων ἐξαναστάσης κατὰ τὸ σύνθημα, καὶ κατὰ νώτου τῶν Σκυθῶν γενομένης, δέος τε αὐτοῖς εἰσῄει καὶ πρὸς φυγαδείαν ἀπέκλιναν. μήπω δὲ γεγενημένης λαμπρᾶς τῆς διώξεως, τῶν ἐπιφανῶν τις Σκυθῶν, μεγέθει σώματος καὶ ὅπλων λαμπρότητι πεφυκὼς τῶν ἄλλων ἀριπρεπὴς, κατὰ τὸ μεταίχμιον περιῄει, ἐπ' ἀλκὴν τοὺς ἑταίρους ἐπιῤῥωννύς. τοῦτον Βάρδας ὁ Σκληρὸς ἐξιππασάμενος παίει κατὰ τῆς κεφαλῆς, καὶ μέχρι τοῦ ζωστῆρος τὸ ξίφος διήλασε, μήτε τοῦ κράνους αὐτῷ ἐπαρκέσαντος, μήτε τοῦ θώρακος τὴν τῆς χειρὸς ἐπισχόντος ἰσχὺν, ἢ τὴν τοῦ ξίφους τομήν. διχῆ δὲ τούτου διατμηθέντος καὶ προσαραχθέντος τῇ γῇ, Ῥωμαῖοι μὲν ὑφ' ἡδονῆς ἐπηλάλαξαν, καὶ πρὸς ἀλκὴν ἐπεῤῥώσθησαν· Σκύθαι δὲ, τῷ καινῷ καὶ ἀλλοκότῳ τῆς πληγῆς ἀποδειλιάσαντες, σὺν οἰμωγῇ τὸν συνασπισμὸν διαλύσαντες, εἰς φυγαδείαν 111 ἐτράποντο. οὓς ἐπισπόμενοι Ῥωμαῖοι μέχρι βαθείας ἑσπέρας ἀνῄρουν ἀνηλεῶς. κατὰ τοῦτον δὴ λέγεται τὸν ἀγῶνα πεντήκοντα καὶ πέντε Ῥωμαίων ἄνδρας τεθνάναι, τραυματίας δὲ γενέσθαι συχνοὺς, καὶ ἵππων κατακοντισθῆναι τοὺς πλέονας· Σκυθῶν τε ὑπὲρ τοὺς δισμυρίους διαφθαρῆναι. ἀλλ' ἡ μὲν πρὸς τοὺς Σκύθας γεγενημένη τότε Ῥωμαίων διαμάχη εἰς τοιοῦτον ἐτελεύτα τὸ τέλος. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ τὰς Ἀσίας δυνάμεις εἰς τὴν Εὐρώπην διὰ τοῦ Ἑλλησπόντου περαιοῦσθαι κατήπειγεν, ἐς τἀπὶ Θρᾴκης τε καὶ Μακεδονίας διαχειμάζειν χωρία, καὶ τοῖς ὅπλοις ὁσημέραι γυμνάζεσθαι, ὡς μὴ ἀπόμαχοι εἶεν ἐπὶ τὸν τῶν ἀγώνων καιρὸν, μειονεκτοῦντες ἐν τῇ μάχῃ τῶν δυσμενῶν· περιμένειν δὲ τὸν τοῦ ἤρους καιρόν. ἐκείνου γὰρ ἤδη ἐκ τῆς χειμερινῆς κατηφείας προκύπτοντος, καὶ εἰς σταθηρὰν αἰθρίαν τὸ κοσμικὸν κατάστημα μεταβάλλοντος, αὐτόν τε βασιλέα ὡς αὐτοὺς ἀφικέσθαι, τὰς ἀμφ' αὐτὸν δυνάμεις ἐπαγόμενον, καὶ πανσυδεὶ τοῖς Ταυροσκύθαις συμπλέκεσθαι. ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Ζ.
107.5.1
Ἐν ᾧ δὲ ταῦτα Ἰωάννῃ τῷ βασιλεῖ κατὰ τῶν Ῥῶς διεσπούδαστο, Βάρδας ὁ Δοὺξ, ὁ τοῦ Κουροπαλάτου μὲν Λέοντος υἱὸς, Νικηφόρου δὲ τοῦ αὐτοκράτορος αὐτανεψιὸς, ἐς νεωτερισμὸν ἀσυμφανῶς ἀποκλίνας, ἐξ Ἀμασείας, καθ' ἣν περιώριστο, φυγαδείᾳ ἐχρήσατο, Θεοδώρου Βάρδα τε καὶ Νικηφόρου, τῶν Πατρικίων καὶ αὐταδέλφων, ἐς τοῦτο συναραμένων αὐτῷ· οἳ ἐκ τῆς ἐνεγκαμένης αὐτοὺς Παρσακούτης ἐπίκλησιν εἰλήφεσαν Παρσακουτηνοὶ, ἐξάδελφοι τῷ Δουκὶ Βάρδᾳ τυγχάνον 113 τες. τῆς οὖν Ἀμασείας ἀωρὶ τῶν νυκτῶν λαθρηδὸν ὁ Δοὺξ ἀποδρὰς, διὰ τῶν προετοιμασθέντων ἀμοιβαίων ἵππων ἐς τὴν τῆς Καππαδοκίας ἀφῖκτο Καισάρειαν. ἐνταῦθα δὴ ἐπὶ εὐαριθμήτοις ἡμέραις ἐναυλισάμενος, πλῆθος ἀπονενοημένων ἀνδρῶν ἐπ' ἀποστασίαν ῥεπόντων συνειλόχει, τῶν ἐκ γένους αὐτῷ καὶ συνήθων μάλιστα συνεισρεόντων ὁσημέραι. καὶ γὰρ ταῖς καινοτομίαις ἐκτόπως οἱ ἄνθρωποι χαίρειν εἰώθεσαν, δόξης ὀνειροπολουμένης ἐλπίσι, τιμαῖς τε ἀξιωμάτων, καὶ χρημάτων διανομαῖς ὑπαγόμενοι. συνεκρότουν δὲ τὴν ἀποστασίαν, συναγηοχότες πάσῃ σπουδῇ τὰ στρατεύματα, οἵ τε ῥηθέντες Παρσακουτηνοὶ, καὶ Συμεὼν, ὃς γεωργὸς ἀμπέλων καθεστηκὼς, ἐκ τῆς ἐργασίας αὐτῆς τὸ ἐπώνυμον εἴληφεν, Ἀμπελᾶς κατονομασθείς· ἀνὴρ ἐξ ἀσήμων μὲν φὺς καὶ τῶν ἀγενῶν, ἀνδρείᾳ δὲ καὶ χειρῶν ἰσχύϊ μηδενὶ εἴκων τῶν ἐπ' ἀλκῇ καὶ ῥώμῃ μεγαλαυχουμένων ἀνδρῶν. ἐπεὶ δὲ ἱκανὸν ὁ Βάρδας περὶ αὑτὸν ἑώρα στίφος συνεῤῥυηκὸς, ὡς οἷόν τε εἶναι καὶ εἰς συνασπισμὸν ἀῤῥαγῆ παρατάττεσθαι, ἐξ ἀντιπάλου τε διαμιλλᾶσθαι τοῖς ἀντιπίπτουσι, τὸ μελαμβαφὲς παραιτησάμενος πέδιλον, τὸ ἐρυθρὸν παραυτίκα μετημφιάσατο, καὶ Ῥωμαίων αὐτοκράτωρ ἀναφανδὸν ἀνεῤῥήθη πρὸς τῶν συστασιωτῶν. χρημάτων οὖν διανομὰς ὑπισχνεῖτο, καὶ ἀξιωμάτων παρεῖχε τιμὰς, ταξιάρχους καὶ στρατηγοὺς προβαλλόμενος, ἀρχάς τε τὰς εὐκλεεῖς, ὅσας καὶ βασιλεὺς εἰώθει τοῖς εὔνοις φιλοτίμως προτείνεσθαι. συνεκρότει δὲ τὴν ἀποστασίαν καὶ Λέων 114 Κουροπαλάτης, ὁ τοῦ Βάρδα τοκεὺς, ἐς μὲν τὴν νῆσον Λέσβον φρουρούμενος, διὰ Στεφάνου δὲ, τοῦ ἐπισκόπου Ἀβύδου, τοῖς Μακεδόσι χρήματα καὶ τιμὰς ὑπισχνούμενος, καὶ δέχεσθαι αὑτὸν ἐκ τῆς νήσου ἀναγόμενον προτρεπόμενος, καὶ συνεπιτίθεσθαι, καὶ συνεργάζεσθαι αὑτῷ τὴν τοῦ Ἰωάννου τῶν ἀνακτορίων καθαίρεσιν.
107.6.1
Ὁ δὲ βασιλεὺς, τὸν τοιοῦτον γνοὺς νεωτερισμὸν, διεταράχθη μὲν, ὡς τὸ εἰκὸς, ἀπτέρῳ δὲ τάχει τὸν ἐπίσκοπον Στέφανον ἐκ τῆς Ἀβύδου ἀναγαγὼν, τοῖς δικαστηρίοις ἐκδίδωσι. τῶν δὲ πραγμάτων ἐξελεγχθέντων καὶ καταφανοῦς γεγονότος τοῦ δράματος, τὸν μὲν τῇ συνόδῳ τῶν ἐπισκόπων παρέπεμψεν, ἔκπτωσιν τῆς ἱερωσύνης ὑποστησόμενον. Λέοντα δὲ τὸν Κουροπαλάτην, καὶ Νικηφόρον, τὸν τούτου υἱὸν, τῇ τοῦ θανάτου ὑπαγαγόντων ψήφῳ τῶν δικαστῶν, ὁ βασιλεὺς, πρὸς τὸ φιλανθρωπότερον ἀποκλίνας, οὐκ ἔκτεινε· τὰς δὲ ὄψεις ἀμφοτέρων, κατὰ τὴν Λέσβον στείλας, ἐπήρωσε. καὶ ἡ μὲν τῷ Κουροπαλάτῃ πρὸς τὴν Εὐρώπην τότε μελετηθεῖσα διάβασις ἐς τοῦτο τὸ τέλος κατέληξε, τοιαύτην μὲν αὐτῷ τὴν ποινὴν προξενήσασα, συχνοὺς δὲ τῶν φίλων χρημάτων καὶ οἴκων στερήσασα, ὅσοι τὴν ἐκείνου συμβουλὴν ἐπὶ καθαιρέσει τοῦ βασιλέως προσήκαντο. ὁ δὲ Βάρδας, ἅπαξ ἀποκλίνας εἰς τυραννίδα, ἀπρὶξ εἴχετο ταύτης, τῇ τε περὶ αὑτὸν πολυχειρίᾳ γαυρούμενος, καὶ ταῖς φάλαγξι βρενθυόμενος, καὶ ὅσον οὔπω τὴν τῆς βασιλείας κατάσχεσιν ὀνειροπολῶν. καὶ δῆτα τὴν Ἀσίαν κατατρέχων, τῶν μὴ σπενδομένων αὑτῷ πυρπολῶν τὰς οἰκίας, λείαν ἐτίθει Μυσῶν. 115 βασιλεὺς δὲ πρὸς αὐτὸν γράφει ταῦτα· Τὸν ἔναγχος γεγενημένον πρὸς ἕω νεωτερισμὸν ἀκηκοότες, οὐ τῆς σῆς γνώμης ἔργον τοσοῦτον ἡγούμεθα, ὅσον τῆς τῶν συναραμένων σοι ἀπονοίας καὶ τρόπου βαρβαρικοῦ, οἵ γε πάντως ὑπὸ θεοβλαβείας παρακροτούμενοι, ἐς τοσοῦτον κίνδυνον ἑαυτοὺς ἐμβαλεῖν οὐκ ἐνάρκησαν· καὶ ταῦτα εἰδότες, ὡς τοῖς νεωτεριεῖν ἀνῃρημένοις καὶ ἀντίπαλον ἐξ αὐθαδείας αἴρειν χεῖρα Ῥωμαίων αὐτοῖς αὐτοκράτορσιν, οὐδεμία τις εἰς παραίτησιν ὑπολέλειπται πρόφασις, ὁπηνίκα τοῖς ὅπλοις καταγωνισθέντες, ἔκδοτοι ταῖς ποινηλασίαις ὑπάγονται. ἡμεῖς τοιγαροῦν ἐμφυλίῳ αἵματι μιᾶναι τὴν γῆν εὐλαβούμεθα. εἰ γὰρ βουληθῶμεν τοῖς ὅπλοις τοὺς ἀποστάτας ἀμύνεσθαι, οὐκ ἂν φθάνοιμεν (σὺν Θεῷ δὲ εἰρήσθω) οἰκτρῶς αὐτοὺς κατακαίνοντες. τίς γὰρ ἀτέραμνος οὕτω καθέστηκεν, ὡς ὑποστῆναι τὴν ῥοπὴν τοῦ ἡμετέρου κινήματος, καὶ μὴ εὐθὺς ὑποδειλιάσας πρὸς φυγὴν ἀπιδεῖν; τοιγαροῦν παραινοῦμεν ὑμῖν, πρὸ τῶν ὀλεθρίων ἑλέσθαι τὰ σώζοντα, καὶ ἕως πρόκειται συγγνώμης καιρὸς, τὰ ὅπλα ῥίψαντες εἴξατε τῷ κράτει τῆς βασιλείας ἡμῶν, ἀμνηστίαν ὑμῖν τοῦ τοσούτου τολμήματος καὶ συγγνώμην, ἐπὶ μάρτυρι τῷ Θεῷ, ἀναντίῤῥητον ἀπονέμοντι. πάντως δὲ καὶ αἱ κτήσεις ἀθιγεῖς ὑμῖν ἀφεθήσονται, καὶ ἀπαρεγχείρητοι. παραινοῦμεν λοιπὸν, τῆς τοιαύτης ἀνασφήλαντας μέθης τῆς δεδομένης ἀμελλητὶ σωτηρίας ἀντιποιήσασθαι. εἰ δὲ σκιαμαχοῦντες τῇ τυραννίδι τὴν ῥοπὴν ἀπονείμητε, ὑμῖν μεταμελήσει 116 τῆς ἀβουλίας, ὁπηνίκα ψήφῳ τῶν νόμων ταῖς θανασίμοις ποιναῖς παραπέμποισθε.
107.7.1
Ταύτην ὁ Φωκᾶς Βάρδας ἀπειληφὼς τὴν γραφὴν, ἀντίγραφα μὲν οὐκ ἠξίωσεν ἀντεπιστεῖλαι πρὸς βασιλέα· λοιδορησάμενος δὲ αὐτὸν, καὶ βδελυρὸν καὶ ἀλάστορα ὀνομάσας, καὶ τοῦ γένους ἀποκαλέσας παλαμναῖον αὐτόχειρα, τῶν τυραννείων κατιέναι παρήγγειλεν. αὑτῷ γὰρ μᾶλλον ἀνήκειν τὴν τῆς ἡγεμονίας ἀρχὴν, Καίσαρα πάππον κομπάζοντι, καὶ θεῖον αὐτοκράτορα. ὃν, φησὶ, μὴ πτοηθέντα τὸν τῆς δίκης ἀκοίμητον ὀφθαλμὸν, παρὰ τὴν χαμαιῤῥιφῆ στρωμνὴν ἐναποσφάξαι, δίκην βοσκήματος· τὸν φύντα δὲ καὶ τὸν φίλτατον ὁμαίμονα, τὰ πύματα παθόντας δεινὰ, ἐπ' ἀδήλοις καὶ ἀναποδείκτοις προφάσεσι τοῦ γλυκυτάτου στερῆσαι φωτός· οἷς τιμωρὸν πάντως αὑτὸν ἐπαφήσειν τὴν δίκην, τοῦ ὁμογνίου αἵματος ἑπταπλασίως ἐκτίσοντα τὸ ἀνταπόδομα, τῷ πανολεθρίᾳ τὸ γενναῖον καὶ ἡρωϊκὸν φῦλον παραπέμψαι σκαιωρήσαντι. τῶν οὖν τοιούτων ἀπονενοημένων λόγων ὁ αὐτοκράτωρ Ἰωάννης ἐνωτισθεὶς, καὶ γνοὺς, ἀνίατα τὸν ἄνδρα νοσεῖν, ἠπειγμένον τε πρὸς διαρπαγὰς καὶ φόνους μετὰ τῶν ἐπισπομένων συνωμοτῶν ἀπηνῶς καὶ ἀφιλανθρώπως χωρεῖν, συνεῖδε, μηκέτι διαμέλλειν ἢ ῥᾳθυμεῖν, ὡς μὴ τῇ τοιαύτῃ ῥᾳστώνῃ καιρὸν σχοίη τὸ τοῦ ἀποστάτου ἑταιρικὸν, καὶ πόλεις πορθεῖν, καὶ εἰς μείζονα ἐξολισθήσοι ἀπόνοιαν· ἀλλ' ἐκ τῶν ἐνόντων, ὅποι παρείκοι, ἀντικαθίστασθαι κραταιῶς, καὶ τοὺς 117 πελάτας ἀμύνεσθαι. Βάρδαν οὖν, τὸν κατ' ἐπωνυμίαν Σκληρὸν, ἄνδρα λίαν ἐκτόπως νεανικὸν καὶ δραστήριον, οὗ τὴν σύναιμον Μαρίαν κοινωνὸν ἔσχε βίου τὸ πρόσθεν ὁ Ἰωάννης, κάλλει καὶ σωφροσύνῃ ἐς μέγα κλέους ἥκουσαν (ἔφθη δὲ ταύτην ὁ πικρὸς κατεργασάμενος θάνατος)· τοῦτον ἐν Μαγίστροις τελοῦντα καὶ τῶν ἐπὶ Θρᾴκης στρατευμάτων ἐπιστατοῦντα, καὶ τὴν τῶν Ῥῶς σφαδάζουσαν κατὰ τῶν Ῥωμαίων ἐπήλυσιν γενναίως ἀποτειχίζοντα, μετὰ τὴν ἀριστείαν, ἣν ἔναγχος ἀνεδήσατο τοὺς Σκύθας τρεψάμενος, ᾗπέρ μοι ἤδη δεδήλωται, μεταπεμψάμενος ὁ βασιλεὺς καὶ στρατηλάτην ἀνακηρύξας κατὰ τῶν στασιωτῶν, ἐς τὴν Ἀσίαν ἐξέπεμψεν· ἐντειλάμενος, εἰ οἷόν τε εἶναι, μὴ μιᾶναι τὴν γῆν, ὅτι μὴ πᾶσα ἀνάγκη, τῷ τῶν ὁμοφύλων αἵματι· ἀλλὰ τιμῶν ὑποσχέσεσι καὶ χρημάτων διανομαῖς καὶ πίστεσιν ἀπαθείας ὑπαγαγέσθαι τοὺς τῷ ἀποστάτῃ συναπαχθέντας. ἐνεχείριζε δὲ αὐτῷ καὶ τόμους, κατασεσημασμένους ἐκ χρυσοῦ σφραγῖσι βασιλικαῖς, οἷς ἐνεγέγραπτο ταξιάρχων καὶ στρατηγῶν καὶ Πατρικίων τιμαί. τούτοις ἐγκελευσάμενος δεξιοῦσθαι τοὺς γνωσιμαχοῦντας, καὶ ἀθετοῦντας τὴν τοῦ τυράννου αὐθεντίαν, καὶ πρὸς τὴν τοῦ βασιλέως ἀποκλίνοντας δούλωσιν. ὁ δὲ στρατηλάτης Σκληρὸς, τὸν Βόσπορον περαιωθεὶς καὶ κατειληφὼς τὸ Δορύλαιον, ἐνταῦθα τὸν στρατὸν ἀνεκαλεῖτο, καὶ ἐς φάλαγγα καθίστη, καὶ ταῖς καθ' ἡμέραν μελέταις ἐγύμναζεν. ἤδη δὲ καὶ ἀποχρῶσαν ὁρῶν τὴν ἐπισυναχθεῖσαν στρατιὰν, ὡς εἶναι ἱκανὴν ἐξ ἀντιπάλου παρατυχὸν τοῖς ἐναντίοις συμπλέκεσθαι, τῷ 118 Δουκὶ Βάρδᾳ καὶ συγκηδεστῇ (ἀδελφὴν γὰρ τοῦ Φωκᾶ Κωνσταντῖνος Πατρίκιος, ὁ τοῦ Σκληροῦ σύναιμος, σύζυγον εἶχε) δηλοῖ ταῦτα·
107.8.1
Ἐπισφαλῶς ἐβουλεύσω καὶ λίαν ἐπικινδύνως, ἀναίδην κατὰ τῶν κρατούντων ἀπαυθαδισάμενος, καὶ τὴν ὀλέθριον μελετήσας τυραννίδα, καὶ ὅπλα κατὰ τῶν ὁμοφύλων ἀράμενος, καὶ καταμιάνας ἱερῶν οἴκων ἕδη ταῖς τῶν ἀπαιδεύτων συνωμοτῶν προνομαῖς. εἰς κενὸν ἠπατήθης, Πατρίκιε, λέοντα νύσσων κοιμώμενον, τὸν ἀήττητον αὐτοκράτορα. οἶδας γὰρ, ὡς ἐν ταῖς μάχαις ἐπιφανεὶς οὗτος, πολυάνθρωπα στρατόπεδα ἐκ τῆς φήμης καὶ μόνης ἐτρέψατο. πῶς οὖν, διεφθαρμένων ἀνδρῶν συμβουλίαις ἀναπεισθεὶς, εἰς τοιοῦτον ὄλισθον ἐνσέσεικας σεαυτόν; ἀλλ', εἰ δοκεῖ, πείσθητί μοι, ὡς συγκηδεστῇ, καὶ φιλοῦντι, καὶ τὰ λῴονα συμβουλεύοντι· καὶ ἀπώθου τὴν κακίστην τυραννίδα, καὶ τῆς σωτηρίας ἀντιλαβοῦ, συγγνώμην τοῦ σφάλματος αἰτησάμενος (ἐγὼ δὲ αὐτὸς ἐγγυῶμαι, μηδέν σε πείσεσθαι τῶν ἀηδῶν, οὔτε πρὸς τοῦ κρατοῦντος, οὔτε πρὸς ἄλλου τινὸς, ἀλλὰ καὶ τῷ συνεπομένῳ σοι στίφει ἀμνηστεία τῆς προπετείας δοθήσεται)· καὶ μὴ βουληθῇς τὸν θυμὸν ἐξοπλίσαι κατὰ σοῦ τὸν βασιλικὸν, ὃς ἀπαραίτητός ἐστι τοῖς εὐγνωμονεῖν οὐκ ἐθέλουσι. τῶν σεαυτοῦ λοιπὸν γενόμενος λογισμῶν μὴ προῇ τὴν ἐσχάτην ἄγκυραν, ἀλλ', ἕως τὸ φιλάνθρωπον πρόκειται, ἄσπασαι τοῦτο, ὅπερ εἰσαῦθις ἐπιζητῶν οὐχ εὑρήσεις, καὶ πολλὰ καταθρηνήσεις, σαυτὸν τῆς ἀβουλίας μεμφόμενος. Ὁ δὲ Φωκᾶς 119 Βάρδας, τὴν δύναμιν ἀναλεξάμενος τῆς γραφῆς, ἀμείβεται ταῦτα· Ἀγαθόν τι χρῆμα καὶ θεῖον εἶναι τὴν συμβουλὴν ἐξεπίσταμαι, παλαιῶν βίβλους παραναγνοὺς καὶ αὐτός· ἰσχύειν δὲ ταύτην τηνικαῦτα λογίζομαι, ὁπηνίκα θεραπείαν τὰ πράγματα δέχονται. ὅταν δὲ περὶ αὐτὰ τὰ καίρια κινδυνεύωσι, καὶ εἰς τὰ πύματα δεινὰ συνελαύνωνται, ἶσα καὶ τῷ μηδὲν ἰσχύειν οἶμαι τὴν συμβουλήν. ἐγὼ γὰρ ἀναλογιζόμενος, εἰς οἵας τύχας ὁ ἀνόσιος καὶ παλαμναῖος Ἰωάννης τὸ ἐμὸν συνέκλεισε γένος, τὸν μὲν αὐτοκράτορα καὶ θεῖον ἐμὸν, εὐεργέτην δὲ αὐτοῦ, κοιμώμενον λέοντα κτείνας ἀνηλεῶς, ἐμὲ δὲ μάτην περιορίσας, τόν τε φύντα καὶ τὸν ὁμαίμονα ὠμῶς καὶ ἀφιλανθρώπως ἀποτυφλώσας ἐπὶ προφάσει μηδεμιᾷ, τὸν βίον ἀβίωτον τίθεμαι. διὰ ταῦτα μὴ κάμνε προτρέπων, ἐς χεῖρας ἀλάστορος ἐχθροῦ τὴν ἐμαυτοῦ προέσθαι ζωήν. οὐδὲ γὰρ πείσεις. ἀλλ' ἀνὴρ ὢν καὶ αὐτὸς, καὶ ἀκινάκην παρεζωσμένος, ἀγωνίσομαι τοῖς κειμένοις τοῦ γένους μου. πάντως δὲ δυσὶ πράγμασι τῆς τύχης ᾐωρημένης, θάτερον τούτων ἐκβήσεται· ἢ γὰρ εὐκλείας βασιλικῆς ἐπιτεύξομαι, καὶ τοῖς παλαμναίοις ἐντελὲς παρέξω τὸ ἀνταπόδομα· ἢ γενναίως τὸ μεμορμένον ἀποίσομαι, μιαροῦ τυράννου καὶ ἀνοσίου ἀπαλλαγείς.
107.9.1
Ταύτην ὁ Σκληρὸς Βάρδας ἀπειληφὼς τὴν γραφὴν, καὶ ἀπογνοὺς, ὡς οὐκέτι συμβουλίαις πείσει τὸν εἰς ἀπόνοιαν ἐκ προπετείας κατολισθήσαντα, τὴν στρατιὰν κατὰ ἴλας καὶ σπείρας 120 διατάξας, τὴν ἐπὶ τὸ Διπόταμον ᾔει. ἐκεῖσε δὲ ἀφικόμενος, ἐς τὸ τοῦ Φωκᾶ Βάρδα κατασκόπους ἐξαπιναίως στέλλει στρατόπεδον, εἰς ἐπαιτούντων σχῆμα μετασκευάσας αὐτοὺς, δηλώσοντας τὰς βασιλικὰς ὑποσχέσεις καὶ ἀμνηστίαν τῶν τολμηθέντων τοῖς προηγουμένοις τῆς στρατιᾶς, καὶ προσέτι ἀπαγγελοῦντας, ὡς, εἰ μὴ τοῦ ἀποστάτου θᾶττον ἀποῤῥαγεῖεν, καὶ πρὸς βασιλέα σπείσοιντο, τὸν στρατηλάτην μετὰ τῆς ὁμαιχμίας ἐπιθήσεσθαι καιροφυλακήσαντα, καὶ ὡς ἀντιπάλοις χρήσασθαι. οἱ δὲ, τούτων ἐνωτισθέντες τῶν λόγων, καὶ τοῦ ἐπ' ἀδήλοις σκιαμαχεῖν ταῖς τύχαις τὰς παρὰ τοῦ αὐτοκράτορος διδομένας τιμὰς ἑλέσθαι μᾶλλον συνοῖσον εἶναι σκεψάμενοι, νυκτὸς ἐπελθούσης, τῆς τοῦ Φωκᾶ διαστάντες ἑταιρίας, πρὸς τὸν στρατηλάτην ἀπηυτομόλησαν. ὧν οἱ προὔχοντες Ἀνδράλεστος ἦν ὁ Πατρίκιος, αὐτανεψιὸς τοῦ Φωκᾶ, καὶ ὁ Ἀμπελᾶς Συμεών. Βάρδας δὲ, τὸν τούτων δρασμὸν διαγνοὺς, καὶ ὅπως ἀπροφασίστως αὐτοῦ ἀπεῤῥάγησαν, ἤσχαλλεν, ὡς εἰκὸς, καὶ τοὺς ὑπολειφθέντας ἱκετείαις ἐξελιπάρει, μὴ καταπροδοῦναι λέγων αὐτὸν, καὶ ὃν συνίστορα Θεὸν καὶ ἔφορον τῶν ὅρκων πεποίηνται· ἀγωνίσασθαι δὲ μᾶλλον εἰς δύναμιν, καί οἱ δεινὰ πεπονθότι συνάρασθαι· οὐδὲ γὰρ τὸν Σκληρὸν, ἔφη, αὐτοῖς ἐξισχύειν συστάδην ἀντικαθίστασθαι, εἴγε μὴ νωθρῶς αὐτοὶ καὶ ἀνειμένως χωροῖεν ἐπὶ τὸ πολεμεῖν. καὶ ὁ μὲν ἐλιπάρει ταῦτα ποτνιώμενος· οἱ δὲ, καὶ αὖθις τοῦ στρατοπέδου ὑπεκρέοντες, τῷ στρατηλάτῃ Σκληρῷ προσετίθεντο. λέγεται βαθείας ἄρτι νυκτὸς ἐνισταμένης, 121 περιπαθῆ γενόμενον τὸν Φωκᾶν τῷ δρασμῷ τῶν συνωμοτῶν, ἀγρυπνεῖν καὶ ἀλύειν, εὐχαῖς τε τὸ θεῖον ἐξιλεοῦσθαι, τὸ Δαβιδικὸν ἐκεῖνο κατεπᾴδοντα λόγιον· Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με. αἰφνίδιον δὲ φωνὴν ἐξ ἀέρος ἐνηνεγμένην αὐτοῦ τὰ ὦτα περιβομβεῖν, μὴ περαιτέρω τοῦ ψαλμοῦ χωρεῖν διακελεύουσαν· ὡς τοῦ στρατηλάτου Βάρδα κατ' αὐτοῦ τὰ τοιαῦτα τοῦ ψαλμοῦ προεξαιτήσαντος λόγια. ἐπιτρὶς δὲ αὐτῷ τῆς τοιαύτης ἐνηχηθείσης φωνῆς, θαμβηθῆναί τε τῷ καινῷ τοῦ χρησμοῦ, καὶ τῆς εὐνῆς διαναστῆναι περιδεῶς, καὶ τὴν τῆς ἕω φαῦσιν ἐκδέχεσθαι.
107.10.1
Ἤδη δὲ τῆς ἡμέρας σταθερῶς διαυγαζούσης, τοῦ ἵππου ἐπιβῆναι καὶ διϊέναι τὸ στράτευμα, ἐρεῖσαί τε τοῖς πεδίλοις τὸν ὀφθαλμόν. ἐρείσαντι δὲ φαντασίαν γενέσθαι ἀλλόκοτον. δόξαι γὰρ οὐκ ἐρυθρὰ ταῦτα τυγχάνειν, ἀκραιφνῶς δὲ μελεμβαφῆ. ἐρέσθαι τε τοὺς ἀμφ' αὐτὸν, ἀνθ' ὅτου τὸν τοσοῦτον πλάνον καθυποσταῖεν, καὶ μὴ τὰ τῆς βασιλείας, ἀλλ' ἰδιωτικὰ, αὐτῷ ἐπορέξειεν πέδιλα. τοὺς δὲ ἀποκρίνασθαι, τὰ κοκκοβαφῆ πέλειν, αὐτῷ δὲ ταῦτα κατανοεῖν ἀκριβῶς συνεβούλευον. τὸν δὲ ἐπιβαλεῖν τούτοις τὸν ὀφθαλμὸν, καὶ ἐρυθρὰ ταῦτα καταμαθεῖν, καθάπερ ἐτέλουν ἀνέκαθεν. τοῦτο δεύτερον ἀπαίσιον οἰωνὸν ὁ Φωκᾶς λογισάμενος τὸ τεράστιον, ὁρῶν δὲ καὶ τὴν στρατιὰν αὑτοῦ διϊσταμένην καὶ ἀφηνιάζουσαν, ἔγνω παντὶ τρόπῳ διασώζειν ἑαυτόν. μέσων οὖν τῶν νυκτῶν τῶν οἰκειοτάτων τριακοσίους 122 ἐς τὸ ἀσφαλὲς ὡπλισμένους ἀνειληφώς, λάθρα τοῦ χάρακος ἔξεισι, καὶ τὴν ἐπὶ τὸ τῶν Τυράννων φρούριον ἄγουσαν, ὃ Ἀντιγοὺς κέκληται, ᾔει· ὅπερ, τὸ τῆς τύχης παλίμβολον ὑφορώμενος, ἐκ πολλοῦ ἐκρατύνατο, σῖτον ἐν αὐτῷ καὶ παντοδαπὴν χιλὸν ἐπιδαψιλευσάμενος. ὁ δὲ χῶρος, ἵνα τῷ Φωκᾷ Βάρδᾳ ὁ συνασπισμὸς διαλέλυτο, Βαρδάηττα ἐκαλεῖτο ἀνέκαθεν. Βάρδας δὲ ὁ στρατηλάτης, τὸν δρασμὸν διαγνοὺς τοῦ Φωκᾶ, συνάμα λογάσιν ἐξιππασάμενος, ἔθει διώκων. ἀλλ' αὐτοῦ μὲν διήμαρτεν, ἤδη τῷ φρουρίῳ ἀνασωθέντος· τῶν δὲ τούτου συνωμοτῶν ὅσους ζωγρίας εἴληφε, τῶν ὀφθαλμῶν ἀπεστέρησε, προστεταγμένον πρὸς βασιλέως ἔχων αὐτό. λέγεται δὲ τὸ χωρίον, ἵνα τοῖς ἀθλίοις τὸ τοιοῦτον συνέβη ἀτύχημα, Τυφλοβιβάρια ὀνομάζεσθαι. ἔμοιγε οὖν ἔπεισι θαυμάζειν, ὅπως ἐξ ἐπιπνοίας τινὸς οἱ πάλαι κινούμενοι ἄνθρωποι ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως προσηκόντως καὶ καταλλήλως τὰς προσηγορίας τοῖς τόποις ἐτίθεσαν. ἐπεὶ λέγεται καὶ Λέοντα τὸν Φωκᾶν, τὸν πρὸς πάππου θεῖον τοῦ Βάρδα, τοὺς ὀφθαλμοὺς ἐκκοπῆναι ἀνηλεῶς, ὀνομάζεσθαι δὲ τὸν χῶρον, καθ' ὃν τὴν τοιαύτην ὑπέστη ποινὴν, Ὠηλέοντα, πρὸς δὲ τῆς ἀγροικικῆς ἰδιωτείας κεκλῆσθαι Γωλέοντα. ἀλλὰ τὰ μὲν τῶν τίσεων χωρία τοιαύτας ἀνέκαθεν τὰς ἐπωνυμίας εἰλήφεσαν. οὐ παρέλκον δὲ ἴσως δόξει τὸ καὶ τὸν τρόπον τῆς τοῦ Λέοντος ἐκτυφλώσεως κατὰ παραδρομὴν ἐξειπεῖν.
107.11.1
Ἄρτι τοῦ αὐτοκράτορος Λέοντος φθινάδι νόσῳ τῶν ἔνθεν 123 μεταναστάντος, καὶ Ἀλεξάνδρου, τοῦ αὐτοῦ συναίμου, κατόπιν ἐκείνῳ συναπελθόντος, τῆς δὲ Ῥωμαϊκῆς ἀρχῆς πρός τε Κωνσταντίνου, τοῦ τιθηνουμένου παιδὸς αὐτοῦ, καὶ τῆς Αὐγούστης Ζωῆς, ἐπισφαλῶς φερομένης, Συμεὼν, ὁ τῶν Μυσῶν ἀρχηγὸς, ἀνὴρ τολμητίας καὶ θερμουργὸς τὰ πολεμικὰ, πάλαι σφαδάζων, καὶ τὴν κατὰ Ῥωμαίων μάχην ὠδίνων, εὐκαιρίας δραξάμενος, λεηλατῶν οὐκ ἀνίη Μακεδονίαν καὶ Θρᾴκην· εἰς ἀπόνοιάν τε τὴν Σκυθικὴν καὶ συνήθη ἐπαρθεὶς, αὐτοκράτορα ἑαυτὸν ἀνακηρύττειν Ῥωμαίοις ἐκέλευεν. οἱ δὲ, τὴν ὕπαιθρον ἀλαζονείαν καὶ ὕβριν τοῦ Σκύθου μὴ φέροντες, τὰ ὅπλα κινεῖν κατ' αὐτοῦ ἔγνωσαν. καὶ δὴ Λέοντα τὸν Φωκᾶν, ἀνδρείᾳ καὶ τροπαίοις τηνικαῦτα τῶν λοιπῶν στρατηγῶν ὑπερφέροντα, ἀρχηγὸν τῆς στρατιᾶς προστησάμενοι καὶ Δομέστικον τῶν σχολῶν ἀνειπόντες· Ῥωμανὸν δὲ, τῶν ἐμπύρων νεῶν προχειρισάμενοι ναύαρχον (Δρουγγάριον τῶν πλωΐμων τὸν εἰς τὴν τοιαύτην ἀφιγμένον ἀρχὴν ὀνομάζουσι)· τὸν μὲν ἐκ γῆς, τὸν δὲ ἐκ θαλάσσης, Μυσοῖς ἐπιτίθεσθαι προὔπεμψαν. περαιωθέντα δὲ τὸν Λέοντα καὶ τὴν Μυσίαν κατειληφότα φασὶ ἐκτόπως διαγωνίσασθαι, καὶ ἀναρίθμητα πλήθη κατακόψαι τῶν δυσμενῶν, ὡς τὸν Συμεὼν εἰς ἀπορίαν συνελαθῆναι δεινὴν, καὶ ἀμηχανεῖν ὅ, τι καὶ δράσῃ, καὶ ὅπως ἐκφύγῃ οὕτω θρασὺν ἄνδρα καὶ ἀκαταγώνιστον. ἤδη δὲ καὶ τῶν ἄλλων ἀπειρηκότων Μυσῶν καὶ πρὸς φυγαδείαν τρεπομένων, ἀγγελίαν πρός τινος λέγεται τῶν ὑπασπιστῶν ἀνενεχθῆναι τῷ Λέοντι, ὡς ὁ Δρουγγάριος Ῥωμανὸς αὐτοῖς ἱστίοις 124 ἀπάρας, κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος, ἔρωτι τυραννίδος ἀποπλέει εἰς τὸ Βυζάντιον. τὸν δὲ, τῷ ἀπαισίῳ τῆς ἀγγελίας περιαλγήσαντα, διαλῦσαί τε τὸν συνασπισμὸν, καὶ, νῶτα τοῖς Μυσοῖς δόντα, ἐπείγεσθαι πρὸς τὴν βασιλεύουσαν, εἴ πως τὸν τοῦ Ῥωμανοῦ προτερήσοι ἐπίπλουν, καὶ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐγκρατὴς γένοιτο. τὸν δὲ Συμεὼν, τὴν ἀπροφάσιστον καὶ ἀλλόκοτον ἰδόντα Ῥωμαίων φυγὴν, ἐνδοιάσαι μὲν ἐς τὸ παραυτίκα, μή τι σκαιωρούμενον εἴη, καὶ ὄλεθρος Μυσοῖς ἐπισπομένοις ἐγγένηται· μαθόντα δὲ ἀνὰ κράτος φεύγειν αὐτοὺς, ἕπεσθαί τε, καὶ ἄπειρα πλήθη συγκόψαι ἀνηλεῶς. καὶ νῦν ἐστὶν ὁρᾷν εἰσέτι σωρείας ὀστῶν παρὰ τὴν Ἀγχίαλον, καθ' ἣν ἀκλεῶς συνεκόπη τότε φεῦγον τῶν Ῥωμαίων τὸ στράτευμα. ὁ δὲ Λέων, ἐπείπερ ὑστέρησε τῆς εἰς τὸ Βυζάντιον ἀφίξεως, καὶ τῆς ἐλπίδος ἡμάρτανεν (ἔφθη γὰρ ὁ Ῥωμανὸς τὴν βασίλειον ἑστίαν κατειληφὼς καὶ Πατὴρ Βασιλέως ἀναῤῥηθείς), ἐς τὴν Ἀσίαν διὰ τῆς Ἀβύδου περαιωθεὶς, πρὸς ἀποστασίαν ἀπέκλινε, καὶ πολλὰ τῷ Ῥωμανῷ καὶ τῇ πολιτείᾳ παρέσχε πράγματα, κατατρέχων, καὶ τοὺς ἐτησίους φόρους ἀφαιρούμενος, καὶ τοὺς ἀντικαθισταμένους χειρούμενος. ἤδη δὲ τῷ χρόνῳ τοῦ λῃστρικοῦ διασκεδασθέντος, καὶ εἰς τοὔμπαλιν αὐτῷ ὑπονοστήσαντος τοῦ βουλεύματος, φυγαδείᾳ χρήσασθαι, συλληφθῆναί τε καὶ ὠμῶς ἐκκεντηθῆναι τοὺς ὀφθαλμούς.
107.12.1
Ἀλλὰ ταῦτα μὲν οὕτως. Φωκᾷ δὲ ἐπειγομένῳ τηνικαῦτα 125 ἐπὶ τὸ φρούριον, καὶ οὐραγοῦντι τῶν ἀμφ' αὑτὸν, τῶν ἐπιτιθεμένων αὐτῷ τις ἐξιππασάμενος, θρασὺς καὶ ἀγέρωχος, ἐπῄει, ἐπανατείνων τὸ ξίφος μετ' ἀπειλῶν, καὶ πλήττειν ἐπιχειρῶν. ὁ δὲ ἀπαλλάττεσθαι τὴν ταχίστην παρῄνει, τὰς κατασχούσας αὐτὸν τύχας εὐλαβηθέντα. δεῖν δὲ, θνητὸν ὄντα, τὸ ἄστατον πάντως ὑφορᾶσθαι τῶν πραγμάτων καὶ ἄπιστον, καὶ μὴ προστιθέναι κακοδαιμονοῦντος ἀνδρὸς τοῖς ἀλγήμασιν ἄλγημα. ἀρκεῖν γὰρ τὰ περιστοιχήσαντα τοῦτον δεινὰ, ἅτινα εἰς τοῦτο δυσπραγίας αὐτὸν περιήλασαν, ὡς φυγάδα νῦν καθορᾶσθαι τὸν τῆς Ῥωμαϊκῆς κατάρξαντα στρατιᾶς. ὁ δὲ, ὕθλον τηνάλλως τοὺς τοιούτους λόγους τιθέμενος, πλησιέστερον ᾔει, πλήττειν πειρώμενος. ὁ δὲ Βάρδας, τὴν παρῃωρημένην κορύνην μεταχειρισάμενος, αἰφνίδιόν τε συστραφεὶς, κατὰ τῆς κόρυθος παίει τὸν ἄνθρωπον· ὁ δὲ, αὐτῇ κυνῇ κατεαγεὶς τὸ κρανίον, ἄναυδος τῇ γῇ προσαράσσεται· καὶ οὕτως ἐς τὸ φρούριον ὁ Φωκᾶς διασώζεται. Βάρδας δὲ, ὁ στρατηλάτης καὶ Μάγιστρος, τὸ φρούριον κυκλωσάμενος, παρῄνει τῷ Φωκᾷ Βάρδᾳ, τὴν εὐμένειαν τοῦ κρατοῦντος αἰτήσασθαι, καὶ τοῦ τειχίου κατιέναι ὡς τάχιστα. ὁ δὲ, ἐπεὶ ἐς ἀμηχανίαν ἐσχάτην καὶ δεινὴν ἀπορίαν συνείληπτο, πολλὰ γνωματεύσας καὶ λογισάμενος, ἔγνω ἐνδοῦναι τῇ τύχῃ, καὶ εἶξαι τοῖς κρατοῦσιν, εἰ ἀπάθειαν αὑτοῦ τε καὶ τῶν φιλτάτων λήψοιτο. παραυτίκα οὖν πίστεις ἐξαιτησάμενος, ὡς οὐδέν τι τῶν ἀηδῶν πείσεται, καὶ ταύτας πρὸς τοῦ Σκληροῦ εἰληφώς, κάτεισι τοῦ φρουρίου σὺν γυναικὶ καὶ τέκνοις. ὁ δὲ τούτους δεξάμενος 126 ἀλύπως ἐφρούρει, ἀναφέρει τὰ ξυναχθέντα πρὸς βασιλέα, ἐρόμενος ὅ, τι δεῖ καὶ ποιεῖν. ὁ δὲ αὐτοκράτωρ Ἰωάννης ἐδήλου, τὸν μὲν τοῦ Φωκᾶ Βάρδαν, κληρικὸν ἀποκαρέντα, ἅμα συζύγῳ καὶ τέκνοις ἐν τῇ νήσῳ Χίῳ περιορίσαι· αὐτὸν δὲ, τὰς δυνάμεις ἀνειληφότα, ἐς τὴν Εὐρώπην διὰ τοῦ Ἑλλησπόντου διαπερᾷν, χειμεριοῦντα πρὸς τὰ ἐκεῖσε χειμάδια· ὡς, ἦρος εὐθὺς ἐπιγινομένου, καὶ αὐτὸν βασιλέα μετὰ τῶν ὑπασπιστῶν ἐκστρατεῦσαι κατὰ Σκυθῶν· μηδὲ γὰρ τὴν τούτων ἀκάθεκτον ὕβριν καρτερῆσαι λοιπόν.
107.13.1
Οὗτοι γὰρ, τὴν ἀπὸ τῆς Εὐρώπης τοῦ στρατηλάτου Βάρδα διαγνόντες ἄπαρσιν, ἐς τὴν Ἀσίαν παρὰ βασιλέως σταλέντος διὰ τὸν ἔναγχος ἀναῤῥιπισθέντα πρὸς τοῦ Φωκᾶ Βάρδα νεωτερισμὸν, καθάπερ μοι ἤδη ἐῤῥήθη, τὰ μέγιστα Ῥωμαίους ἐσίνοντο, αἰφνιδίους ἐπεξελάσεις ποιούμενοι, καὶ τὴν τῶν Μακεδόνων ληϊζόμενοι καὶ δῃοῦντες ἀφειδῶς· τοῦ τὴν ἐπιστασίαν τῆς ἐνταῦθα στρατιᾶς ἐγχειρισθέντος Ἰωάννου Μαγίστρου, ᾧ Κουρκούας ἐπώνυμον, ἐς ῥᾳστώνην καὶ πότους, παρὰ τὸ εἰκὸς, ἀποκλίναντος, ἀπείρως τε καὶ ἀμαθῶς κεχρημένου τοῖς πράγμασι· τῷ τοι καὶ ἐς αὐθάδειαν καὶ θράσος τὰ Ῥωσικὰ ἐπήρθη φρονήματα. τὴν ὑπέραυχον τοιγαροῦν ἀλαζονείαν αὐτῶν, καὶ τὸν ἀντικρὺς προπηλακισμὸν μὴ στέγων ὁ βασιλεὺς, παντὶ σθένει κολούειν καὶ κατασπᾷν ἠπείγετο ἐκ τοῦ συστάδην τούτοις συμπλέκεσθαι. ἐντεῦθεν καὶ τὰς ἐμπύρους τριήρεις ἑρματίζειν προσέταττε, καὶ σίτου πλῆθος ἐς τὴν τοῦ Ἀδριανοῦ πόλιν διὰ τῶν σιτηγῶν 127 πλοίων κομίζειν, καὶ χορτάσματα τῶν ὑποζυγίων, καὶ ἀποχρῶντα ὅπλα τῇ στρατιᾷ, ὡς μήτινος τούτων κατὰ τὸν καιρὸν τῶν ἀγώνων οἱ Ῥωμαῖοι σπανίζοιεν. ἐν ᾧ δὲ ταῦτα παρεσκευάζετο, Θεοδώραν, τὴν τοῦ αὐτοκράτορος Κωνσταντίνου τοῦ Πορφυρογεννήτου παῖδα, ὁ Ἰωάννης πρὸς γάμον ἡρμόσατο, κάλλει μὲν καὶ σώματος ὥραις οὔ τι λίαν οὖσαν ἀριπρεπῆ, σωφροσύνῃ δὲ καὶ ταῖς παντοδαπαῖς ἀρεταῖς ἀδηρίτως τοῦ θήλεος ὑπεραίρουσαν. Νοέμβριος μὴν ἐνειστήκει, ἔτει δευτέρῳ τῆς τούτου ἡγεμονίας, ὅτε ἡ γαμήλιος ἐτελεῖτο ἑστίασις. καὶ θυμηδία τις κατεῖχε τὸν δῆμον ἄῤῥητος, ἀνθ' ὧν ἤθους εὐμενείᾳ καὶ τρόπων χρηστότητι τὸ ὑπήκοον ὁ βασιλεὺς ἴθυνε· θαυμαζόμενος μάλιστα, ὅτε μεγαλοπρεπής τις ὢν καὶ ἀρχικὸν κεκτημένος τὸ φρόνημα, προσηνής τε καὶ ἐπιεικὴς τοῖς ὑπηκόοις ἐδείκνυτο, προχείρως τοῖς χρῄζουσιν ἐπιδαψιλεύων τὸν ἔλεον. ἀλλὰ τότε μὲν, φιλοτησίαις καὶ θεάτρων ἁμίλλαις τὸν δῆμον φιλοφρονούμενος, κατὰ τὸ Βυζάντιον διεχείμαζε καὶ τὸν τοῦ ἦρος καιρὸν ἐξεδέχετο, τοὺς ἀμφ' αὑτὸν ἐξασκῶν ὁσημέραι λογάδας τὴν ἐνόπλιον κατὰ θάτερα δίνησιν καὶ τὴν παντοδαπὴν τοῦ πολεμεῖν ἐμπειρίαν, ὁπόση παρὰ τὰς μάχας τοῖς ἀλκιμωτάτοις ἀνδράσιν ἐπινενόηται. ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Η.
107.14.1
Τῆς δὲ χειμερινῆς κατηφείας εἰς ἐαρινὴν αἰθρίαν μεταβαλούσης, τὸ σταυρικὸν σημεῖον εὐθὺς ἄρας ὁ βασιλεὺς, κατὰ τῶν Ταυροσκυθῶν ἠπείγετο. καὶ δῆτα τῶν ἀνακτόρων ἐξαναστὰς, τῷ τοῦ Σωτῆρος Χριστοῦ κατὰ τὴν Χαλκῆν τιμωμένῳ σηκῷ πρόσεισι, τὸ θεῖον ἐξευμενισόμενος. ὅνπερ ἀθρήσας ἐστενωμένον εὐκτήριον, μόλις που πεντεκαίδεκα χωρεῖν ἔνδον ἄνδρας δυνάμενον, σκολιάν τε καὶ δυσπρόσοδον, ὡσεί τινα ἑλικοειδῆ λαβύρινθον ἢ κρησφύγετον κεκτημένον τὴν ἄνοδον, ἐξαυτῆς 129 ἐγκελεύεται ἐς τὸ μεγαλειότερον καὶ εὐαγέστερον ἐκ βάθρων τοῦτον οἰκοδομεῖν, τῶν γείσων αὐτὸς σχηματίσας τὸν περίμετρον· ὃν εἰς τοῦτο κάλλος, εἰς ὃ νῦν ὁρᾶται, καὶ μέγεθος ἡ ἐκείνου ἐξ ἐπιπνοίας τινὸς σπουδὴ καὶ ἐπίσκηψις ἤγειρεν. ἐντεῦθεν εἰς τὸν θεῖον καὶ περίπυστον νεὼν τῆς τοῦ Θεοῦ σοφίας ἀφικόμενος, ἄγγελόν τε αὑτῷ δοθῆναι ἐξαιτησάμενος, προπορευόμενον τοῦ στρατοῦ, καὶ τὴν ὁδὸν κατευθύνοντα, εἰς τὸν ἐν Βλαχέρναις τιμώμενον τῆς Θεομήτορος οἶκον λιτανεύων ἐπιφοιτᾷ. κἀνταῦθα δὲ ἱκετηρίαις τὸ θεῖον, ὡς τὸ εἰκὸς, ἐξιλεωσάμενος, ἄνεισιν ἐς τὰ ἐκεῖσε ἀνάκτορα, τὰς πυρφόρους τριήρεις ὀψόμενος, τακτικῶς πρὸς τὸ τοῦ Βοσπόρου σαλευούσας προκόλπιον, ᾧ καὶ ἐπίνειον ταῖς φορτίσι καθέστηκεν εὔορμον καὶ εὐγάληνον, ἐς καμπὴν ἠρέμα μέχρι τῆς γεφύρας καὶ τοῦ κατ' αὐτῆς εἰσβάλλοντος ποταμοῦ ἐκτεινόμενον. τὴν γοῦν μετ' ἐμπειρίας καὶ κόσμου τῶν τριηρῶν εἰρεσίαν καὶ ἅμιλλαν ὁ βασιλεὺς θεασάμενος (ἐτύγχανον δὲ ὑπὲρ τὰς τριακοσίας, συνάμα λέμβοις καὶ ἀκατίοις, ἃ νῦν γαλέας καὶ μονήρια κοινῶς ὀνομάζουσι), φιλοφρονησάμενός τε τοὺς ἐρέτας καὶ τὸ περὶ αὐτὰς στρατιωτικὸν ἀργυρίου διανομῇ, ἐς τὸν Ἴστρον ἐκπέμπει, τὸν τούτου πόρον φρουρήσοντας, ὡς μὴ ἐνὸν εἴη τοῖς Σκύθαις, ἐς τὴν σφῶν πατρίδα ἐκπλεῖν καὶ τὸν Κιμμέριον Βόσπορον, εἴγε πρὸς φυγὴν ἀποκλίνοιεν. λέγεται δὲ τὸν Ἴστρον ἕνα τῶν ἐξ Ἐδὲμ ἐκπορευομένων εἶναι ποταμῶν, τὸν ἐπικεκλημένον Φισῶν, ἐκ τῆς ἕω μὲν ἐκδιδόμενον, ὑποδυόμενόν τε κατὰ γῆν ἀμηχάνῳ τοῦ δημιουργοῦ σοφίᾳ· καὶ αὖθις ἐκ τῶν 130 Κελτικῶν ὀρέων ἀναπιδύοντα, ἑλισσόμενόν τε διὰ τῆς Εὐρώπης, καὶ, εἰς πέντε τεμνόμενον στόματα, τὸν ῥοῦν ἐσβάλλειν παρὰ τὸν Πόντον, ὃς Εὔξεινος ὀνομάζεται. τινὲς δὲ Φισῶν τὸν τὴν Ἰνδικὴν τέμνοντα γῆν τυγχάνειν, ὃν καὶ Γάγγην κικλήσκειν εἰώθασι, παρ' ᾧ ἐξευρίσκεται ὁ λίθος ὁ σμάραγδος.
107.15.1
Ἀλλ' αἱ μὲν τριήρεις τοῦτον τὸν τρόπον ἐπὶ τὸν Ἴστρον ἀνήχθησαν. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τοῦ Βυζαντίου ἀπάρας, ἐς τὴν Ἀδριανοῦ σὺν παντὶ τῷ στρατεύματι παραγίνεται. ἣν Ὀρέστην φασὶ πολίσαι τὸν τοῦ Ἀγαμέμνονος, ὅτε τὸν πλάνον ὑπέστη μετὰ τὴν ἀναίρεσιν Κλυταιμνήστρας, τῆς ἰδίας μητρός· ἐξ ἐκείνου τε Ὀρεστιάδα κεκλῆσθαι τὸ πρότερον. Ἀδριανὸν δὲ αὖθις τὸν αὐτοκράτορα, Σκύθαις μαχόμενον, ἁλῶναί τε τῇ θέσει τῆς χώρας, καὶ ταύτην ἐχυροῖς περιβόλοις τειχίσαι, καὶ Ἀδριανοῦ ὀνομάσαι. ἐνταῦθα δὲ ὁ βασιλεὺς ἀφικόμενος, ἀναμαθών τε πρὸς τῶν σκοπῶν, ὡς ἐπάγουσαι εἰς τὴν τῶν Μυσῶν δυσέμβολοι καὶ ἐστενωμένοι ἀταρπιτοὶ, ἃς καὶ κλεισούρας, διὰ τὸ οἱονεὶ κατακεκλεῖσθαι, κατονομάζουσι, παρὰ τῶν Σκυθῶν οὐ παραφυλάττονται, τοὺς λοχαγοὺς καὶ ταξιάρχους συναγηοχὼς, ἔλεξε τοιάδε· Ὤιμην μὲν, ὦ συστρατιῶται, Σκύθας τὴν ἡμετέραν ὡς αὐτοὺς ἐκ πολλοῦ προσδοκῶντας ἄφιξιν, παντὶ σθένει τὰ ἐπικαιρότατα καὶ στενώτατα, δυσπρόσοδά τε, τῶν ἀταρπιτῶν, θριγκοῖς τισι καὶ ἑρκίοις συγκλεῖσαι, ὡς μὴ εὐπετῶς ἡμῖν εἴη εἰς τὰ πρόσω εἰσιτητέα. ἐπεὶ δὲ ἡ τοῦ θείου Πάσχα ἐπέλευσις ἔσφηλε τούτους, προκατασφαλίσασθαι τὰς ὁδοὺς καὶ 131 ἀπεῖρξαι τὴν ἡμῶν πάροδον, μὴ πεισθέντας, ὡς καταλιπόντες ἡμεῖς τὰ τῇ μεγάλῃ ἑορτῇ ἐφεπόμενα, λαμπροφορίας, καὶ προόδους, καὶ τρυφὰς, καὶ θέατρα, περὶ πόνους καὶ ταλαιπωρίας πολέμων ἐναποκλίνομεν, δοκεῖ μοι ἄριστα πράξειν, εἰ ἐξαυτῆς ἁρπάσωμεν τὸν καιρὸν, καὶ ὡς ἔχομεν τάχους ἐνσκευασάμενοι, τὴν ἐστενωμένην ὁδὸν παροδεύσωμεν, πρὸ τοῦ Ταυροσκύθας αἰσθέσθαι τὴν ἡμῶν ἔφοδον, καὶ εἰς ἀλκὴν κατὰ τὰς δυσχωρίας ὁρμῆσαι. εἰ γὰρ προτερήσομεν τὴν τῶν ἐπισφαλῶν χωρίων διάβασιν, καὶ ἀπροσδόκητοι τούτοις προσβάλωμεν, οἶμαι (σὺν Θεῷ δὲ εἰρήσθω), αὐτοβοεὶ καὶ τὴν πόλιν Πραισθλάβαν αἱρήσειν, ᾗ Μυσοῖς ἐστὶ τὰ βασίλεια· κἀκεῖθεν ὁρμώμενοι, ῥᾷστα τὴν Ῥωσικὴν ἀπόνοιαν καταγωνισόμεθα.
107.16.1
Ἀλλὰ ταῦτα μὲν εἶπεν ὁ βασιλεὺς, τοῖς δέ γε στρατηγοῖς καὶ ταξιάρχοις ἄκαιρος ἐδόκει ταυτὶ τὰ ῥηθέντα τόλμα, καὶ τηνάλλως θράσος ἐς ἀπόνοιαν ἐκπίπτον ἀλόγιστον, ἀπερισκέπτως τὴν Ῥωμαϊκὴν δύναμιν διὰ σηραγγώδους καὶ κρημνώδους ὁδοῦ διαβιβάζειν ἐπὶ τῆς ἀλλοδαπῆς προτρεπόμενα. ἐφ' ἱκανὸν οὖν χρόνον σιωπώντων αὐτῶν, ἀναλαβὼν αὖθις καὶ ἀνοιδήσας ὁ αὐτοκράτωρ φησίν· Ὅτι μὲν τὸ μὴ λελογισμένως παρὰ τοὺς πολέμους χωρεῖν, ἀλλ' αὐθαδῶς καὶ θρασέως, κίνδυνον εἴωθεν ὡς μάλιστα προξενεῖν καὶ πανολεθρίαν ἀνήκεστον, ἐπίσταμαι καὶ αὐτὸς, ἐκ νεότητος ταῖς μάχαις ἀναστραφεὶς, καὶ πολλὰ τρόπαια, καθὼς ἴστε, καὶ νίκας ἀναδησάμενος. ὅτι δὲ, ἐν οἷς ὁ καιρὸς, ὡς 132 ἐπὶ ξυροῦ ἀκμῆς ἑστηκὼς, μὴ κατὰ γνώμην χρῆσθαι τοῖς πράγμασι δίδωσι, δεῖ που τοῦτον προαρπάζειν, καὶ τὰ οἰκεῖα εὖ τίθεσθαι, συνθήσεσθαί μοι δοκῶ καὶ αὐτοὺς, ἐμπειρίαν πολλὴν ἀναλεξαμένους ἐκ τῆς ἀλλεπαλλήλου καὶ ἑτεροκλινοῦς τῶν πολέμων ῥοπῆς. εἴ τι οὖν μοι πείθεσθε τὰ λῴονα συμβουλεύοντι, ἕως οἱ Σκύθαι πρὸς ῥᾳστώνην ἀναπεπτώκασι, μήπω τὴν ἡμῶν αἰσθόμενοι ἄφιξιν, ἁρπάσωμεν τὸν καιρὸν, καὶ ἡ νίκη τῇ διαβάσει τῆς κλεισούρας συνέψεται. εἰ γὰρ διαβησείοντας ἡμᾶς αἴσθοιντο, καὶ εἰς ἀντίπαλον ἐπὶ τῶν στενωπῶν ἀντιτάξοιντο φάλαγγα, οὐκ εἰς καλὸν ἡμῖν τελευτήσει τὰ πράγματα, ἀλλ' ἐς ἀπορίαν καὶ ἀμηχανίαν δεινήν. ἐπιῤῥώσαντες οὖν τοὺς θυμοὺς, καὶ λογισάμενοι, ὅτι Ῥωμαῖοί ἐστε, οἱ τὸ ἀντίξουν ἅπαν τὸ πρόσθεν ὅπλοις καταστρεφόμενοι, ἕπεσθε τὴν ταχίστην, τὴν σφῶν ἀρετὴν ἐπὶ τῶν ἔργων ἐπιδεικνύμενοι.
107.17.1
Ταῦτα εἰπὼν, καὶ ἀριπρεπεῖ παντευχίᾳ καθοπλισθεὶς, ἐφ' ἵππου τε γαύρου καὶ σοβαροῦ ἐπιβὰς, καὶ δόρυ ἐπωμισάμενος μήκιστον, ἀπήρχετο τῆς ὁδοῦ, προπορευομένην ἔχων τὴν τῶν λεγομένων ἀθανάτων φάλαγγα, τεθωρακισμένην ἐπιεικῶς· εἵποντο δὲ αὐτῷ ὁπλῖται μὲν τῶν ἀλκιμωτάτων πρὸς τοῖς μυρίοις πεντακισχίλιοι, ἱππεῖς δὲ μύριοι καὶ τρισχίλιοι. τὸ δὲ λοιπὸν στρατιωτικὸν μετὰ τοῦ θητικοῦ, φέρον τὰς ἑλεπόλεις καὶ τὰς παντοδαπὰς μηχανὰς, βάδην ἐξόπισθεν εἵπετο, ἅμα τῷ προέδρῳ Βασιλείῳ, ᾧ τὴν τούτων ὁ βασιλεὺς ἐπέτρεψε πρόνοιαν. ἐπεὶ δὲ τοὺς ἐπισφαλεῖς καὶ κρημνώδεις τόπους διώδευε παρὰ 133 πᾶσαν ὑπόνοιαν, τὸ σύντονον ἐπισχὼν τῆς πορείας, ἐπί τινος ἐχυροῦ γηλόφου ἐκ τοῦ θατέρου μέρους παραῤῥέοντα ἔχοντος ποταμὸν, ὑδάτων πληθώραν ἐπαγγελλόμενον, τήν τε ἵππον καὶ τὸν στρατὸν διανέπαυσεν. ἄρτι δὲ σταθηρᾶς ἡμέρας ἀπαυγαζούσης, διαναστὰς, καὶ ἐς βαθείας φάλαγγας διατάξας τὸ στράτευμα, τὴν ἐπὶ Πραισθλάβας ᾔει, θαμινὰ τὰς σάλπιγγας τὸ ἐνυάλιον ἐγκελευσάμενος ἐπηχεῖν, ἀλαλάζειν τε τὰ κύμβαλα, καὶ τὰ τύμπανα παταγεῖν. ἐντεῦθεν βοή τις ἄῤῥητος ἀνεδίδοτο, συνεπηχούντων τοῖς τυμπάνοις τῶν ἐκεῖσε ὀρέων, καὶ ἀντικτυπούντων τῶν ὅπλων, καὶ τῶν ἵππων χρεμετιζόντων, τῶν τε ἀνδρῶν ἀλλήλοις ἐκβοώντων καὶ πρὸς τὴν μάχην ἐπιῤῥωννύντων, ὡς τὸ εἰκός. Ταυροσκύθας δὲ, τὴν τοῦ στρατοπέδου μετ' ἐμπειρίας ὡς αὐτοὺς ἀθρήσαντας ἐπεξέλασιν, ἀμηχανία καὶ δέος ᾕρει, τῷ ἀπροσδοκήτῳ καταπλαγέντας τοῦ πράγματος. ἀλλὰ καὶ ὣς σπουδῇ τὰ ὅπλα ἁρπάσαντες, καὶ τοὺς θυρεοὺς ἐπωμισάμενοι (ἐρυμνοὶ δὲ οὗτοι, καὶ ἐς τὸ ἀσφαλὲς ποδήρεις ἐξειργασμένοι πεποίηνται), ἐς καρτερὸν ἀντικαταστάντες συνασπισμὸν, ἐπὶ τὸ πρὸ τοῦ ἄστεος ἱππήλατον πεδίον Ῥωμαίοις ἀντεπῄεσαν, δίκην θηρίων βρυχώμενοι, καὶ καινὴν καὶ ἀλλόκοτον προϊέμενοι ὠρυγήν. Ῥωμαῖοι δὲ, συμβαλόντες αὐτοῖς, ἐῤῥωμένως ἐμάχοντο, καὶ ἄξια πολέμων ἔργα εἰργάζοντο, τῆς μάχης ἰσοπαλοῦς ἀμφοτέροις γεγενημένης. ἐνταῦθα τοῖς ἀθανάτοις ὁ βασιλεὺς κατὰ τὸ εὐώνυμον τῶν Σκυθῶν κέρας μετὰ ῥύμης εἰσβάλλειν ἐγκελεύεται. οἱ δὲ, προβαλόν 134 τες τοὺς ἄκοντας, καὶ σφοδρῶς τοῖς μύωψι τοὺς ἵππους κεντρίσαντες, κατὰ τούτων ἤλαυνον. Σκύθαι δὲ, ἅτε πεζέταιροι χρηματίζοντες· οὐδὲ γὰρ ἀφ' ἵππων εἰθισμένον ἐστὶν αὐτοῖς ἀγωνίζεσθαι, ὅτι μηδὲ πρὸς τοῦτο γυμνάζονται· οὐχ ὑπήνεγκαν τὸν τῶν Ῥωμαίων δορατισμὸν, ἀλλ' ἐκκλίναντες εἰς φυγὴν, ἐπὶ τὸν τοῦ ἄστεος περίβολον συνεκλείοντο· οὓς ἐπισπόμενοι Ῥωμαῖοι ἀνηλεῶς ἔκτεινον. φασὶ γὰρ παρὰ ταύτην τὴν προσβολὴν ὀκτακισχιλίους πρὸς τοῖς πεντακοσίοις ἀναιρεθῆναι Σκυθῶν.
107.18.1
Οἱ δὲ περιλειφθέντες, ἐπεὶ πρὸς τὸ ἄστυ συνεκλείσθησαν, ἐκ τῶν ἐπάλξεων ἄνωθεν ἐῤῥωμένως ἠκροβολίζοντο. τηνικαῦτα λέγεται καὶ τὸν Πατρίκιον Καλοκύρην, τῇ Πραισθλάβᾳ ἐπιχωριάζοντα, ὅσπερ τὴν Ῥωσικὴν πανοπλίαν κατὰ τῶν Μυσῶν τὸ πρόσθεν, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, κεκίνηκεν, αἰσθόμενον τὴν τοῦ αὐτοκράτορος ἄφιξιν (οὐδὲ γὰρ ἐνῆν λανθάνειν, τῶν βασιλικῶν παρασήμων τῇ στιλπνότητι τοῦ χρυσοῦ ἄῤῥητον ἐκπεμπόντων μαρμαρυγήν), λαθραίως ὑπὸ νύκτα βαθεῖαν ὑπεξελθεῖν τε τοῦ ἄστεος καὶ ὡς τὸν Σφενδοσθλάβον ἀφικέσθαι, αὐτοῦ που παρὰ τὸ Δορύστολον (ὃ τὰ νῦν Δρίστα καλεῖται) πανσυδὶ διατρίβοντα. ἀλλ' οὕτω μὲν ὁ Καλοκύρης ἀπέδρασε, Ῥωμαίους δὲ ἡ νὺξ ἐπελθοῦσα τῆς μάχης ἐπέσχεν. ἄρτι δὲ κατὰ τὴν ὑστεραίαν καὶ τῆς λοιπῆς στρατιᾶς μετὰ τῶν ἑλεπόλεων ἀφιγμένης (ἡμέρα δὲ ἦν ἡ καλουμένη μεγάλη πέμπτη, καθ' ἣν ἐπὶ τὸ πάθος μολῶν ὁ Σωτὴρ τὰ σωτήρια τοῖς μαθηταῖς μετὰ τὸν μυστικὸν δεῖπνον διδάγματα ἐξεπαίδευσε), πρωΐθεν ὁ αὐτοκράτωρ Ἰωάννης ἐξαναστὰς

Intertext edge

Open linked passage

Note