Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
135.1.1
καὶ εἰς ἀῤῥαγῆ συνασπισμὸν διατάξας τὰς φάλαγγας, παιωνίσας τε τὸ ἐνυάλιον, τῷ τείχει προσέβαλεν, ὡς αὐτοβοεὶ αἱρήσων τὴν πόλιν. Ῥῶς δὲ καὶ αὐτοὶ πρὸς τοῦ σφῶν παρακροτούμενοι στρατηγοῦ (Σφέγκελος δὲ ἦν οὗτος, ὁ τρίτην ἔχων τιμὴν παρὰ Σκύθαις μετά γε Σφενδοσθλάβον· ἐκεῖνος γὰρ ἁπάντων κατῆρχεν), ἐκ τῶν ἐπάλξεων ἀντετάξαντο, καὶ Ῥωμαίους ἐπιόντας κατὰ τὸ ἐνὸν ἠμύνοντο, ἀκόντια, καὶ βέλη, καὶ λίθους χειροπλήθεις ἐπαφιέντες ἄνωθεν. Ῥωμαῖοι δὲ, τοῖς τε τόξοις καὶ πετροβόλοις ὀργάνοις, σφενδόναις τε καὶ ἀκοντίοις θαμινώτερον κάτωθεν βάλλοντες, ἀνεῖργον τοὺς Σκύθας, βιαζόμενοι, καὶ μὴ ἐῶντες ἀδεῶς προκύπτειν ἐκ τῶν ἐπάλξεων. ὁ δὲ αὐτοκράτωρ, γεγωνότερον ἐμβοήσας καὶ τῷ περιβόλῳ τὰς κλίμακας προσερείδειν ἐγκελευσάμενος, ἐπέῤῥωσε τῇ βοῇ τὴν πολιορκίαν, ἐκθύμως ἐπ' ὄψεσι βασιλέως ἁπάντων διαγωνιζομένων, καὶ τιμὰς ἀναλόγους τοῖς πόνοις τοπαραυτίκα πρὸς αὐτοῦ προσδοκώντων ἀποίσεσθαι.
135.2.1
Ῥωμαίων δὲ ἐπιβρισάντων καὶ τοῖς τείχεσι προσπελασάντων τὰς κλίμακας, ἐνταῦθά τις γενναῖος νεανίσκος, ἄρτι πυρσαῖς θριξὶν ἐπιχνοάζων τὴν γένυν, ἐκ τῆς τῶν Ἀνατολικῶν ὁρμώμενος γῆς, ᾧ Θεοδόσιος ὄνομα, Μεσονύκτης ἐπίκλησις, θατέρᾳ μὲν τὸ ξίφος σπασάμενος, τῇ λαιᾷ δὲ τὴν ἀσπίδα ὑπὲρ κεφαλὴν ἀνατείνας, ὡς μὴ βάλλοιτο ἄνωθεν παρὰ τῶν Σκυθῶν, διὰ τῆς κλίμακος ἄνεισιν· ἀγχοῦ δὲ γενόμενος τῆς ἐπάλξεως, καταστοχήσας τοῦ προκύπτοντος Σκύθου καὶ τοῦτον 136 ἀμυνομένου τῷ δόρατι, παίει κατὰ τοῦ τένοντος· ἀπαραχθεῖσα δὲ ἡ κεφαλὴ σὺν τῇ κόρυθι ἔξω τειχῶν πρὸς ἔδαφος ἐσφαιρίζετο· Ῥωμαῖοι δὲ τῷ καινῷ τοῦ δράματος ἐπηλάλαξαν, καὶ συχνοὶ τοῦ πρώτως ἀνελθόντος τόλμαν ζηλώσαντες, διὰ τῶν κλιμάκων ἀνέθεον. ὁ δὲ Μεσονύκτης, ἐπεὶ τοῦ τείχους ἐπέβη, καὶ τῆς ἐπάλξεως ἐγκρατὴς ἐξεγένετο, πλείστους τῶν ἀμυνομένων Ῥῶς ἐπιστροφάδην πλήττων τῶν τειχῶν κατεκρήμνιζε. θᾶττον δὲ συχνῶν ἑκασταχοῦ τῶν περιβόλων ἀνελθόντων, καὶ παντὶ σθένει τοὺς ἐναντίους ἀποσφαττόντων, τὰς ἐπάλξεις καταλιπόντες οἱ Σκύθαι, ἐς τὴν βασίλειον αὐλὴν, τειχίον ἐχυρὸν κεκτημένην, ἐν ᾗ καὶ ὁ πλοῦτος Μυσοῖς ἐναπέκειτο, ἀκλεῶς συνώσθησαν, πυλίδα μίαν ἠνεῳγμένην παραλιπόντες. ἐν ᾧ δὲ ταῦτα ἐδρᾶτο, ἡ ἔξω τειχῶν ὁρμωμένη τῶν Ῥωμαίων πληθὺς, τοὺς θαιροὺς τῶν πυλῶν καὶ μοχλοὺς διακόψασα καὶ συντρίψασα, ἔνδον εἰσῄει τοῦ ἄστεος, ἀμύθητον φόνον αὐτουργήσασα τῶν Σκυθῶν. τότε δὴ καὶ Βορὴν συλληφθῆναι λέγεται, τῶν Μυσῶν βασιλέα, σὺν γυναικὶ καὶ δυσὶ νηπίοις, οὕτω πυρσοῖς τὴν γένυν περιπυκάζοντα, καὶ προσαχθῆναι τῷ βασιλεῖ· ὁ δὲ, τοῦτον δεξάμενος, διὰ τιμῆς ἦγε, κοίρανον Βουλγάρων ἀποκαλῶν, φάσκων τε, ἥκειν Μυσοῖς τιμωρήσων, δεινὰ πεπονθόσι πρὸς τῶν Σκυθῶν.
135.3.1
Ῥωμαῖοι δὲ, ἅπαξ ἐμπελασθέντες τῷ ἄστει, ἐχώρουν διὰ τῶν στενωπῶν, τοὺς μὲν δυσμενεῖς ἀποκτείνοντες, τὰ δὲ χρήματα διαρπάζοντες. τηνικαῦτα καὶ τῇ βασιλείῳ αὐλῇ 137 προσέβαλλον, ἐν ᾗ τῆς Ῥωσικῆς πληθύος συνώσθη τὸ μάχιμον. ἀλλ' εὐσθενῶς ἔνδον ἀντικαταστάντες οἱ Σκύθαι τούτους ἀνῄρουν, διὰ τῆς πυλίδος ἐξολισθαίνοντας, καὶ μέχρι τῶν ἑκατὸν καὶ πεντήκοντα ἄνδρας ἀνεῖλον νεανικούς. ὁ δὲ βασιλεὺς τὸ τοιοῦτον σύμπτωμα γνοὺς, θᾶττον ἐξιππασάμενος, παντὶ σθένει πρὸς τὴν μάχην χωρεῖν τοῖς ἑπομένοις προὐτρέπετο· ἐπεὶ δὲ οὐκ εἶχέ τι γενναῖον ἀνύττειν (διὰ γὰρ τῆς ἐστενωμένης πυλίδος τοὺς εἰσιόντας Ταυροσκύθαι δεχόμενοι εὐπετῶς κατειργάζοντο, πλείστους κατασπαθίζοντες), τὴν μὲν πρόσω τῶν Ῥωμαίων ἀλόγιστον ὁρμὴν ἀνεχαίτισε, πῦρ δὲ τῇ αὐλῇ ἑκασταχοῦ διὰ τῶν περιβόλων ἐνιέναι προσέταξε. τῆς δὲ πυρκαϊᾶς σφοδρᾶς ἀναῤῥιπισθείσης, καὶ ἐκτεφρούσης θᾶττον τὰ ὑποκείμενα, τῶν δόμων ὑπεξελθόντες οἱ Ῥῶς, ὑπὲρ τοὺς ἑπτακισχιλίους τυγχάνοντες, ἔς τε τὸ ὕπαιθρον τῆς αὐλαίας συσπειραθέντες, ἀμύνεσθαι τοῖς ἐπιοῦσι παρεσκευάζοντο. τούτοις ὁ βασιλεὺς Βάρδαν Μάγιστρον τὸν Σκληρὸν μετὰ νεανικοῦ συντάγματος ἀντέταξεν· οὓς κυκλωσάμενος τῇ συνεπομένῃ φάλαγγι τῶν ἀλκιμωτάτων ἀνδρῶν ὁ Σκληρὸς, ἔργου εἴχετο. καὶ τῆς συμπλοκῆς γενομένης καρτερῶς οἱ Ῥῶς διεμάχοντο, μὴ δόντες νῶτα τοῖς ἐχθροῖς, Ῥωμαῖοι δὲ τῇ σφῶν ἀρετῇ καὶ τῇ τῶν πολέμων πείρᾳ κατηκόντισαν ἅπαντας, πλείστων ὅτι καὶ Μυσῶν κατὰ ταύτην πεσόντων τὴν μάχην· οἵγε συνεπήμυνον Σκύθαις, Ῥωμαίοις δυσμεναίνοντες, ὡς γεγονόσιν αἰτίοις τῆς ὡς αὐτοὺς γεγενημένης ἀφίξεως τῶν Σκυθῶν. 138 Σφέγκελος δὲ παρὰ τὸν Σφενδοσθλάβον ᾤχετο, φυγῇ μετ' ὀλίγων κλέψας τὴν σωτηρίαν· αὖθις δὲ ἀνῃρέθη, ὥσγε μοι ἤδη εἰρήσεται. ἀλλ' οὕτω μὲν ἡ Πραισθλάβα, ἐν δυσὶν ἡλίοις ἁλοῦσα, ὑπὸ Ῥωμαίοις ἐγένετο.
135.4.1
Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τὴν στρατιὰν, ὡς τὸ εἰκὸς, φιλοφρονησάμενος, διανέπαυε, καὶ τὴν θείαν ἀνάστασιν τοῦ Σωτῆρος αὐτόθι ἑώρταζεν. ἔκ τε τῶν δορυαλώτων Ταυροσκυθῶν τινας ἀποκρίνας ὡς τὸν Σφενδοσθλάβον ἐξέπεμπε, τὴν τῆς πόλεως ἅλωσιν ἀπαγγελοῦντας αὐτῷ καὶ τὴν τῶν ἑταίρων ἀναίρεσιν, φράζειν τε, μὴ διαμέλλειν, ἀλλ' αἱρεῖσθαι τὴν ταχίστην δυοῖν θάτερον· ἢ τὰ ὅπλα καταθέσθαι καὶ τοῖς κρείττοσι πειθαρχεῖν, καὶ τῶν τετολμημένων συγγνώμην αἰτεῖν, ἀφιστάμενον ἐξαυτῆς χώρας τῆς τῶν Μυσῶν· ἢ, τοῦτο μὴ βουλομένου, ἀλλ' εἰς τὴν σύντροφον αὐθάδειαν ἀποκλίναντος, παντὶ σθένει ἐπιοῦσαν τὴν Ῥωμαϊκὴν ἀμύνεσθαι δύναμιν. ταῦτα μὲν ἀπαγγέλλειν Σφενδοσθλάβῳ παρήγγειλεν· αὐτὸς δὲ, ὀλίγων ἡμερῶν ἐνδιατρίψας τῇ πόλει, καὶ ταύτης τὰ πεπονηκότα ὀχυρωσάμενος, καὶ φρουρὰν ἀποχρῶσαν καταλιπὼν, Ἰωαννούπολίν τε ταύτην ἐπὶ τῷ ἑαυτοῦ καλέσας ὀνόματι, πανστρατὶ τὴν ἐπὶ τὸ Δορύστολον ἴετο. ὅπερ Κωνσταντῖνος, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος, ἐκ βάθρων ἐδείματο, καὶ εἰς ὃ νῦν ὁρᾶται κάλλος καὶ μέγεθος ἤγειρεν, ὁπηνίκα τὸ σταυρικὸν σημεῖον κατηστερισμένον ἐν οὐρανῷ θεασάμενος, Σκύθας δυσμενῶς ἀντιτεταγμένους αὐτῷ καὶ μανικῶς ὁρμῶντας κατεπολέμησε. πάρεργον δὲ τῆς ὁδοῦ τήν τε καλουμένην Πλίσκου