Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia
Leo DiaconusHist 139 · pg-scrape-grcMore by Leo Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
139.1.1
βαν καὶ Δίνειαν εἷλεν ὁ βασιλεὺς, καὶ συχνὰς τῶν πόλεων, αἳ τῶν Σκυθῶν ἀφηνιάσασαι Ῥωμαίοις προσέθεντο. Σφενδοσθλάβος δὲ, τὸ κατὰ τὴν Πραισθλάβαν πάθος γνοὺς, ἤσχαλλε μὲν καὶ ἤχθετο, οὐκ ἀγαθὸν οἰωνὸν τοῦ μέλλοντος τοῦτο τιθέμενος· τῇ δὲ Σκυθικῇ ἀπονοίᾳ παρακροτούμενος, καὶ ταῖς κατὰ Μυσῶν νίκαις γαυρούμενος, εὐπετῶς ᾤετο καὶ τὴν Ῥωμαϊκὴν καταγωνίσασθαι δύναμιν.
139.2.1
Ὁρῶν δὲ Μυσοὺς τῆς ἐκείνου μὲν ἑταιρείας ἀφηνιάζοντας, τῷ δὲ βασιλεῖ προσχωροῦντας, πολλὰ γνωσιμαχήσας, καὶ ἀνασκοπήσας, ὡς, εἰ πρὸς Ῥωμαίους οἱ Μυσοὶ ἀποκλίνειαν, οὐκ εἰς καλὸν αὑτῷ τελευτήσει τὰ πράγματα, τοὺς γένει καὶ δυναστείᾳ διαφέροντας συνειλοχὼς τῶν Μυσῶν, εἰς τριακοσίους ἀριθμουμένους, ὠμὸν καὶ ἀπάνθρωπον κατ' αὐτῶν ἐμελέτησε τόλμημα. δειροτομήσας γὰρ πάντας ἀπέκτεινε· τὴν δ' ἄλλην πληθὺν πεδήσας συνέκλεισεν ἐν εἱρκταῖς. αὐτὸς δὲ τὴν τῶν Ταυροσκυθῶν πανοπλίαν συναγαγὼν, εἰς ἑξήκοντα χιλιάδας συναγομένην ἀνδρῶν, Ῥωμαίοις ἀντετάξατο. ἐν ᾧ δὲ ὁ βασιλεὺς σχολαιότερον τὴν πρὸς αὐτοὺς ἐπεποίητο ἄφιξιν, τινὲς παραβόλῳ τόλμῃ παρακροτούμενοι τῶν θρασυτέρων, τῆς Ῥωσικῆς ἀποῤῥαγέντες φάλαγγος, ἐς λόχον ἐκάθιζον, καὶ δὴ τῶν προδρόμων τινὰς ἐκ τοῦ ἀφανοῦς ἐπελάσαντες ἔκτειναν. ὧν ὁ αὐτοκράτωρ ἐῤῥιμμένα παρὰ τὴν ἀταρπιτὸν τὰ πτώματα κατιδὼν, τῷ ῥυτῆρι τὸν ἵππον ἐπισχὼν, σχετλιάσας τε τὴν τῶν ὁμοεθνῶν ἀπώλειαν, 140 ἀνιχνεύειν τοὺς τοῦτο δεδρακότας ἐκέλευε. τῶν δὲ πεζεταίρων τοὺς δρυμοὺς καὶ τὰς λόχμας καταδραμόντων σπουδῇ, καὶ τοὺς πελάτας ἐκείνους συνειληφότων, εἰς ὄψιν τε πεπεδημένους παραγαγόντων τῷ βασιλεῖ, αὐθωρὸν κατασπαθίζειν τούτους προσέταττεν. οἱ δὲ, μηδὲν μελλήσαντες, ξίφεσιν ἄρδην ἐμέλισαν ἅπαντας. ἄρτι δὲ τῶν στρατευμάτων ἐς τὸν πρὸ τοῦ Δορυστόλου χῶρον συνελθόντων, ὃ καὶ Δρίστραν κικλήσκειν εἰώθεσαν, Ταυροσκύθαι μὲν ἔγχεσι καὶ θυρεοῖς τὰς φάλαγγας πυκνώσαντες, καὶ οἷον πυργώσαντες, τοὺς δυσμενεῖς παρὰ τὸ μεταίχμιον ἔμενον. Ῥωμαίους δὲ κατὰ μέτωπον ἀντιτάξας ὁ βασιλεὺς, καὶ τοὺς πανσιδήρους ἱππότας κατὰ θάτερον κέρας παραστησάμενος, τούς τε τοξότας καὶ σφενδονήτας ἐξόπισθεν ἐπιστήσας, καὶ θαμινὰ βάλλειν ἐγκελευσάμενος, ἐπῆγε τὴν φάλαγγα.
139.3.1
Τῶν δὲ στρατοπέδων εἰς χεῖρας ἀλλήλοις συναραχθέντων, καὶ σφοδρᾶς τῆς μάχης καταῤῥαγείσης, ἰσοπαλὴς παρὰ τὰς πρώτας προσβολὰς ὁ ἀγὼν τέως ἐν ἀμφοτέροις ἐγίνετο. Ῥῶς μὲν γὰρ δεινόν που καὶ σχέτλιον τιθέμενοι, εἰ δόξαν παρὰ τῶν προσοίκων ἐθνῶν ἔχοντες, ἐν ταῖς μάχαις ἀεὶ τῶν ἀντιπάλων κρατεῖν, νῦν ὑπὸ Ῥωμαίων αἰσχρῶς ἡττηθέντες ταύτης ἐκπέσοιεν, ἐκθύμως διηγωνίζοντο. Ῥωμαίοις δὲ αἰδώς τις εἰσῄει καὶ νέμεσις, εἰ τὸ ἀντίξουν ἅπαν ὅπλοις καὶ τῇ σφῶν ἀρετῇ καταστρεφόμενοι, νῦν ἀπέλθοιεν, παρὰ πεζομαχοῦντος ἔθνους, ἱππάζεσθαι μηδόλως εἰδότος, καταγωνισθέντες, ὥς τινες ἔργων μάχης ἀνάσκητοι, καὶ 141 τοσοῦτον αὑτοῖς ἐν ἀκαρεῖ κλέος οἰχήσεται. τὰς τοιαύτας δὴ δόξας παρ' ἑαυτοῖς ἐντρέφοντα τὰ στρατεύματα θαῤῥαλέως διηγωνίζοντο· καὶ Ῥῶς μὲν τῇ συντρόφῳ θηριωδίᾳ καὶ τῷ θυμῷ στρατηγούμενοι, μετὰ ῥύμης κατὰ Ῥωμαίων ἐφήλλοντο, οἷον ἐνθουσιῶντες καὶ βρυχώμενοι· Ῥωμαῖοι δὲ μετ' ἐμπειρίας καὶ τεχνικῆς ἐπιστήμης αὐτοῖς ἀντεπῄεσαν. καὶ συχνοὶ παρ' ἀμφοτέρων ἔπιπτον τῶν μερῶν, καὶ μέχρι μὲν δείλης βαθείας ἀμφιτάλαντος ἡ νίκη ἐδόκει, τῇδε κἀκεῖσε μεταφερομένης τῆς μάχης. ἤδη δὲ τοῦ φωσφόρου καταφερομένου πρὸς δυσμὰς, τὴν ἵππον ὁ βασιλεὺς ἀνὰ κράτος αὐτοῖς ἐπιῤῥάξας, ἐμβοήσας τε, Ῥωμαίους ὄντας ἐπὶ τῶν ἔργων τὴν σφῶν ἀρετὴν ἐπιδείκνυσθαι, τῶν ἀνδρῶν ἐπέῤῥωσε τὰ φρονήματα. ἐπέβρισαν γὰρ ἐκτόπῳ φορᾷ, καὶ οἱ σαλπιγκταὶ τὸ ἐνυάλιον ἐπηλάλαξαν, καὶ βοή τις ἀθρόα παρὰ Ῥωμαίων ἤρθη. Σκύθαι δὲ, τὴν τούτων οὐκ ἐνεγκόντες ῥοπὴν, ἐς φυγὴν ἔκλιναν καὶ πρὸς τὸ τεῖχος συνώσθησαν, πολλοὺς τῶν σφετέρων παρὰ ταύτην ἀποβαλόντες τὴν μάχην. Ῥωμαῖοι δὲ, τὰ ἐπινίκια παιωνίσαντες, ἐν εὐφημίαις εἶχον τὸν αὐτοκράτορα· ὁ δὲ ἀξιωμάτων τότε διανομαῖς καὶ δεξιώσεσιν ἑστιάσεων ἐφιλοφρονεῖτο τούτους, καὶ προθυμοτέρους ἐπὶ τὰς μάχας εἰργάζετο.

Intertext edge

Open linked passage

Note