Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
142.1.1
ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Θ.
142.2.1
Ἄρτι δὲ ἡμέρας διαυγαζούσης, ἐρυμνῷ χάρακι τοῦτον τὸν τρόπον ὁ βασιλεὺς τὸ στρατόπεδον ἐκρατύνετο. γεώλοφός τις χαμαίζηλος τοῦ Δορυστόλου ἐκ διαστήματος κατὰ τὸ πεδίον ἀνίσταται. ἐν τούτῳ τὸ στράτευμα διασκηνισάμενος, ταφρείαν ἀνορύττειν κυκλόθεν ἐκέλευε· τόν τε χοῦν ἐκφοροῦντας ἐς τὴν τὸ 143 στρατόπεδον ταινιοῦσαν τῆς τάφρου ὀφρῦν ἀποτίθεσθαι, ἐς ὕψος δὲ ἀποχρῶν αἰρομένων τῶν χωμάτων ἄνωθεν καταπηγνύειν τὰ δόρατα, ἐπερείδειν τε τούτοις τοὺς θυρεοὺς ἀλλήλων ψαύοντας· ὡς ἀντὶ τείχους χρηματίζειν τήν τε τάφρον καὶ τὸν ἐκφορηθέντα χοῦν τῷ στρατεύματι· καὶ μὴ ἐνὸν εἴη τοῖς ἐναντίοις ἔνδον διαβαίνειν, ἀλλ' εἴργεσθαι τῆς ἐφόδου τῇ τάφρῳ ἐγχρίπτουσιν. εἰθισμένον δὲ Ῥωμαίοις, ταύτῃ τὴν σφῶν ἐπὶ τῆς πολεμίας διατίθεσθαι ἔπαυλιν. ἐπεὶ δὲ τὸν χάρακα τοῦτον τὸν τρόπον ἐκρατύνατο, τῇ ἐπιούσῃ ἐκτάξας τὴν στρατιὰν τῷ τείχει προσέβαλλε. Σκύθαι δὲ, τῶν πύργων προκύπτοντες, βέλη καὶ χερμάδας, καὶ ὅσα ἑκηβόλα πέφυκεν ὄργανα, κατὰ τῆς Ῥωμαϊκῆς ἠφίεσαν φάλαγγος. οἱ δὲ καὶ αὐτοὶ σφενδόναις καὶ βέλεσι Σκύθας ἠμύναντο κάτωθεν. καὶ μέχρι τῶν τοιούτων ἀκροβολισμῶν ἀμφοτέροις ἡ μάχη περιΐστατο, καὶ Ῥωμαῖοι μὲν ἐπὶ τὸν χάρακα ᾔεσαν, καὶ δεῖπνον εἵλοντο· Σκύθαι δὲ, κλινούσης ἡμέρας, ἔφιπποι τοῦ περιβόλου ἐξῄεσαν, τότε πρώτως φανέντες ἐφ' ἵππων ὀχούμενοι. ἄφιπποι γὰρ παρὰ τοὺς πολέμους ἀεὶ χωρεῖν εἰώθεισαν, ἀνασκήτως ἔχοντες τῶν ἐφιππίων ἐπιβαίνειν, καὶ τοῖς πολεμίοις ἀνταγωνίζεσθαι. Ῥωμαῖοι δὲ, σπουδῇ τοῖς ὅπλοις φραξάμενοι καὶ τῶν ἵππων ἐπιβάντες, τούς τε κοντοὺς ἀνειληφότες (ἐπιμήκεις δὲ τούτους παρὰ τὰς μάχας μεταχειρίζονται), μετὰ ῥύμης καὶ βιαίου ὠθισμοῦ αὐτοῖς ἐπελαύνουσιν. οἱ δὲ, μηδὲ τοῖς ῥυτῆρσι τοὺς ἵππους χαλιναγωγεῖν ἐπιστάμενοι, πρὸς τῶν Ῥωμαίων κατακοντιζόμενοι, νῶτα δόντες εἰς τὸ τεῖχος κατεκλείοντο.
142.3.1
Τηνικαῦτα δὴ καὶ αἱ τῶν Ῥωμαίων πυρφόροι τριήρεις μετὰ τῶν σιτηγῶν πορθμείων διὰ τοῦ Ἴστρου ἐφάνησαν ἀναπλέουσαι· ἃς Ῥωμαῖοι μὲν ἰδόντες ἀῤῥήτου χαρμονῆς ὑπεπλήσθησαν, Σκύθας δὲ δέος ᾕρει, τὸ ἐπιφερόμενον αὐτοῖς ὑγρὸν πῦρ δεδιότας. ἠκηκόεισαν γὰρ πρὸς τῶν γεραιτέρων τοῦ σφῶν ἔθνους, ὡς τὸν μυριόστολον στρατὸν Ἴγγορος, τοῦ τὸν Σφενδοσθλάβον τεκόντος, Ῥωμαῖοι τῷ τοιούτῳ Μηδικῷ πυρὶ κατὰ τὸν Εὔξεινον ἐξετέφρωσαν. ἐντεῦθεν σπουδῇ τὰ ἑαυτῶν συναγαγόντες ἀκάτια, πρὸ τοῦ περιβόλου τοῦ ἄστεος εἵλκυσαν, ἵνα παραῤῥέων ὁ Ἴστρος τὸ θάτερον τοῦ Δορυστόλου περικλύζει πλευρόν. ταῦτα αἱ πυρφόροι νῆες κυκλόθεν ἐφρούρουν, ὡς μὴ εἴη Σκύθαις ἐνὸν, αὐτῶν ἐπιβεβηκόσιν, ἐπὶ τὴν σφῶν ἀνασώζεσθαι γῆν. τῇ δὲ ὑστεραίᾳ Ταυροσκύθαι, τοῦ ἄστεος ὑπεκδύντες, κατὰ τὸ πεδίον ἐτάξαντο, ποδηνεκεῖς θυρεοὺς προβαλλόμενοι καὶ θώρακας ἁλυσιδωτούς. Ῥωμαῖοι δὲ καὶ αὐτοὶ τοῦ χάρακος ὑπεξῄεσαν ἐς τὸ ἀκριβὲς τεθωρακισμένοι· καὶ καρτερῶς ἄμφω τὰ μέρη διηγωνίζοντο, καὶ ἀμφίδοξος ἡ νίκη ἐδόκει, ἄλλοτε θατέρου μέρους ὠθοῦντος. ἐπεὶ δέ τις Ῥωμαίων τῆς φάλαγγος ἀποῤῥαγεὶς τὸν μετὰ Σφενδοσθλάβον τρίτον παρὰ Ταυροσκύθαις τιμώμενον Σφέγκελον, ἐκθύμως τότε διαγωνιζόμενον, κατηκόντισεν, ἄνδρα γιγαντώδη καὶ νεανικόν· ἐπὶ τῷ τούτου πτώματι διαταραχθέντες Ταυροσκύθαι βάδην τοῦ πεδίου ὑπενόστουν καὶ πρὸς τὸ ἄστυ ἠπείγοντο. τηνικαῦτα καὶ Θεόδωρος, ὁ τὴν κατεπωνυμίαν Λαλάκων, ἀνὴρ κατά τε ἀλκὴν καὶ σώματος ῥώμην 145 δυσάντητος καὶ ἀκαταγώνιστος, πλείστους τῶν δυσμενῶν σιδηρᾷ κορύνῃ ἀπέκτεινεν. ἰσχύϊ γὰρ χειρὸς ταύτην καταφέρων, αὐτῇ κυνῇ καὶ τὴν ταύτῃ περιστελλομένην συνέθλαττε κεφαλήν. ἀλλ' οὕτω μὲν τότε Σκύθαι, τὰ νῶτα δόντες, διὰ τοῦ ἄστεος ὑπενόστησαν. Ῥωμαίους δὲ ὁ βασιλεὺς, τὸ ἀνακλητικὸν ἐπαυλεῖν ἐγκελεύσας, συνεκαλεῖτο ἐπὶ τὸν χάρακα, οὓς δώροις καὶ προπόσεσιν ἐθεράπευε, προθυμοποιῶν, ῥωμαλέως ἐπὶ τοὺς πολέμους χωρεῖν.
142.4.1
Ἐν τούτῳ δὲ τῶν πραγμάτων ᾐωρημένων, καὶ τῆς μάχης ἔτι συνεστηκυίας, Λέων Κουροπαλάτης, ὁ τοῦ αὐτοκράτορος Νικηφόρου ὁμαίμων, ἐπὶ τὴν κατὰ Λέσβον Μήθυμναν ἅμα Νικηφόρῳ τῷ υἱῷ φρουρούμενος, ὥς μοι ἤδη δεδήλωται, χρυσῷ τοὺς φρουροὺς διαφθείρας, ἐς ἀποστασίαν ἀπέκλινεν, ἀσινεῖς ἔχων τὰς κόρας τῶν ὀφθαλμῶν. ὁ γὰρ ἐκτυφλοῦν τὸ πρόσθεν αὐτὸν προτραπεὶς, εἴτε κατ' ἐντολὴν τοῦ βασιλέως τοῦτο πεποιηκὼς (ὑπονοεῖται γὰρ καὶ τοῦτο· τεκμήριον δὲ, ὅτι μετὰ τὴν τοῦ δράματος διάγνωσιν κακῶν ἀπαθὴς ὁ ἄνθρωπος ἔμεινεν), εἴτε καὶ οἴκτῳ τῆς τοσαύτης ἐπικαμφθεὶς συμφορᾶς, τὰς μὲν βλεφαρίδας ἐκείνου κατέκαυσεν, ἀσινεῖς δὲ καὶ ἀκηράτους τὰς κόρας παρέλιπε. τότε γοῦν εἰς ἀκάτιον ὁ Κουροπαλάτης ἐμβὰς, τῇ κατ' ἀντιπέρας Βυζαντίου χθονὶ λεληθότως προσώρμισεν, ἐπί τι φροντιστήριον, ὃ Πηλαμὺς κέκληται, κρυπτόμενος. ἐκεῖθέν τε διά τινος τῶν οἰκείων τοῖς φίλοις καὶ γνωστοῖς τὴν αὑτοῦ καταμηνύει ἄφιξιν. οἱ δὲ παντὶ σθένει συνάρασθαί οἱ διωμολόγουν, καὶ πλῆθος συναθροίσειν ἐνόπλων 146 ἀνδρῶν, καὶ τὰς τῆς βασιλικῆς ἑστίας κλεῖς ὑφελέσθαι, δι' ὧν αὐτῷ εὐπετῶς ἡ ἐς τὰ βασίλεια γένοιτο πάροδος. καὶ δῆτα ἔργου εἴχοντο, καὶ τὴν διὰ λόγων ὑπόσχεσιν καὶ δι' ἔργων ἀνύττειν ἐπεχείρουν, μηδόλως μελλήσαντες. ἐντεῦθεν δή τινα τῶν βασιλικῶν κλειδούχων δωρεαῖς ὑποποιησάμενοι, κηρῷ τὰς κλεῖς ἐκτυποῦν ἔπεισαν, καὶ αὑτοῖς ἐπιδοῦναι τὸν κηρόν. καὶ ὃς, οὐδὲν ἀναδὺς, τυπώσας τὸν κηρὸν ἐπεδίδου· οἱ δὲ, βάναυσον μισθωσάμενοι, τὰς κλεῖς ἐφ' ἑστίας ὡς τάχος ἐχάλκευσαν.
142.5.1
Ἐπεὶ δὲ πάντα τούτοις κατὰ γνώμην, ὥς γε ἐδόκει, ἐχώρει, τὸν Κουροπαλάτην ἐκάλουν περαιοῦσθαι τὸν Βόσπορον, καὶ καταίρειν ἐπὶ τὸ Βυζάντιον. ὁ δὲ, τῶν νυκτῶν ἀωρὶ νεὼς ἐπιβὰς καὶ τῇ ἀκροπόλει προσσχὼν, ἐκεῖθεν διά τινος πυλίδος ὑπὸ τὴν τοῦ ἁγίου Φωκᾶ τελεθούσης ἑστίαν, ἔνδον εἰσῄει τοῦ ἄστεος, τὴν τῆς ἡγεμονίας ἀρχὴν ἤδη κατέχειν ἐν ταῖς χερσὶν ὀνειροπολῶν. τῷ δὲ, ἀντὶ πορφυρίδος λαμπρᾶς, καὶ σκήπτρων χρυσῶν, καὶ τυραννίδος, ἣν ὡς μὴ ὤφελεν ἐμελέτησεν, ἐκτύφλωσιν πικρὰν καὶ ὑπερορίαν μακρὰν, καὶ δήμευσιν τῶν οἰκείων ἡ τύχη ἐσκαιωρεῖτο, ἐπιγελῶσά που τοῖς ἐλπιζομένοις τἀνδρὶ, ὡς οὐκ ἐν ἐχυρῷ κειμένοις, ἀλλ' εἰς τοὔμπαλιν αὐτῷ περιτρεπομένοις, καὶ χαλεπὴν τῶν ἀτυχημάτων ἐπικυλίνδουσι συμφοράν. ἄρτι γὰρ, ἐπείπερ κατ' οἶκόν τινος τῶν ὑπηρετουμένων αὐτῷ ἐν τοῖς τοῦ Σφορακίου μέρεσι καθῆστο, τοὺς συνωμότας συνελθεῖν ἐκδεχόμενος, εἷς τῶν ἐφεπομένων αὐτῷ, τῆς ἑστίας ὑπεξελθὼν, πρόσεισι τῶν συνήθων τινὶ, βασιλικῆς ἱστουργίας ὄντι μελεδωνῷ, τὴν 147 τοῦ Κουροπαλάτου ἐνδημίαν μηνύων αὐτῷ, καὶ τὸ δρᾶμα ἀνακαλύπτων, καὶ προσλιπαρῶν συνάρασθαι αὑτοῖς μετὰ τοῦ τὴν ἱστουργικὴν αὐτουργοῦντος συστήματος. ὁ δὲ τὴν ταχίστην βοηθεῖν ἐπηγγέλλετο, καὶ ἀναστὰς ὡς τὸ περὶ αὑτὸν πλῆθος καλέσας ἀπῄει. παρὰ Λέοντα δὲ τὸν Πατρίκιον καὶ πλωΐμου Δρουγγάριον ἀφικόμενος, ὃς τότε παρὰ βασιλέως τὴν τοῦ Βυζαντίου ἐκεχείριστο πρόνοιαν, πάντα τούτῳ δηλοῖ· καὶ ὡς ὁ Κουροπαλάτης ἐκ τῆς ὑπερορίας ἀναχθεὶς, ἐπηλύτης τε ὢν, καὶ κατά τινα οἰκουρῶν ἑστίαν, ὅσον οὔπω βούλεται τυραννεῖν. ὁ δὲ τῷ ἀθρόῳ τῆς ἀγγελίας καταπλαγεὶς, εἶτ' αὖθις ἀνενεγκὼν (ἦν δὲ σταθηρὸς ἐν περιστάσεσι, καὶ τὸ δέον δραστήριος ἐν ἀπόροις ἐξευρεῖν), τὸ περὶ αὑτὸν στῖφος ἀνειληφώς, ἐξαυτῆς τῇ οἰκίᾳ, καθ' ἣν ὁ Κουροπαλάτης κατήγετο, ἐπιτίθεται. ἐπεὶ δὲ ἔγνω τὸ καθ' αὑτὸν δρᾶμα κατάφωρον ὁ Κουροπαλάτης καὶ ἔκδηλον γεγονὸς, διά τινος παραθύρου μετὰ τοῦ υἱοῦ ὑπεκδὺς Νικηφόρου, ἐς τὸν θεῖον καὶ μέγαν καταφεύγει σηκὸν, ἱκέτης ἐλεεινὸς ἀντὶ σοβαροῦ τυράννου καὶ ἀλαζόνος ὁρώμενος. ὃν ἐκεῖθεν οἱ περὶ τὸν Δρουγγάριον ἀποσπάσαντες, εἰς ἀκάτιόν τε ἅμα τῷ υἱῷ Νικηφόρῳ ἐμβαλόντες, πρὸς τὴν λεγομένην Καλώνυμον νῆσον περιορίζουσι· κελεύσει τε βασιλικῇ αὖθις πρὸς τοῦ αὐτοκράτορος ἐκ Μυσίας ἐνηνεγμένῃ ἀμφοτέρους ἀποτυφλοῦσι, καὶ τὴν τούτων περιουσίαν δημεύουσιν.
142.6.1
Ἀλλ' οὕτω μὲν τῷ Κουροπαλάτῃ Λέοντι τὰ τῆς τυραννίδος εἰς δεινὸν καὶ ὀλέθριον κατέληξε τέλος. οἱ δὲ Ῥῶς συνα 148 σπίσαντες (αὖθις γὰρ ὁ λόγος, ὅθεν ἐξέβη, ἐπάνεισιν), ἐπὶ τὸ πεδίον ἐξῄεσαν, παντὶ σθένει πειρώμενοι, τὰς τῶν Ῥωμαίων πυρπολεῖν μηχανάς. οὐ γὰρ τὰς τούτων μετὰ ῥοίζου ἔστεγον ἐκπεμπομένας βολὰς, πλείστων ὁσημέραι ὑπὸ τῶν ἀφιεμένων λίθων ἀναιρουμένων Σκυθῶν. Ἰωάννης δὲ ὁ Κουρκούας καὶ Μάγιστρος, ἐκ γένους προσήκων τῷ βασιλεῖ, τὴν τῶν τοιούτων μηχανημάτων ποιούμενος φυλακὴν, τὴν μετὰ θράσους ὁρμὴν τῶν ἐναντίων ἰδὼν, καὶ ἄλλως οἴνῳ καρηβαρῶν καὶ νευστάζων (μετ' ἄριστον γὰρ ἦν), ἵππου ἐπιβὰς, σὺν τοῖς ἐφεπομένοις λογάσιν ἤλαυνε κατ' αὐτῶν. βόθρῳ δὲ ὁ ἵππος κατενεχθεὶς ἀποβάλλει τῶν νώτων τὸν Μάγιστρον. οἱ δὲ Σκύθαι, ἀριπρεπῆ πανοπλίαν ἰδόντες, καὶ φάλαρα τοῦ ἵππου καὶ τὴν ἄλλην σκευὴν ἐξειργασμένα λαμπρῶς (ἐτύγχανον γὰρ κατακόρως ἀληλιμμένα χρυσῷ), δόξαντες αὐτὸν ἐκεῖνον εἶναι τὸν αὐτοκράτορα, ἀθρόως περιδραμόντες αὐτοῖς ὅπλοις τοῦτον τοῖς ξίφεσι καὶ πελέκεσι κατεμέλισαν ἀπηνῶς· δορατίῳ τε τὴν κεφαλὴν περιπείραντες, ἐπὶ τῶν πύργων κατέπηξαν, Ῥωμαίους τωθάζοντες, ὡς τὸν σφῶν βασιλέα δίκην βοσκήματος κρεουργήσαντες. ἀλλὰ τοιαῦτα μὲν Ἰωάννης ὁ Μάγιστρος ἀπηνέγκατο τὰ ἐπίχειρα, ὧν εἰς τοὺς θείους πεπαρῳνήκει σηκοὺς, θυμοῦ βαρβαρικοῦ γεγονὼς παρανάλωμα. λέγεται γὰρ πολλοὺς τῶν κατὰ Μυσίαν κεραΐσαι, καὶ τὰ τούτων ἔπιπλα καὶ σκεύη τὰ ἱερὰ εἰς ἰδιωτικὰ μετασκευάσαι κειμήλια.
142.7.1
Ῥῶς δὲ τῇ τοιαύτῃ νίκῃ κατεπαρθέντες, ἐς τὴν ἐπιοῦσαν τοῦ ἄστεος ὑπεξιόντες, παρὰ τὸ μεταίχμιον ἐτάξαντο· Ῥωμαῖοι 149 δὲ καὶ αὐτοὶ, ἐς βαθεῖαν συνασπίσαντες φάλαγγα, τούτοις ἀντεπῄεσαν. ἐνταῦθα Ἴκμορα, τὸν μετὰ τὸν Σφενδοσθλάβον τὸ Σκυθικὸν ἄγοντα στράτευμα καὶ τιμώμενον εὐθὺς μετ' ἐκεῖνον, ἄνδρα γιγαντώδη καὶ νεανικὸν, ἰδὼν Ἀνεμᾶς, ὁ τῶν βασιλικῶν σωματοφυλάκων εἷς, καὶ τοῦ τῶν Κρητῶν υἱὸς ἀρχηγοῦ, ἐνθουσιωδῶς ἐφορμῶντα μετὰ τῆς τῶν ἐφεπομένων πεζεταίρων φάλαγγος καὶ πλείστους Ῥωμαίων ἀποκτιννύοντα, ἀλκῇ τε φύσεως ἐπαρθεὶς, τὸ παρῃωρημένον ξίφος ἑλκύσας, καὶ τὸν ἵππον τῇδε κἀκεῖσε παρεξελάσας, τοῖς τε μύωψι καταικίσας, κατὰ τοῦ Ἴκμορος ἴεται, καὶ τοῦτον κατειληφὼς πλήττει κατὰ τοῦ τένοντος· ἡ δὲ τοῦ Σκύθου κεφαλὴ σὺν τῇ δεξιᾷ ἐκτμηθεῖσα χειρὶ πρὸς τοὔδαφος ἀπηράττετο. τοῦ δὲ πεσόντος, βοή τις παρὰ τῶν Σκυθῶν οἰμωγῇ σύμμικτος αἴρεται· Ῥωμαῖοι δὲ τούτοις ἐπέδραμον. οἱ δὲ οὐκ ἤνεγκαν τὴν τῶν ἐναντίων ῥοπὴν, ἀλλὰ τῷ τοῦ σφῶν στρατηγοῦ πάθει ἐκτόπως περιαλγήσαντες, τὰ σάκη κατωμαδὸν ἄραντες, ἐχώρουν διὰ τοῦ ἄστεος, οὓς ἐπισπόμενοι Ῥωμαῖοι ἀπέκτεινον. ἤδη δὲ νυκτὸς κατασχούσης, καὶ τῆς μήνης πλησιφαοῦς οὔσης, κατὰ τὸ πεδίον ἐξελθόντες τοὺς σφετέρους ἀνεψηλάφων νεκρούς· οὓς καὶ συναλίσαντες πρὸ τοῦ περιβόλου καὶ πυρὰς θαμινὰς διανάψαντες, κατέκαυσαν, πλείστους τῶν αἰχμαλώτων, ἄνδρας καὶ γύναια, ἐπ' αὐτοῖς κατὰ τὸν πάτριον νόμον ἐναποσφάξαντες. ἐναγισμούς τε πεποιηκότες, ἐπὶ τὸν Ἴστρον ὑπομάζια βρέφη καὶ ἀλεκτρυόνας ἀπέπνιξαν, τῷ ῥοθίῳ τοῦ ποταμοῦ ταῦτα καταποντώσαντες. λέγεται γὰρ Ἑλληνικοῖς 150 ὀργίοις κατόχους ὄντας, τὸν Ἑλληνικὸν τρόπον θυσίας καὶ χοὰς τοῖς ἀποιχομένοις τελεῖν, εἴτε πρὸς Ἀναχάρσεως ταῦτα καὶ Ζαμόλξιδος, τῶν σφετέρων φιλοσόφων, μυηθέντες, εἴτε καὶ πρὸς τῶν τοῦ Ἀχιλλέως ἑταίρων. Ἀῤῥιανὸς γάρ φησιν ἐν τῷ Περίπλῳ, Σκύθην Ἀχιλλέα τὸν Πηλέως πεφηνέναι, ἐκ τῆς Μυρμηκιῶνος καλουμένης πολίχνης, παρὰ τὴν Μαιῶτιν λίμνην κειμένης· ἀπελαθέντα δὲ πρὸς τῶν Σκυθῶν διὰ τὸ ἀπηνὲς, ὠμὸν, καὶ αὔθαδες τοῦ φρονήματος, αὖθις Θετταλίαν οἰκῆσαι. τεκμήρια τοῦ λόγου σαφῆ ἥ, τε τῆς ἀμπεχόνης σὺν τῇ πόρπῃ σκευὴ, καὶ ἡ πεζομαχία, καὶ ἡ πυρσὴ κόμη, καὶ οἱ γλαυκιῶντες ὀφθαλμοὶ, καὶ τὸ ἀπονενοημένον, καὶ θυμοειδὲς, καὶ ὠμόν· ἃ καὶ ὀνειδίζων Ἀγαμέμνων ἐπέσκωπτεν, οὑτωσὶ λέγων· Αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε. φόνῳ γὰρ εἰσέτι καὶ αἵματι τὰ νείκη Ταυροσκύθαι διακρίνειν εἰώθασιν. ὅτι δὲ τὸ ἔθνος ἀπονενοημένον, καὶ μάχιμον, καὶ κραταιὸν, πᾶσι τοῖς ὁμόροις ἐπιτιθέμενον ἔθνεσι, μαρτυροῦσι πολλοὶ, καὶ ὁ θεῖος δὲ Ἰεζεκιὴλ, μνήμην τούτου ποιούμενος, ἐν οἷς ταῦτά φησιν· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ τὸν Γὼγ καὶ Μαγὼγ, ἄρχοντα Ῥώς. Ἀλλ' ἀπόχρη μὲν ταῦτα περὶ τῶν Ταύρων ἐναγισμῶν.
142.8.1
Τότε δὲ ἤδη διανισχούσης ἡμέρας βουλὴν ὁ Σφενδοσθλάβος τῶν ἀρίστων ἐκάθιζεν, ἣν καὶ κομέντον τῇ σφετέρῳ διαλέκτῳ φασίν. ἄρτι δὲ συναθροισθέντων περὶ αὐτὸν, καὶ ὅ, τι 151 δεῖ καὶ δρᾷν πρὸς αὐτοῦ διερωτηθέντων, οἱ μὲν ἀωρὶ συνεβούλευον τῶν νυκτῶν, ἐπιβάντες τῶν πλοίων, πάσῃ μηχανῇ κλέψαι τὴν φυγήν· μὴ γὰρ οἵους τε καθεστάναι ἱππόταις πανσιδήροις ἀνδράσι συμπλέκεσθαι, ἀποβαλόντας καὶ ταῦτα τοὺς πρωταγωνιστὰς, ὑφ' ὧν τὸ στρατόπεδον ἀνεῤῥώννυτο, καὶ οἱ θυμοὶ τῶν ἀνδρῶν παρεθήγοντο. οἱ δὲ τοὔμπαλιν δεξιὰς ἐμβάλλειν Ῥωμαίοις ἐξυνεβούλευον, καὶ πίστεις λαμβάνειν, καὶ οὕτω διασώζειν τὴν περιλειφθεῖσαν στρατιάν. οὐδὲ γὰρ ἔχειν εὐχερῶς κλέψαι τὸν ἀπόπλουν, τῶν πυρφόρων νεῶν παρὰ τοῦ Ἴστρου ἄνδηρα ἑκατέρωθεν φρουρουσῶν τὰ πορθμεῖα, ὡς, ἡνίκα πειραθεῖεν ἐκπλεῦσαι τὸν ποταμὸν, πυρπολήσειν ἐξαυτῆς ἅπαντα. ὁ δὲ Σφενδοσθλάβος, μύχιον καὶ πικρὸν ἀνοιμώξας, οἴχεται τὸ κλέος, ἔφη, ὃ τῇ Ῥωσικῇ πανοπλίᾳ συνείπετο, τὰ πρόσοικα καταστρεφομένῃ ἔθνη ἀπονητὶ, καὶ χώρας ὅλας ἀνδραποδιζομένῃ ἀναιμωτὶ, εἰ νῦν ἀκλεῶς Ῥωμαίοις ὑπείξομεν. ἀλλὰ γὰρ, τὴν ἐκ προγόνων ἀνειληφότες ἀρετὴν, ἀναλογισάμενοί τε, ὡς ἀκαταγώνιστος ἡ Ῥωσικὴ μέχρι καὶ τήμερον καθέστηκεν ἀλκὴ, ἐκθύμως ὑπὲρ τῆς σφῶν σωτηρίας διαγωνισώμεθα. οὐδὲ γὰρ ἔθιμον ἡμῖν φεύγουσιν ἐς τὴν πατρίδα φοιτᾷν, ἀλλ' ἢ νικῶντας ζῇν, ἢ εὐκλεῶς τελευτᾷν, ἔργα ἐπιδεδειγμένους γενναίων ἀνδρῶν. τοσαῦτα μὲν ὁ Σφενδοσθλάβος ἐβούλευσεν.
142.9.1
Λέγεται δὲ καὶ τοῦτο περὶ Ταυροσκυθῶν, μήποτε μέχρι καὶ νῦν ἑαυτοὺς ἐγχειρίζειν τοῖς δυσμενέσιν ἡττωμένους· ἀλλ' ἤδη τῆς σωτηρίας ἀπαγορεύσαντας ὠθεῖν τε κατὰ τῶν σπλάγχνων 152 τὰ ξίφη, καὶ οὕτως ἑαυτοὺς ἀναιρεῖν. τοῦτο δὲ πράττουσι, δόξαν κεκτημένοι τοιαύτην· φασὶ γὰρ τοὺς πρὸς τῶν ἐναντίων κατακτεινομένους ἐν τοῖς πολέμοις, μετὰ τὸν μόρον καὶ τὴν ἐκ τῶν σωμάτων διάζευξιν τῶν ψυχῶν ἐν ᾅδου τοῖς αὐθένταις ὑπηρετεῖν. Ταυροσκύθαι δὲ, τὴν τοιαύτην δεδιότες λατρείαν, ἀποστυγοῦντες δὲ καὶ τοῖς ἀναιροῦσιν αὐτοὺς ἐξυπηρετεῖν, τῆς ἑαυτῶν σφαγῆς αὐτόχειρες γίνονται. ἀλλὰ τοιαύτη μὲν ἡ ἐπικρατήσασα ἐν αὐτοῖς δόξα. τότε δὲ, τῶν τοῦ ἄρχοντος λόγων ἀκούσαντες, φιλοψυχότατα τὸν ὑπὲρ τῆς σφῶν σωτηρίας αἱρεῖσθαι κίνδυνον κατετίθεντο, ἐκθύμως τε πρὸς τὴν Ῥωμαϊκὴν ἀντιτάξασθαι δύναμιν. τῇ γοῦν ὑστεραίᾳ (ἕκτη δὲ ἦν τῆς ἑβδομάδος ἡμέρα, καὶ εἰκάδα τετάρτην ἤλαυνεν ὁ Ἰούλιος μήν), περὶ καταφορὰν ὄντος ἡλίου, πανσυδὶ τῆς πόλεως ἐξελθόντες οἱ Ταυροσκύθαι, παντὶ σθένει διακινδυνεύειν ᾑροῦντο, εἰς φάλαγγα καρτερὰν συνασπίσαντες, καὶ προβαλόντες τοὺς ἄκοντας. Ῥωμαίους δὲ διατάξας ὁ βασιλεὺς ὑπεξῆγε τοῦ χάρακος. ἤδη δὲ τῆς μάχης καταῤῥαγείσης, εὐρώστως οἱ Σκύθαι Ῥωμαίοις ἐπῄεσαν, τοῖς τε ἀκοντίοις σινόμενοι, καὶ τοῖς βέλεσι τοὺς ἵππους τιτρώσκοντες, καὶ τοὺς ἐπιβάτας εἰς γῆν καταβάλλοντες. ἐνταῦθα ὁ τῇ προτεραίᾳ ἠριστευκὼς Ἀνεμᾶς καὶ τὸν Ἴκμορον κατακτείνας, τὸν Σφενδοσθλάβον ἰδὼν ἐνθουσιωδῶς κατὰ Ῥωμαίων ὁρμῶντα καὶ μανικῶς, καὶ τὰς αὑτοῦ ἐπιῤῥωννύοντα φάλαγγας, τὸν ἵππον παρεξελάσας (εἰθισμένον δὲ ἦν αὐτῷ τοῦτο δρᾷν, καὶ πλείστους τῶν Σκυθῶν τοιούτῳ τρόπῳ ἀνεῖλε τὸ πρότερον), ὅλην ἡνίαν τῷ ἵππῳ ἀνεὶς ὡς αὐτὸν ἴεται, 153 καὶ ξίφει παίει κατὰ τῆς κλειδὸς, καὶ τὸν μὲν πρηνῆ καταβάλλει, οὐ μὴν κατακτείνει. ἐπήρκεσε γὰρ ὁ ἀλυσιδωτὸς χιτὼν καὶ τὸ σάκος, ἃ, δεδιὼς τὰς Ῥωμαϊκὰς αἰχμὰς, ἠμφιέννυτο. Ἀνεμᾶς δὲ, πρὸς τῆς τῶν Σκυθῶν κυκλωθεὶς φάλαγγος, τοῦ ἵππου καταβληθέντος συχναῖς τῶν δοράτων βολαῖς, πλείστους μὲν ἀναιρεῖ τούτων, ἐναποσφάττεται δὲ καὶ αὐτὸς, ἀνὴρ οὐδενὸς τῶν ἡλικιωτῶν ἡττώμενος ἐν τοῖς κατὰ τὰς μάχας ἀνδραγαθήμασιν.
142.10.1
Ἐπὶ τῷ τούτου τοίνυν οἱ Ῥῶς ἀναθαῤῥήσαντες πταίσματι, γεγωνόν τι καὶ ἄγριον ἐπηλάλαξαν, καὶ Ῥωμαίους ἀνώθησαν. οἱ δὲ προτροπάδην ὑπενόστουν, τὴν ἀλλόκοτον ὁρμὴν ἐκκλίνοντες τῶν Σκυθῶν. ἐνταῦθα ὁ βασιλεὺς, ὡς ᾔσθετο κλινομένην τὴν Ῥωμαϊκὴν φάλαγγα, δεδοικὼς, μὴ καταπτοηθεῖσα τὸ ἀλλόκοτον ὅρμημα τῶν Σκυθῶν, περὶ αὐτὰ πταίσοι τὰ καίρια, τοῖς ἀμφ' αὑτὸν ἐγκελευσάμενος καὶ τὸ δόρυ σθεναρῶς μεταχειρισάμενος, κατὰ τῶν ἀντιπάλων ἐχώρει. ἐπαταγεῖτο δὲ καὶ τὰ τύμπανα, καὶ τὸ ἐνυάλιον συνεπήχουν αἱ σάλπιγγες. Ῥωμαῖοι δὲ, τὴν τοῦ αὐτοκράτορος καταιδεσθέντες ὁρμὴν, τοὺς ἵππους περιελίξαντες, μετὰ ῥύμης τοῖς Σκύθαις ἐφώρμησαν. παραυτίκα δὲ καὶ θύελλα ψεκάδι συμμιγὴς ἀναῤῥιπισθεῖσα, ἐπὶ πολύ τε τοῦ ἀέρος χεθεῖσα, τοὺς δυσμενεῖς ἔβαλλε, καὶ ἡ κόνις ἐγειρομένη τοὺς αὐτῶν ἔβλαπτεν ὀφθαλμούς. λέγεται δὲ καί τινα λευκόπωλον ἄνδρα φανῆναι, προηγεῖσθαί τε Ῥωμαίων, καὶ τούτοις προτρέπεσθαι, χωρεῖν κατὰ τῶν Σκυθῶν· ὅστις θεσπεσίως 154 τὰς τῶν δυσμενῶν διακόπτων συνετάραττε φάλαγγας. τοῦτόν φασι μήτε πρότερόν τις ἐν τῷ στρατοπέδῳ θεάσασθαι, οὔτ' αὖθις μετὰ τὴν μάχην ἑωρακέναι· καίτοι βασιλέως αὐτὸν ἀναψηλαφῶντος, ὡς δωρεαῖς ἐπαξίως φιλοφρονήσαιτο, καὶ ἀμοιβαῖς ἕκατι τῶν πόνων ἀμείψαιτο. ἀλλ' οὐχ εὑρέθη ζητούμενος. ἐντεῦθεν ἀναμφίλεκτος ὑπόνοια ὑποτρέχει, τὸν μέγαν ἐν μάρτυσι Θεόδωρον εἶναι, ὃν παρὰ τοὺς ἀγῶνας ὁ βασιλεὺς σύμμαχον ἐξελιπάρει παρίστασθαι, ῥύεσθαί τε καὶ σώζειν συνάμα παντὶ τῷ στρατεύματι. φασὶ δὲ καὶ τοιοῦτόν τι συμβῆναι παρὰ τὴν πρὸ τῆς μάχης ἑσπέραν. ἐν Βυζαντίῳ παρθένος τῶν ἀνατεθειμένων Θεῷ καθ' ὕπαρ ὁρᾷν ἐδόκει τὴν θεοτόκον, ὑπό τινων φλογοειδῶν δορυφορουμένην ἀνδρῶν. φάναι δὲ πρὸς αὐτούς· καλέσατε δή μοι τὸν μάρτυρα Θεόδωρον· παραυτίκα δὲ παραχθῆναι γενναῖον ἄνδρα καὶ νεανικὸν, ἔνοπλον. εἰπεῖν τε πρὸς αὐτὸν τὴν θεοτόκον· ὁ σὸς παρὰ τὸ Δορύστολον Ἰωάννης, κύριε Θεόδωρε, Σκύθαις μαχόμενος, ἄρτι περιστατεῖται δεινῶς. ἀλλ' εἰς τὴν ἐκείνου σπεῦσον βοήθειαν. εἰ γὰρ μὴ προφθάσῃς, ἐς κίνδυνον αὐτῷ τελευτήσει τὰ πράγματα. τὸν δὲ αὖθις, ἑτοίμως ἔχειν, εἰπεῖν, τῇ μητρὶ τοῦ Θεοῦ καὶ δεσπότου μου πειθαρχεῖν· φάμενος δὲ τοῦτο εὐθὺς οἴχεσθαι, καὶ οὕτω τὸν ὕπνον ἀποπτῆναι τῆς παρθένου τῶν ὀφθαλμῶν. ἀλλὰ τῇ μὲν παρθένῳ τὸ ὕπαρ ἐς τοῦτο συνεπεραίνετο.
142.11.1
Ῥωμαῖοι δὲ, τῷ προπορευομένῳ θείῳ ἀνδρὶ ἐφεπόμενοι, 155 τοῖς ἐναντίοις συμπλέκονται, καὶ καρτερᾶς μάχης συστάσης, οὐκ ἐνεγκόντες τὴν τῆς ἱππικῆς φάλαγγος οἱ Σκύθαι ῥοπὴν, κυκλωθέντες τε πρὸς τοῦ Μαγίστρου Βάρδα, ᾧ Σκληρὸς ἡ ἐπίκλησις (ἐκεῖνος γὰρ μετὰ τοῦ συνεπομένου πλήθους τὴν κύκλωσιν ἐποιήσατο), εἰς φυγὴν ἔκλιναν, καὶ μέχρι τοῦ περιβόλου συμπατούμενοι, ἀκλεῶς ἔπιπτον. μικροῦ δὲ καὶ αὐτὸς ὁ Σφενδοσθλάβος ἐλήφθη, ἔξαιμος γεγονὼς καὶ καταβελὴς, εἰ μὴ ἡ νὺξ ἐπελθοῦσα τοῦτον διέσωσεν. λέγεται δὲ παρὰ ταύτην τὴν μάχην πέντε καὶ δέκα χιλιάδας πρὸς τοῖς πεντακοσίοις ἀναιρεθῆναι Σκυθῶν, ληφθῆναι δὲ δισμυρίαν ἀσπίδα, καὶ ξίφη πάμπολλα. Ῥωμαίων δὲ τριακοσίους ἀποκτανθῆναι πρὸς τοῖς πεντήκοντα, τρωθῆναι δὲ συχνούς. ἀλλὰ τοιαύτην μὲν Ῥωμαῖοι τὴν νίκην παρὰ τὸν ἀγῶνα ἠνέγκαντο τουτονί. ὁ δὲ Σφενδοσθλάβος, παρ' ὅλην τὴν νύκτα βαρυθυμῶν ἐπὶ τῇ κατακοπῇ τῆς ἑαυτοῦ στρατιᾶς, ἤσχαλλε μὲν καὶ ἐσφάδαζε τῷ θυμῷ. μὴ ἐξισχύων δ' ἔτι πρὸς ἀκαταγώνιστον ἀνύττειν πανστρατιὰν, ἔγνω, στρατηγοῦ νοῦν ἔχοντος ἔργον εἶναι, ἐν ἀμηχάνοις καταληφθέντα δεινοῖς, μὴ καταπίπτειν τοῖς λυπηροῖς, παντὶ δὲ τρόπῳ διασώζειν πειρᾶσθαι τοὺς ὑπ' αὐτόν. καὶ δῆτα παρὰ τὴν ἕω πρέσβεις ὡς τὸν αὐτοκράτορα Ἰωάννην στείλας, πίστεις ᾔτει ξυμβάσεων, ἐπὶ τῷ, Ταυροσκύθας μὲν τό, τε Δορύστολον ἐγχειρίσαι Ῥωμαίοις, καὶ τοὺς αἰχμαλώτους ἀπολύσαι, καὶ Μυσίας ἀφέξεσθαι, καὶ πρὸς τὴν σφῶν ἀναζεῦξαι πατρίδα· Ῥωμαίους δὲ παραχωρῆσαι αὐτοῖς τοῦ ἀπόπλου, καὶ μὴ 156 ἐναγομένοις ἐπιτεθήσεσθαι μετὰ τῶν πυρφόρων νεῶν (ἐκτόπως γὰρ ἐδεδίεσαν τὸ Μηδικὸν πῦρ, δυνάμενον καὶ τοὺς λίθους ἀποτεφροῦν)· ἐπισιτισμόν τε πρὸς τούτοις ἐπιχορηγῆσαι, καὶ φίλους ἡγεῖσθαι αὐτοὺς, κατ' ἐμπορίαν πρὸς τὸ Βυζάντιον στελλομένους, καθάπερ ἀνέκαθεν ἔθιμον ἦν.
142.12.1
Βασιλεὺς δὲ, τὰς τοιαύτας ἄσμενος διαλλαγὰς προσδεξάμενος (εἰρήνην γὰρ διαφερόντως τῆς μάχης ἐτίμα· τὴν μὲν γὰρ ᾔδει τοὺς λαοὺς διασώζουσαν, τὴν δὲ τοὔμπαλιν διαφθείρουσαν), τάς τε ξυνθήκας ἐτέλει καὶ τὰς σπονδὰς, καὶ σῖτον ἐδίδου, ἑκάστῳ ἀνδρὶ μετρῶν ἀνὰ μεδίμνων δύο. εἶναι δὲ τοὺς εἰληφότας τὸν σῖτόν φασιν ἄνδρας δισμυρίους πρὸς τοῖς δισχιλίοις, οἳ ἐκ τῶν ἑξήκοντα χιλιάδων τῆς Ῥωσικῆς στρατιᾶς τότε τὸν ὄλεθρον ἔφυγον· τὰς γὰρ τριάκοντα καὶ ὀκτὼ χιλιάδας ἡ Ῥωμαϊκὴ αἰχμὴ κατηκόντισε. μετὰ δὲ τὸ προβῆναι τὰς σπονδὰς, εἰς ὁμιλίαν ὁ Σφενδοσθλάβος τῷ βασιλεῖ συνελθεῖν ἐξαιτεῖ. ὁ δὲ, μηδὲν ἀναδὺς, διαχρύσῳ πανοπλίᾳ καθοπλισθεὶς, ἔφιππος παρὰ τὴν ὄχθην τοῦ Ἴστρου ἀφίκετο, μυρίανδρον ἴλην χρυσοφορούντων ἐνόπλων ἱππέων συνεπαγόμενος. καὶ ὁ Σφενδοσθλάβος δὲ ἧκεν ἐπί τινος Σκυθικοῦ ἀκατίου παραπλέων τὸν ποταμὸν, τῆς κώπης ἡμμένος καὶ σὺν τοῖς ἑτέροις ἐρέττων, ὡς εἷς τῶν λοιπῶν. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· τὴν ἡλικίαν μεμετρημένος, οὔτε εἰς ὕψος παρὰ τοῦ εἰκότος ἠρμένος, οὔτε εἰς βραχύτητα συστελλόμενος· δασεῖς τὰς ὀφρῦς, γλαυκοὺς ἔχων τοὺς ὀφθαλμοὺς, τὴν ῥῖνα σιμὸς, 157 ἐψιλωμένος τὸν πώγωνα, τῷ ἄνωθεν χείλει δασείαις καὶ εἰς μῆκος καθειμέναις θριξὶ κομῶν περιττῶς. τὴν δὲ κεφαλὴν πάνυ ἐψίλωτο· παρὰ δὲ θάτερον μέρος αὐτῆς βόστρυχος ἀπῃώρητο, τὴν τοῦ γένους ἐμφαίνων εὐγένειαν· εὐπαγὴς τὸν αὐχένα, τὰ στέρνα εὐρὺς, καὶ τὴν ἄλλην διάπλασιν εὖ μάλα διηρθρωμένος· σκυθρωπὸς δέ τις καὶ θηριώδης ἐδείκνυτο. θατέρῳ δὲ τῶν ὤτων χρύσειον ἐξῆπτο ἐνώτιον, δυσὶ μαργάροις κεκοσμημένον, ἄνθρακος λίθου αὐτοῖς μεσιτεύοντος. ἐσθὴς τούτῳ λευκὴ, οὐδέν τι τῶν ἑτέρων ὑπαλλάττουσα ἢ καθαρότητι. ὀλίγα γοῦν ἄττα περὶ διαλλαγῆς τῷ βασιλεῖ ἐντυχὼν, παρὰ τὸν ζυγὸν τοῦ ἀκατίου ἐφεζόμενος, ἀπηλλάττετο. ἀλλ' ὁ μὲν τῶν Ῥωμαίων πρὸς Σκύθας πόλεμος ὧδε ἐτελεύτα.
142.13.1
Ὁ δὲ Σφενδοσθλάβος, τὸ Δορύστολον ἀπολιπὼν καὶ τοὺς αἰχμαλώτους προσεπιδοὺς κατὰ τὰς σπονδὰς, ἀπέπλει μετὰ τῶν περιλειφθέντων ἑταίρων, ἐπὶ τὴν πατρίδα ἰέμενος. Πατζινάκαι δὲ παρὰ τὸν ἀπόπλουν ἐλλοχήσαντες, ἔθνος νομαδικὸν τοῦτο καὶ πολυάνθρωπον, φθειροφάγον τε καὶ φερέοικον, ἐπ' ἀμαξῶν ὡς τὰ πολλὰ βιωτεῦον, σχεδὸν διέφθειραν ἅπαντας, καὶ αὐτὸν δὲ τὸν Σφενδοσθλάβον τοῖς λοιποῖς συγκατέσφαξαν, ὡς ἐκ τῆς τοσαύτης τῶν Ῥῶς στρατιᾶς εὐαριθμήτους ἀνασωθῆναι ἐς ἤθη τὰ πάτρια. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, ἐν τέτταρσιν ὅλοις μησὶ τὴν Ῥωσικὴν πανοπλίαν καταγωνισάμενος, ὡς φθάσας ὁ λόγος δεδήλωκε, καὶ τὴν Μυσίαν Ῥωμαίοις ἀνασω 158 σάμενος, τό, τε Δορύστολον Θεοδωρούπολιν ἐπ' ὀνόματι τοῦ στρατηλάτου καὶ μάρτυρος Θεοδώρου μετονομάσας, φυλακήν τε ἀξιόμαχον ταύτῃ παραλιπὼν, μετὰ μεγίστων τροπαίων ἐπάνεισιν ἐπὶ τὸ Βυζάντιον, τοὺς ἀστικοὺς πρὸ τῶν περιβόλων κατειληφώς, στεφάνοις αὐτὸν καὶ σκήπτροις δεξιουμένους, ἐκ χρυσοῦ καὶ λίθων ἐξειργασμένοις πολυτελῶν. ἦγον δὲ καὶ χρυσοκόλλητον λευκόπωλον ἅρμα· οὗ προσεπιβῆναι τοῦτον ἠξίουν, καὶ τὸν νενομισμένον καταγαγεῖν θρίαμβον. ὁ δὲ τοὺς μὲν στεφάνους καὶ τὰ σκῆπτρα προσήκατο, καὶ πολλαπλασίως τούτους δώροις ἠμείψατο· ἐπιβῆναι δὲ τοῦ ἅρματος οὐκ ἠνέσχετο· ἀλλὰ τὴν τῆς θεομήτορος εἰκόνα, ἐνηγκαλισμένην τὸν θεάνθρωπον λόγον, ἣν ἐκ Μυσίας εἴληφεν, ἐπὶ τὸν τοῦ ἅρματος χρυσήλατον θρόνον ἀνέθηκε, τὰς ἁλουργοὺς τῶν Μυσῶν στολὰς ὑποθεὶς, καὶ τὰ στέμματα. αὐτὸς δὲ, ἵππῳ κέλητι ἐποχούμενος, μετόπισθεν εἵπετο, τεταινιωμένος τὴν κεφαλὴν διαδήματι, καὶ τοὺς στεφάνους φέρων καὶ τὰ σκῆπτρα ἐν ταῖς χερσίν. οὕτω τὸν θρίαμβον καταγαγὼν διὰ μέσης τῆς πόλεως, ἐσθήσεσιν ἁλουργοῖς κεκοσμημένης ἑκασταχοῦ, καὶ δίκην θαλάμου τοῖς τε τῶν δαφνῶν κλάδοις καὶ τοῖς χρυσοϋφέσι πέπλοις οὔσης συνηρεφοῦς, ἐς τὸν μέγαν τῆς τοῦ Θεοῦ Σοφίας εἰσελαύνει σηκόν· καὶ τὰς εὐχαριστηρίους εὐχὰς ἀποδοὺς, τό, τε τῶν Μυσῶν ἐκπρεπέστατον στέφος οἱονεὶ πρωτόλειον δῶρον τῷ Θεῷ καταθέμενος, εἰς τὴν ἀνακτορικὴν ἑστίαν φοιτᾷ, καὶ τῶν Μυσῶν βασιλέα Βορὴν παραγαγὼν τὰ τῆς βασιλείας ἀποθέσθαι παράσημα παρεσκεύασε. τὰ δὲ ἦν τιάρα περιπόρφυρος, χρυσῷ καὶ μαρ 159 γάροις κατάστικτος, ἐσθής τε ἁλουργὸς, καὶ πέδιλα ἐρυθρά. τοῦτον δὲ τῷ τῶν Μαγίστρων τετίμηκεν ἀξιώματι. τοιαῦτα ἐν εὐαριθμήτῳ καιρῷ παρὰ πᾶσαν ὑπόνοιαν ὁ αὐτοκράτωρ Ἰωάννης διαπραξάμενος τρόπαια, τήν τε Ῥωσικὴν αὐθάδειαν καὶ τὰ ἐπηρμένα τούτων φρονήματα ἐμπειρίᾳ πολέμων καὶ λελογισμένης ἀνδρείας τόλμῃ καταβαλὼν καὶ κατασπάσας εἰς γῆν, καὶ τὴν Μυσίαν Ῥωμαίοις καθυποτάξας, παρὰ τὸ Βυζάντιον ἐπανελθὼν διεχείμαζε, καὶ τὸ ὑπήκοον δώροις, ὡς εἰκὸς, ἐφιλοφρονεῖτο, καὶ θαλείαις ἐθεράπευεν ἑστιάσεσιν. ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Ι.
142.14.1
Θερείας δὲ ὥρας ἐνισταμένης, καὶ σταθηρᾶς αἰθρίας κατὰ τὴν περίγειον ἡπλωμένης, τοῦ Βυζαντίου ἀπάρας ὁ αὐτοκράτωρ κατὰ τῶν Ἀγαρηνῶν, τῶν τὴν ἄνω Συρίαν οἰκούντων, ἐστράτευσε. καὶ δῆτα τὴν μεσογαίαν περιοδεύσας, τὸν Εὐφράτην ἐπεραιώθη. μέγιστος δὲ οὗτος τῶν τὴν Ἀσίαν διατεμνόντων 161 ποταμῶν, καὶ εἷς τῶν ἐκ τῆς Ἐδὲμ ὁρμωμένων, ὡς ἐκ τῆς θείας γραφῆς μεμαθήκαμεν. ἐνταῦθά τις ἐν ὑπογραφεῦσι τελῶν, Νικήτας ὀνομαζόμενος, εἰς ἄκρον γνώσεως ἐληλακὼς καὶ συνέσεως, ἄγων αὐτὸ τῆς ἡλικίας βιώσιμον, τῷ βασιλεῖ κατὰ ταύτην δυστυχῶς τὴν ἐκστρατείαν συνείπετο, πολλὰ τοῦ φύντος μὴ τοῦτο πράττειν προσλιπαροῦντος, οἰκουρεῖν δὲ μᾶλλον καὶ γηροτροφεῖν τὸν τεκόντα προσέποντος, καὶ αὐτὸν θεραπεύειν εἰς δύναμιν, περὶ γήραος ἐληλακότα οὐδῷ, καὶ πρὸς τὰς τοῦ βίου ὅσον οὔπω δυσμὰς ἐπειγόμενον. ὁ δὲ, τῶν τοῦ πατρὸς ἐντολῶν ὡς οὐκ ὤφελεν ἀλογήσας, καὶ παρὰ φαῦλον ἐπισκήψεις τὰς ἐκείνου θέμενος, ὡς εἶχεν ἐνσκευασάμενος ᾔει πρὸς τὸ στρατόπεδον. ἄρτι δὲ τὸν ποταμὸν περαιούμενος πρὸς τὴν πληθώραν ἰλιγγιάσας τοῦ ὕδατος, τοῦ ἵππου ἐξολισθήσας ἐπὶ τὸν ποταμὸν καταφέρεται, τῷ τε ῥοθίῳ παρασυρεὶς, ἐλεεινῶς ἀποπνίγεται, ἐπίχειρα τῆς παρακοῆς τὴν ἐν τῷ Εὐφράτῃ ἀπενεγκάμενος πνιγμονήν. ὁ δὲ βασιλεὺς σὺν παντὶ τῷ στρατεύματι Συρίαν κατέτρεχεν, οὐδενὸς αὐτῷ ἀντιπάλου ἀντικαθισταμένου τῶν δυσμενῶν, τῇ φήμῃ τῆς ἐφόδου πάντων καταπλαγέντων καὶ συγκλεισθέντων ἐπὶ τὰ σφῶν φρούριά τε καὶ πτολίσματα. καὶ δῆτα τὸ Ἔμετ (πόλις δὲ αὕτη ὀχυρὰ καὶ περιφανής) καταλαβὼν καὶ λόγῳ ὑποποιησάμενος, καὶ λύτρα λαβὼν ἀριθμὸν ὑπερβαίνοντα, ἐκεῖθεν ὁρμηθεὶς πρὸς τὸ Μιεφαρκὶμ ἠπείγετο. ἄστυ δὲ τοῦτο περιφανὲς καὶ περίβλεπτον, πλούτῳ τε καὶ βοσκήμασι τῶν ἄλλων ὑπερτεροῦν τῶν κατὰ τὸν αὐτὸν χῶρον πεπο 162 λισμένων. καὶ αὐτὸ δὲ λόγῳ παραστησάμενος, καὶ πλεῖστα καὶ κάλλιστα δῶρα ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χρυσοστίκτοις ὑφάσμασιν ἐταζόμενα πρὸς τῶν ἐν αὐτῷ κατοίκων ἐνειληφώς, ἐπὶ τὴν Νίσιβιν ἴεται· καθ' ἣν ὁ μέγας Ἰάκωβος, τῶν τῆς ἐπισκοπῆς οἰάκων ἐπειλημμένος, Πέρσαις μεγάλῳ στρατῷ ἐπελθοῦσι κατὰ τῆς Νισίβεως ἠμύνατο, σκνιπῶν αὐτοῖς καὶ κωνώπων σμήνη ἀντιστρατεύσας, καὶ φυγάδας παρασκευάσας ἐξαυτῆς, καὶ τούτῳ τῷ τρόπῳ τοὺς δυσμενεῖς καταγωνισάμενος. ἣν καὶ ἀοίκητον εὗρεν ὁ βασιλεὺς, τῶν ταύτην οἰκούντων δέει τῆς Ῥωμαϊκῆς ἐκστρατείας μεταναστάντων, καὶ φυγαδείᾳ χρησαμένων πρὸς τὰ ἐνδότερα.
142.15.1
Καταδραμὼν οὖν τὴν περίχωρον, καὶ ὑπόσπονδον Ῥωμαίοις ταύτην θέμενος, ἠπείγετο καὶ μέχρις Ἐκβατάνων ἀφικέσθαι, ἵνα τὰ τῶν Ἀγαρηνῶν τυραννεῖα καθέστηκεν, ἀμύθητον ἄργυρον καὶ χρυσὸν καὶ πλοῦτον παντοδαπὸν ἔνδον κατέχοντα, ἐξ ἐπιδρομῆς καὶ ταῦτα ἑλεῖν προθυμούμενος. λέγεται γὰρ τῶν ἄλλων πόλεων μᾶλλον, ὅσαι τελοῦσιν ὑπὸ τὸν ἥλιον, πολύολβον καὶ πολύχρυσον τὴν Ἐκβατάνων πολιτείαν τελεῖν. αἴτιον δὲ τὸ ἐκ πολλῶν μὲν χώρων αὐτὴν χρηματίζεσθαι, μηδεμίαν δὲ προτοῦ τῶν δυσμενῶν ὑπομένειν καταδρομήν. ἀλλὰ γὰρ ἐπέσχε τὴν τούτου ὁρμὴν ἥ, τε λειψυδρία τῶν τόπων, καὶ ἡ σπάνις τῶν ἀναγκαίων. ἡ γὰρ ἐπιλεγομένη Καρμανῖτις ἔρημος διὰ τῶν ἐκεῖσε χωρίων διήκει, τραχεῖαν καὶ ἀνάντη προβαλλομένη ὁδὸν, καὶ μήτε ὕδωρ βλυστάνουσα, μήτε βοτάνην ἀνα 163 βλαστάνουσα, ψαφαρά τις οὖσα καὶ ἄνικμος. διὰ ταῦτα πρὸς τῶν Ἀγαρηνῶν αὑτῷ προσαχθέντα δῶρα ἐνσκευασάμενος, ἐν μυριάσι τριακοσίαις ἀργύρου καὶ χρυσοῦ ἀριθμούμενα, εἰς τὸ Βυζάντιον ἐπανέζευξε, καὶ τόν τε χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὰ ἐκ Σηρῶν ὑφάσματα καὶ ἀρώματα, καὶ ὅσα πρὸς τῶν Ἀγαρηνῶν ἀνείληφε δῶρα, διὰ τῆς ἀγορᾶς ἐθριάμβευσε, τῶν ἀστικῶν θεωμένων καὶ τὸ πλῆθος αὐτῶν θαυμαζόντων, φιλοτίμως τε τοῦτον ὑποδεχομένων, καὶ σὺν εὐφημίαις προπεμπόντων εἰς τὰ βασίλεια, τοῖς τοιούτοις τροπαίοις κλεϊζόμενον. τηνικαῦτα καὶ ὁ πατριάρχης Βασίλειος, φθόνῳ τῶν ἐπισκόπων διαβληθεὶς πρὸς τὸν αὐτοκράτορα, ὡς δή τινι τῶν μέγα δυναμένων χρᾷ τὴν τῆς ἡγεμονίας ἀρχὴν, καὶ τὰ τῆς ἐκκλησίας οὐκ εὐθύνει καθὰ καὶ πρὸς τῶν θείων κανόνων νενόμισται, εἰς τὸ βασιλικὸν εἰσεκαλεῖτο δικαστήριον. ἐπεὶ δὲ μὴ ἀπήντα, ἀλλ' οἰκουμενικὴν ἀντέλεγεν ἰσχυριζόμενος ἀθροισθῆναι σύνοδον, καὶ τηνικαῦτα διαλύσασθαι τὰ ἐγκλήματα· τοῦτο γὰρ βούλεσθαι καὶ τὰ τῶν πατέρων θεόπνευστα παραγγέλματα, οἰκουμενικὴν ἐπὶ πατριάρχου καθαιρέσει συγκροτεῖσθαι σύνοδον· εἰς τὸ κατὰ τὸν Σκάμανδρον τελοῦν φροντιστήριον, ὅπερ αὐτὸς ἐδείματο, πρὸς τοῦ βασιλέως περιορίζεται· ἀνὴρ ἄτροφος σχεδόν τε καὶ ἄσαρκος, ἐξ ἁπαλῶν ὀνύχων ἀσκητικοῖς ἀγῶσιν ὑπὲρ φύσιν ἐγγυμνασάμενος, ἀμπεχόνῃ κεχρημένος θέρει τε καὶ χειμῶνι μιᾷ, καὶ ταύτῃ μὴ ἀπεκδυόμενος, ἕως ἂν διεῤῥύη καὶ ἄχρηστος ἐξεγένετο, βρωτῶν δὲ μὴ γευόμενος ἢ ποτῶν, πλὴν ὕδατος καὶ τῶν ἐξ ἀκροδρύων 164 χυμῶν. λέγεται δὲ μηδὲ παρὰ κλίνην καθευδῆσαι, ἀλλ' ἐπ' ἐδάφους, παρ' ὅλον αὑτοῦ τὸν καιρὸν τῆς ἀσκήσεως. ἐλάττωμα δὲ τοῦτο μόνον φασὶ προσεῖναι τἀνδρὶ, τὸ τὰς ἀναγωγὰς καὶ ἀναστροφὰς τῶν ἀνδρῶν περὶ πλείστου ποιεῖσθαι διαγινώσκειν, πολυπραγμονοῦντι καὶ διερευνωμένῳ πέρα τοῦ δέοντος.
142.16.1
Ὑπερορίᾳ τοιγαροῦν τοῦ Βασιλείου κατακριθέντος, τοὺς τῆς πατριαρχίας οἴακας Ἀντώνιος ἐγχειρίζεται, ἀνὴρ ἐν τῇ τοῦ Στουδίου μονῇ τὴν ἀσκητικὴν ἐκ νεότητος πολιτείαν ἀναιρετισάμενος, καὶ βίον ἕλκων ἀποστολικόν. πλέον γὰρ τῶν τῇ σαρκὶ ἀποχρώντων ἀμφίων οὐδὲν ἐπεφέρετο, καίτοι πρὸς τῶν μέγα δυναμένων, καὶ βασιλέων αὐτῶν, πλεῖστα φιλοφρονούμενος διὰ τὴν ἐνοῦσαν αὑτῷ ἀρετήν. οὐ μόνον δὲ, ἀλλὰ κἀκ τοῦ προσόντος αὑτῷ ἀξιώματος ποριζόμενος (τῷ τοῦ Συγκέλλου γὰρ τὸ πρότερον ἐτιμᾶτο ἀξιώματι), πάντα τοῖς πένησι διεδίδου, τὸν ἔλεον μιμούμενος τοῦ Θεοῦ, καὶ γνῶσιν θείαν καὶ ἀνθρωπίνην, εἰ καί τις ἄλλος, ἐπλούτει. τούτου τῇ ὄψει καὶ τοῖς ἤθεσι θαυμαστή τις ἐπέλαμπε χάρις ἐν βαθυτάτῃ τῇ πολιᾷ. οὐ γάρ τις παρέβαλλε τούτῳ τῶν τρυφώντων καὶ μέγα φυσώντων τῇ τῶν ματαίων σκηνῇ, ὃς μὴ σωφρονῶν εὐθὺς ἀπηλλάττετο, σκιὰν καὶ ὄναρ τὸν βίον τελεῖν παιδευόμενος· οὐδὲ τοὔμπαλιν συμφοραῖς ἀνηκέστοις περιόδυνον ἕλκων τὴν βιοτὴν, ὃς μὴ ἀπέτρεχεν εὐθυμῶν, διδασκόμενος, μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἑαυτὸν ἐπιῤῥίπτειν πρὸς τὸν δυνάμενον σώζειν ἐκ θλίψεως, καὶ παρ' ἐκείνου τὴν σωτηρίαν ἐπι 165 ζητεῖν. τοιοῦτος δή τις ἦν τόν τε βίον καὶ λόγον ὁ Ἀντώνιος, ἀγγελικός τις καὶ θεῖος τελῶν ὁ ἀνὴρ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν. κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ δίδυμοι ἄνδρες, ἐκ τῆς τῶν Καππαδοκῶν χώρας ὁρμώμενοι, πολλαχοῦ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐφοίτων, οὓς καὶ αὐτὸς ὁ ταῦτα ξυγγράφων πολλάκις κατὰ τὴν Ἀσίαν τεθέαμαι, τεράστιόν τι θαῦμα πέλοντας καὶ καινόν. ἄρτια γὰρ αὐτοῖς καὶ ὁλότητα περισώζοντα τὰ τοῦ σώματος καθίσταντο μόρια· ἀπὸ δὲ μάλης καὶ μέχρι λαγῶνος αἱ πλευραὶ τούτοις ἐκεκόλληντο, ἑνοῦσαι τὰ σωμάτια καὶ εἰς ἓν συναρμόζουσαι. καὶ ταῖς μὲν ψαυούσαις ἀλλήλων τῶν χειρῶν τοὺς σφῶν περιέπλεκον τένοντας, θατέραις δὲ βακτηρίας ἔφερον, αἷς βαδίζοντες ἐσκηρίπτοντο, τριακοστὸν τῆς ἡλικίας ἔτος ἄγοντες. καὶ σώματα τούτοις εὖ ἐπεφύκει, ἀνθηρὰ πεφηνότα καὶ νεανικά. ἡμιόνῳ δὲ κατὰ τὰς μακρὰς ἀποδημίας ὠχοῦντο, θηλυπρεπῶς παρὰ τὴν ἀστράβην ἑζόμενοι, ἄλεκτόν τι χρῆμα γλυκυθυμίας καὶ ἐπιεικείας τυγχάνοντες. ἀλλὰ περὶ τούτων μὲν ἅλις.
142.17.1
Ὁ δὲ αὐτοκράτωρ Ἰωάννης, αὖθις τοῦ ἦρος ἀναλάμψαντος, τὰς Ῥωμαϊκὰς συγκροτήσας δυνάμεις, καὶ ταύτας εἰς τὸ ἀκριβὲς καθοπλίσας, τῆς βασιλευούσης ἀπάρας, διὰ τῆς Παλαιστίνης ἐχώρει, γῆς εὐδαίμονος, γάλα τε καὶ μέλι ῥεούσης, προφητικῶς εἰπεῖν. ἐνταῦθα φρουρίῳ προσβάλλει, τῷ τῇ Σύρᾳ φωνῇ καλουμένῳ Μέμπετζε· ὃ καὶ πολέμῳ καὶ ταῖς παντοδαπαῖς μηχαναῖς παρα 166 στησάμενος, τὰ τοῦ Σωτῆρος Χριστοῦ σανδάλια ἐκεῖσε ἀνευρηκὼς, ἀνείληφεν ὥς τι δῶρον οὐράνιον, καὶ τὰς τοῦ σεβασμίου τε Προδρόμου τρίχας, τοῦ Κήρυκος. καὶ τὰ μὲν αὖθις ἐν τῷ περιπύστῳ τῆς θεομήτορος σηκῷ, τῷ κατὰ τὴν ἀνακτορικὴν ἑστίαν δεδομημένῳ, ἀπέθετο, ὥς τινα πολύολβον θησαυρόν· τὰς δὲ ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν αὐτὸς ἐκ βάθρων ἀνήγειρεν. ἐκεῖθεν ἀπάρας Ἀπαμείᾳ προσέβαλε, φρούριον δὲ αὕτη ὀχυρὸν καὶ δυσάλωτον. ἀλλὰ καὶ ταύτην εὐαριθμήτοις ἡμέραις ᾑρηκὼς καὶ καταστρεψάμενος, ἐπὶ Δαμασκὸν μετὰ τοῦ στρατεύματος ἴεται. οἱ δὲ ταύτην οἰκοῦντες, πολλοῦ τιμώμενα δῶρα ταῖς χερσὶν ἀνειληφότες, πρὸς τοῦ ἐμπορίου τῷ βασιλεῖ ὑπηντίαζον, παραιτούμενοί τε τὸν τούτου θυμὸν, καὶ τοῖς δώροις αὐτὸν ἐξευμενιζόμενοι. ὁ δὲ, φόρους αὐτοῖς τάξας ῥητοὺς καὶ ὑποσπόνδους Ῥωμαίοις ἀπεργασάμενος, ἐκεῖθεν ὁρμηθεὶς διὰ τοῦ Λιβάνου (ὄρος δὲ ὁ Λίβανος κατ' ἐκεῖνον τὸν χῶρον τραχὺ καὶ μέγιστον διατεῖνον, τήν τε Φοινίκην καὶ Παλαιστίνην ἀλλήλων ἀπείργει) ἐγκαρσίως ἠπείγετο, καὶ κατ' αὐτὴν τὴν ῥαχίαν ἀφικόμενος, τὴν Βορζῶ, πόλιν ἐρυμνωτάτην, ἐξ ἐπιδρομῆς εἷλεν. ἐντεῦθεν ἀπάρας ἐς Φοινίκην κάτεισι, καὶ τάς τε Βαλαναίας τὸ φρούριον αἱρεῖ, καὶ τὴν Βηρυτὸν πολιορκεῖ· ἐν ᾗ καὶ τὴν τοῦ Σωτῆρος ἐν εἰκόνι σταύρωσιν εὑρηκὼς, καὶ ταύτην ἐκεῖθεν ἀνειληφώς, ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν ἐκ βάθρων ἐδείματο, παρεκπέμπει.
142.18.1
Λέγεται δὲ περὶ ταύτης τῆς θείας εἰκόνος ἐξαίσιόν τι συμβεβηκέναι τεράστιον. φασὶ γὰρ κατά τινα ἑστίαν τῆς Βηρυτοῦ 167 ἄνδρα τὰ Χριστιανῶν πρεσβεύοντα παροικεῖν, καθ' ἣν καὶ τὴν ῥηθεῖσαν εἰκόνα σεβόμενον ἀναθέσθαι. χρόνον δὲ ὕστερον καθ' ἑτέραν οἰκίαν μεταναστεῦσαι, καὶ, κατὰ θείαν τινὰ πρόνοιαν, λήθῃ περισχεθέντα κατὰ τὴν προτέραν οἰκίαν τὴν εἰκόνα παραλιπεῖν. ταύτην δὲ τὴν ἑστίαν Ἰουδαῖον παρειληφέναι τινὰ, ὥστε καὶ κατοικεῖν· τὸν δὲ τῶν ὁμοθρήσκων αὑτοῦ τινας εἰς τὴν ὑστεραίαν ἡστιακέναι. οὓς τῷ δόμῳ ὑπεισελθόντας καὶ πρὸς ἐνώπια τὴν τοῦ Σωτῆρος σταύρωσιν ἀνατεθειμένην ἀθρήσαντας, δεινῶς λοιδορεῖσθαι τὸν Ἰουδαῖον, ὡς ἔκσπονδον τῆς σφῶν θρησκείας καὶ τὰ τῶν Χριστιανῶν σέβοντα. τὸν δὲ ὅρκοις αὐτοὺς διαβεβαιοῦσθαι, ἦν μὴν μὴ τὴν τοιαύτην εἰκόνα ἕως τοῦ παρόντος θεάσασθαι. αὖθις δὲ πρὸς αὐτὸν τοὺς παλαμναίους ἐκείνους εἰπεῖν καὶ, εἰ μὴ τὰ τῶν Χριστιανῶν ὀργιάζεις, ἔργοις ἡμᾶς πληροφόρησον, καὶ ταύτην τὴν λόγχην ἀνειληφώς, νύξον τὸ τοῦ Ναζαραίου εἰκόνισμα κατὰ τῆς πλευρᾶς, τὸν τρόπον, ὃν οἱ πατέρες ἡμῶν τοπάλαι τοῦτον σταυρώσαντες ἐλόγχευσαν. τὸν δὲ, τὴν λόγχην μεταχειρισάμενον, ὡς εἶχε θυμοῦ, καὶ μάλιστα πληροφορεῖν ἐκείνους βουλόμενον, τὸ περιαπτόμενον αὑτῷ ἔγκλημα κατεπειγόμενον ἀποτρίψασθαι, νύξαι τὴν τῆς εἰκόνος πλευράν. ἅμα δὲ τῇ προσβολῇ τῆς αἰχμῆς, πλῆθος καταῤῥεῦσαι σὺν ὕδατι αἵματος· τοὺς δὲ δυσσεβεῖς Ἰουδαίους πεπηγέναι τῷ φρικτῷ τοῦ θεάματος, καὶ τῆς φήμης διαδοθείσης, τοὺς τὰ Χριστιανῶν σέβοντας εἰσπηδῆσαί τε τὴν τοῦ Ἑβραίου ἑστίαν, καὶ τὴν σεπτὴν τοῦ Σωτῆρος ἀνειληφέναι σταύρωσιν, ἔτι τὸ θεῖον 168 ἐκβλύζουσαν αἷμα, καὶ εἰς ἱερὸν ἀναθεῖναι σηκὸν, καὶ τιμᾷν μεγαλοπρεπῶς. ταύτην ὁ βασιλεὺς τὴν θεάνθρωπον μορφὴν ἐκεῖθεν ἀνειληφώς, τῷ Βυζαντίῳ παρέπεμψεν, ὥς μοι ἤδη δεδήλωται. Ἐπεὶ δὲ τάς τε Βαλαναίας καὶ Βηρυτὸν τῷ πολεμεῖν ᾕρηκε, Τριπόλει προσβάλλει. καὶ μὴ οἷός τε ὢν ταύτην πολιορκεῖν ἐξ ἐπιδρομῆς (περιβόλοις γὰρ κατὰ τὴν ἤπειρον ἐρυμνοῖς περιείληπται, ἐπὶ λόφου τινὸς ἀποτόμου διατείνουσα· κατὰ θάτερον δὲ μέρος θαλάσσῃ περικλύζεται, ἐπίνειον καὶ προκόλπιον προβαλλομένῃ εὔορμον καὶ εὐχείμερον), ἐκεῖθεν ἀπάρας, τὰς παραλίους πολίχνας ὁδῷ προβαίνων ἐξεπολιόρκει. κατὰ τοῦτον δὴ τὸν καιρὸν, Αὔγουστος δὲ μὴν ἦγεν ἀρχὴν, κομήτης ἐξεφάνη ἀστὴρ, χρῆμα θεῖόν τι καὶ καινὸν, λογισμὸν ὑπερβαῖνον ἀνθρώπινον. οὐδὲ γὰρ τοιοῦτόν τι κατὰ ταύτας ὤφθη τὰς γενεὰς, οὐδ' ἐπὶ τοσαύτας ἡμέρας ἐπιφαίνειν τὸ πρόσθεν συμβέβηκεν. οὗτος ἀπ' ἀνατολῆς βορειότερος ἀνίσχων, καὶ εἰς ὕψος ὅ, τι πλεῖστον αἰρόμενος, ὡς κυπάριττός τε ὑψούμενος, εἶτα ἠρέμα κυρτούμενος, πρὸς μεσημβρίαν ἀπένευεν, ἀπλέτῳ πυρὶ ἐκκαιόμενος, καὶ τηλαυγεῖς καὶ λαμπρὰς τὰς ἀκτῖνας ἐπαφιεὶς, πρᾶγμα δείματος καὶ φρίκης γέμον τοῖς ἀνθρώποις ὁρώμενος. ἀπ' ἀρχῆς δὲ μηνὸς Αὐγούστου, ὡς ἔφην, φανεὶς, ἐφ' ὅλαις ἡμέραις ἐπεποίητο τὴν ἐπιτολὴν ὀγδοήκοντα, ἀπὸ μέσων ἀνίσχων νυκτῶν, καὶ μέχρι σταθηρᾶς ἡμέρας ὁρώμενος. βασιλεὺς δὲ, τὸ ἀσύνηθες τεράστιον κατιδὼν, τοὺς περὶ τὴν τῶν μετεώρων ἐσχολακότας ἠρώτα 169 παρατήρησιν, ὅ, τι δὴ καὶ βούλοιτο τὸ τοιοῦτον ἐξαίσιον. οἱ δὲ, οὐχ ὡς ἡ τέχνη παρεῖχε τεκμαίρεσθαι, τρὸς δὲ τὸ τοῦ βασιλέως βούλημα, τὴν τοῦ κομήτου παρεξηγοῦντο ἐπιτολὴν, νίκην τε αὐτῷ κατ' ἐχθρῶν καὶ μακρότητα ἡμερῶν ἐπαγγελλόμενοι ἔσεσθαι. ἤστην δὲ οἱ ταῦτα παρεξηγούμενοι Συμεώνης τε, ὁ Λογοθέτης καὶ Μάγιστρος, καὶ ὁ τῆς Νικομηδείας πρόεδρος Στέφανος, ἄνδρες τῶν τότε σοφῶν ὄντες ἐλλογιμώτεροι. ἀλλ' οὐχὶ ταῦτα ἡ τοῦ κομήτου παρεδήλου ἐπιτολὴ, ἃ πρὸς χάριν οἱ ἄνδρες τῷ αὐτοκράτορι ὑπηγόρευον, ἀποστασίας δὲ χαλεπὰς, ἐθνῶν τε ἐπιδρομὰς, καὶ ἐμφυλίους στάσεις, καὶ μεταναστάσεις πόλεων καὶ χώρων, λιμοὺς καὶ λοιμοὺς, καὶ φρικώδεις σεισμοὺς, καὶ πανολεθρίαν σχεδὸν τῆς Ῥωμαϊκῆς ἐπικρατείας, ἅπερ ἡμεῖς ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως εἴδομεν.
142.19.1
Μετὰ γὰρ τὴν τοῦ αὐτοκράτορος Ἰωάννου ἐκδημίαν ἀπὸ τοῦ σώματος, Βάρδας Μάγιστρος, ὁ κατ' ἐπωνυμίαν Σκληρὸς, φιλαρχίαν καὶ ἀπληστίαν νοσῶν, ἀπάτῃ δὲ μετελθὼν καὶ φενακίσας τὸν πολὺν ὄχλον καὶ εὔκολον, ἀποστασίαν δεινὴν κατὰ τῶν κρατούντων ἐμελέτησεν· ἐπὶ τετραετῆ τε ἐνιαυτὸν τὴν Ἀσίαν κατέδραμε, χώρας πυρπολῶν, καὶ πόλεις καταστρεφόμενος, τήν τε Ῥωμαϊκὴν δύναμιν, ἐξ ἀντιπάλου παρατάξεως ἀντιτασσομένην αὑτῷ, τρεπόμενος καὶ κατακαίνων ὠμῶς· τοῦτο μὲν ὑπὸ τοῦ Πατρικίου Πέτρου καὶ τρατοπεδάρχου δημαγωγουμένην, ὅτε κατὰ τὴν Λάπαραν τὸ πεδίον (μεθόριον δὲ τοῦτο τῆς χώρας τῶν Ἀρμενίων) ἡ μάχη συνεκροτεῖτο, ὁπηνίκα καὶ αὐτὸς ὁ Πατρίκιος Πέτρος, δορατίῳ βληθεὶς καὶ τοῦ ἵππου κατενεχθεὶς, παρ' αὐτὴν 170 ἐξέπνευσε τὴν παράταξιν, πλείστων ὅτι τῶν ὑπασπιστῶν συναναιρεθέντων αὐτῷ· τοῦτο δὲ ὑπὸ Βάρδα Μαγίστρου τοῦ Φωκᾶ, ὃς πρὸς τῶν κρατούντων τὸ τοῦ Δομεστίκου τῶν Σχολῶν ὑποζωσάμενος ἀξίωμα, ἀντίπαλος τῷ Σκληρῷ κατὰ τὴν Παγκάλειαν παρετάξατο. ἱππήλατον τοῦτο πεδίον, τῷ Ἀμωρίῳ προσέγγιον. ὅπου δὴ καὶ παρὰ τὸ μεταίχμιον ῥάβδῳ κατὰ τοῦ κρανίου πληγεὶς ὁ Φωκᾶς, τοῦ ἵππου τε κατενέχθη καὶ εἰς γῆν κατεβλήθη· καὶ κἂν ἥλω τῶν ἐναντίων καὶ ἀκλεῶς παραπώλετο, εἰ μὴ ὡς εἷς τῶν πολλῶν παρώφθη παρὰ τῶν δυσμενῶν, ἠγνοηκότων αὐτὸν, ἐπελθοῦσα δὲ ἡ νὺξ τοῦτον διέσωσεν. ὁ δὲ Σκληρὸς, ταῖς τοιαύταις νίκαις ἐπαρθείς τε καὶ φρενωθεὶς, ἀνυπόστατός τις καὶ ἀκαταγώνιστος ἐνομίζετο. ἐντεῦθεν τήν τε Νίκαιαν, καὶ Ἄβυδον, καὶ Ἀττάλειαν τῷ πολεμεῖν παρεστήσατο, καὶ τὴν τῆς Ἀσίας ἐπεποιήσατο Ῥωμαϊκὴν ἐπικράτειαν· καὶ πλείστας τριήρεις προσείληφε, καὶ θαλασσοκρατῶν μεγάλα τοὺς ἐμπόρους ἐσίνετο, καὶ αὐτὴν ἤδη τὴν βασιλεύουσαν, τὰς σιτηγοὺς φορτίδας οὐκ ἐῶν εἰς αὐτὴν ἀναπλέειν κατὰ τὸ πρότερον· ἕως οὗ ἐκ Βυζαντίου πυρφόροι νῆες πρὸς τῶν κρατούντων λαθραίως ἐξαπεστάλησαν. ἃς Βάρδας Μάγιστρος ὁ Παρσακουτηνὸς ἄγων, αἰφνίδιον τῇ Ἀβύδῳ προσορμισθεὶς, τάς τε τριήρεις τοῦ τυράννου κατέφλεξε, καὶ τὴν τῶν στρατιωτῶν κατηκόντισε φάλαγγα, καὶ τὸ φρούριον εἴληφεν. αὖθις δὲ ὁ Φωκᾶς, χεῖρα περὶ αὑτὸν πλείστην στρατιωτῶν ἠθροικὼς, τῷ Σκληρῷ ἐπιτίθεται, καὶ τοῦτον τρεψάμενος ἐν Ἐκβατάνοις πρὸς τοὺς Ἀγαρηνοὺς φυγεῖν παρεσκεύασεν.
142.20.1
Εἶτ' αὖθις ἐπεὶ τὸ λῃστρικὸν τῶν συνωμοτῶν τοῦ Σκληροῦ Βάρδα τελέως ἐσκίδνατο, τὰς δυνάμεις ἀνειληφὼς ὁ αὐτοκράτωρ Βασίλειος ἠπείγετο κατὰ τῶν Μυσῶν. ἡ γὰρ ἐκείνων αὐθάδεια καὶ ἀπήνεια, φονικὸν περιπνέουσα, τὴν Ῥωμαϊκὴν ἐσίνετο ἐπικράτειαν, καὶ τὰ τῶν Μακεδόνων ἀφειδῶς ἐληΐζετο, ἡβηδὸν ἅπαντας διαφθείρουσα. τῷ τοι καὶ θερμότερον ἤπερ ἔδει μᾶλλον κινηθεὶς ἢ προμηθέστερον, αὐτοβοεὶ καθελεῖν ταύτην ἠπείγετο. ἀλλὰ τῶν ἐλπίδων ἐπηρείᾳ τύχης ἡμάρτανεν. ἐπεὶ γὰρ τὰς ἐστενωμένας καὶ κρημνώδεις ἀτραποὺς διοδεύσας, κατὰ τὴν Σαρδικὴν ἐπεχωρίασεν, ἣν καὶ Τράλιτζαν ἡ Σκυθικὴ συνήθεια κέκληκεν, ἐνταῦθα τὸν τοῦ στρατοπέδου ἐπήξατο χάρακα, καὶ αὐτὴν παρακαθισάμενος, ἐφ' ἡμέραις εἴκοσιν ἐφρούρει. ἀλλ' οὐδὲν εἶχεν ἀνύσειν, τῇ κακοπραγίᾳ τῶν στρατηγῶν ἐς ῥᾳστώνην καὶ νωθείαν ἀποκλινάσης τῆς στρατιᾶς. τοίνυν πρότερον μὲν τοὺς ἐπὶ χιλὸν καὶ χορτάσματα τοῦ χάρακος ἐξιόντας ἐνεδρεύσαντες οἱ Μυσοὶ, πολὺν φόνον εἰργάσαντο, καὶ πλῆθος ὑποζυγίων καὶ ἵππων ἀπήγαγον. ἔπειτα τῶν ἑλεπόλεων καὶ τῶν λοιπῶν μηχανημάτων ἀπειρίᾳ τῶν προσαγηοχότων ταῦτα τοῖς τείχεσιν ἀπρακτησάντων, καὶ πυρποληθέντων παρὰ τῶν δυσμενῶν· ἐπεὶ καὶ σπάνις τῶν ἀναγκαίων κατεῖχε τὴν στρατιὰν, τῶν συμπεφορημένων ἐπισιτισμῶν ἤδη ἀναλωθέντων, τῷ μὴ πεφεισμένως ἀλλ' ἄδην κατεμφορεῖσθαι αὐτῶν, ἐνσκευασάμενος συνάμα τῇ στρατιᾷ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔει. πανημέριος δὲ διοδεύσας, ἐπί τινα λόχμην 172 διεσκηνίσατο, καὶ τὴν πληθὺν διανέπαυε. μήπω δὲ τῆς πρώτης φυλακῆς τῆς νυκτὸς συμπεραιωθείσης, ἐξαίφνης ἀστὴρ παμμεγέθης ἐκ τοῦ ἑῴου μέρους τοῦ χάρακος ὁρμηθεὶς καὶ τὰς σκηνὰς περιλάμψας ἀπλέτῳ φωτὶ, ἐπὶ τὸ ἑσπέριον μέρος παρ' αὐτὴν τὴν ταφρείαν καταπεσὼν, καὶ εἰς σπινθῆρας συχνοὺς διαιρεθεὶς, ἀπεσβέσθη. τὴν αὖθις δὲ τοῦ στρατοῦ παρεδήλου διαφθορὰν ἡ τοῦ ἀστέρος καταφορά. ἔνθα γὰρ τοιουτότροπόν τι γενέσθαι συμβέβηκε, τοῦ ὑποκειμένου πανολεθρίαν ἐσήμηνε. τεκμήριον τοῦτο σαφὲς ὁ ἐπὶ τῆς Τρωϊκῆς πληθύος κατενεχθεὶς ἀστὴρ, ὁπηνίκα Πάνδαρος τῷ Μενελάῳ ἐπετοξάζετο· ἐκεῖ γὰρ αὐθημερὸν ἡ Τρωϊκὴ φάλαγξ πρὸς τῶν Ἀχαιῶν εἰς φυγὴν ἀγεννῆ συνεκλείετο. καὶ ἐπὶ τῶν Ῥωμαϊκῶν δὲ πολέμων εὕροι τις ἂν, τὴν ἱστορίαν μετιὼν, τὸ τοιοῦτον πολλάκις συμβὰν, καὶ τὸ στράτευμα διαφθαρὲν, ἵνα τὸ φάσμα ἐπέσκηψεν. εἴδομεν δὲ καὶ αὐτοὶ ἐπὶ τῆς τοῦ προέδρου Βασιλείου ἑστίας τοιοῦτόν τι κατενεχθέν· καὶ μήπω καιροῦ συχνοῦ διαῤῥεύσαντος ἐκεῖνόν τε τοῦ βίου ὑπαπελθόντα, καὶ εἰς διαρπαγὴν καὶ προνομὴν ἐκδοθέντα τὰ αὐτῷ διαφέροντα. ἀλλὰ περὶ μὲν τῆς τοῦ ἀστέρος φαντασίας ὧδέ πη ἐχέτω· τότε δὲ, κατὰ τὴν ὑστεραίαν, διά τινος ὑλώδους καὶ σηραγγώδους αὐλῶνος διῄει τὸ στράτευμα· ἐκεῖνον δὲ μόλις παραδραμὸν, χαραδρώδεις καὶ ἀνάντεις κατελάμβανε χώρους· ἐν οἷς οἱ Μυσοὶ Ῥωμαίοις ἐπιθέμενοι πλεῖστον ὅτι πλῆθος ἀνδρῶν διέφθειραν, καὶ τήν τε βασίλειον ἀρχὴν καὶ τὸν πλοῦτον εἰλήφεσαν, καὶ τὴν ἀποσκευὴν τῆς στρατιᾶς ἐλαφυραγώγησαν ἅπασαν. τότε δὴ καὶ αὐτὸς ὁ ταῦτα ἐκ 173 τραγῳδῶν ἐκεῖσε παρήμην, τῷ κρατοῦντι δυστυχῶς συνεπόμενος καὶ τῇ τοῦ διακόνου λειτουργίᾳ ὑπηρετούμενος. καὶ κᾂν ἐξεχύθη μου παρὰ μικρὸν τὰ διαβήματα, καὶ μαχαίρας Σκυθικῆς γέγονα παρανάλωμα, εἰ μή με θεία τις ἐξ αὐτοῦ τοῦ κινδύνου ἀπήγαγε πρόνοια, ἥτις ἐξιππάσασθαι τάχος πεποίηκε, πρὸ τοῦ καταληφθῆναι τὴν φαραγγώδη πρὸς τῶν δυσμενῶν ἄνοδον, παρελθεῖν τε ταύτην, καὶ δρομαίως καταλαβεῖν τὴν ἀκρώρειαν. μόλις οὖν διὰ δυσβάτων ὀρέων τὸ περιλειφθὲν τοῦ στρατεύματος τὴν καταδρομὴν διέφυγε τῶν Μυσῶν, τὴν ἵππον σχεδὸν ἀποβαλὸν ἅπασαν καὶ τὴν ἐπικομιζομένην ἀποσκευὴν, καὶ πρὸς τὰ Ῥωμαϊκὰ ἐπανέζευξεν ὅρια.
142.21.1
Μήπω δὲ τοῦ τοιούτου πάθους τελευταίως ὑπολωφήσαντος, Βάρδας Μάγιστρος ὁ Φωκᾶς κατὰ τῶν κρατούντων ἐτραχηλίασε, καὶ τὴν τῆς Ἀσίας Ῥωμαϊκὴν ὑπεποιήσατο δύναμιν, καὶ κατὰ θάλασσαν ἐπίνεια καὶ πτολίσματα πλὴν Ἀβύδου εἷλε· καὶ τριήρεις συχνὰς νεολκήσας, ἐφρούρει τὸν τοῦ Ἑλλησπόντου πορθμὸν, οὐκ ἐῶν τὰς φορτίδας ἀνάγεσθαι πρὸς τὴν βασιλεύουσαν· στρατιάν τε πλείστην, ἧς Λέων Μάγιστρος ὁ Μελισσηνὸς ἡγεῖτο, παρὰ τὴν ἤπειρον τῆς Ἀβύδου καθίδρυσε, τάς τε σφετέρας τριήρεις φρουροῦσαν, καὶ πολιορκοῦσαν τὴν Ἄβυδον. αὖθίς τε χάρακα καρτερὸν πρὸ τοῦ Βυζαντίου ἐπὶ τοῦ τῆς Χρυσῆς πόλεως λόφου ἔπηξεν, ἱππικὴν ὅτι πλείστην καὶ πεζικὴν στειλάμενος δύναμιν· ἀρχηγοὺς δὲ τῆς στρατιᾶς ταύτης τόν τε σύναιμον αὑτοῦ τὸν Πατρίκιον Νικηφόρον, καὶ Καλοκύρην Πατρίκιον, ᾧ ἐπίκλησις Δελφινᾶς προεστήσατο. τούτους ὁ αὐτοκράτωρ αὖθις 174 Βασίλειος, μετὰ δυνάμεως ἀποχρώσης τὸν Βόσπορον περαιωθεὶς, ἐξ ἀντιπάλου μάχης ἐτρέψατο· καὶ ζωγρίας συνειληφώς, τὸν μὲν Νικηφόρον καὶ ὁμαίμονα τοῦ Φωκᾶ πεδήτην ἀποφήνας, εἱρκτῇ συνέκλεισε· τὸν δέ γε Καλοκύρην τὸν Δελφινᾶ αὐτοῦ που παρὰ τὸν τῆς Χρυσοπόλεως λόφον, ἵνα καὶ ἡ σκηνὴ αὐτῷ ἐπήγνυτο, ἀνεσκολόπισε. Βάρδας δὲ ὁ Φωκᾶς, τὴν ἐν Χρυσοπόλει πανολεθρίαν τῆς στρατιᾶς διενηχηθεὶς, τήν τε τοῦ ὁμαίμονος σύλληψίν τε καὶ κάθειρξιν, καὶ τὴν τοῦ Δελφινᾶ ἐπὶ τοῦ ξύλου προσπαττάλευσιν, τὰς περὶ αὑτὸν δυνάμεις συνηθροικὼς, εἰς Ἄβυδον κάτεισι, τό, τε φρούριον τὸ ἐκεῖσε πειρώμενος πολιορκῆσαι, καὶ πρὸς τὴν Εὐρώπην διαπεράσαι, ὡς καὶ ταύτην ὑποποιήσαιτο. ὁ δὲ αὐτοκράτωρ Βασίλειος, τὴν ἐν Ἀβύδῳ κάθοδον τοῦ τυράννου ἐνωτισθεὶς, τὴν περὶ αὑτὸν στρατιὰν συναγηοχὼς, καὶ τὰς πυρφόρους τριήρεις ἐξαρτυσάμενος, ἀντίπαλος τούτῳ καθίσταται· καὶ, περαιωθεὶς τὸν Ἑλλήσποντον, ἐν τῷ πρὸ τῆς Ἀβύδου πεδίῳ τὴν βασίλειον σκηνὴν ἐπήξατο, ὁσημέραι τὰς φάλαγγας συντάττων καὶ ἐξασκῶν, καὶ γνωματεύων ὅτῳ τρόπῳ τῷ ἀποστάτῃ ἐπέλθοι. μιᾷ τοιγαροῦν τῶν νυκτῶν ἐς λόχους συντάξας τὸ στράτευμα, διὰ τῆς παρὰ θάλασσαν ἀταρπιτοῦ τοῖς ἐναντίοις ἐπέθετο, καὶ, ἤδη τῆς ἡμέρας διαφαυούσης, τάς τε τριήρεις πάσας ἐνέπρησε, καὶ τοὺς ἐναντίους κατακαίνων οὐκ ἀνίει. Βάρδας δὲ ὁ Φωκᾶς, τῷ αἰφνιδίῳ τῆς ἀφίξεως καὶ ἐπιθέσεως τοῦ αὐτοκράτορος ἐκπλαγεὶς, ἀντιμέτωπος τοῦ χάρακος ἔξεισι· καὶ δῆτα κατὰ τὸ μεταίχμιον ἀντικαταστὰς, καὶ τοῦ ἵππου ἀθρόον κατενεχθεὶς, ξίφει τὸν αὐχένα ἐκκόπτεται. καὶ τὸ