Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Β.
17.2.1
Ὁ μὲν δὴ τῶν Ῥωμαίων στρατηγὸς Νικηφόρος ἐς τὴν τῶν Κρητῶν νῆσον, ᾗπέρ μοι εἴρηται, ἤδη τὴν Ῥωμαϊκὴν περαιωσάμενος δύναμιν, καὶ τῶν ἰθαγενῶν βαρβάρων ἐν τῇ συστάδην μάχῃ τοὺς μὲν παρανάλωμα μαχαίρας ἀπεργασάμενος, τοὺς δὲ περιλειφθέντας ἀπονητί τε καὶ ἀκαρῆ τῷ ἄστει συγκλείσας, αὐτόθι τε διεχείμαζε, καὶ τὸν στρατὸν ὁσημέραι τῷ πολεμεῖν ἐξεπαίδευεν. ἐν τούτῳ δὲ Χαμβδᾶν, ὁ τῶν τῆς Κιλικίας προσοίκων Ἀγαρηνῶν ἀρχηγὸς, ἀνὴρ ἀγχίνους τε καὶ δραστήριος, ἐμ