Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Leo Diaconus
Historia
Hist 18.9.1
Choose a text More by Leo Diaconus
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
18.9.1
Ἄρτι δὲ μεσοῦντι τὴν ὁδοιπορίαν τῷ στρατηγῷ φήμη τις ὑπηντίαζε, τὴν ἐντεῦθεν ἐκδημίαν τοῦ ἄνακτος Ῥωμανοῦ διαγγέλλουσα. ὁ δὲ, τῷ ἀπροσδοκήτῳ τῆς φήμης ἐκταραχθεὶς, ἐπέσχε τε τὴν διαπορείαν, καὶ κατὰ χώραν ὑπέμενε. λέγεται δὲ τοῦτον τὸν τρόπον ἐκπλῆσαι τὸν βίον τὸν αὐτοκράτορα Ῥωμανόν. ἐπειδὴ παρειληφὼς τὴν ἀρχὴν ἐπιεικῆ τε καὶ μέτριον αὑτὸν καὶ εὐεργετικὸν τῷ ὑπηκόῳ παρείχετο, ὑποδύντες τινὲς καὶ μετελθόντες τὸν ἄνθρωπον, μοχθηροί τε καὶ δοῦλοι γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, διαφθείρουσι τὸν καλοκἀγαθὸν τρόπον τοῦ νέου, τρυφὴν ὑποτιθέντες καὶ ἀκόλαστον ἡδονὴν, διεγείροντές τε πρὸς ἀλλοκότους ἐπιθυμίας τούτου τὴν ὄρεξιν. ἐντεῦθεν παρὰ τὸν καιρὸν τῶν νηστειῶν, ἃς πρὸς κάθαρσιν ψυχῶν καὶ ποδηγίαν τῶν κρειττόνων ἐξεῦρον ἄνδρες θεοφορούμενοι, παρειληφότες τὸν Ῥωμανὸν οἱ λοιμοὶ, ἐπὶ θηρείαν ἐλάφων ἴενται, ἐν δυσβάτοις ἐλαύνοντες ὄρεσιν. ἐκεῖθέν τε ἀναζεύξαντες τὸν αὐτοκράτορα 31συγκομίζουσι περιημεκτέοντα καὶ τὰ ἐπιθανάτια πνέοντα. καί τινες μὲν ἐκ τῆς ἀκαίρου φασὶν ἱππασίας σπασμὸν ἐγγενέσθαι τούτῳ περὶ τὰ καίρια. ὡς δὲ ἡ τῶν πλειόνων ὑπόνοια ἔχει, κώνειον αὐτὸν πεπωκέναι πρὸς τῆς γυναικωνίτιδος. εἴτε δὲ ἐκείνως, εἴτε καὶ οὕτως, ἀμείβει τὸν βίον ὁ Ῥωμανὸς τὴν τῆς ἡλικίας ἐλαύνων ἀκμὴν, τρεῖς ἐνιαυτοὺς πρὸς πέντε μησὶ τὴν αὐτοκράτορα διϊθύνας ἀρχήν. τούτου δὲ ἐξ ἀνθρώπων γεγονότος, τὴν τῆς βασιλείας ἀρχὴν παρά τε τοῦ πατριαρχοῦντος Πολυεύκτου καὶ τῆς συγκλήτου βουλῆς οἱ ἐκείνου παῖδες Βασίλειος καὶ Κωνσταντῖνος, νήπιοι κομιδῇ τελοῦντες καὶ τιθηνούμενοι, μετὰ Θεοφανοῦς τῆς μητρὸς ἐγχειρίζονται· ἥτις ἐξ ἀσήμου μὲν γένους φυεῖσα, κάλλει δὲ καὶ σώματος ὥρᾳ πασῶν τῶν τότε γυναικῶν ὑπερφέρουσα, Ῥωμανῷ συνηρμόσθη τῷ αὐτοκράτορι. ὁ δὲ Νικηφόρος (αὖθις γὰρ πρὸς τὸν εἱρμὸν ἐπάνειμι τῆς διηγήσεως) τὴν μεταβολὴν τῆς μεγίστης ἀρχῆς διενωτισθεὶς, παντοδαπός τις ἦν, ἄλλοτε ὑπ' ἄλλων λογισμῶν διαταραττόμενος. τὸ γὰρ ἄπιστον τῶν πραγμάτων καὶ τὸ παλίντροπον τῆς τύχης καὶ ἄστατον οὐκ εἴα τὸν ἄνθρωπον ἀτρεμεῖν, ὑπειδόμενον μάλιστα τὴν τοῦ Ἰωσὴφ δυναστείαν, ὅς γε ἐκτομίας ὢν καὶ μάλιστα παρὰ τὴν βασιλείαν ἑστίαν δυνάμενος (τῷ τοῦ παρακοιμωμένου γὰρ ἀξιώματι ἐσεμνύνετο), δυσμενῶς τῷ Νικηφόρῳ διέκειτο. ιαʹ. Ἔγνω γοῦν αὐτίκα νεωτερίζειν· ἀλλὰ δύναμιν ἐκ τοῦ παρατυχόντος ἀποχρῶσαν οὐκ ἐπαγόμενος (τὰ γὰρ στρατεύματα πρὸς τὰς σφῶν ἐνεγκαμένας αὐτοῦ προστεταχότος ἀπῄεσαν), ἐδεδοίκει τὸν τοσοῦτον ἀγῶνα τέως ἐπαποδύσασθαι. ἔδοξεν 32 οὖν ὑπερθέσθαι τὸν νεωτερισμόν· εἰσελάσαντι δὲ εἰς τὸ Βυζάντιον, καὶ κατάγοντι τὸν θρίαμβον, εἴγε τὴν στρατιὰν οἱ κρατοῦντες αὑτῷ ἐγχειρίσοιεν (ᾔδει γὰρ αὐτοῦ περιόντος μὴ ἂν ἄλλον καρτερῆσαι πρὸς τὴν τῶν βαρβάρων ἀντίστασιν παρατάττεσθαι)· ἀναλαβεῖν τε τὰς δυνάμεις, καὶ λελογισμένως καὶ ἀνεπισφαλῶς ὑπὲρ τῶν ὅλων διαγωνίσασθαι. οὕτω δὴ γνωματεύσας καὶ βουλευσάμενος πρὸς τὸ Βυζάντιον ἴεται ἀσμενέστατά τε ὑπὸ τοῦ δήμου καὶ τῆς συγκλήτου δεχθεὶς, καὶ ὅσην ἐπήγετο λείαν θριαμβεύσας, καὶ τῷ δημοσίῳ ταμείῳ τὸν βαρβαρικὸν πλοῦτον καταθέμενος, ἐφ' ἑστίας ἡσύχαζεν. ὁ δὲ Ἰωσὴφ (ἐδεδοίκει γὰρ τὴν ἐπὶ τὸ Βυζάντιον τοῦ Νικηφόρου διατριβὴν, μή τι κατὰ τοῦ κράτους νεωτερίσειε, μάλιστα τοῦ στρατιωτικοῦ ἐκτόπως αὐτὸν στέργοντος καὶ τοῦ δήμου θαυμάζοντος, διά τε τὰ τρόπαια καὶ τὰ κατὰ πολέμους ἀνδραγαθήματα) ἐπὶ τὸ ἀνάκτορον τοῦτον ἐκαλεῖτο, εἴ πως αὐτὸν ψιλὸν τῆς δυνάμεως ἀπειληφὼς τῶν τε ὄψεων στερήσῃ καὶ ὑπερορίᾳ παραπέμψῃ. ἀλλὰ τὸ κακοῦργον καὶ περιπόνηρον τοῦ Ἰωσὴφ ὁ στρατηγὸς συνιεὶς (δραστήριος γὰρ ἐς τὸ ἀκριβὲς ἦν, καὶ καταστοχάσασθαι κακοτροπίαν ἀνδρὸς προχειρότατος), ἐς τὴν μεγάλην ἐκκλησίαν φοιτᾷ, καὶ τῷ ἱεραρχοῦντι Πολυεύκτῳ εἰς λόγους ἐλθὼν, ἀνδρὶ τήν τε θείαν καὶ ἀνθρωπίνην φιλοσοφίαν εἰς ἄκρον ἐκμελετήσαντι, καὶ βίον αἱρετισαμένῳ ἐκ νεότητος μοναδικόν τε καὶ ἄσκευον, καὶ παῤῥησίαν ὑπὲρ ἄνθρωπον κεκτημένῳ, ἣν οὐχ ἡ φύσις ἐνεποίει αὐτῷ μόνον, τομίᾳ γε ὄντι καὶ ἐς ἔσχατον γῆρας ἐλάσαντι, ἀλλὰ καὶ ἡ ἀκτησία, καὶ τὸ ἀνεπίληπτον, 33 καὶ τὸ λιτὸν τοῦ βίου καὶ ἀπέριττον· τούτῳ δὴ τῷ Πολυεύκτῳ, ἐπεὶ εἰς λόγους ἦλθεν ὁ Νικηφόρος, καλάς γε, ἔφη, παρὰ τοῦ τῶν βασιλείων κατάρχοντος τῶν τοσούτων ἀγώνων καὶ πόνων καρποῦμαι τὰς ἀμοιβάς· ὅς γε τὸν ἀλάθητον καὶ μέγαν ὀφθαλμὸν λήσειν οἰόμενος, τὰ Ῥωμαϊκά μοι πλατύνοντι ὅρια ταῖς τοῦ κρείττονος εὐοδώσεσιν, οὐκ ἐνάρκησε σκαιωρήσασθαι θάνατον, μηδέπω μηδὲν εἰς τὸ κοινὸν πλημμελήσαντι, συνεισενεγκόντι δὲ μᾶλλον ὅσα μή τις τῶν νῦν τελούντων ἀνδρῶν, καὶ τοσαύτην μὲν χώραν τῶν Ἀγαρηνῶν πυρὶ καὶ μαχαίρᾳ δῃωσαμένῳ, τηλικαύτας δὲ πόλεις ἐκ βάθρων κατεριπώσαντι. ἐγὼ δὲ ἠξίουν, τὸν συγκλητικὸν ἄνδρα ἐπιεικῆ τε εἶναι καὶ μέτριον, καὶ μή τινα δυσμεναίνειν, καὶ ταῦτα μάτην, ἀπέραντα. ιβʹ. Τούτων τῶν ῥημάτων ὁ πατριάρχης ἐνωτισθεὶς, καὶ τὴν προθυμίαν ἀναφλεχθεὶς, εἰς τὰ βασίλεια εἰσελαύνει, τὸν Νικηφόρον ἔχων συνεφεπόμενον· καὶ τὴν σύγκλητον εἰσκαλέσας, οὐ δίκαιον, ἔφη, τοὺς ὑπὲρ τῆς Ῥωμαϊκῆς εὐετηρίας ἑαυτῶν ἀφειδήσαντας, καὶ πόνους καὶ κινδύνους καθυπομείναντας, εὐγνώμονάς τε καὶ μετρίους ἑαυτοὺς παρεχομένους πρὸς τὸ ὁμόφυλον, προπηλακίζειν καὶ ἀτιμοῦν, κυδαίνειν δὲ μᾶλλον καὶ ταινιοῦν. εἰ οὖν πείθεσθέ μοι τὰ λῴονα συμβουλεύσοντι, τὴν ἐμὴν αὐτίκα γνώμην ἐρῶ. δεῖ Ῥωμαίους ὄντας ἡμᾶς, καὶ θείοις ῥυθμιζομένους προστάγμασι, τὰ νεογνὰ τοῦ αὐτοκράτορος Ῥωμανοῦ τέκνα, ἐπεὶ πρὸς ἡμῶν καὶ τοῦ δήμου παντὸς ἀνεῤῥέθησαν αὐτοκράτορες, εἰς τὴν προγονικὴν τιμὴν συντηρεῖν καὶ σέβας ἀπονέμειν, 34 οἷον καὶ τοῖς προγόνοις αὐτῶν. ἐπεὶ δὲ καὶ τὰ βαρβαρικὰ φῦλα ληΐζεσθαι τὴν Ῥωμαϊκὴν οὐκ ἀπέχονται γῆν, συμβουλεύω, τὸν ἄνδρα τουτονὶ (τὸν Νικηφόρον ὑποδεικνὺς), ἀγχίνουν τε ὄντα καὶ ἀγαθὸν τὰ πολέμια, καὶ νίκας ὅτι πλείστας ἐπανῃρημένον, ὃ καὶ αὐτοὶ συνομολογεῖτε, καὶ τοῦτον τῶν ἄλλων ἐκθειάζετε μάλιστα, ὅρκοις κατασφαλισαμένους μή τι κατὰ τοῦ κράτους καὶ τῆς βουλῆς μελετῆσαι ἀβούλητον, ἀνειπεῖν αὐτοκράτορα στρατηγὸν, καὶ τὰς τῆς Ἀσίας δυνάμεις ἐγχειρίσαι αὐτῷ, ὡς ἀμύνοιτο καὶ ἀναχαιτίζοι τῶν ἀλλοφύλων τὴν ἔφοδον. ταύτην γὰρ αὐτῷ καὶ ὁ αὐτοκράτωρ Ῥωμανὸς, ἔτι βιοὺς, ἐνεχείρισε τὴν τιμὴν, καὶ τελευτῶν ἐν ταῖς διαθήκαις ὡρίσατο, μὴ μετακινεῖν τῆς τοιαύτης στρατηγίας εὐγνωμονοῦντα τὸν ἄνθρωπον. ταύτην ἀνειπόντος τοῦ πατριάρχου τὴν γνώμην, ἐπεψήφιζέ τε ἡ βουλὴ, συνῄνει δὲ καὶ αὐτὸς ὁ παρακοιμώμενος Ἰωσὴφ, οὐχ ἑκὼν, τῇ δὲ ῥοπῇ τῆς συγκλήτου ἐκβιαζόμενος. καὶ δὴ ὅρκοις φρικωδεστάτοις τὸν Νικηφόρον ἐμπεδωσάμενοι, μή ποτε περιόντων τῶν νεογνῶν παίδων καὶ βασιλέων ἀπαίσιόν τι κατὰ τοῦ σφῶν κράτους βουλεύσασθαι· ἐπομοσάμενοι δὲ καὶ αὐτοὶ, μηδένα τῶν ἐν τέλει ἀπεναντίας τῆς ἐκείνου γνώμης μετακινεῖν, ἢ πρὸς μείζονα ἐπαναβιβάζειν ἀρχὴν, μετὰ δὲ καὶ τῆς αὐτοῦ διασκέψεως κοινῇ γνώμῃ διευθύνειν τὰ τοῦ κοινοῦ, αὐτοκράτορα στρατηγὸν τῆς Ἀσίας τοῦτον ἀνακηρύξαντες τόν τε σύλλογον διαλύουσι, καὶ, τῶν βασιλείων ἀπάραντες, ἐφ' ἑστίας ἀπῄεσαν ἕκαστοι.

Intertext edge

Open linked passage

Note