Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia
Leo DiaconusHist 35 · pg-scrape-grcMore by Leo Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1.1
ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Γ.
35.2.1
Ἤδη δὲ τοῦ ἦρος μεσοῦντος, καὶ τοῦ φωσφόρου πρὸς τὸν ἀρκτικὸν πόλον ἠρέμα ὑπανακάμπτοντος, καὶ περὶ τὸν ταῦρον τὴν διφρείαν ἐλαύνοντος, τοῦ Βυζαντίου ἀπάρας ὁ Νικηφόρος ἐπὶ τὴν καταντιπέραν τῆς Ἀσίας χώραν καταίρει· καὶ πρὸς τὴν Καππαδοκῶν ἀφικόμενος (Τρωγλοδῦται τὸ ἔθνος τὸ πρόσθεν κατωνομάζετο, τῷ ἐν τρώγλαις καὶ χηραμοῖς καὶ λαβυρίνθοις, ὡσανεὶ φωλεοῖς καὶ ὑπιωγαῖς, ὑποδύεσθαι), καὶ τὴν σκηνὴν ἐκεῖσε 36 πηξάμενος, πανταχόσε διαγράμματα ἔστελλε, τὸν στρατὸν πανσυδὶ ὡς αὑτὸν συνεγείρων καὶ ἐκκαλούμενος. ἐν ᾧ δὲ συνήρχετο τὰ στρατεύματα, τοὺς ἀμφ' ἑαυτὸν ἐξήσκει τὰ πολέμια, καὶ τὸν θυμὸν ἔθηγε, καὶ ἐπεῤῥώννυε ταῖς καθ' ἡμέραν μελέταις, καὶ τὴν ἐνόπλιον ἐξεπαίδευε περιδίνησιν, θαμὰ ταῖς σάλπιγξιν ἐγκελευόμενος ἐπηχεῖν, καὶ τὰ τύμπανα παταγεῖν, καὶ ἀλαλάζειν τὰ κύμβαλα, ἐφ' ἵππων τε ὑπεράλλεσθαι, καὶ τόξοις βάλλειν κατὰ σκοπὸν, καὶ ἀκοντίζειν εὐστοχώτατα· καὶ οὐδὲν ὅ, τι παρεῖτο τούτῳ τῶν πρὸς τὸ πολεμεῖν ἐξευρημένων. ἐν ᾧ δὲ ὁ στρατηγὸς ἐξεπαίδευε τὸν στρατὸν, καὶ τὴν ἄφιξιν τῆς λοιπῆς στρατιᾶς ἐξεδέχετο (δεδογμένον γὰρ ἦν αὐτῷ, κατὰ τοῦ Χαμβδᾶν καὶ τῶν Ταρσέων ἐκστρατεύειν ὡς μάλιστα), ὁ παρακοιμώμενος Ἰωσὴφ, τὸ τοῦ Νικηφόρου μεμεριμνημένον καὶ λελογισμένον ἐννοῶν, καὶ προσέτι τὸ ἀνδρικὸν αὐτοῦ καὶ γενναῖον παράστημα, ὑπειδόμενός τε, μή πως τῆς στρατιᾶς συναλισθείσης περὶ αὐτὸν νεώτερόν τι σκαιωρήσοιτο, ἐπάλλετό τε τὴν καρδίαν καὶ τῆς ἀβουλίας αὑτὸν κατεμέμφετο, ὅπως ζωγρίαν κατέχων ὡς ἐν δικτύῳ αἱμάτων ἄνδρα οὐ κατειργάσατο, ἀλλ' ἔλαθε τοσαύτῃ πανοπλίᾳ τοῦτον ὀχυρωσάμενος. συννοίας οὖν ὑπόπλεως γεγονὼς, ἠρεμεῖν οὐκ ἠνείχετο, ἀλλ' ἀβίωτον τὸν βίον ἐτίθετο. ἀνασκοποῦντι δὲ τούτῳ καὶ πολλοὺς διελίττοντι λογισμοὺς, τίνα τὸν τρόπον τῆς τοσαύτης δυναστείας μετακινήσῃ τὸν στρατηγὸν, μία τις ἐσῄει μηχανὴ, δι' ἧς ᾤετο τὴν ἐκείνου ἀρχὴν, ὡσεί τινα πέλεκυν τῷ αὐχένι προσεπικειμένην, ἀποσκευάσασθαι
35.3.1
Τὸν Μαριανὸν οὖν εἰσκαλέσας, ἄνδρα μὲν τῷ τῶν πατρικίων τετιμημένον ἀξιώματι καὶ τῶν Ἰταλικῶν στρατευμάτων ἤδη κατάρξαντα, εὐρίπιστον δὲ τὴν ἄλλως καὶ θερμουργὸν, ἐξεῖπε τὸ ἀπόῤῥητον, ἐν παραβύστῳ που κοινολογησάμενος, καὶ, εἴ μοι, φησὶ, πεισθεὶς τὴν τῆς ἀνατολῆς ἀναδέξῃ ἀρχὴν, αὐτοκράτορά σε θᾶττον ἀποφανῶ, καὶ ἐπὶ τῶν βασιλικῶν θρόνων ἐπαναβιβάσω. εὐφήμει, ἔφη πρὸς τὸν λόγον ὁ Μαριανός· πίθηκον διερεθίζων καὶ προτρεπόμενος καθωπλισμένῳ γίγαντι διαμάχεσθαι, ὃν οὐ μόνον τὰ πρόσοικα φῦλα πέφρικε τῶν ἐθνῶν, ἀλλὰ καὶ ὅσα ἀνίσχων τε καὶ δυόμενος ὁ ἥλιος ἐφορᾷ. ἀλλ' εἰ δοκεῖ συνεισενεγκεῖν τινα γνώμην ἀμηχανοῦντι καὶ σκυθρωπάζοντι, αὐτίκα ἐρῶ. τὸν Ἰωάννην, ὃν κικλήσκουσι Τζιμισκῆν, οἶσθα τὸν ἄνδρα φιλότιμόν τε ὄντα καὶ λίαν φιλόνικον, καὶ ἀγαθὸν τὰ πολέμια· ὃν δεύτερον μετά γε τὸν στρατηγὸν ἡ στρατιωτικὴ φάλαγξ τίθεται καὶ τιμᾷ. τὴν τῶν στρατευμάτων οὖν, εἰ δοκεῖ, τούτῳ ἐπίστρεψον ἀντίληψιν· καὶ, οἶμαι, παραβολώτατος ὢν ὁ ἀνὴρ καὶ τολμητίας ἐπιεικῶς, ὑποστήσεται τὸ ἐγχείρημα· καὶ ᾗ ἂν ἡγοῖτο, ἕψεται ἡ πληθὺς, καὶ τὸ δοκοῦν σοι περαιωθήσεται. ἄλλως δὲ μὴ οἴου σὺ κατασείειν πύργον ἀτίνακτόν τε καὶ ἀδιάσειστον. ταύτην δεξάμενος ὁ Ἰωσὴφ τὴν εἰσήγησιν, τοὺς ἐξ αἵματος Νικηφόρῳ προσήκοντας, καὶ τοὺς ἄλλους ἀνημμένους αὐτῷ τῶν ἀξιωμάτων τε παγανοῖ, καὶ εἰς ὑπερορίαν ἐκπέμπει· γραμματεῖον δὲ σφραγῖσιν ἐνσημηνάμενος τῷ προῤῥηθέντι Ἰωάννῃ στέλλει ἐν τοῖς πατρικίοις τελοῦντι 38 καὶ στρατηγοῦντι τῶν ἀνατολικῶν, ἀνδρὶ ῥωμαλέῳ καὶ νεανικῷ, καὶ τὴν ὁρμὴν δυσάντητον κεκτημένῳ καὶ δυσεκβίαστον. ἡ δὲ τοῦ γραμματείου ὑφήγησις ταυτὶ διηγόρευε· τὸ δύσνουν καὶ κακόηθες τοῦ Φωκᾶ ὑπειδόμενος, καὶ τὴν κακοῦργον σκέψιν, ἣν ἐκεῖνος τρέφει καθ' ἑαυτὸν, ἐκκόψαι βουλόμενος, ἔγνων ἀνακαλύψαι τὸ ἀπόῤῥητον τῇ περιφανείᾳ σου, εἴ πως τὴν ἐκείνου δυσκάθεκτον ὁρμὴν, σοῦ συνεργοῦντος, ἀναχαιτίσωμεν. βούλεται γὰρ ὅσον οὔπω τυραννήσειν, καὶ τὴν τῆς βασιλείας ἀρχὴν σφετερίσασθαι. ἀλλ' αὐτὸς τὴν ἔκσπονδον ἐκείνου ἐκκόπτων ὁρμὴν, τὴν τῶν στρατευμάτων πρόνοιαν ἐξαυτῆς ἐκείνου μὲν ἀφαιροῦμαι, τῇ δὲ σῇ ἀνατίθημι ἐνδοξότητι. μετὰ μικρὸν δὲ σὲ καὶ εἰς αὐτὴν ἀναβιβάσω τὴν τῆς βασιλείας περιωπήν. σὺ δὲ τὸν ὑπέρμαχον καὶ ἀλαζόνα Φωκᾶν δεσμώτην ἀποφηνάμενος θᾶττον παράπεμψον ὡς ἡμᾶς.
35.4.1
Τὸ τοιοῦτον οὖν γραμματεῖον ὁ Ἰωάννης ἀπειληφώς, ἀνειλήσας τε καὶ τὴν ἐν αὐτῷ πραγματείαν ἀναλεξάμενος (τὴν τῆς ἀνατολῆς δὲ αὐτῷ δυναστείαν, καὶ αὖθις τὴν τῶν ὅλων ἀρχὴν καὶ διακατοχὴν τούτων, ὥς μοι ἤδη εἴρηται, κατεπηγγέλλετο ἡ γραφὴ, εἴ γε τῆς στρατιᾶς μετακινήσοι τὸν Νικηφόρον καὶ τοῦ πλήθους ἀποσκευάσοιτο), τῶν τόπων ἀπάρας ἐν οἷς ἀνεστρέφετο, ἠπείγετο πρὸς τὸν στρατηγόν. προελθὼν δὲ παρὰ τὴν σκηνὴν τὴν στρατήγιον, καὶ αὐτῷ παρακαθισάμενος (ἀνεψιὸς γὰρ πρὸς μητρὸς ὁ Ἰωάννης τῷ Νικηφόρῳ ἐχρημάτιζε), σὺ μὲν, ἔφη, ὦ γενναῖε, βαθὺν ὕπνον καθεύδεις, καὶ ὑπὲρ τὸν Ἐνδυμίωνα, ὥς φασιν· 39 ὁ δὲ τῆς βασιλικῆς κατάρχων αὐλῆς, ὁ χρηστὸς Ἰωσὴφ, τὸν σὸν μανιώδει καὶ μιαιφόνῳ ῥοπῇ κατεργάζεται θάνατον, καὶ, ὅσον τὸ ἐπ' ἐκείνῳ, ὁ τῶν Ῥωμαίων ἀκαταγώνιστος ἐξείργασται στρατηγὸς, καὶ τὸ τούτου αἷμα ἐκκέχυται· καὶ ταῦτα παρ' ἀνδραρίου (ὦ πόνοι, καὶ μάχαι, καὶ ἀρετή) ἀμφιβόλου τε καὶ ἀνάνδρου, καὶ γυναίου τεχνητοῦ, καὶ πλείω τῶν ἐν τῇ γυναικωνίτιδι δρωμένων εἰδότος μηδέν. ἀλλὰ διανάστα, ὦ' τὰν, εἰ δοκεῖ· καὶ γενοίμεθα τῶν ἡμῶν λογισμῶν, ὅπως μὴ ὡς ἀνδράποδα παραπολώμεθα, γενναῖον δέ τι καὶ ἀνδρικὸν ἐργασοίμεθα, ὡς ἂν γνῷ καὶ Ἰωσὴφ, καὶ εἴ τις ἄλλος εἴη τὰ ἐκείνου πρεσβεύων, μὴ πρὸς ἁπαλὰ καὶ σκιατραφῆ διαμιλλώμενοι γυναικάρια, πρὸς ἄνδρας δὲ ἀκαταγώνιστον κεκτημένους ἰσχὺν, καὶ οὓς ἡ βάρβαρος φρίττει καὶ τέθηπε. ταῦτα εἰπὼν, καὶ τῶν κόλπων τὸ γραμματεῖον ἐξενεγκὼν, τῷ στρατηγῷ ἐνεχείρισεν. ὁ δὲ τοῦτο μετελθὼν καὶ τὰ ἐν αὐτῷ θυμοφθόρα καὶ θυμαλγῆ ἐπιγνοὺς, μικρὸν ἐπισχὼν καὶ λειποθυμήσας (ἔτυχε γὰρ ἠρέμα νοσηλευόμενος τὸ σωμάτιον), εἶτ' αὖθις ἀνενεγκὼν καὶ, λέγε, φησὶν, ἀνδρειότατε, τί δεῖ περὶ τούτου σκοπεῖν; ὁ δὲ, καὶ αὖθις, ἔφη, σκοπεῖν λέγεις, πράττειν ὅ, τι καὶ δεῖ; οὐκ ἐκνήψεις ὀψὲ γοῦν, ὦ ἀγαθὲ, οὐδὲ τὸν τοσοῦτον κάρον ἀποτινάξῃ τῶν ὀφθαλμῶν, ἀλλ' ἐν ἀφύκτῳ κινδύνῳ περιληφθέντας ἡμᾶς ὅ, τι καὶ δεῖ δρᾷν ἐρωτᾷς; περὶ τῶν ὅλων διακινδυνεύειν φημὶ, τοσαύτην μὲν πανοπλίαν ἐπαγομένους, τοσαύτην δὲ στρατιὰν40, ψυχῆς τε ἀνδρείᾳ σπαργῶσαν καὶ σώματος ῥώμῃ φλεγμαίνουσαν. ἄτοπον γὰρ ἐμοὶ καὶ οὐ φορητὸν καταφαίνεται, ὑπὸ τομίου οἰκτροῦ ἐκ τῆς Παφλαγονικῆς ἐρημίας τῇ πολιτείᾳ παρεισφθαρέντος, τοὺς τῶν Ῥωμαίων ἄγεσθαι στρατηγοὺς, καὶ τῇδε κἀκεῖσε παρέλκεσθαι τῆς ῥινὸς, ὡς ἀνδράποδα. ἀλλ' ἕπου τὴν ταχίστην, εἴ γε μὴ βούλῃ ζωγρίας ληφθεὶς τὰ πήματα δεινὰ πείσεσθαι. δʹ. Τοιαύτην ἀνειπόντος τοῦ Ἰωάννου παραίνεσιν, διανέστη τε πρὸς ἀλκὴν ὁ Νικηφόρος, καὶ τὰ ὅπλα καθυποδὺς τὴν ἐπὶ Καισαρείας ἅμα τῷ Ἰωάννῃ ἠπείγετο πανστρατί· καὶ τηνικαῦτα πηξάμενος χάρακα τὴν στρατιὰν ὑπεδέχετο. ἐπεὶ δὲ ἐντὸς ὀλίγων ἡμερῶν ἅπαν τὸ τῆς Ἀσίας πρὸς αὐτὸν συνήθροιστο στράτευμα, ἡμέρας ἤδη διαφαυούσης, καὶ τῶν ἡλιακῶν ἀκτίνων ὑφαπλουμένων τῇ γῇ (Ἰούλιος εἶχεν ἀρχὴν), οἱ τὰς τοῦ στρατοῦ παρειληφότες ἡγεμονίας ἅμα τῷ στρατηγῷ Ἰωάννῃ τὰ ξίφη γυμνώσαντες καὶ τὴν στρατήγιον σκηνὴν κυκλωσάμενοι (προστεταγμένον δὲ τοῦτο πρὸς τοῦ Ἰωάννου τοῖς στρατηγοῖς καὶ λοχαγοῖς ἦν, ὅς γε δεινὸν ἐποιεῖτο, εἰ ἄνδρας αἱμάτων ἀγεννὴς ἐκτομίας μετὰ νηπίων τιθηνουμένων καθυποτάσσοι, ᾗ ἂν αὐτῷ δεδογμένον εἴη), αὐτοκράτορα Ῥωμαίων καὶ κραταιὸν βασιλέα τὸν Νικηφόρον ἐφήμιζον, πολυχρόνιον κράτος αὐτῷ ἐπευχόμενοι. ὁ δὲ τὰ πρῶτα μὲν ἀπείπατο τὴν τοιαύτην ἀρχὴν, τὸ τοῦ ὕψους ἐπίφθονον εὐλαβούμενος, καὶ τὸν τῆς συνεύνου καὶ τοῦ υἱοῦ Βάρδα προϊσχόμενος θάνατον, ὃς αὑτῷ τῆς ἡλικίας τὸ βιώσιμον ἕλκων, ἄρτι πυραυγεῖ τῷ ἰούλῳ περιαστράπτων τὴν γένυν, κατὰ 41 παι διὰν οὐ πρὸ πολλῶν τῶν χρόνων πρὸς αὐτανεψιοῦ αὐτοῦ (Πλεύσης τὸ μειράκιον ὠνομάζετο) κοντῷ τὴν βλεφαρίδα τιτρώσκεται· ὁ δὲ Πλεύσης, δείσας ἐπὶ τῷ τραύματι, τὸν κοντὸν διαφίησι τῆς χειρός· τοῦ δὲ σαυρωτῆρος τῷ οὔδει ἐνερεισθέντος σφοδρὰν γενέσθαι συμβέβηκε τὴν ἀντέρεισιν, ὡς τὴν αἰχμὴν τὸ κρανίον ἀντιτορήσασαν διαμπερὲς διελθεῖν, καὶ αὐθωρὸν ἄναυδον τὸν Βάρδαν τοῦ ἵππου καταπεσεῖν. τοιαύτην ὁ Νικηφόρος προτεινόμενος πρόφασιν παρῃτεῖτο τὴν ἀρχὴν, καὶ Ἰωάννῃ τῷ Τζιμισκῇ παρεχώρει τῆς τοιαύτης ἐπιβῆναι τιμῆς, καὶ τῶν σκήπτρων ἀνθέξεσθαι. οὐκ ἠνείχετο δὲ τῶν τοιούτων λόγων οὔτε τις τῶν τοῦ στρατοῦ, οὔτε μὴν αὐτὸς ὁ Ἰωάννης· ἀλλ' ὁμοθυμαδὸν αὐτὸν ἐπευφήμουν, σεβάσμιόν τε καὶ βασιλέα Ῥωμαίων προσαγορεύοντες. ὁ δὲ καταδέχεται τὴν ἀρχὴν, καὶ τὸ ἐρυθρὸν πέδιλον, ὃ τῆς βασιλείας παράσημον μέγιστον πέφυκεν, ὑποδύεται, μικρὰ φροντίσας τῶν φρικωδεστάτων ὅρκων, οὓς πρός τε τὸν πατριάρχην Πολύευκτον κατέθετο καὶ τὴν σύγκλητον. τὸ γὰρ ἀστάθμητον τῆς τύχης καὶ ἄδηλον, καὶ τὸ τοῦ Ἰωσὴφ δυσμενές τε καὶ ἄσπονδον ὑπολογιζόμενος, ἠπείγετο προτερήσειν τὴν τοῦ ἀνδρὸς κακοήθειαν, ἐν τῷ τὰ κατ' αὐτὸν εὖ θέσθαι, καὶ ὡς οἷόν τε ἀσφαλίσασθαι. τῷ τοι καὶ δεύτερα τὰ φθάσαντα τῆς ἑαυτοῦ σωτηρίας ἡγούμενος, παρὰ φαῦλον τὴν ὁρκωμοσίαν ἐτίθετο. τοῦτον δὴ τὸν τρόπον τῆς βασιλείας ἀρχὴν ὁ Νικηφόρος ἀναδεξάμενος, τῆς σκηνῆς προῆλθεν, ἀκινάκην διεζωσμένος καὶ δόρατι σκηριπτόμενος· ἐξ ἀπόπτου τε καί τινος περιωπῆς κατὰ τὸ ὕπαιθρον στὰς, ἔλεξε τοιάδε·

Intertext edge

Open linked passage

Note