Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia
Leo DiaconusHist 42 · pg-scrape-grcMore by Leo Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
42.1.1
εʹ. Ὅτι μὲν οὐκ ἐφέσει τυραννίδος, ὦ συστρατιῶται, τόδε τὸ σχῆμα τῆς βασιλείας ἀνείληφα, κατανάγκῃ δὲ ὑμῶν τοῦ στρατοῦ βιασθεὶς, μαρτυρεῖτέ μοι καὶ αὐτοὶ, οἵ γε καὶ ἀποτροπιαζόμενόν τε τὴν τοσαύτην φροντίδα καὶ πρόνοιαν τοῦ παντὸς, καὶ ἄκοντα κατηναγκάσατε δέξασθαι. ὅτι δὲ εὐνοίᾳ μᾶλλον ὑμῶν τε καὶ ἀσφαλείᾳ ἑαυτοῦ πρὸς τὸν τοσοῦτον ἀγῶνα ἐπέδωκα ἐμαυτὸν, εἰδέναι βούλομαι πάντας ὑμᾶς. μαρτύρομαι δὲ τὴν τὸ πᾶν διευθύνουσαν πρόνοιαν, ὡς πρόθυμός εἰμι, καὶ αὐτὴν τὴν ψυχὴν θεῖναι ὑπὲρ ὑμῶν, καὶ οὐκ ἄν μέ τι τῶν ἀηδῶν τοῦ τοιούτου ἀπαγάγοι σκοποῦ. ἐπεὶ οὖν οὐκ ἠνέγκατε τὴν τομίου ἔκσπονδον ἀπόνοιαν καὶ τὴν λυσσώδη καὶ ὀργῶσαν ἐκείνου αὐθάδειαν εἰς ἔργον χωρῆσαι, ἀλλ' ὡσανεί τινα βαρυκάρδιον ἐπιστάτην ἀποσεισάμενοι, ἐμὲ βασιλεύειν ὑμῶν ᾑρετίσασθε, ἐπὶ τῶν πραγμάτων δείξω σαφῶς, ὅτι τε ᾔδειν ἄρχεσθαι, καὶ νῦν ἄρχειν ἀνεπισφαλῶς σὺν θεῷ ἐξεπίσταμαι. εὔνοιαν οὖν ἔχων ὥς τις φιλόπαις πατὴρ, συμβουλεύω πᾶσιν ὑμῖν ὡς υἱοῖς φιλοπάτορσι, μὴ πρὸς ῥᾳστώνην καὶ τρυφὴν ἀπιδεῖν, ἀλλ' ἐγρηγορέναι καὶ νήφειν, καὶ τὰ συμπίπτοντα εὐπρεπισμένως προσδέχεσθαι. τεκμαίρομαι γὰρ, μὴ ἀναιμωτὶ διακριθῆναι τὰ πράγματα. καὶ γὰρ, ὅσον εἰς ἀνέφικτον ὕψος τῆς βασιλείας τὸ κράτος ἀνέστηκε, τοσοῦτον καὶ ὁ φθόνος καὶ ὁ πόλεμος περὶ αὐτὴν αὔξεται διαμιλλώμενα. οὐ πρὸς Κρῆτας οὖν ὑμῖν ἡ πάλη, οὐδὲ πρὸς Σκύθας καὶ Ἄραβας, οὓς τῇ σφῶν ἀρετῇ διεχειρισάμεθα, ἀλλὰ πρὸς τὴν τῶν Ῥωμαίων 43 πολιτείαν, καθ' ἣν ἄκρατα πανταχόθεν εἰσρεῖ, καὶ ἣν οὐκ ἔνι αὐτοβοεὶ ὥς τι τῶν φρουρίων ἑλεῖν· θαλάσσῃ τε περιῤῥεόμενον καὶ εὐερκῆ οὖσαν, καὶ πυργώμασιν ἐρυμνοῖς περικλειομένην ἑκασταχοῦ, καὶ ἡβῶντι λαῷ περιπλήθουσαν, καὶ χρυσῷ καὶ πλούτῳ καὶ ἀναθήμασι πολλῷ τῆς οἰκουμένης διαφέρουσαν. δεῖ οὖν τὸ γενναῖον ἀνειληφότας παράστημα, ᾧ κεχρημένοι παρὰ τὰς μάχας τὸ ἀντίξουν ἅπαν κατηγωνίζεσθε, καὶ ὑπὲρ τὸ ἐνὸν ἄρτι μᾶλλον κατὰ τῶν ἀντιπάλων χωρεῖν. πέπεισμαι γὰρ ἕξειν ἐπὶ τουτονὶ τὸν ἀγῶνα συνεργὸν καὶ τὸν κρείττονα. τὰς γὰρ σπονδὰς καὶ τοὺς ὅρκους οὐχ ἡμεῖς, τὸ τοῦ Ἰωσὴφ δὲ διέφθειρε δυσμενὲς, ὃς τοὺς ἐμοὺς ἀγχιστεῖς ἐπὶ προφάσει μηδεμιᾷ ὑπερορίᾳ παρέπεμψεν, ἐμοὶ δὲ τούτων εἰδηκότι μηδὲν, ὠμῶς καὶ ἀφιλανθρώπως θάνατον ἐσκαιώρησε. τὰς δὲ ξυμβάσεις οὐχ οἱ πρώτως ἐπὶ τὰ ὅπλα χωροῦντες διαλύειν ᾠείθασιν, ἀλλ' οἱ ἐν σπονδαῖς τοῖς ὁμοφύλοις ἐπιβουλεύοντες. δόξαν τε τὴν ἐμὴν ἀναλογιζόμενοι, ὑφ' ἧς στρατηγούμενοι ὑπὲρ ἀριθμὸν κατωρθώσατε τρόπαια, καὶ τὴν σύντροφον ὑμῶν εἴπερ ἄλλοτέ ποτε παραθήξαντες ἀρετὴν, ἕπεσθε ἀνεπιστρόφως, ᾗ ἂν ἡ πρόνοια ἡγῆται, καὶ αὐτὸς ὁρμῶ.
42.2.1
Ταῦτα εἰς ἐπήκοον τῆς στρατιᾶς ὁ Νικηφόρος διεξελθὼν πάντων ἐπέῤῥωσε τὰ φρονήματα, καὶ προθυμίαν ἀδιήγητον ἐνεστάλαξε ταῖς ψυχαῖς, ὡς οἴεσθαι μήτινα πολέμου ῥοπὴν ἐξ 44 ἀντιστάσεως ἀνθαμιλληθῆναι τῷ τοιούτῳ κινήματι. δαιμονίως 44 γὰρ αὐτὸν ἔστεργε τὰ στρατεύματα, καὶ πᾶς τις αὐτοῦ τοῖς αὐχήμασιν ἐσεμνύνετο. καὶ γὰρ ἐν πολέμοις ἀναστραφεὶς ἐκ νεότητος, καὶ φοβερὸς ἀναδειχθεὶς ἐν τοῖς κατὰ τάξιν καὶ μάχας ἀνδραγαθήμασιν, οὐ μόνον τὴν ἀλκὴν ἄμαχος ἐτέλει καὶ περιδέξιος, ἀλλὰ καὶ τὴν φρένα κατηρτυμένος καὶ τὴν παντοδαπὴν ἀρετὴν ἀπαράμιλλος. εὐθὺς οὖν εἰς τὴν τῶν Καισαρέων ἐκκλησίαν νέων, ἐκεῖθεν ἐπὶ τὴν σκηνὴν ἐπανέστρεφε, καὶ τὸν Ἰωάννην τῷ τοῦ Μαγίστρου τιμήσας ἀξιώματι, Δομέστικον τῆς Ἀνατολῆς ἀνηγόρευσεν, ἐντάλματά τε καὶ διατάγματα πανταχοῦ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐξέπεμπε, καὶ στρατηγοὺς προχειρισάμενος ἐπὶ τὸν Εὔξεινον, καὶ τὰ παράκτια πάντα, καὶ Ἄβυδον ἔστελλεν, ἀπτέρῳ τάχει ἀπιέναι τούτοις ἐγκελευσάμενος· τοῦτο τάχα, ὡς ἔοικε, προμηθούμενος, πρὸ τοῦ διαπτῆναι τὴν φήμην τῆς ἀναῤῥήσεως, τῆς ὑγρᾶς τοὺς πορθμοὺς καὶ τοὺς πόρους προκατασχεῖν. οὕτω γὰρ ᾤετο κατὰ νοῦν αὑτῷ χωρήσειν τὰ πράγματα, καὶ μὴ ἐπινεμεσήσειν τὴν τύχην αὑτῷ, ἐπιμειδιᾶσαι δὲ μᾶλλον ἱλαρόν τι καὶ ἥμερον, εἴ γε προτερήσοι τὴν τῶν ἐπικαιροτάτων χωρίων κατάληψιν. ταῦτα ὁ Νικηφόρος διαπραξάμενος, καὶ εἰς ἀῤῥαγῆ συνασπισμὸν καταπυκνώσας τὰς φάλαγγας, καὶ ὁπλισμοῖς αὐτὰς εὐερκέσιν ἀσφαλισάμενος, τῆς Καισαρείας ἀπάρας ἐπὶ τὴν βασιλεύουσαν ἴετο· ἐπιστολήν τε χαράξας καὶ Φιλοθέῳ τῷ Εὐχαΐτων ἐπισκόπῳ ἐγχειρίσας, πρός τε τῶν ἐκκλησιαστικῶν 45 ἐπειλημμένον οἰάκων Πολύευκτον ἔστειλε, καὶ Ἰωσὴφ τὸν τῶν τυραννείων κατάρχοντα, καὶ τὴν σύγκλητον. ὡς ἐν κεφαλαίῳ δὲ ταυτί πως διαπήγγελλεν ἡ γραφή· δέξασθαί τε αὐτὸν αὐτοκράτορα, περιφρουρήσοντα καὶ εἰς αὔξησιν ἡλικίας σωμασκήσοντα τοὺς τοῦ ἄνακτος Ῥωμανοῦ παῖδας· καὶ προσέτι τὰ μέγιστα τὴν πολιτείαν ὀνήσοντα, καὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς τὴν ἐπικράτειαν αὐξήσοντα τοῖς κατὰ πολέμους ἀνδραγαθήμασιν. εἰ δὲ μὴ τοῦτο βουληθεῖεν, αὐτοῖς μεταμελήσειν τῆς ἀβελτερίας μετέπειτα, ὁπηνίκα σιδήρῳ καὶ σφαγαῖς τὰ πράγματα διακρίνοιντο· καὶ καιρὸς οὐ μέτεστι δικαιολογίας τοῖς αἱρετισαμένοις τῶν βελτιόνων τὰ χείριστα.
42.3.1
Ταύτην ὡσεί τινα ῥῆσιν ἀπὸ Σκυθῶν ὁ Ἰωσὴφ δεξάμενος τὴν γραφὴν, καὶ, ὥσπερ ὕσπληγί τινι ἢ μύωπι τὴν καρδίαν βληθεὶς, τὸν μὲν ἐπίσκοπον πεδήτην ἀπέφηνεν, εἱρκτῇ παραπέμψας· τὸν Μαριανὸν δὲ, καὶ τὸν Πασχάλιον, καὶ τοὺς Τορνικίους, ἐν Πατρικίοις τελοῦντας καὶ θερμουργοὺς πεφηνότας ἑταιρισάμενος, καὶ Μακεδονικὴν αὐτοῖς ἐγχειρίσας φάλαγγα, ἀντείχετο κραταιῶς, ἀποτειχίζων τῷ Νικηφόρῳ τὴν εἰς τὸ Βυζάντιον πάροδον. ἐν τούτοις οὖν τῶν πραγμάτων ᾐωρημένων, Λέων ὁ τοῦ Νικηφόρου σύναιμος, οὗ καὶ πρώην ὁ λόγος κατὰ παραδρομὴν τὰ περὶ τὰς μάχας ἐπεξηγήσατο τρόπαια, εὐκαιρίας δραξάμενος (ἔτυχε γὰρ ἐπιχωριάζων τῷ Βυζαντίῳ) τῶν τινος βαναύσων ὑποδὺς ἀμπεχόνην καὶ διὰ τῶν ὑπονόμων τοῦ τείχους ὑπολισθήσας, ἀκατίῳ προσεπιβὰς, ἐπὶ τὸν Νικηφόρον ἀπέπλευσεν, 46 αὐτοῦ που περὶ τὰ ἐν τοῖς Ἡρίοις ἀνάκτορα εἰσελάσαντα, καὶ τὸν στρατὸν διατάττοντα. τότε καὶ Βάρδας, ὁ τούτων γενέτης, ἐν τοῖς μαγίστροις τελῶν καὶ εἰς γῆρας βαθύτατον ἐληλακὼς, τὸν ἐκ τοῦ Ἰωσὴφ κίνδυνον ὑπειδόμενος, δέει περιληφθεὶς ἱκέτης ἱεροῦ τοῦ μεγάλου καθίστατο· ἀνὴρ ἐξ αὐτῆς ἥβης ἐν πολέμοις καὶ μάχαις ἀναστραφεὶς, κἀν τῷ τοῦ Δομεστίκου τῶν σχολῶν ἐπὶ συχνὸν χρόνον ἐνδιαπρέψας ἀξιώματι. ὁ δὲ Μαριανὸς καὶ ὁ Πασχάλιος τὴν τῶν Μακεδόνων σπείραν κατὰ τὰς ἀγυιὰς περιφέροντες, ἐμβρενθυόμενοί τε κενῷ κόμπῳ καὶ ἐξυπτιάζοντες, νεώτερα ῥᾳδιουργεῖν οὐκ ἐνέλιπον· ὡς ἐκμανέντα τὸν δῆμον πρὸς ἀλκὴν ἀπιδεῖν, καὶ αὐτοῖς ἀντικαταστῆναι συστάδην εἰς μάχην, καὶ εἰς φυγὴν ὕπαιθρον κατακλεῖσαι, ὡσεί τινα μειράκια ἁβροδίαιτα καὶ μάχης ἀπείρατα. τηνικαῦτα λέγεται καὶ γύναιον σκεῦος κεραμοῦν χοὸς ἀνάπλεον, τῶν πρὸς κηπείαν ἐπιτηδείων, ταῖς χερσὶ τοῦ τέγους ἀράμενον ἀκοντίσαι κατὰ τοῦ Μαριανοῦ, καὶ τοῦτον κατὰ τοῦ κροτάφου βαλεῖν· οὕτω δὲ καιρίαν γενέσθαι τὴν βολὴν, ὡς καταγνύναι τε τὸ κρανίον καὶ προσαραχθῆναι αὐτῷ τὸν ἐγκέφαλον, καὶ δευτεραῖον τὸν βίον ἀπολιπεῖν. ἐκ τούτου παῤῥησίαν ὁ Βασίλειος εἰληφώς, ὃς ἐκτομίας μὲν ἦν καὶ τῷ τοῦ παρακοιμωμένου καὶ αὐτὸς ἐπὶ τῶν τοῦ αὐτοκράτορος Κωνσταντίνου καιρῶν ἐνδιέπρεψεν ἀξιώματι, νόθος υἱὸς ἐκ Σκυθίδος τῷ παλαιοτάτῳ αὐτοκράτορι Ῥωμανῷ γεννηθεὶς, δραστήριος δὲ, καὶ τὸ παριστάμενον αὑτῷ εἰς ἔργον ἐξενεγκεῖν προμηθέστατος, ἅτε 47 τὸ γένος ἔχων ἐπίμικτον· τότε δὲ διάφορός τε, καὶ ἄλλως δύσνους τῷ Ἰωσὴφ διακείμενος, τοὺς οἰκογενεῖς θώραξι καὶ μίτραις, κράνεσί τε καὶ πέλταις, ὑσσοῖς τε καὶ ξίφεσι καθοπλίσας, ὑπὲρ τοὺς τρισχιλίους χρηματίζοντας, τῇ οἰκίᾳ τοῦ Ἰωσὴφ καὶ τῶν αὐτῷ συνεργούντων ἅμα τῷ δήμῳ ἐπιτίθεται. καὶ εἰς διαρπαγὴν καὶ προνομὴν καὶ ἐρείπωσιν ταύτας περιστήσας ἐπὶ τὰ νεώρια ὥρμησεν, ἐκεῖθέν τε τὰς πυρφόρους τριήρεις, συνευδοκοῦντος τοῦ δήμου καὶ τῆς συγκλήτου, πρὸς τὸν Νικηφόρον ὁρμίσασθαι παρεσκεύασεν. ὧν ἐπιβὰς ἐξαυτῆς ὁ Νικηφόρος τῇ τῶν Ἀβραμιτῶν, ἣν καὶ Ἀχειροποίητον ὀνομάζουσι, προσέσχε μονῇ· ἐκεῖθεν τε τοὺς παραληψομένους ἑστίαν ἐξέπεμψε τὴν βασίλειον. οὓς ὁ Ἰωσὴφ προσιόντας ἰδὼν, ὀῤῥωδήσας τε καὶ δέει ἀσχέτῳ ληφθεὶς (ἤδη γὰρ οἱ περὶ αὐτὸν φρουροὶ τῷ Νικηφόρῳ προσέθεντο), καταλιπὼν τὰ βασίλεια δρομαίως εἰς τὸ ἱερὸν ἀφίκετο. ἦν οὖν ὁρᾷν τὸν πρὸ μικροῦ σοβαρὸν καὶ τὰς ὀφρῦς ᾐρκότα ὑπὲρ τὸ μέτωπον, ἱκέτην ἐλεινὸν καὶ αὐτὰς κατεπτηχότα τὰς ἀκοὰς, καὶ δεικνύοντα ἐν αὑτῷ, μηδὲν τῶν ἀνθρωπίνων τελεῖν πάγιον ἢ ἀκίνητον, παλίντροπα δέ τινα καὶ ὠκύμορα, καὶ δίκην κύβων τῇδε κἀκεῖσε μεταῤῥιπτούμενα καὶ μεταπεττευόμενα. ἡ γοῦν τούτου πρὸς τὸ ἱερὸν προσφυγὴ τῷ τοῦ Νικηφόρου γενέτῃ Βάρδᾳ γέγονεν ἐκεῖθεν ἀπαλλαγὴ καὶ ἀνάσωσις ἐπὶ τὸν υἱόν. ηʹ. Ὁ δὲ Νικηφόρος, ἐπεὶ κατὰ τὸ δοκοῦν ἑαυτῷ τέλος ἐχώρει τὰ πράγματα, τὸ ἰδιωτικὸν περιελὼν καὶ ἀποσφενδονήσας χιτώνιον, τὴν αὐτοκρατορικὴν καὶ βασίλειον ἐφεστρίδα ἐμπορπη 48 σάμενος, εἰς τὸ βασιλικώτερον ἑαυτὸν μετεσκεύασεν· ἵππου τε ἀγερώχου τῶν λευκῶν ἐπιβὰς, φαλάροις κεκοσμημένου βασιλικοῖς καὶ τάπησιν ἁλουργοῖς, διὰ τῆς χρυσῆς πύλης εἰσήλαυνεν, ὑπὸ παντὸς τοῦ δήμου καὶ τῶν ἐν τέλει κροτούμενός τε καὶ γεραιρόμενος. ἑκκαιδεκάτην ὁ Αὔγουστος ἤλαυνε μὴν, ἐπὶ τῆς ἕκτης ἰνδίκτου, ἐν τῷ ϛʹ ἔτει, ὅτε ταῦτα ἐπράττετο. ἄρτι δὲ, ἐπεὶ πρὸς τὸν τοῦ θείου περίπυστον σηκὸν εἰσεφοίτησε, καὶ ὑπὸ τοῦ τῶν ἱερέων πληρώματος ἀξιοχρέους τιμὰς ὑπεδέξατο, πρὸς τοῦ τὴν πατριαρχίαν ἰθύνοντος Πολυεύκτου τῷ βασιλικῷ διαδήματι στέφεται, ἓν καὶ πεντηκοστὸν ἔτος τῆς ἡλικίας ἐλαύνων. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· ὄψις αὐτῷ πρὸς τὸ μέλαν πλέον ἢ τὸ λευκὸν ἀποκλίνουσα, κόμη δὲ βαθεῖα καὶ κυανῆ· ὀφθαλμοὶ μέλανες, ἐπὶ συννοίας πεφροντικότες, δασείαις ταῖς ὀφρύσιν ὑποκαθήμενοι· ῥὶς μέσως ἔχουσα λεπτότητος καὶ παχύτητος, ἠρέμα συμπεραινομένη γρυπότητι· ὑπήνη σύμμετρος, ἀραιὰν παρὰ τὰς γνάθους προβαλλομένη τὴν πολιάν· ἀγκυλεὸς τὴν ἡλικίαν καὶ στιβαρὸς, εὐρύτατος τὸ στέρνον καὶ ὤμους ὡς μάλιστα, τὴν μέντοι ἀνδρείαν καὶ ῥώμην κατὰ τὸν θρυλλούμενον Ἡρακλῆν· φρονήσει δὲ καὶ σωφροσύνῃ καὶ τῷ τὸ δέον ἀνεπισφαλῶς ἐπιφράσασθαι, πάντων κατευμεγέθει τῶν κατ' ἐκείνου τὴν γενεὰν γεγενημένων ἀνδρῶν. ταινιωθεὶς οὖν τῷ βασιλείῳ στέφει ἐπὶ τὴν βασίλειον αὐλὴν ἄνεισι, παρὰ τοῦ πλήθους καὶ τῶν ἐν τέλει δορυφορούμενος, καὶ δὴ παρελθὼν ἐπὶ θρόνον ἐκάθισε τὸν βασιλικόν. ἦν οὖν ὁρᾷν τὴν τύχην ἐνωραϊζομένην καὶ ἐπιγαννυμένην τοῖς τελουμένοις, καὶ πάντα ἑαυ 49 τῆς τιθεῖσαν τὰ ἀνθρώπινα πράγματα, καὶ μηδὲν τῶν φθαρτῶν μηδενὸς καθίστασθαι ἴδιον. ὁ δὲ, ἐπεὶ τῆς βασιλείας ἐπέβη, καὶ τῶν οἰάκων ἀσφαλῶς τε καὶ ἀδεῶς ταύτης ἀντείχετο, Βάρδαν μὲν, τὸν ἑαυτοῦ πατέρα, εἰς τὴν τοῦ Καίσαρος τιμὴν προεβίβασε· τὸν δὲ συναράμενον αὑτῷ Ἰωάννην κατὰ τὴν τοῦ κινήματος ἀρχὴν, ᾧ Τζιμισκῆς τὸ ἐπίκλην, Δομέστικον Ἀνατολῆς καὶ Μάγιστρον ἀναδέδειχε. Λέοντα δὲ, τὸν ἴδιον σύναιμον, Κουροπαλάτην καὶ Μάγιστρον προβάλλεται· τὸν δέ γε Βασίλειον, τὸν τὸν Ἰωσὴφ, ᾗπέρ μοι ἐῤῥήθη, καταστασιάσαντα, εἰς τὸ τοῦ προέδρου κλέος ἀνεβιβάσατο.
42.4.1
Αὐτὸς δὲ τὴν συνήθη προσεποιεῖτο ἀπαρεγχείρητον σωφροσύνην διατηρεῖν, γυναικός τε συζυγίας ἐκκλίνων καὶ κρεωφαγίαν ἀποδιοπομπούμενος. ἀλλ' οἱ τὸν μονήρη βίον μετιόντες καὶ αὐτοῦ τὸν τρόπον δῆθεν ῥυθμίζοντες (ἐτίμα γὰρ διαφερόντως τοὺς μοναστὰς), οὐκ εἴων τὸν ἄνδρα ἐμμένειν οἷς ἔκρινε, προὐτρέποντο δὲ καὶ συζυγίαν ἀσπάσασθαι καὶ κρεωφαγίαν μὴ ὥς τι ἀπαίσιον ἀποφυγεῖν. Ἐδεδίεισαν γὰρ, μὴ τρυφαῖς καὶ κώμοις ἐπικλινὴς, ὡς εἰκὸς, γεγονὼς εἰς ἀλλοκότους ὑπολισθήσειεν ἡδονὰς, ἃς εἴωθεν αὐτοσχεδιάζειν τὸ αὐτοδέσποτον καὶ αὐτόνομον, ἐπειλημμένον δυνάμεως. ταῖς τῶν μοναστῶν οὖν καταπειθὴς γεγονὼς εἰσηγήσεσι, τὸν ἡλικιώτην μὲν καὶ συνειθισμένον βίον ἀπώσατο· τὴν δὲ τοῦ Ῥωμανοῦ ὁμευνέτιν, ἀριπρεπῆ ταῖς ὥραις καὶ αὐτόχρημα τυγχάνουσαν Λάκαιναν, πρὸς γάμον ἠγάγετο, καὶ πρὸς τὸ τῆς κρεωδαισίας ἀπὸ τῆς κεκολασμένης διαίτης μετεσκεύαστο 50 τρυφηλότερον. ὑπεψιθυρίζετο δὲ, μὴ ἔννομον συνδραμεῖν, παράλογον δέ πως τὸ συνοικέσιον, ὡς ἀνάδοχον ἐκ τοῦ θείου λουτροῦ γεγονότα τὸν Νικηφόρον τῶν τοῦ αὐτοκράτορος Ῥωμανοῦ καὶ τῆς Θεοφανοῦς παίδων. τῆς οὖν φήμης ἀπτέρῳ τάχει εἰς τὰς ἀκοὰς τοῦ ἱεραρχοῦντος Πολυεύκτου ἐνηχηθείσης, ἀπείργειν παντὶ σθένει τῶν ἱερῶν περιβόλων ἐπειρᾶτο τὸν ἄνακτα· ζήλου γὰρ θείου περίπλεως ὢν ὁ ἀνήρ, καὶ τὴν παντοδαπὴν γνῶσιν καὶ ἀρετὴν ἀπρόσιτος, διελέγχειν καὶ βασιλεῖς οὐκ ᾐσχύνετο. ὁ δὲ βασιλεὺς, τὰ μὲν τὸν ἀρχιερέα παραιτούμενος, τὰ δὲ καὶ ἀπολογούμενος, μὴ ἀνάδοχον αὐτὸν ἐκ τοῦ βαπτίσματος τῶν παίδων εἶναι τῆς Αὐγούστης Θεοφανοῦς, ἀλλὰ Βάρδαν, τὸν αὑτοῦ γενέτην, οὕτω κατεδυσώπησε τὸν ἀρχιερέα καὶ δεινῶς κατεκήλησεν, ὡς καθιλαρευσάμενος οἰκονομῆσαι τὴν τῆς Αὐγούστης Θεοφανοῦς μετὰ τούτου συνοίκησιν. ἐπεὶ δὲ κατὰ ῥοῦν ἐχώρησε τούτῳ τὰ πράγματα, κόσμον βασιλικὸν συμφορήσας ἀμύθητον, τεμένη τε γῆς εὐδαίμονος πολύπλεθρα, χυμῶν ἰδέαις καὶ καρπῶν πλήθει παντοδαπῶν περιβρίθοντα ἀφορίσας, Θεοφανοῖ τῇ ὁμευνέτιδι καὶ βασιλίδι χαρίζεται. αὐτὸς δὲ παρὰ τὴν Κωνσταντινούπολιν διαχειμάζων, ἀγῶσιν ἱππικοῖς καὶ παντοδαποῖς θεωρίοις, φιλοτησίαις τε τοῖς αὐτοκράτορσιν εἰθισμέναις, τοὺς ἐν τέλει φιλοφρονούμενος οὐκ ἀνίη· ὅσον τε θεραπευτικὸν καὶ οἰκίδιον τούτῳ παρείπετο, ἐξήσκει τὰ πολεμικὰ ταῖς καθ' ἡμέραν μελέταις ὡς μάλιστα, τόξον τε ἀνεπισφαλῶς ἐκτείνειν, καὶ τὸν ὀϊστὸν τῷ μαζῷ ἐρύειν, εὐστόχως 51 τε βάλλειν κατὰ σκοπὸν, καὶ δόρατα κραδαίνειν καὶ περιελίσσειν εὐπετῶς τῇδε κἀκεῖσε, ξίφη τε εὐθυβόλως κατὰ τὸν ἀέρα περιστρέφειν, καὶ ἵππων κούφως ὑπεράλλεσθαι· ὡς ἐν καιρῷ τῶν ἀγώνων μὴ φαίνοιτο τῶν ἐναντίων μειονεκτοῦν· καὶ μάλιστα προκινδυνεύειν ὀφεῖλον καὶ παρατάττεσθαι κατὰ φάλαγγα. ιʹ. Ἐπεὶ δὲ τὴν τοῦ χειμῶνος κατήφειαν ἐαριναὶ τροπαὶ πρὸς γαληνιῶσαν μετεσκεύαζον ἱλαρότητα, ἐκστρατείαν κατὰ τῶν Ἀγαρηνῶν παραγγείλας, τοῦ Βυζαντίου ἀπαίρει· καὶ τῇ Καππαδοκῶν ἐναυλιζόμενος χώρᾳ καὶ στρατιὰν συνειλοχὼς ἀξιόμαχον, ἐπὶ τὴν τῶν Ταρσέων ἤλαυνεν, ἀνδρῶν ἀρετῇ καὶ πλήθει καὶ μελέτῃ τῶν τακτικῶν τραχηλιῶσαν τότε καὶ νεανιευομένην ὑπέραυχα, καὶ πλείστας ἀναφανδὸν ἐκδρομὰς ἀνελπίστους εἰσπράττουσαν. ἐπεὶ δὲ ταύτῃ προσέσχε, καρτερὸν πηξάμενος χάρακα καὶ κυκλόθεν διειληφώς, ἐφρούρει παρακαθήμενος. οἱ δὲ ἔνδον Ἀγαρηνοὶ, δαψιλείᾳ τέως τῶν ἀναγκαίων ὄντες ὑπερκορεῖς, καὶ τῇ τοῦ πολίσματος τεθαῤῥηκότες ἐρυμνότητι (ἐς ὕψος γὰρ ἀμήχανον ᾐωρεῖτο τῶν περιβόλων τὸ δόμημα, διπλῇ περιελισσόντων αὐτό· καὶ ταφρείᾳ κυκλόθεν διείληπτο, ἐς βάθος ὅτι πλεῖστον καθικνουμένῃ, λίθων λευκῶν κατεσκευασμένῃ ξεστῶν, καὶ ἐς προμαχεῶνας συμπεραινομένῃ. εἶχε μὲν καὶ τὸν Κύδνον τὸ ἔρυμα, κατὰ μέσον αὐτὸ διατέμνοντα, ὃς ἐξ αὐτῶν τῶν πηγῶν πολυχεύμων τις, ψυχρός τε καὶ διειδὴς περινάων πρόεισιν, ἀσφάλειαν οὐ μικρὰν τῇ Ταρσῷ παρεχόμενος, καὶ γεφύραις τρισὶν ἔνδον τοῦ ἄστεος δια

Intertext edge

Open linked passage

Note