Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
52.1.1
ζωννύμενος· ὅτε δὲ πόλεμος αὐτοῖς ἐπιβρίθει, κατὰ τῆς τάφρου αὐτὸν ἀφιᾶσι καὶ ἐν ὥρᾳ μιᾷ πλημμυροῦσαν ταύτην ἐργάζεται)· τούτοις τεθαῤῥηκότες οἱ βάρβαροι ἐτώθαζόν τε τὸν βασιλέα καὶ ὕβρεσιν αὐτὸν ἀδεῶς ἔβαλλον, ἐκδρομάς τε καὶ ἐπεξελάσεις ποιούμενοι πλείστους τῶν Ῥωμαίων ἀπεκτίννυον. ὁ δὲ αὐτοκράτωρ Νικηφόρος ἐφ' ἱκανὸν ταύτῃ χρόνον προσδιατρίψας, ἐπείπερ ἀνηνύτοις ἐπιχειρῶν ᾔσθετο, ἐκεῖθεν μεταναστάς τε καὶ παρεγκλίνας, τοῖς ἔγγιον αὐτῇ κατῳκισμένοις προσβάλλει φρουρίοις, καὶ Ἄδαναν μὲν καὶ τὴν Ἀνάβαρζαν, καὶ ἄλλα ὑπὲρ τὰ εἴκοσι φρούρια αἱρεῖ αὐτοβοεί. κἄπειτα Μοψουεστίᾳ προσβαλών τε καὶ κυκλωσάμενος, ἐκθύμως ἐπολιόρκει, ταῖς ἀφετηρίοις μηχαναῖς ἑκασταχοῦ ἀκροβολιζόμενος. οἱ δὲ ἔνδον καὶ αὐτοὶ γενναίως ἀντικαθίσταντο, πυρφόρα τε βέλη καὶ βάρη λίθων κατὰ τῶν Ῥωμαίων βάλλοντες, καὶ παντὶ σθένει ἐκ τῶν πύργων αὐτοὺς ἀμυνόμενοι. ιαʹ. Ὁ δὲ βασιλεὺς, δραστήριός τε ὢν καὶ δεινὸς ἐν ἀμηχάνοις πορίσασθαι μηχανὴν, περιελθὼν καὶ καταστοχασάμενος τὸν χῶρον, ᾗπερ ἦν εὐεπιχείρητον, τῶν πύργων παραγαγὼν ἄνδρας ἀωρὶ τῶν νυκτῶν ἀνορύττειν ἠρέμα ἐνεκελεύσατο, ἀπὸ τῶν ὄχθων ἐναρξαμένους τοῦ ἐκεῖσε παραῤῥέοντος Πυράμου τοῦ ποταμοῦ, ὡς μὴ αἴσθοιντο οἱ βάρβαροι, καὶ εἰς κενὸν ἀποβῇ τὸ τοιοῦτον ἐπιχείρημα. οἱ δὲ ἀνώρυττόν τε καὶ τὸν χοῦν τῷ τοῦ ποταμοῦ ἐκφοροῦντες παρέπεμπον ῥεύματι. Ἐπεὶ δὲ τὸ ἔργον ἐξήνυστο, καὶ δύο τῶν πύργων μεταξὺ τοῦ συνδεδομένου τούτοις 53 τειχίσματος εἰς τὸ ἀκριβὲς διάκενοι γεγόνασι, καὶ ἐκκρεμεῖς ὄντες ξύλοις ᾐώρηντο, τῷ μὴ τὴν σφῶν διαλυθῆναι οἰκοδομήν· ἄρτι τῆς ἡλιακῆς ἀκτῖνος τὴν περίγειον ὑπαυγαζούσης, κατὰ τὸ εἰθισμένον οἱ Ἀγαρηνοὶ λευχείμονες τῶν πύργων προκύψαντες, καὶ τὰ τόξα ἐντεινάμενοι, καὶ τὰς λοιπὰς παρασκευάσαντες μηχανὰς, ὕβρεσιν ἐδυσφήμουν τὸν ἄνακτα. ὁ δὲ τοῖς ὑπογείοις ἐρείσμασι τῶν πύργων ἐνιέναι πῦρ διακελευσάμενος, αὐτὸς ἐς τὸ ἀκριβὲς καθωπλισμένος, ἐπῄει διατάττων τὰς φάλαγγας. ῥᾳδίως δὲ τῶν στηριγμάτων κατακαέντων, ὅσον ἐκκρεμὲς ἦν τοῦ τείχους καὶ ὑπόκενον, κατασεισθὲν εἰς γῆν κατεφέρετο, συγκατασπᾶσαν καὶ τοὺς ἐπιβεβηκότας αὐτῷ τῶν Ἀγαρηνῶν, ὧν οἱ πλείους συντριβέντες αὐθωρὸν διαπεφωνήκασιν· οἱ δὲ, ζωγρίαι πρὸς τῶν Ῥωμαίων ληφθέντες, τὴν κατασχοῦσαν σφᾶς ἀπωδύροντο τύχην. ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ τὸ τεῖχος ἐριπωθὲν πάροδον τοῖς βουλομένοις παρείχετο, πανσυδὶ τῇ Μοψουεστίᾳ προσεπιβὰς ταύτην ἠνδραποδίσατο, καὶ τοὺς παραλειφθέντας βαρβάρους δουλείᾳ παρέπεμψεν. αὐτὸς δὲ τὰ κάλλιστα τῆς λείας ὑπεξελὼν, καὶ τῷ βασιλικῷ ταμείῳ προσαναθεὶς, τὸν στρατὸν ἐκ τῆς ἁρπαγῆς τοῦ ἄστεος ἀνακαλεσάμενος, ἐπεὶ ὁ ἥλιος τὸν τοξότην παρελαύνων μετέβαινε πρὸς τὸν αἰγοκέρωτα, καὶ τὸ τοῦ χειμῶνος δεινὸν ἐπετείνετο, ἐκεῖθεν διαναστὰς ἐπὶ τὴν Ῥωμαϊκὴν ἐπικράτειαν ἀνήλαυνε. καὶ τῆς Καππαδοκῶν ἐπιβὰς τὴν πληθὺν, ὡς εἰκὸς, φιλοφρονησάμενος ἐκέλευσεν ἐπὶ τὰ οἴκοι παλινδρομεῖν, μεμνῆσθαί τε αὖθις τῆς πρὸς αὑτὸν ἐπανόδου τοῦ ἦρος προκύ 54 πτοντος, τὰς πανοπλίας ἐπισκευασαμένους, παραθηξαμένους τε τὰ ξίφη, καὶ τῶν ἵππων ἐπιμελησαμένους ὡς μάλιστα. οὕτως μὲν ἡ πληθὺς πρὸς οἶκον ἐχώρει. αὐτὸς δὲ ἅμα τοῖς ὑπολειφθεῖσιν αὐτοῦ τε διεχείμαζε, καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Δ.
52.2.1
Τὸν μὲν δὴ τρόπον, ὃν εἴρηταί μοι, πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου ἥ τε Μόψου ἥλω ἑστία, καὶ τὰ πρόσοικα φρούρια ἐξ ἐφόδου ἠνδραποδίσθη. αὐτὸς δὲ κατὰ τὴν Καππαδοκῶν διαχειμάζων, ἤσχαλλέ τε καὶ ἤλυεν ἀνιώμενος, τῷ μὴ καὶ τὴν Ταρσὸν αἱρήσειν αὐτοβοεὶ, ἀλλὰ ταύτης ἀποκρουσθῆναι ὡσπερεὶ βέλος κωφὸν ἰσχυροτέρῳ προσπεσὸν, μηδέν τι γενναῖον ἢ νεανικὸν ἐργασάμενος. καὶ τὸ πρᾶγμα προπηλακισμὸν καὶ ὕβριν ἄντικρυς ἐλογίζετο, καὶ ὄνειδον ἀνεξάλειπτον, εἰ Νικηφόρος ὢν ὁ Φωκᾶς, 56 καὶ πρώην ἐν στρατηγοῖς τελῶν, καὶ αὖθις ἀναῤῥηθεὶς Δομέστικος τῶν σχολῶν, τοτὲ μὲν μυριάδας πόλεις κατέσκαψε καὶ δῃώσας ᾐθάλωσε, τοτὲ δὲ εὐδαίμονας χώρας ἠνδραποδίσατο, καὶ μάχιμα ἔθνη τρεψάμενος ἐκ παρατάξεως ὑπήγετο, μηδὲ ἀντοφθαλμεῖν ἐξισχύσαντα πρὸς τὴν τούτου ἀλκὴν καὶ τὴν ἀκαταγώνιστον ἐν τοῖς ὅπλοις ὁρμήν· τὰ νῦν δὲ, τὴν τῶν Ῥωμαίων ἡγεμονίαν ἀνδρείᾳ ἀγχινοίᾳ παρειληφώς, καὶ στρατὸν εἰς τετταράκοντα μυριάδας ἀριθμούμενον ἐπαγόμενος, ἀπεκρούσθη τὴν ἄλλως σκιαμαχήσας. ἀπεκρούσθη δὲ οὐχὶ Βαβυλῶνος, ἣν ἡ Σεμίραμις ἑπτὰ περιβόλοις ὠχύρωσεν· ἢ τῆς πρεσβυτέρας Ῥώμης, τὸ τῶν Ῥωμαίων σθένος ἥνπερ ἐπολίσατο· ἢ τῶν τῆς Ἰουδαίας τειχῶν, ὧν τὸ ναστὸν ὕψος, ὠσὶν ἀκουόμενον, μῦθος τάχα, τῆς ἀληθείας γεγυμνωμένος, τοῖς οὐχ ἑωρακόσι δοκεῖ· ἀλλὰ Ταρσοῦ, εὐπεριγράπτου πόλεως, ἐφ' ἱππηλάτου πεδίου συνῳκισμένης, τῶν ἐπηλύδων τε καὶ ἰθαγενῶν. ταῦτα δὴ ἀνελίττων καὶ γνωματεύων δυσφορῶν διετέλει, καὶ ἀπαρηγόρητα δυσθυμῶν, εἰ Ταρσεῖς, τῶν προσοίκων αὐτοῖς ἔργον πολέμου γεγενημένων, καὶ δουλείαν ἐλευθερίας ἀλλαξαμένων, ὁπόσοι τὸ τῆς μαχαίρας στόμα διέδρασαν, αὐτοὶ μόνοι τῶν ἄλλων ἀπέλθοιεν, πλατύ που τῆς ἐκείνου ἀνδρείας ἐπικαγχάζοντες, καὶ τῆς πολεμικῆς ἐμπειρίας καταμωμώμενοι. τῷ τοι καὶ τὰ ἐς τὰς μάχας τοὺς περὶ αὑτὸν διεγύμναζεν ἀκριβῶς, καὶ τὴν τοῦ ἔτους ὥραν ἧστο προσεκδεχόμενος. ἦρος δὲ εὐθὺς διαλάμποντος, καὶ τῆς χειμερινῆς δριμύτητος εἰς θερινὴν θάλψιν μετακιρναμένης ἐπιεικῶς, κατὰ τὸ προστεταγμέ 57 νον αἱ δυνάμεις ἐπὶ τὸν αὐτοκράτορα συνηγείροντο. ὁ δὲ ἀραρότως καθοπλίσας τὴν στρατιὰν, συναγομένην ὑπὲρ μυριάδας τὰς τετταράκοντα, τὸ σημεῖον διάρας ἐπῄει τὴν ἐπὶ τῆς Ταρσοῦ. βʹ. Ἐν ᾧ δὲ τὴν πορείαν διήνυε, τῶν ψιλῶν τις στρατιωτῶν, πρὸς τὴν δυσχωρίαν ὀκλάσας (ἔτυχε γὰρ δι' αὐλῶνος τὴν στρατιὰν βαθυτάτου, εἰς ἀποῤῥῶγας καὶ σήραγγας κατακλειομένου, διαπορεύεσθαι), τὸν ὃν ἐπὶ τῶν ὤμων ἔφερε θυρεὸν, κατὰ τὴν ὁδὸν ἀπέῤῥιψεν ἀποφορτισάμενος. ἐπεὶ δὲ παροδεύων ὁ βασιλεὺς τοῦτον τοῖς ὀφθαλμοῖς καθεώρακε, τῶν ἑπομένων τινὶ διᾶραι τὸν θυρεὸν ἐγκελεύεται· ἄρτι δὲ φθάσας πρὸς τὴν καταγωγὴν, ὑπὸ τίνα τῶν λοχαγῶν διηρευνᾶτο ταττόμενος ἂν εἴη ὁ διαμάχης καὶ κινδύνων χωρὶς ἀποφανθεὶς ῥίψασπις καὶ τὸ ἴδιον ὅπλον ἀποβαλών. ἐπεὶ δὲ οὐ διέλαθεν ὁ τοῦτο δεδρακὼς, ἀλλὰ τὴν ταχίστην συνελαμβάνετο, βλοσυρόν τι τούτῳ καὶ λοξὸν ἀντωπήσας ὁ βασιλεὺς καὶ, λέγε μοι, ἔφη, ἀγεννέστατε σὺ, εἴ γε τις ἐπῆλθεν ἐξ ἀπόπτου πολέμου καταδρομὴ, τίνι ἂν ἕρκει πρὸς ἀποτροπὴν ἐχρήσω τῶν δυσμενῶν, τὸν θυρεὸν ἀποβαλὼν παρὰ τὴν ἀταρπιτόν; ὁ δὲ, πεπηγὼς ὑπὸ τοῦ δέους, διέμενεν ἀχανής. ὁ δὲ αὐτοκράτωρ αἰκίαις καταξᾶναι τὸν αὐτοφονευτὴν ἑαυτοῦ τῷ λοχαγῷ ἐγκελεύεται, ἐκτεμόντι τε καὶ τὴν ῥῖνα θεατρίσαι κατὰ τὸ στρατόπεδον. Ἐκεῖνος δὲ, εἴτε οἴκτῳ ληφθεὶς πρὸς τὸν ἄνθρωπον, εἴτε καὶ δώρων ἐπιβολῇ χαυνωθεὶς, ἀσινῆ διαφῆκε τὸν ἄνδρα. τῇ δὲ ὑστεραίᾳ διϊόντα τοῦτον ὁ βασιλεὺς ἑωρακὼς, τὸν λοχαγὸν εἰσκαλεῖ καὶ, ὦ, φησὶν, ἀτέραμνε καὶ 58 θρασυκάρδιε σὺ, πῶς ἔτλης μὴ παραγαγεῖν εἰς ἔργον τὸ κελευσθέν; ἦ δοκεῖς πλεῖον ἐμοῦ τουτουῒ κήδεσθαί σοι τοῦ στρατοῦ; εἰς παιδείαν ἐγὼ τῶν λοιπῶν τὴν τοιαύτην διωρισάμην ἐκτῖσαι ποινὴν τὸν τὸ ἑαυτοῦ ὅπλον ἀποῤῥιψάμενον· ὡς μήτινες τὸ τούτου ἀμελὲς καὶ νωθρὸν μιμησάμενοι ταὐτὸ τοῦτο διαπράξοιντο, κἀν τῷ καιρῷ τῶν ἀγώνων γεγυμνωμένοι τῶν ὅπλων καταλαμβάνοιντο, καὶ οὐκ ἂν φθάνοιεν πρὸς τῶν ἐναντίων ἀναιρούμενοι. σφοδρῶς οὖν αἰκίσας τὸν λοχαγὸν καὶ τῆς ῥινὸς ἀφελόμενος, δέος ἐνῆκε παντὶ τῷ στρατῷ, μηκέτι ἀμελῶς διακεῖσθαι περὶ τὸν οἰκεῖον ὁπλισμόν. γʹ. Ἄρτι δὲ κατὰ τὴν περίχωρον γενόμενος τῆς Ταρσοῦ, ἐνταῦθα στρατοπεδεύεται καὶ χάρακα κυκλόθεν πηξάμενος, καρτερῶς τά τε λήϊα καὶ τοὺς λειμῶνας, τοῖς ἄνθεσι καὶ παντοίων δένδρων ἰδέαις κομῶντας, δῃοῦν καὶ ἀποκείρειν προσέταττεν, ὡς ἐξ ἀπόπτου ἡ διαμάχη τούτῳ εἴη, καὶ μή τινα τοῖς βαρβάροις ἐξῇ ἐν τοῖς ἀμφιλαφέσι χωρίοις λόχον ἐγκαθιστάνειν, καὶ τῇ Ῥωμαϊκῇ στρατιᾷ ἐκ τοῦ ἀφανοῦς ἐπιτίθεσθαι. ἦν οὖν τὴν χώραν ἰδεῖν τὸν οἰκεῖον ὡραϊσμὸν ἀποβάλλουσαν· εὐδαίμων γὰρ ἅπασα καὶ εὔβοτος καὶ φυτῶν ἰδέαις κατάκομος, ὅσα οἶδε φέρειν ὀπώρας παντοίας χυμούς. Ταρσεῖς δὲ ταῖς κατὰ Ῥωμαίων ἤδη προβάσαις νίκαις ἐπαιρόμενοι, θρασεῖς τέως καὶ ἀγέρωχοί τινες ἐξητάζοντο, οὐκ ἠνείχοντό τε κατέχειν ἐν ἑαυτοῖς τὸν θυμὸν, ἀλλ' ὑπεξιόντες τοῦ ἄστεος ἐς καρτερὸν ἐξ ἀντιπάλου παρεκροτοῦντο συνασπι 59 σμὸν, τολμητίαι τινὲς καὶ θαῤῥαλεώτεροι τοῦ μετρίου πρὸ τῆς τοῦ πολέμου πείρας ἀναδεικνύμενοι. ὁ δὲ βασιλεὺς καὶ αὐτὸς τὸν ἄλκιμον καὶ ῥωμαλέον τῆς στρατιᾶς ὑπεξῆγε τοῦ χάρακος, ἐν μεταιχμίῳ τε καθίστη τὰς φάλαγγας, κατὰ μέτωπον μὲν τοὺς πανσιδήρους ἱππότας ἱστῶν, ἐξόπισθεν δὲ τοξότας καὶ σφενδονήτας βάλλειν τοὺς ἐναντίους προστεταχώς. εἰς τὸ δεξιὸν δὲ κέρας αὐτὸς εἱστήκει, μυρίανδρον ἱππέων ἴλην ἐπιφερόμενος κατὰ δὲ τὸ εὐώνυμον Ἰωάννης, ᾧ τὸ ἐπώνυμα Τζιμισκῆς, τῇ τοῦ Δουκὸς τιμῇ σεμνυνόμενος, διηγωνίζετο, ἀνὴρ σφαδάζων τε τῷ θυμῷ, καὶ τολμητίας ἐκτόπως καὶ θερμουργὸς εἰ καί τις ἄλλος ἀποδεικνύμενος, εἰ καὶ τὸ σῶμα βραχύς τις ὑπὲρ τὸ μέτριον ἦν, κατὰ τὸν μυθολογούμενον Τυδέα τὸν μαχητήν· ἀλλά τις ἡρωϊκὴ ἐνῆν ἀλκὴ καὶ ὁρμὴ ἐν τῷ μικροπρεπεῖ ἐκείνου σώματι. τοῦ δὲ αὐτοκράτορος ἐγκελευσαμένου τὸ ἐνυάλιον ἐπαυλεῖν, ἦν ἰδεῖν ἀμηχάνῳ κόσμῳ τὰς Ῥωμαϊκὰς κινουμένας φάλαγγας, καὶ τὸ πεδίον ἅπαν τῇ αὐγῇ τῶν ὅπλων καταστραπτόμενον. οὐκ ἤνεγκαν τὴν τοσαύτην ῥοπὴν οἱ Ταρσεῖς· τοῖς δὲ ὠθισμοῖς τῶν ἀκόντων καὶ τοῖς ἀκροβολισμοῖς τῶν βαλλόντων ἐξόπισθεν βιαζόμενοι, ἐξαυτῆς ἔκλιναν εἰς φυγὴν, καὶ πρὸς τὸ ἄστυ συνεκλείοντο ἀκλεῶς, πλείστους τῶν οἰκείων παρὰ ταύτην ἀποβάλλοντες τὴν προσβολήν. δεινὴ δέ τις ὑπεισῄει τούτοις δειλία, τηλικαύτην μετ' ἐμπειρίας ἀθρήσασι χωροῦσαν πληθύν. τὸν περίβολον οὖν διειληφότες τοῦ ἄστεος καὶ τοῦτον ταῖς ἀφετηρίοις κατοχυρωσάμενοι μηχαναῖς, διεκαρτέρουν ἀπρόϊτοι, τὴν ἐπήλυσιν τῶν ἐναντίων ὑποδεχόμενοι. 60 δʹ. Νικηφόρος δὲ ὁ αὐτοκράτωρ, ἐπεὶ δυσπρόσοδον ἀτεχνῶς ᾔδει καὶ δυσέμβολον οὖσαν τὴν πόλιν, καὶ μὴ ἐξ ἐφόδου ἁλώσιμον, ἔγνω μὴ διακινδυνεύειν πολεμησείων ἀβούλευτα, ἀλλὰ τῷ λιμῷ παραδώσειν, ὅς γε τῇ χαλεπῇ κατανάγκῃ καὶ ἄκουσαν παραστήσεται. τοῦτο δὴ βουλευσάμενος ἀκριβέσι φρουραῖς τὸ ἄστυ διέζωσε. Ταρσεῖς δὲ, ἕως μὲν οὔπω μὴ ἐμβαθύνας ὁ λιμὸς ὁλοτελῶς αὐτοὺς ἐξεπίεζεν, ἀπὸ τῶν πύργων ἀκοντίζοντες ἐς τοὺς Ῥωμαίους ἔβαλλον. ἐπεὶ δὲ τούτους οἰκτρῶς ἐπεβόσκετο, καὶ ἀπορία τῶν ἀναγκαίων τὰ σώματα ἐλυμαίνετο, ἦν ἰδεῖν ἀμηχανίαν δεινὴν, καὶ χαλεπὴν σκυθρωπότητα, ἥτις κατεῖχε τὴν πόλιν, ἐνερόχρωτάς τε τοὺς ἄνδρας, καὶ σκιᾶς εἰδώλων οὐδὲν διαφέροντας. τὸ γὰρ τοῦ λιμοῦ πάθος οἴκτιστον καὶ λίαν ὀλέθριον· ἐκτῆκον γὰρ τὸν ὄγκον τοῦ σώματος καὶ τὸ θερμὸν ἀποσβεννύον ψυχρότητι, ὡσανεὶ ὂν ἀράχνιον τοῖς ὀστέοις τὸ ἔλυτρον περιτείνεσθαι διατίθησι, κατὰ μικρὸν ἐπιέναι τὸν θάνατον ἐκκαλούμενον. ἐπεὶ οὖν οὐχ οἷοί τε ἦσαν πρός τε τὸ ἄμαχον τοῦ λιμοῦ πάθος καὶ πρὸς τοσαύτην στρατιὰν διαμάχεσθαι, σπένδονταί τε τῷ βασιλεῖ καὶ ὑπείκουσιν, ἐφ' ᾧ τὸν βουλόμενον ἐπὶ τὰ ἐνδοτέρω Συρίας ἀκωλύτως χωρεῖν. ὁ δὲ, εἴξας καὶ τούτοις σπεισάμενος, θᾶττον ἐξιέναι τῆς πόλεως ἐκελεύσατο, τὰ σφῶν σώματα καὶ τῶν ἀναγκαίων μόνον περιφέροντες ἱματισμόν. 61 οὕτω δὴ τὴν πόλιν αἱρεῖ, καὶ τῆς λείας τὸ μὲν τῇ στρατιᾷ διανείμας εἰς ἀναρίθμητον πλοῦτον συναγόμενον, καὶ τοὺς σταυρικοὺς τύπους ἀνειληφώς, οὓς ἐκ χρυσοῦ καὶ λίθων ἐξειργασμένους κατὰ διαφόρους μάχας, τὴν Ῥωμαϊκὴν δύναμιν τρέποντες, οἱ Ταρσεῖς ᾐχμαλώτισαν, καὶ τὴν πόλιν ἀποχρώσῃ στρατιᾷ κατασφαλισάμενος, πρὸς τὴν βασιλεύουσαν ἴετο. παραλαβὼν δὲ ταύτην, καὶ παρὰ τοῦ δήμου δεχθεὶς μεγαλοπρεπῶς, ἐν τῷ περιπύστῳ τε καὶ θείῳ σηκῷ τοὺς αἰχμαλωτισθέντας σταυροὺς ἀναθεὶς, ταῖς τῶν ἵππων ἁμίλλαις καὶ τοῖς λοιποῖς θεωρίοις ἧστο τὸν δῆμον εὐφραίνων. φιλοθεάμονες γὰρ τῶν ἄλλων ἀνθρώπων Βυζάντιοι. εʹ. Ἄρτι δὲ περὶ ταῦτα σχολάζοντι ἄγγελοι τῶν Μυσῶν, πρὸς αὐτὸν ἀφιγμένοι, τοὺς εἰθισμένους ἀπαιτεῖν ἔλεγον φόρους τὸν ἀρχηγὸν ἑαυτῶν, ἐφ' ᾧ καὶ αὑτοὺς πρὸς τὸν αὐτοκράτορα στεῖλαι τὰ νῦν. ὁ δὲ θυμῶν παρὰ τὸ εἰωθὸς πληρωθεὶς (ἰσχυρογνώμων γάρ τις ἦν, καὶ μὴ εὐείκτως ὀργῇ ἁλισκόμενος), καὶ ἀνοιδήσας ὑπὲρ τὸ μέτριον, γεγωνοτέρᾳ τε χρησάμενος, ἤπερ εἴθιστο, τῇ φωνῆ, δεινὰ Ῥωμαίοις, ἔφη, περιέστηκε νῦν, εἰ τοῖς ὅπλοις τὸ ἀντίξουν ἅπαν καταστρεφόμενοι, ἔθνει Σκυθικῷ, πενιχρῷ τε τὴν ἄλλως καὶ μιαρῷ, δίκην ἀνδραπόδων φόρους ἐκτίσουσι. Βάρδαν δὲ τὸν αὑτοῦ γενέτην ἐπιστραφεὶς (ἔτυχε γὰρ συνεδριάζων αὐτῷ, Καῖσαρ ἀναδειχθεὶς), ἤρετο διαπορούμενος, ὅ, τι βούλοιτο τοῖς Μυσοῖς ἡ τῶν φόρων, ἣν τῶν Ῥω 62 μαίων αἰτοῦσιν, εἴσπραξις; οἰκέτην ἆρά με γεγεννηκὼς λέληθας; καὶ ὁ τῶν Ῥωμαίων σεβάσμιος βασιλεὺς ἔθνει πενεστάτῳ καὶ μιαρῷ φόρους τελῶν ὑποκείσομαι; ῥαπίζειν οὖν κατὰ κόῤῥης θᾶττον τοὺς ἀγγέλους προσέταττε, καὶ, ἄπιτε, ἔφη, καὶ τῷ σκυτοτρώκτῃ καὶ διφθερίᾳ ὑμῶν ἄρχοντι ἀπαγγείλατε, ὡς ὁ τῶν Ῥωμαίων κράτιστος καὶ μέγιστος βασιλεὺς ἐξαυτῆς τὴν σὴν μετελεύσεται χώραν, ἐντελεῖς σοι τοὺς φόρους ἀποδιδούς· ὡς μάθῃς, τρίδουλος ὢν ἐκ προγόνων, δεσπότας τοὺς Ῥωμαίων ἡγεμόνας ἀνακηρύττειν, οὐχ ὡς ἀνδράποδα τούτους φόρους αἰτεῖν. ταῦτα εἰπὼν τοὺς μὲν εἰς τὴν ἑαυτῶν χώραν ἀνατρέχειν ἐξέπεμπεν· αὐτὸς δὲ στρατιὰν ἀξιόμαχον συναγηοχὼς, ἐχώρει κατὰ Μυσῶν· καὶ φρούρια μὲν, ὅσα Ῥωμαίοις ὅμορα ἦν, εἷλεν ἐξ ἐπιδρομῆς. τὴν δὲ χώραν περισκεψάμενος, καὶ ταύτης τὸ ἀμφιλαφὲς καὶ κρημνῶδες ἰδὼν (ποιητικῶς γὰρ εἰπεῖν, τῇ τῶν Μυσῶν χώρᾳ πάντη κακὸν κακῷ ἐστήρικται, καὶ τὴν ἀμφιλαφῆ καὶ λοχμώδη χώραν σηραγγώδης καὶ κρημνώδης ἐκδέχεται, εἶτ' αὖθις ἐκείνην τελματώδης τε καὶ σομφώδης· ὑδρηλὴ γὰρ ἐκτόπως ἡ χώρα, καὶ λίαν ἀλσώδης, καὶ ὄρεσι δυσβάτοις ἑκασταχοῦ περικλείεται, παρὰ τὸν Αἶμον καὶ τὴν Ῥοδόπην κατῳκισμένη καὶ ποταμῶν τοῖς μεγίστοις περιῤῥεομένη)· ταύτην Νικηφόρος ὁ βασιλεὺς θεασάμενος, οὐκ ᾤετο δεῖν δύναμιν τὴν Ῥωμαϊκὴν ἀσύν 63 τακτον δι' ἐπισφαλῶν χωρίων ἐξάγοντα, ὡσανεὶ βοσκήματα παρασκευάσαι κατακοπῆναι πρὸς τῶν Μυσῶν. λέγεται γὰρ, πολλάκις πταῖσαι Ῥωμαίους ταῖς δυσχωρίαις Μυσίας, πανολεθρίᾳ περιπεσεῖν. ϛʹ. Ἔγνω οὖν, μὴ διὰ δυσεμβόλων καὶ περισφαλῶν χωρίων διακινδυνεύειν. ὅθεν ἀναλαβὼν τὴν στρατιὰν πρὸς τὸ Βυζάντιον ἤλαυνε, καὶ Καλοκύρην ἐκεῖνον τῷ τῶν πατρικίων τιμήσας ἀξιώματι, ἄνδρα ὁρμητίαν τὴν ἄλλως καὶ θερμουργὸν, ἐς τοὺς Ταυροσκύθας ἐξέπεμψεν, οὓς ἡ κοινὴ διάλεκτος Ῥῶς εἴωθεν ὀνομάζειν, ἐφ' ᾧ διανείμαντα τούτοις χρυσὸν, ὃν αὐτῷ ἐνεχείρισεν, εἰς κεντηνάρια πεντεκαίδεκα συγκεφαλαιούμενον, ἐς τὴν χώραν καταγαγεῖν τῶν Μυσῶν, ταύτην αἱρήσοντας. ἀλλ' ὁ μὲν Καλοκύρης ἐς τοὺς Ταυροσκύθας ἠπείγετο· αὐτὸς δὲ παρὰ τὸ θέατρον ἀναβὰς, ἱππικὸν ἀγῶνα καθῆστο τελῶν. καὶ δῆτα τοῖς περὶ αὑτὸν στρατιώταις ἐκέλευε, καταβάντας ἐπὶ τὸ στάδιον καὶ εἰς ἀντιπάλους ἀποκριθέντας φάλαγγας σπασαμένους τὰ ξίφη, κατὰ παιδιὰν ἐπαλλήλοις χωρεῖν, καὶ ταύτῃ γυμνάσασθαι πρὸς τὸν πόλεμον. Βυζάντιοι δὲ, πολεμικῶν ἔργων ἀγνῶτες τυγχάνοντες, τὴν τῶν ξιφῶν καταπλαγέντες αὐγὴν, καὶ τὴν ὁμόσε τῶν στρατιωτῶν ὁρμὴν καὶ τὸν πάταγον ὑποδείσαντες, ἐκδειματωθέντες δὲ τῷ καινῷ τοῦ θεάματος, εἰς φυγὴν ἐτράποντο καὶ πρὸς τὰς σφῶν οἰκίας ἀπέτρεχον. ἐκ δὲ τοῦ ὠθισμοῦ καὶ τῆς ἀτάκτου φορᾶς οὐκ ὀλίγος φόνος συμβέβηκε, πλείστων συμπατηθέντων καὶ ἀποπνιγέντων οἰκτρῶς. τοῦτο τὸ δρᾶμα μίσους ἀφορμή τις 64 γέγονε Βυζαντίου πρὸς τὸν αὐτοκράτορα. ταύτῃ παρείπετο καὶ τὸ τοῦ συναίμου αὐτοῦ Λέοντος καὶ Κουροπαλάτου πλημμελές· ὅστις τὸν ἀνδρώδη καὶ στρατιωτικὸν αὐτοῦ βίον παρωσάμενος πρὸς τὸν ἀστικὸν καὶ φιλοκερδῆ μετετάξατο, ἥττων τε χρημάτων καὶ λημμάτων γενόμενος, σιτοδείαν εἰργάσατο καὶ σπάνιν τῶν ἀναγκαίων ἀφιλάνθρωπον. ὀλίγου γὰρ τὸν σῖτον ὠνούμενος ἀπεδίδου πολλοῦ. καὶ ψιθυρισμὸς ἀνὰ τὸ ἄστυ ἐχώρει, καταβοώντων τῶν ἀστικῶν, εἰ τὰς τοῦ κοινοῦ συμφορὰς ἴδια κέρδη ποιήσειεν τῶν αὐταδέλφων ἡ ξυνωρὶς, ἐς τὴν κερδαίνουσαν συνωθοῦσα πήραν τὰ τῶν πολλῶν. καὶ γὰρ δὴ καὶ ὁ βασιλεὺς φόρους τοὺς μήπω ἐπινοηθέντας ἀπαραιτήτως ἐκαινοτόμει, ἐς τὸ στρατιωτικὸν λέγων χρημάτων ὅτι δεῖσθαι συχνῶν, καὶ τούτοις κατέτρυχε τὸ ὑπήκοον. λέγεται δὲ, εἴτε πρὸς τῶν τὰ μετέωρα περισκοπούντων τινὸς, εἴτε καὶ τῶν μονάδα βίον ἐπανῃρημένων καὶ ἄζυγα, διενωτισθῆναι τὸν αὐτοκράτορα, ὡς παρὰ τὴν βασίλειον ἑστίαν ἐκπλήσει τὸν βίον, ἀναιρεθεὶς παρὰ τῶν ὁμοεθνῶν. περιδεὴς οὖν τῷ χρησμῷ γεγονὼς, περίβολον ἐκ τοῦ θατέρου μέρους τοῦ πρὸς θάλατταν ἐπικλινοῦς τῶν ἀνακτόρων τειχίζειν ἀρξάμενος, κατὰ θάτερον πρὸς θάλατταν συνεπέρανε, καὶ τεῖχος τὸ νῦν ὁρώμενον ὑψηλόν τε καὶ ὀχυρὸν ἐδομήσατο, καὶ τὴν βασίλειον ἑστίαν, ὡς ὑπετόπαζεν, ἠσφαλίσατο. ζʹ. Πρόκενσον δὲ κατὰ τὴν τοῦ Σωτῆρος ἀνάληψιν κατὰ τὸ εἰθισμένον ἔξω τειχῶν ἐπὶ τὴν καλουμένην Πηγὴν ποιησαμένου τοῦ βασιλέως (νεὼς δὲ ταύτῃ περικαλλὴς τῇ Θεοτόκῳ δεδόμηται), διαμάχη τις μεταξὺ Βυζαντίων καὶ Ἀρμενίων συνέβαινεν, ὡς 65 πολλοὺς πρὸς τῶν Ἀρμενίων τρωθῆναι τῶν ἀστικῶν. ἄρτι δὲ πρὸς ἑσπέραν ἐπὶ τὰ ἀνάκτορα τοῦ βασιλέως ἐλαύνοντος, ὕβρεσι κἀκ τοῦ ἀναφανδὸν ἐχρῶντο Βυζάντιοι. καί τι γύναιον σὺν τῷ θυγατρίῳ εἰς τοσαύτην ἀπόνοιαν ἤλασεν, ὡς τοῦ στέγους προκύψαι καὶ λίθους βαλεῖν κατὰ τοῦ ἄνακτος. ὃ καὶ τῇ ὑστεραίᾳ πρὸς τοῦ Πραίτωρος ληφθὲν δίκας μετὰ τοῦ θυγατρίου ἀπέτισεν, ἐπί τι προάστειον πυρὸς γεγονὸς ἀνάλωμα, Ἀναράτας καλούμενον. τότε δὴ καὶ αὐτὸς ἐπεχωρίαζον ὁ ταῦτα γράφοντι Βυζάντιος, ἐπὶ λόγων συλλογήν τε καὶ παίδευσιν, μειράκιον ὤν. ἔφιππόν τε τὸν αὐτοκράτορα Νικηφόρον βάδην ἰόντα βλέπων διὰ τοῦ ἄστεος, καὶ ἀπερικτύπητον ταῖς τοσαύταις ὕβρεσι πέλοντα, καὶ τὸ φρόνημα σταθηρὸν διασώζοντα, καὶ ὡς μή τινος ἐπισυμβάντος καινοῦ διακείμενον, ἐτεθήπειν τὸ ἀκατάπληκτον τοῦ ἀνδρὸς, ὅπως ἄτρεστον παρὰ τὰ δεινὰ τὴν ψυχὴν συνετήρει εὐγένειαν. ἀλλὰ τὴν μὲν στάσιν ἡ νὺξ ἐπελθοῦσα διέλυσεν· ὁ δὲ βασιλεὺς καὶ ἄλλως μεγαλόφρων τε ὢν, καὶ μὴ εὔκολος εἴκειν ὀργῇ, τὰ τῇ προτεραίᾳ εἰς αὐτὸν πεπαρῳνημένα παρὰ τῶν ἀστικῶν ἔργον μᾶλλον μέθης ἢ φορᾶς ἀτάκτου λαοῦ λογισάμενος, τῇ λήθῃ παρέπεμψεν. αὖθις δὲ πυρφόρους τριήρεις ἀσφαλῶς ἑρματίσας, καὶ μυριοφόρους ὁλκάδας στρατιωτῶν καὶ ὅπλων γεμίσας, ἐς Σικελίαν ἔστελλε, τοῦ μὲν ναυτικοῦ Νικήταν ἐν Πατρικίοις τελοῦντα, 66 θεοφιλῆ καὶ σεβάσμιον ἄνθρωπον, εἰ καὶ τομίας ἐτύγχανε, προχειρισάμενος στρατηγόν· τῆς δὲ ἱππικῆς παρατάξεως Μανουὴλ, αὐτανέψιον αὐτοῦ, τῷ τῶν Πατρικίων καὶ αὐτὸν ἀξιώματι διαπρέποντα, ἄνδρα θερμουργὸν καὶ αὐθέκαστον, καὶ ἀπερισκέπτῳ φορᾷ εἴκοντα. ἐπεὶ δὲ περαιωσάμενοι τὸν Ἀδρίαν τῆς Σικελίας προσέσχον, τῶν πορθμείων ἀποβάντες εἰς φάλαγγα παρετάττοντο, καὶ τοσαύτης εὐετηρίας ἀπέλαυσαν παρὰ τὴν ἀρχὴν, ὡς αὐτοβοεὶ τὰς κλεινὰς καὶ περιπύστους Συρακούσας ἑλεῖν καὶ Ἱμέραν, καὶ προσέτι Ταυρομένειον καὶ Λεοντίνους ἀναιμωτὶ παραστήσασθαι. Ἀλλὰ γὰρ οὐκ ἔμελλεν ἡ βάσκανος τύχη διὰ τέλους πλησίστιος αὐτοῖς ἐπιπνεῖν, σφοδρὸν δὲ καὶ ἄγριον ἀντιπνεύσασα, ὑποβρύχια τὰ πράγματα τέθεικε. δηλώσει δὲ ταῦτα ὁ λόγος ἤδη σαφῶς. ηʹ. Σικελιῶται πρὸς τοσαύτην ῥοπὴν καὶ ἀνανταγώνιστα τῶν Ῥωμαίων φρονήματα οὐχ οἷοί τε ὄντες ἀντικαθίστασθαι, τὰς πόλεις ἀπολιπόντες τὰς δυσχωρίας ὑπῄεσαν, καὶ ἐπὶ τόπων ἐπικαίρων ἠθροίζοντο. κρημνώδης γὰρ ὡς τὰ πολλὰ καὶ δενδρώδης ἡ νῆσος, ἱκανή τε τῷ βουλομένῳ φρουρὰν αὐτοσχέδιον ἐπιχορηγεῖν. ὁ τοίνυν Μανουὴλ, δέον αὐτῷ τὰς πόλεις παρειληφότα φρουρεῖν καὶ χώραν, ὅση εὔβοτος ἦν καὶ ἱππήλατος, ἀπείργειν τε τὰς φυγάδας χιλῶν καὶ τῶν ἄλλων βρωτῶν· οὕτω γὰρ τῷ λιμώττειν τρυχόμενοι δυεῖν θάτερον ἔπαθον ἂν, ἢ Ῥωμαίοις ἑαυτοὺς ἐνεχείρισαν, ἢ σπάνει τῶν ἀναγκαίων διαπεφωνήκεισαν· ὁ δὲ, ὁρμητίας τε ὢν, καὶ σφαδάζων θυμῷ καὶ νεότητι, τὸ δραστήριον δὲ καὶ ἐπήβολον οὐ πάνυ δεόντως προσκεκτημένος, ταῖς προ 67 βάσαις ἤδη νίκαις ὑπὲρ τὸ εἰκὸς ἐπαρθεὶς, διὰ τῶν ἐπισφαλῶν ἐκείνων χώρων ἐπῄει, τοὺς φυγάδας ἀνερευνώμενος. ἄρτι δὲ κατὰ τὴν δυσχωρίαν διαλυθείσης τῆς φάλαγγος, καὶ διὰ σκοπέλων καὶ χηραμῶν ἀσυντάκτως χωρούσης, προλοχίσαντες τοὺς ἄνδρας οἱ βάρβαροι, πατάγῳ καὶ ἀσήμοις φωναῖς τῶν λόχων διανίσταντο, καὶ αὐτοῖς αἰφνίδιον ἐπετίθεντο. οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ μηδὲ τὸ ἡλιακὸν φῶς τῷ συνηρεφεῖ τῆς λόχμης ἐώμενοι καθορᾷν, εἰς φυγὴν ἀπέκλιναν· οἱ δὲ βάρβαροι ἐπιτεθέντες ἀνῄρουν τούτους ἀνηλεῶς, ὥς τινα θύματα· τηνικαῦτα δὲ κτείνειν τοὺς ἄνδρας ἀπείχοντο, ὅτε τούτοις ἥ τε δύναμις καὶ ὁ θυμὸς ἀπηγόρευσεν. ἀνῃρέθη δὲ καὶ αὐτὸς ὁ Μανουήλ· ὅσοι δὲ τῶν Ῥωμαίων τὰ ξίφη διέφυγον, ζωγρίαι πρὸς τῶν Ἀγαρηνῶν ἡλίσκοντο. οἱ δὲ, ἐπεὶ τὸν πεζὸν στρατὸν παρεστήσαντο, ἐπὶ τὴν ἠϊόνα ταχυδρομήσαντες, ἵνα αἱ Ῥωμαϊκαὶ τριήρεις ὑφώρμουν, ἐγκρατεῖς ἐξ ἐφόδου τῶν πλείστων ἐγένοντο· ἥλω δὲ καὶ ὁ Πατρίκιος Νικήτας, καὶ δορυάλωτος τῷ τῶν Ἄφρων κατάρχοντι παρεπέμπετο. ἐκ γοῦν τοσούτου τοῦ στρατοῦ ὀλίγοι τινὲς διαδράντες καὶ εὐαρίθμητοι, ὡς τὸν αὐτοκράτορα Νικηφόρον ἀφίκοντο· ὁ δὲ τὴν ἀπώλειαν διενωτισθεὶς τῆς τοιαύτης στρατιᾶς, ἠνιάθη μὲν καὶ τὴν ψυχὴν ἤλγησε τῷ τοσούτῳ πταίσματι καὶ ἀλλοκότῳ συμβάματι. ὑπολογιζόμενος δὲ τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἄστατον, γενναίως ἔφερε τὸ συμβὰν, ἰσχυρογνώμων τις ὢν, καὶ ἐν δυσκολίᾳ πραγμάτων διασώζειν εἰδὼς τὴν ψυχὴν 68 ἀταπείνωτον. Αὖθις δὲ κατὰ τῶν τὴν Συρίαν οἰκούντων Ἀγαρηνῶν ἐξήρτυε τὸν στρατόν. θʹ. Κατὰ δὲ τὸν αὐτὸν χρόνον, ἄρτι τῆς θερινῆς τροπῆς μεταβαλλούσης ἐπὶ τὸ μετόπωρον, ἔσεισεν ὁ Θεὸς μέγα, ὡς καὶ οἰκίας καὶ ἄστη ἀνατραπῆναι. Κλαυδιούπολίν τε, τὸ εὐδαιμονέστατον χωρίον τῶν Γαλατῶν, τότε συνέβη, κατεριπωθεῖσαν ἐκ τῆς ἀνυποστάτου κινήσεως καὶ ἐνόσεως, αἰφνίδιον τῶν οἰκητόρων τάφον γενέσθαι, καὶ πολλοὺς τῶν ἐπηλύδων παρατυχόντας ἐν ἀκαρεῖ διαφθαρῆναι. αἴτιον δὲ τῆς τοσαύτης ἐνόσεως καὶ κινήσεως ἀτμοὺς μὲν οἱ μαθηματικοὶ καὶ ἀναθυμιάσεις μυθολογοῦσί τινας, ἐναποκλειομένας τοῖς κόλποις τῆς γῆς, αὖθίς τε εἰς πνεῦμα καταιγίδος συνισταμένας, ἐπεὶ μὴ ἀθρόον συμβαίνει τὴν διαπνοὴν τούτων ἐκτρέχειν, διὰ τὴν τῶν πόρων στενότητα, συνειλεῖσθαί τε καὶ περιδινεῖσθαι, καὶ τὰ κοῖλα περιδονεῖν μετὰ σφοδρᾶς τῆς κινήσεως, καὶ τὸ ἐπιπροσθοῦν καὶ περιέχον ἅπαν σαλεύειν, ἕως ἂν ἐκ τοῦ τέως εἵργοντος διεκπνεύσωσι, καὶ πρὸς τὰ ἔξωθεν ἐξατμισθέντα εἰς τὸν ὁμογενῆ διασκεδασθεῖεν ἀέρα. ἀλλὰ ταῦτα μὲν ἡ τῶν Ἑλλήνων εἰκαιομυθία πρὸς τὸ ταύτῃ δοκοῦν ἐξηγήσατο. ἐγὼ δὲ τῷ θείῳ Δαβὶδ συνεπόμενος, ἐπισκοπῇ φαίην τοῦ Θεοῦ πρὸς ἡμᾶς τὸν τοσοῦτον κλόνον ἐγγίνεσθαι, ὅταν ἐπὶ τοῖς ἡμῶν ἐπαγρυπνήσῃ ἐπιτηδεύμασι, παρὰ τὸν θεῖον δρωμένοις θεσμὸν, εἴ πως ἀλλὰ ταύτῃ δείσαντες ἄνθρωποι τῶν μὲν φαύλων ἔργων ἀφέξοιντο, ἀνθέξοιντο δὲ τῶν 69 ἐπαινετῶν. ἀλλ' οὕτω μὲν ἡ Κλαυδιούπολις τῇ τοῦ σεισμοῦ βίᾳ ἐκ βάθρων ἀνετράπη τότε πᾶσα, καὶ συνεχύθη, τῆς ὀργῆς τοῦ Θεοῦ ἐκπιοῦσα τὸ ποτήριον ἄκρατον. παρὰ τοῦτον δὲ τὸν ἐνιαυτὸν, θερείας ὥρας κατὰ τὸ μεσαίτατον, ἄρτι τοῦ ἡλίου τῷ καρκίνῳ προσεπιβαίνοντος, ὄμβρος ἐν Βυζαντίῳ κατεῤῥάγη καὶ τοῖς προσομοροῦσιν αὐτῷ, οἷον οὐ συνέβη κατενεχθῆναι τὸ πρότερον. κλινούσης γὰρ τῆς ἡμέρας (παρασκευὴ δὲ ἦν) ἀρξάμενον τὸ δεινὸν εἰς ἐννάτην ὥραν κατέληγεν· οὕτω δὲ ῥαγδαία τις ἡ ὑέτισις κατεφέρετο, ὡς μὴ σταγόνας ὁρᾷν ὀμβριζομένας κατὰ τὸ σύνηθες, ἀλλά τινας ἐπικλύζοντας ὕδασιν ὀχετούς. οὐχ ὑπελείφθη γοῦν τῶν σηκῶν ἢ τῶν περιπύστων οἴκων, ὅστις ἄνωθεν ἐκ τῆς ὀροφῆς οὐκ ἐπληροῦτο τοῦ ὕδατος, καίτοι τῶν κατοίκων μόχθῳ ἀπαντλούντων αὐτὸ πρὸς τὰ ἄμφοδα· τὸ μὲν ἀπέῤῥεε, τὸ δ' ἐπέῤῥεε, καὶ ἀκαταγώνιστον ἦν τὸ δεινόν. ἐπὶ τριῶν οὖν ὡρῶν διαστήματι κατέσχεν ὁ ὑετὸς, καὶ ἦν ὁρᾷν ποταμοὺς πελαγίζοντας διὰ τῶν τῆς πόλεως στενωπῶν, καὶ τὸ παρασυρόμενον τῶν ἐμψύχων διαφθείροντας. οἱ δὲ ἄνθρωποι ἐλεεινῶς ἀπεθρήνουν οἰμώζοντες, κατακλυσμὸν αὖθις ἐπισκῆψαι κατ' ἐκεῖνον τὸν τεθρυλλημένον ὑποτοπάζοντες· ἀλλ' ἡ συμπαθὴς καὶ φιλάνθρωπος πρόνοια ἶριν διὰ τῆς νεφέλης ἐρείσασα, τῇ ταύτης ἀναλάμψει τὴν τοῦ ὑετοῦ κατήφειαν διεσκέδασε, καὶ αὖθις τὸ τῆς φύσεως σύγκριμα ἐπὶ τὴν προτέραν κατάστασιν ἐπανήγετο. συνέβη δὲ καὶ αὖθις ὄμβρον καταῤῥαγῆναι τεθολωμένον καὶ σύμμικτον 70 τέφρᾳ, ὡς ἐπὶ καμινιαίας αἰθάλης, καὶ χλιαρὰν δὲ παρεῖχε τοῖς ἐπαφωμένοις αὐτοῦ τὴν ποιότητα. ιʹ. Ὁ δὲ βασιλεὺς Νικηφόρος (αὖθις γὰρ ὁ λόγος ἐπάνεισιν, ἔνθεν τὸ ἴχνος ἀπέκλινε), τὴν Ῥωμαϊκὴν ἀνειληφὼς δύναμιν, ἐπὶ τὴν ἐπὶ Συρίας Ἀντιόχειαν ἔθει, καὶ χάρακα ταύτῃ πηξάμενος, ἐπείπερ ἀποχρώντως ἔχουσα τῶν ἀναγκαίων ἐτραχηλία, καὶ γαυρουμένη ἐκ τοῦ εὐθέος σπείσασθαι οὐκ ἠνείχετο, μὴ βουλόμενος αὐτὴν ἑλεπόλεσι κατεριπῶσαι· ᾔδει γὰρ κατὰ μικρὸν τροπαίοις καὶ μηχαναῖς ταύτην παραστησόμενος, ὀλίγον αὐτῇ καιρὸν παρακαθισάμενος, καὶ ταῖς φάλαγξι καὶ τῷ κόσμῳ τῶν ὅπλων τοὺς ἔνδον καταπλήξας οὐχ ἥκιστα· ἐκεῖθεν ἀπάρας τὴν μεσογαίαν διῄει, ἣν καὶ Παλαιστίνην καλοῦσιν, εὐδαίμονα πᾶσαν καὶ ῥέουσαν μέλι καὶ γάλα, κατὰ τὴν θείαν γραφήν· ἐν δεξιᾷ δὲ τὴν Κιλικίαν εἶχε καὶ τὰ παράκτια. τὴν Ἔδεσσαν οὖν κατειληφώς, κἀν τῷ σηκῷ τῶν θείων Ὁμολογητῶν εἰσεληλυθὼς καὶ τὸ θεῖον ἐξευμενισάμενος, τὴν στρατιὰν διανέπαυεν. ἠκηκόει γὰρ, τὴν ἐν κεράμῳ τοῦ Σωτῆρος καὶ Θεοῦ ἐκτυπωθεῖσαν μορφὴν ἐν τῷδε τῷ φρουρίῳ παρακατέχεσθαι. ἐκτυπωθῆναι δέ φασι τοῦτον τὸν τρόπον. Θαδδαίου τοῦ ἀποστόλου Ἀβγάρῳ πρὸς τοῦ Σωτῆρος τῷ τῆς Ἐδέσσης ἀποσταλέντος τοπάρχῃ, ὡς αὐτὸν τῆς συνεχούσης παρέσεως διὰ τοῦ θεανδρικοῦ ἀπαλλάξειεν ἐκτυπώματος, ἐνταυθοῖ παροδεύοντος τὸν πέπλον, ᾧ τῆς αὐτοῦ μορφῆς τὸ εἶδος 71 ἀῤῥήτως ὁ Χριστὸς ἀνετύπωσε, κεράμοις ἐν ἀποκειμένοις πρὸ τοῦ ἄστεος κατακρύψαι, ὡς ἐς τὴν ὑστεραίαν ἐναποληψομένους τοῦτον ἐκεῖθεν. συνέβαινε δὲ κατὰ πᾶσαν τὴν νύκτα φωτὶ τοὺς κεράμους ἀμηχάνῳ καταλάμπεσθαι. πρωῒ δὲ τὸν μὲν Θαδδαῖον ἀνειληφότα τὸν πέπλον ὁδοῦ τῆς προκειμένης ἔχεσθαι· τὸν δὲ κέραμον, οὗπερ ἔτυχε προσψαύσας ὁ πέπλος, τὸν θεανδρικὸν τοῦ Σωτῆρος τύπον ἀκραιφνῶς ἐναπομάξασθαι. τοῦτον ἀνειληφότες οἱ βάρβαροι ἐν θαύματι καὶ σεβάσματι παρὰ τὸ φρούριον διεφύλαττον. τότε δὲ Νικηφόρος ὁ βασιλεὺς, ἐξελὼν τὸ ἄστυ, τὸν τοιοῦτον σεπτὸν κέραμον ἐκεῖθεν ἀνείληφε, καὶ χρυσῷ καὶ λίθοις θήκην διασκευάσας μετέπειτα, καὶ ταύτῃ περιστείλας τοῦτον σεπτῶς, ἐν τῷ τῆς Θεομήτορος ναῷ, τῷ κατὰ τὴν βασίλειον ὄντι ἑστίαν, ἀνέθηκεν. ἐπεὶ δὲ τὸ Μέμπετζε παρείληφε φρούριον, τὸν Λίβανον τὸ ὄρος ἐγκαρσίως ὑπερβὰς, τῇ Τριπόλει προσέσχεν, ἣν ἐχυρὰν καὶ δυσάλωτον τῶν ἄλλων πόλεων διαφερόντως ἰδὼν, ἐπεὶ καὶ αἱ νῆες αὐτῷ ἀντιπνοίαις ἀνέμων ἐκκρουόμεναι καθυστέρησαν, ταύτην παραδραμὼν τὸ Ἄρκα φρούριον ἔγνω πολιορκεῖν, χρῆμα πλούτου κατέχον ἔνδον ἀμύθητον. ἐντεῦθεν τρισὶ χάραξι περιζώσας αὐτὸ, ἐπολιόρκει ἐῤῥωμενέστατα, καὶ ταῖς ἑλεπόλεσι τὰ τούτου πυργώματα καθελὼν, ἐφ' ὅλοις ἡλίοις ἐννέα ἐπόρθησέ τε, καὶ ἀμύθητον ἐκεῖθεν πλοῦτον συνεξεφόρησε· καὶ ἄλλα δὲ φρούρια πλεῖστα εἷλεν αὐτοβοεί.