Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-diaconus" aria-label="More works by Leo Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
72.1.1
ιαʹ. Ἐν ᾧ δὲ ταῦτα τῷ βασιλεῖ κατὰ τὴν Συρίαν ἐπράττετο, ἔκλειψιν συνέβη περὶ χειμερινὰς τροπὰς τοῦ ἡλίου γενέσθαι, οἵαν μηδέπω συνέβη γενέσθαι τὸ πρότερον, πλὴν ἐκείνην τὴν ἐπὶ τοῦ δεσποτικοῦ πάθους προβᾶσαν διὰ τὴν τῶν Ἰουδαίων ἀπόνοιαν, ἣν ἐπλημμέλησαν, σταυρῷ τὸν τῶν ὅλων δημιουργὸν προσηλώσαντες. τὸ δὲ τῆς ἐκλείψεως εἶδος τοιοῦτον συνέβαινεν. εἰκάδα δευτέραν ἤλαυνεν ὁ Δεκέμβριος, τετάρτῃ δὲ τῆς ἡμέρας ὥρᾳ, σταθηρᾶς αἰθρίας οὔσης, σκότος ἐπέσχε τὴν γῆν, καὶ οἱ διαφανεῖς τῶν ἀστέρων ἅπαντες κατεφαίνοντο. ἦν δὲ ὁρᾷν τὸν τοῦ ἡλίου δίσκον ἀλαμπῆ καὶ ἀφώτιστον, αἴγλην δέ τινα ἀμυδρὰν καὶ ἰσχνὴν, ταινίας δίκην λεπτῆς, κατὰ τὸ ἄκρον κυκλόθεν τὸν δίσκον περιαυγάζουσαν. κατὰ μικρὸν δὲ τὴν σελήνην παραμείβων ὁ ἥλιος (ὡρᾶτο γὰρ αὕτη κατὰ κάθετον αὐτὸν ἀντιφράττουσα) τὰς ἰδίας ἀκτῖνας ἐξέπεμπε, καὶ φωτὸς αὖθις ἐπλήρου τὴν γῆν. τῷ καινῷ οὖν καὶ ἀσυνήθει τοῦ ὁράματος ἐκδειματωθέντες οἱ ἄνθρωποι, τὸ θεῖον ἱκετηρίαις, ὡς τὸ εἰκὸς, ἐξιλάσκοντο. τότε καὶ αὐτὸς ἐγὼ τῷ Βυζαντίῳ ἐπεχωρίαζον, μετιὼν τὴν ἐγκύκλιον παίδευσιν. ὁ δὲ βασιλεὺς (δεῖ γὰρ τὸν λόγον τοῦ εἱρμοῦ ἐκτραπέντα ἐπ' αὐτὸν τοῦτον αὖθις ἐπαναγαγεῖν), ἐπεὶ τὰ τῶν ἐναντίων φρούρια εἷλεν ἀκονιτὶ, ἐπὶ τὴν Ἀντιόχου ἐπορεύετο παμπληθεὶ, καὶ πρὸ τῶν τειχῶν αὐτῆς πηξάμενος χάρακα, τοὺς στρατηγοὺς καὶ λοχαγοὺς συναγηοχὼς, ἐν περιωπῇ τε κατὰ τὸ ὕπαιθρον στὰς, ἔλεξε ταῦτα· τὰ μὲν ἐπέκεινα ταύτης 73 ἀνῳκισμένα τῆς πόλεως φρούρια τῇ τῆς προνοίας ῥοπῇ καὶ τῇ σφῶν ἐμπειρίᾳ μετὰ τῆς προσούσης ἀνδρείας εἵλομεν, ὡς ἴστε, συστρατιῶται, παρὰ πᾶσαν ὑπόνοιαν. καὶ χάριν ὁμολογῶ πλείστην ὑμῖν, ὅτι πρὸς ἐμὲ τὸν ὑμῶν ἀφορῶντες ἡγεμόνα, οὐκ ὠκλάσατε περί τε τῶν ἀηδῶν, ἃ πλεῖστα καὶ ἀπηχῆ ἐπιφέρειν οἶδεν ὁ πόλεμος, ἀλλ' οὕτω μετὰ προθυμίας καὶ λελογισμένης ῥώμης διηγωνίσασθε, ὥστε μηδὲν, οἷς προβάλομεν τῶν φρουρίων, ὑπέρτερον γενέσθαι τῆς ὑμῶν ἀρετῆς, καὶ καταλειφθῆναι ἀνάλωτον. οἶδα δὲ καὶ τὸ πρὸς τὴν κατασκαφὴν ταυτησὶ τῆς πόλεως πρόθυμον ὑμῶν, ὅπως ὀργᾶτε καὶ σφαδάζετε ἡ στρατιὰ, ταύτην κατεριπώσειν καὶ δῃώσειν πυρί. ἀλλ' οἶκτός μέ τις ὑπεισέρχεται ταύτης, εἰ τρίτη τῶν περὶ τὴν οἰκουμένην τελοῦσα πόλεων, τῷ τε κάλλει καὶ τῷ μεγέθει τῶν περιβόλων (ὁρᾶτε γὰρ εἰς ὅσον ὕψος ἐπανατείνονται οὗτοι), ἔτι δὲ πλήθει τοῦ δήμου καὶ τῶν οἰκιῶν ἀμηχάνοις κατασκευαῖς, ἐρείπιον κείσεται, καθά τι φρούριον πενιχρόν. τὸ δὲ τὴν Ῥωμαϊκὴν στρατιὰν κατὰ τὴν ταύτης κατατρίβειν ἐκπόρθησιν, καὶ τὰ ὑμῖν ὑποποιηθέντα τῷ πολεμεῖν αὖθις διαφθείρειν τε καὶ λεηλατεῖν, οὔ μοι νοῦν ἔχειν δοκεῖ. ἐγὼ γὰρ ἐκεῖνον μάλιστα φαίην κηδεμονικὸν στρατηγὸν, τὸν ταῖς ἐπεξελάσεσι καὶ διαμελλήσεσι τὴν τῶν ἐναντίων κακοῦντα χώραν καὶ διαφθείροντα· τὸν δέ γε τὴν οἰκείαν ταῖς τῆς στρατιᾶς ἐκδρομαῖς καὶ αὖθις κατὰ χώραν ἀναστροφαῖς παραπολλύοντα καὶ ἐκτρίβον τα, 74 τοῦτον ἀνόητον, μᾶλλον δὲ κακονούστατον ὀνομάζειν οὐκ ἂν ἀποκνήσαιμι· παρόμοιόν τι διεργαζόμενον τῶν τῇ παροιμίᾳ κωμῳδουμένων κυνῶν, οἳ τοὺς λύκους τῶν προβάτων ἀποσοβεῖν ἐποφείλοντες, καὶ τὰ βοσκήματα φυλάττειν ἀνεπιβούλευτον, οἱ δὲ, πρὸς τῷ μὴ ἀποσοβεῖν, μᾶλλον τῶν θηρίων αὐτοὶ διακόπτουσι καὶ διασπαράττουσιν. εἰ οὖν δοκεῖ καὶ πείθεσθέ μοι, ἐπείπερ ὁ λόφος ὀχυρώτατος οὑτοσὶ καταφαίνεται, καὶ κατάῤῥυτός ἐστιν ὕδασιν, ὡς ὁρᾶτε, τοῦτον δὴ τειχιστέον ἐξαυτῆς, καὶ ἴλην ἱππέων καὶ σπεῖραν πεζῶν ἐν αὐτῷ ἐατέον· ὥστε καθ' ἑκάστην ἐπεξελάσεσι καὶ καταδρομαῖς, καὶ τῶν ἐπιτηδείων διαρπαγαῖς τὴν Ἀντιόχου ταπεινώσωσι, καὶ εἰς ἀμηχανίαν δεινὴν κατακλείσαντες καὶ ἄκουσαν ἀναγκάσωσι, Ῥωμαίοις γενέσθαι ὑπόσπονδον. εἶπεν ὁ βασιλεὺς, καὶ λίθον ἐπωμισάμενος (ἦν γὰρ περὶ τὰ τοιαῦτα μετριοπαθής τε καὶ ταπεινὸς), ἄνεισι ἐπὶ τὸν λόφον, πάσῃ τῇ στρατιᾷ οὕτω ποιεῖν διακελευσάμενος. ἦν οὖν ἰδεῖν ἐν τρισὶν ἡμέραις ἄστυ ἀνῳκισμένον ἐπὶ τὸν λόφον, εὐερκές τε καὶ ὀχυρώτατον. φάλαγγα τοιγαροῦν πεντακοσίων ἱππέων, καὶ σπεῖραν χιλίων πεζῶν ἐν τῷ φρουρίῳ καταλιπὼν, καὶ ἀποχρῶσαν χιλὸν αὐτοῖς ἀποσιτισάμενος, ἐντειλάμενός τε ὁσημέραι ἐκδρομὰς κατὰ τῆς Ἀντιοχείας ποιεῖν, καὶ τὸ παρατυχὸν μαχαίρας ἔργον καὶ προνομῆς ἀπεργάζεσθαι, αὐτὸς ἐκεῖθεν ἀπάρας πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξε, καὶ μεγαλοπρεπῶς πρὸς τῶν ἀστικῶν ὑποδεχθεὶς ἐκεῖσε διέτριβεν. ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Ε.
72.2.1
Ἀλλ' οὕτω μὲν, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, ὁ αὐτοκράτωρ Νικηφόρος Συρίαν καὶ τὰ παράκτια ταύτης καταδραμὼν, καὶ τὸ ἀντίξουν ἅπαν ἐκποδὼν ποιησάμενος, καὶ λείαν Μυσῶν θέμενος, καὶ πλεῖστα πτολίσματα καθελὼν, κἀν τοῖς ἐπικαιροτάτοις τῆς μεγάλης Ἀντιοχείας φρούριον ἐρυμνὸν δομησάμενος ἐν τρισὶν ἡμέραις καὶ πολίσας, ἐς τὸ Βυζάντιον ἐπανέζευξεν. Ἐντεῦθεν παρὰ τὸν τῶν Καρχηδονίων ἀγὸν διεκηρυκεύετο, καὶ τὸ τοῦ ἐναγεστά 76 του καὶ ἀσεβεστάτου Μωάμεδ ξίφος δῶρον ἐξέπεμπεν, ὅπερ λάφυρον ἔκ τινος τῶν κατὰ Παλαιστίνην ἁλόντων φρουρίων ἀνείληφε, καὶ τὸν Πατρίκιον ἐξῄτει Νικήταν, ὃν συνέβη τὸ πρότερον ἐν τῷ περὶ Σικελίαν τῶν Ῥωμαίων πταίσματι δορυάλωτον ληφθέντα, τῷ τοιούτῳ τῶν Ἄφρων παραπεμφθῆναι κατάρχοντι, ὡς ὁ λόγος ἐδήλωσε. διὰ γραμμάτων οὖν ἐπέσκηπτεν, ὡς, εἰ ἐνδοιάσῃ πρὸς τὴν τοῦ Πατρικίου ἀπόδοσιν, καὶ οὐκ ἐξαυτῆς τοῦτον ἀνήσοι τε τῶν δεσμῶν, καὶ ὡς αὐτὸν παραπέμψῃ, πόλεμον ἀκήρυκτον ἤτω προσδοκῶν, καὶ πᾶσαν τὴν αὐτοῦ ἐπικράτειαν ἀνεκτριβῆναι, τοῖς Ῥωμαϊκοῖς δηϊουμένην στρατεύμασι. ταῖς τοιαύταις οὖν ὁ Καρχηδόνιος ἐκδειματωθεὶς ἀγγελίαις, ὡς ἄλλαις τισὶ, κατὰ τὴν παροιμίαν, ἀπὸ Σκυθῶν ῥήσεσι, τόν τε Πατρίκιον Νικήταν καὶ τοὺς σὺν αὐτῷ ληφθέντας δορυαλώτους, καὶ ὅσους Ῥωμαίων ἐκ διαφόρων χώρων ἐν εἱρκταῖς πεδήτας παρακατεῖχε, δῶρον τῷ βασιλεῖ Νικηφόρῳ ἐξέπεμπε· δέος γὰρ αὐτὸν ὑπεισῄει, ἐκστρατείαν καὶ ἔκπλουν τούτου ἐνωτισάμενον. τὸ γὰρ ἀκαταγώνιστον τοῦ ἀνδρὸς, κἀν ταῖς μάχαις ἀνυπόστατον καὶ ἀπρόσιτον, καὶ ὅπως εὐπετῶς τὸ ἀντίπαλον ἅπαν ὡς ἔκ τινος θείας ῥοπῆς εὐείκτως κατεστρέφετο, ἔφριττόν τε πάντα ἔθνη καὶ ἐτεθήπεσαν, καὶ οὐ πολέμιον ἔχειν, ἀλλὰ φίλον καὶ δεσπότην ἠπείγοντο. οὕτω μὲν δὴ ὁ Πατρίκιος Νικήτας καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων αἰχμάλωτοι τῶν δεσμῶν ῥυσθέντες καὶ τῆς εἱρκτῆς, πρὸς τὸ Βυζάντιον ἐπανῄεσαν. ὁ δὲ βασιλεὺς Νικηφόρος ἥσθητε, 77 ὡς τὸ εἰκὸς, καὶ ἡμέραν ἦγεν ἑόρτιον, καὶ τὰς εὐχαριστηρίους τῷ Θεῷ ἐπὶ τῇ τῶν ὁμοφύλων ἀπολυτρώσει ἀπεδίδου εὐχάς. ἐν ᾧ δὲ ταῦτα κατά τε τὴν Συρίαν καὶ τὸ Βυζάντιον τῷ βασιλεῖ διεπράττετο, ὁ πρὸς τοὺς Ταυροσκύθας σταλεὶς βασιλικῷ νεύματι Καλοκύρης ὁ Πατρίκιος, κατὰ τὴν Σκυθίαν γενόμενος, καὶ τῷ τῶν Ταύρων κατάρχοντι φιλιωθεὶς, δώροις τε τοῦτον διαφθείρας καὶ λόγοις καταγοητεύσας ἐπαγωγοῖς (φιλοκερδὲς δὲ ἅπαν ἐκτόπως τὸ Σκυθικὸν, καὶ λίχνον ὅτι μάλιστα, καὶ ἐπιῤῥεπὲς πρὸς λημμάτων ὑπόσχεσιν καὶ ἀνάληψιν) ἐνέπεισε στρατιὰν συναγηοχότα βαρεῖαν, ἐλαύνειν κατὰ Μυσῶν· τούτους δὲ καταγωνισάμενον ὑποποιήσασθαι μὲν τὴν χώραν καὶ ταύτην παρακατέχειν εἰς ἴδιον ἐνδιαίτημα· αὑτῷ δὲ κατὰ Ῥωμαίων συνάρασθαι, ὅπως κατάσχοι τὴν βασιλείαν, καὶ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐπιτεύξοιτο. μεγάλας δὲ καὶ ἀνεκδιηγήτους τὰς ὠφελείας αὐτῷ πράξειν καθυπισχνεῖτο, ἐκ τῶν βασιλικῶν ταμείων συνεκφορήσαντα. βʹ. Τούτων τῶν λόγων ὁ Σφενδοσλάβος ἀκουτισθεὶς (τοῦτο γὰρ πρὸς τῶν Ταύρων κατωνομάζετο) οὐχ οἷός τε ἦν ἐπισχεῖν τὴν ὁρμήν· ἀλλὰ, μετέωρος ταῖς ἐλπίσι τοῦ πλούτου γενόμενος, ὀνειροπολῶν τε τὴν τῆς χώρας κατάσχεσιν τῶν Μυσῶν, καὶ ἄλλως δὲ θερμουργός τε ὢν καὶ θρασὺς, ἄλκιμός τε καὶ ῥέκτης ἀνὴρ, πᾶσαν ἡβηδὸν ἡλικίαν τῶν Ταύρων πρὸς τὴν ἐκστρατείαν κατήπειγεν. ἑξήκοντα τοιγαροῦν χιλιαδῶν ἀκμαίων ἀνδρῶν στρατιὰν συναγείρας, ἐκτὸς τοῦ θητικοῦ, ἅμα τῷ Πατρικίῳ Καλοκύρῃ, 78 ὃν καὶ ὁμαίμονα προσήκατο φιλίας θεσμοῖς, ἐχώρει κατὰ Μυσῶν. ἄρτι δὲ παραπλέοντος τὸν Ἴστρον, καὶ πρὸς τὴν ἐπὶ τῆς ἠπείρου ἀπόβασιν ἐπειγομένου, αἰσθόμενοι τὸ δρώμενον οἱ Μυσοὶ, εἰς τρισμυρίων ἀνδρῶν συναγομένην φάλαγγα συνασπίσαντες ὑπηντίαζον. ἀλλ' ἐῤῥωμενέστατα τῶν πορθμείων ἀποβάντες οἱ Ταῦροι, τά τε σάκη προβαλόντες, καὶ τὰ ξίφη σπασάμενοι, ἐπιστροφάδην ἔπληττον τοὺς Μυσούς. οἱ δὲ, μηδὲ τὴν πρώτην ῥοπὴν ἐνεγκόντες, εἰς φυγαδείαν ἐτράποντο καὶ πρὸς τὸ Δορύστολον (ἐχυρὸν δὲ φρούριον τοῦτο Μυσῶν) ἀγεννῶς συνεκλείοντο. τηνικαῦτα δὴ λέγεται καὶ Πέτρον, τὸν ἡγήτορα τῶν Μυσῶν, ἄνδρα θεοφιλῆ καὶ σεβάσμιον, τῷ ἀπροσδοκήτῳ τῆς τροπῆς περιαλγήσαντα, ἐπιληψίας πάθος περιπεσεῖν, καὶ ὀλίγον ἐπιβιώσαντα, τῶν τῇδε ὑπαπελθεῖν. ἀλλὰ ταῦτα μὲν κατὰ τὴν Μυσίαν ἐπράττετο ὕστερον· ὁ δὲ τῶν Ῥωμαίων αὐτοκράτωρ Νικηφόρος, τὰ περὶ τῶν Ταύρων διαγνοὺς, καὶ ἄλλως δὲ παρὰ πᾶσαν αὑτοῦ τὴν βιοτὴν μεμεριμνημένος τις ὢν, καὶ ἐγρηγορὼς, καὶ μὴ νευστάζων, μηδέ τισιν ἡδοναῖς ὅλως δουλούμενος (οὐδὲ γὰρ ἔχοι τις λέγειν, ὡς ἴδοι τοῦτον κωμάσαντα κἂν ἐν νεότητι), τότε παντοδαπός τις ἦν, καὶ τὴν πεζικὴν στρατιὰν ἐξήρτυε, καὶ τοὺς λόχους καθώπλιζε, καὶ τὴν ἱππικὴν φάλαγγα ἐς βάθος διέταττε, καὶ πανσιδήρους ἱππότας ἀπέφαινε. τάς τε μηχανὰς τὰς ἐφετηρίους τεκταινόμενος ἐπὶ τῶν τῆς πόλεως πυργωμάτων καθίδρυε, καὶ σειρὰν βαρυτάλαντον ἐκ σιδήρου πεποιημένην ἐπὶ 79 τὸν πύργον ἐνδησάμενος, ὃν Κεντηνάριον κικλήσκειν εἰώθασιν, ἐπὶ φιτρῶν τε μεγίστων ἐφαρμοσάμενος, κατὰ τὸν Βόσπορον ἔτεινε, καὶ πρὸς τὸ τοῦ καταντιπέρας Καστελλίου πύργωμα ἀνῆψε. δραστήριος δὲ ὢν, καὶ βαθυγνώμων, εἰ καί τις ἄλλος, ὧν ἴσμεν, ἀνὴρ, ἀξύμφορον εἶναί οἱ διελογίζετο, εἰ πρὸς ἀμφότερα τὰ ἔθνη τὴν διαμάχην ἄροιτο. ξυνοῖσον οὖν ἐδόκει εἶναι αὐτῷ, εἰ τὸ ἓν ὑποποιήσῃ τῶν ἐθνῶν. οὕτω γὰρ ἐδόκει ῥᾷστα περιέσεσθαι τοῦ ἑνὸς, καὶ αὐτὸ θᾶττον καταγωνίσασθαι.
72.3.1
Ἐντεῦθεν, ἐπεὶ τὸ παρὰ τῶν Ταύρων ἀπεγνώκει διακηρυκεύεσθαι (ᾔδει γὰρ τὸν Πατρίκιον Καλοκύρην ἅπαξ τῆς εὐθείας ἐκκλίναντα καὶ τῆς τούτου κυρίας ἀφηνιάσαντα, καὶ μέγα παρὰ τῷ Σφενδοσλάβῳ δυνηθέντα, μὴ εὐείκτως τῷ τούτου θελήματι σπείσασθαι), πρὸς τοὺς ὁμοθρήσκους Μυσοὺς ἐβουλεύσατο μᾶλλον πρεσβείαν στείλασθαι. καὶ δῆτα πρέσβεις ὡς αὐτοὺς ἔστελλε, τόν τε Πατρίκιον Νικηφόρον, ᾧ τὸ ἐπώνυμον Ἐρωτικὸς, καὶ Φιλόθεον, τὸν τῶν Εὐχαΐτων πρόεδρον, καὶ τῆς τε θρησκείας αὐτοὺς ὑπεμίμνησκε (τὰ Χριστιανῶν γὰρ ἀναντιῤῥήτως πρεσβεύουσιν οἱ Μυσοὶ), καὶ παρθένους τοῦ βασιλικοῦ γένους ἐξῄτει, ὡς συνάψῃ ταύτας τοῖς τοῦ αὐτοκράτορος Ῥωμανοῦ παισὶ, καὶ ἀδιάῤῥηκτος ἐκ τοῦ κήδους ἥ τε πρὸς Ῥωμαίους καὶ τοὺς Μυσοὺς καταλλαγὴ καὶ φιλία ἐμπεδωθῇ. οἱ δὲ Μυσοὶ ἄσμενοι τὴν πρεσβείαν ἐδέχοντο, καὶ κόρας ἐξ αἵματος τοῦ βασιλικοῦ 80 ἐπὶ ἁμαξῶν ἀναβιβάσαντες (εἰθισμένον δὲ γυναιξὶ Μυσῶν, ἐφ' ἁμαξῶν ὀχεῖσθαι), τῷ αὐτοκράτορι Νικηφόρῳ ἐξέπεμπον, ἀπαμῦναι σφίσιν ὅτι τάχιστα ποτνιώμενοι, καὶ τὸν τοῖς αὐχέσιν αὐτῶν ἐπικείμενον πέλεκυν τῶν Ταύρων ἀποτρέψαι καὶ κενὸν ἀπεργάσασθαι. καὶ κἂν ἐπήμυνε τούτοις, καὶ τρόπαια κατὰ τῶν Ταύρων ἐστήσατο, ἐπεὶ καὶ κατὰ πάντων, πρὸς οὓς ἂν τὴν Ῥωμαϊκὴν ἀντεπήνεγκε δύναμιν. ἀλλ' ἀπὸ μικρᾶς ῥοπῆς αἰωρούμενα τὰ ἀνθρώπινα, καὶ ὡς ἔκ τινος εἰπεῖν λεπτῆς κρόκης ἐκκρεμαννύμενα, καὶ εἰς τὸ ἐναντίον εἴωθε περιχωρεῖν. ἀνεπισφαλῶς γάρ τινες οἴονται νέμεσίν τινα θείαν καὶ φθόνον ἀνθρώπινον τοῖς ἐπισήμοις καὶ ἀλκιμωτάτοις ἀνδράσι προσίστασθαι, σφάλλοντα τούτους, καὶ περιτρέποντα, καὶ εἰς τὸ μηδὲν συνελαύνοντα. οἷα δὴ καὶ τότε τῷ αὐτοκράτορι Νικηφόρῳ, κατὰ ῥοῦν αὐτῷ φερομένων τῶν πραγμάτων, καὶ ὡς οὐκ ἄλλῳ τῶν πρὸ αὐτοῦ ἡγεμονευσάντων, συμβέβηκεν. ἐγὼ δὲ τοῦτό φημι, ὅτι ἀμηχάνῳ τοῦ κρείττονος προμηθείᾳ ἤδη τοῖς ἀνθρώποις εὐροοῦντα τὰ πράγματα εἰς τοὐναντίον ἀντιπεριΐσταται, ὡς ταύτῃ παιδευθεῖεν θνητοὶ ὄντες καὶ πρόσκαιροι, καὶ μὴ περαιτέρω φυσῷεν τοῦ προσήκοντος. ἤδη γάρ τινες εὐπραγίαις ἐπιβάντες καὶ κατὰ τὰς μάχας εὐδοκιμήσαντες, θεοὺς ἀνειπεῖν αὑτοὺς οὐκ ἐνάρκησαν, εἰς αὐτὴν τὴν πρόνοιαν ἐξυβρίσαντες. παράδειγμα τούτων οἱ τοῦ Ἀλωέως παῖδες Ὦτος καὶ Ἐφιάλτης, εἰς οὐρανοὺς κατὰτὸν μῦθον πειρώμενοι ἀνελθεῖν, καὶ Ναβουχοδονόσορ ὁ 81 Βαβυλώνιος, εἰκόνα στησάμενος ἑαυτοῦ, καὶ ὁ Φιλίππου Ἀλέξανδρος, Ἄμμωνος υἱὸς ἀξιῶν ὀνομάζεσθαι. εἰκότως οὖν τρεπτὰ καὶ παλίντροπα καθέστηκε τοῖς ἀνθρώποις τὰ πράγματα, οἷα δὴ καὶ τότε Ῥωμαίοις συνέβαινεν, ἀποβαλοῦσι μετὰ μικρὸν ἡγεμόνα τὸν ἑαυτῶν, οἷον οὐκ ἔσχεν ἄλλον ἡ Ῥωμαϊκὴ δυναστεία τὸ πρότερον. εἰ γὰρ μὴ τῇ τούτου ἀναιρέσει εἰς τὸ ἔμπαλιν ἡ τύχη τούτοις ἀπέτρεχεν, οὐδὲν ἐνέδει, ἐπιβιοῦντος ἐκείνου, μὴ τὰ ὅρια πήξασθαι τῆς σφῶν ἐπικρατείας πρὸς ἀνίσχοντα ἥλιον κατὰ τὴν Ἰνδικὴν, καὶ αὖθις ἐπὶ δυόμενον πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα. ἀλλὰ γὰρ ἐπανακτέον τὸν λόγον, ὅθεν ἀπέκλινε τοῦ εἱρμοῦ.
72.4.1
Οἱ μὲν δὴ Μυσοὶ χεῖρας ἱκέτιδας ἐφήπλουν, ἐπαμῦναι σφίσι δυσωποῦντες τὸν αὐτοκράτορα. ἐν ᾧ δὲ πρὸς τὴν ἐκστρατείαν διεσκευάζετο, ἡ τῆς μεγάλης Ἀντιοχείας ἅλωσις ἐπηγγέλλετο, ἄρτι κατὰ τὰς ἐκείνου ὑποθήκας ἁλοῦσα, ἃς δὴ τοῖς καταλειφθεῖσι πρὸς αὐτοῦ εἰς τὸ ταύτην λεηλατεῖν στρατιώταις ἐπέσκηπτε. λέγεται γὰρ, ὡς, ἐπείπερ ταῖς καθ' ἡμέραν καταδρομαῖς εἰς ἀμηχανίαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐσχάτην συνηλαύνετο, τὸν Πατρίκιον Πέτρον καὶ στρατοπεδάρχην, τομίαν μὲν ὄντα, ῥέκτην δὲ τὴν ἄλλως καὶ ῥωμαλεώτατον, κατατρέχοντα Συρίαν, ἐκεῖσε μετὰ τῆς δυνάμεως ἀφικέσθαι, καὶ Μιχαὴλ ἐκεῖνον, ἐν ταξιάρχοις τελοῦντα, ᾧ Βούρτζης ἐπώνυμον, ἐπὶ κατασκοπὴν ἐκπέμψαι τῆς πόλεως. τὸν δὲ μετὰ καὶ ἄλλων λογάδων ἀγχοῦ ταύτης γενόμενον, τὸν ἐπίβατον τοῦ τείχους περισκοπῆσαι, 82 καὶ ὀπισθόρμητον ἀπαλλαγῆναι πρὸς τὸ στρατόπεδον, κλίμακάς τε ἀναλόγους τῷ ὕψει τῶν πύργων τεκτήνασθαι· κἀν τοῖς ἀχθοφόροις ζώοις ταύτας ἐπιφορτίσασθαι, καὶ μετὰ λεγεῶνος γενναιοτάτων στρατιωτῶν ἤδη μέσων νυκτῶν τὸν τῆς Ἀντιοχείας περίβολον αὖθις καταλαβεῖν, ἤρεμά τε ταύτας προσερεῖσαι τῷ τείχει καὶ ἀνιέναι διὰ τῶν κλιμάκων· τοὺς δὲ φύλακας τῶν Ἀγαρηνῶν, βαθεῖ τῷ ὕπνῳ καθεύδοντας, τοῖς ξίφεσι διαχρήσασθαι. ἐγκρατεῖς δὲ τῶν τειχῶν τὸν τρόπον τοῦτον Ῥωμαίους γεγενημένους καταβῆναί τε τῶν πύργων, καὶ τετραχῶς τὸ ἄστυ πυρπολεῖν· Ἀντιοχεῖς δὲ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντας, εἰς οἰμωγὰς καὶ θρήνους τραπῆναι καὶ ἀμηχανίαν δεινὴν, διενθυμουμένους ὅ, τι καὶ δράσαιεν. ἤδη δὲ πρὸς ἀλκὴν ὁρμᾷν διαλογιζομένων, καὶ ῥωμαλέως τοῖς ἐναντίοις συστάδην ἀντικαθίστασθαι, τῆς ἕω τηλαυγῶς ὑπαυγαζούσης, προέφθασε τὴν ἐκείνων ὁρμὴν ὁ στρατοπεδάρχης Πέτρος, μετὰ τῆς δυνάμεως εἰς τὴν πόλιν διὰ τῶν πυλῶν εἰσελάσας, ἃς οἱ προκατασχόντες τὸ ἄστυ Ῥωμαῖοι αὐτῷ ἀνεπέτασαν. Ἀντιοχεῖς δὲ πρὸς τοσαύτην στρατιὰν μηδὲ ἀντωπεῖν ἐξισχύοντες, τὰ ὅπλα ῥίψαντες, εἰς ἱκετείαν ἐτράποντο. οὓς ὁ στρατοπεδάρχης ἀνδραποδισάμενος, καὶ τὴν πυρκαϊὰν ἀποσβέσας, καὶ τῶν σύλων ἐξελὼν τὰ πρωτόλεια, τήν τε πόλιν κατὰ κράτος κατεῖχε, καὶ τῶν τειχῶν τὰ ἐπισφαλῆ ἐκρατύνετο.
72.5.1
Ἀλλ' οὕτω μὲν ἡ περιφανὴς καὶ μεγάλη Ἀντιόχεια πρὸς τῶν Ῥωμαίων ἥλω τε καὶ ἐπορθήθη. τὴν γοῦν ταύτης ὁ αὐτοκράτωρ διακούσας κατάσχεσιν, ἐγεγήθει τε, καὶ τῷ κρείττονι 83 εὐχαριστήρια ἔθυσεν. ἔτυχε δὲ τότε τὴν τῶν Ἀσωμάτων ἀπαντῆσαι σύναξιν, ἐν ᾗ καὶ μοναχόν τινα λέγεται τῶν ἐρημικῶν ἐπιστόλιον ἐπιδόντα τῷ βασιλεῖ, ἐκποδὼν ἐξαυτῆς οἴχεσθαι. τὸν δὲ ἀνελῖξαί τε τοῦτο, καὶ τὸν νοῦν αὐτοῦ ἀναλέξασθαι· εἶναι δὲ τὴν τούτου ἔμφασιν τοιαύτην· ἐμοὶ τῷ σκώληκι παρὰ τῆς προνοίας ἀπεκαλύφθη, βασιλεῦ, μεταναστῆναί σε τῶν τῇδε τῷ μετὰ τὸν παρελθόντα Σεπτέμβριον τρίτῳ μηνί. πολλὰ τοίνυν ἀναψηλαφήσας ὁ βασιλεὺς, οὐχ εὗρε τὸν μοναχόν. ἐντεῦθεν ἐν κατηφείᾳ διῆγε καὶ σκυθρωπότητι· ἐπὶ κλίνης τε τὸ παράπαν ἔκτοτε οὐκ ἐβουλήθη διαναπαύσασθαι, ἀλλ' ἐπ' ἐδάφους ὑποστρωννύων δέρμα παρδάλεως, καὶ κοκκοβαφῆ πῖλον, ἐπὶ τούτων ἐκάθευδε, μανδύῃ τῷ τοῦ μοναχοῦ Μιχαὴλ καὶ θείου αὐτοῦ, ᾧ Μαλεΐνος ἐπώνυμον, ἄνωθεν ἐπικαλύπτων αὑτοῦ τὸ σωμάτιον· ἐν οἷς εἴθιστο καθεύδειν, ὁπηνίκα τῶν δεσποτικῶν ἑορτῶν τις εἰσήλαυνε, καὶ τῶν μυστηρίων Χριστοῦ τῶν ἀχράντων ἠβούλετο μετασχεῖν. κατὰ ταύτας δὲ τὰς ἡμέρας συνέβη καὶ τὸν Καίσαρα Βάρδαν, τὸν τοῦ αὐτοκράτορος Νικηφόρου πατέρα, τοῦ βίου μεταναστῆναι, ὑπὲρ τὰ ἐννενήκοντα ἔτη διαβιώσαντα, κἀν τοῖς στρατιωτικοῖς καταλόγοις ἐξ αὐτῆς ἥβης καταγηράσαντα, καὶ πολλὰ τρόπαια καὶ νίκας ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ἀναδησάμενον. ὃν ἐπένθησεν ὁ βασιλεὺς τεθνηκότα, ὡς τὸ εἰκὸς, ἐκ τῶν ἀνακτόρων τε καὶ μέχρι τῆς ἑστίας αὐτοῦ κατὰ μεσημβρίαν κειμένης τοῦ ἄστεος, πρὸς τὸ κάταντες τῆς ἐπὶ θάλασσαν 84 φερούσης ὁδοῦ, ἵνα ὁ τῆς Σοφίας λιμὴν ἥπλωται, τὸν τούτου νεκρὸν προέπεμψε, καὶ τῇ σορῷ περιέστειλε. μετὰ δέ τινας ἡμέρας τοῦ ἐπὶ τῷ πατρὶ πένθους τῷ βασιλεῖ ὑπολωφήσαντος, εὐκαιρίας ἡ Αὐγούστα Θεοφανὼ δραξαμένη, πρόσεισι τούτῳ καταμόνας, πολλὴν συνείρουσα λόγων πειθὼ, Ἰωάννην τε τὸν Μάγιστρον, ᾧ Τζιμισκῆς τὸ ἐπώνυμον, οὐκ ἀνίη ἐξαιτουμένη, προσλιπαροῦσά τε καὶ ποτνιωμένη. καὶ δικαίαν δῆθεν τὴν σκῆψιν προτεινομένη, καὶ, ἵνα τί πάντα μέτρῳ καὶ σταθμῷ ῥυθμίζων τὰ σὰ, βασιλεῦ, ὡς ἀκριβῆ στάθμην εἶναί σε καὶ κανόνα σωφροσύνης εὐθύτατον, παρορᾷς ἄνδρα γενναῖον οὕτω καὶ νεανικὸν, ἀριπρεπῆ τε κατὰ τὰς μάχας τυγχάνοντα καὶ ἀκαταγώνιστον, ἐγκυλινδεῖσθαι τῷ βορβόρῳ τῶν ἡδονῶν, καὶ βίον μεταδιώκειν παρεξηυλημένον καὶ ἄνετον, σφριγῶντα καὶ αὐτὴν τῆς ἡλικίας ἄγοντα τὴν ἀκμὴν, καὶ ταῦτα αὐτανεψιὸν τοῦ σοῦ πεφηνότα κράτους, λαμπράν τε τοῦ γένους ἕλκοντα τὴν σειράν; ἀλλ', εἰ δοκεῖ, κέλευε τὴν ταχίστην, τῶν χώρων ἵνα διατρίβει ἀπάραντα, ἀφικέσθαι τε πρὸς ἡμᾶς καὶ συζύγῳ τῶν εὐγενῶν ἁρμοσθῆναι. τὴν γὰρ ἤδη νόμῳ γάμου προσαρμοσθεῖσαν αὐτῷ ὁ πικρὸς, ὡς οἶσθα, καὶ λυσιμελὴς ἐξεθέρισε θάνατος. εἶξον λοιπὸν, βασιλεῦ, καὶ εἰσηγουμένῃ τὰ δέοντα πείσθητι, καὶ μὴ προκείσθω ταῖς ἀκολάστοις γλώσσαις κωμῳδία καὶ σαρκασμὸς ὁ ἐκ τοῦ σοῦ γένους ἀναδραμὼν, κἀν ταῖς τῶν πολέμων ἀνδραγαθίαις παρὰ πάντων μεγαλαυχούμενος. ϛʹ. Τούτοις τοῖς λόγοις μετελθοῦσα τὸν αὐτοκράτορα καὶ, 85 ὡς τὸ εἰκὸς, καταγοητεύσασα (εὔνοιαν γὰρ ὑπὲρ τὸ προσῆκον παρεῖχεν αὐτῇ, ἐκτόπως τῆς ὥρας ταύτης ἡττώμενος), ἀνέπεισεν εἰσκαλέσαι τὸν Ἰωάννην, καὶ θᾶττον ἀπαντῆσαι πρὸς τὸ Βυζάντιον. ὁ δὲ πρὸς τὴν βασιλεύουσαν εἰσελάσας καὶ τῷ βασιλεῖ παραστὰς, ἐπείπερ ἐπισκήψεις ἐδέξατο τοῖς βασιλείοις ὁσημέραι φοιτᾷν, τότε μὲν ἐφ' ἑστίας εὐθὺς ἀπηλλάττετο· μετέπειτα δὲ παρὰ τὴν βασίλειον αὐλὴν οὐ διελίμπανεν ἀνιών. ἅτε δὲ θερμουργός τις ἀνὴρ πεφυκὼς, καὶ τολμήσας εἰ καί τις ἄλλος, καὶ πράγμασιν ἐπιχειρεῖν ἀλλοκότοις παραβολώτατος, ἐξεῦρε μηχανὴν, ὥστε διά τινων ἀφανῶν εἰσόδων πρὸς τῆς Αὐγούστης ἑτοιμασθεισῶν ὑποδύεσθαί τε καὶ εἰς λόγους ταύτῃ συνέρχεσθαι, καὶ τὴν τοῦ αὐτοκράτορος Νικηφόρου τῶν ἀνακτόρων μελετῆσαι καθαίρεσιν. ἐντεῦθεν ἄνδρας ῥωμαλέους καὶ νεανικοὺς τὰ πολέμια ἐκ διαλειμμάτων πρὸς αὐτὸν ἐξέπεμπεν, οὓς ὑποδεχομένη ἐν οἰκίσκῳ σκοταίῳ παρ' αὐτῇ παρεφύλαττεν. ἐπεὶ δὲ πόνον ἡ τούτων ἐπὶ κακῷ συλλαβοῦσα συμφωνία καὶ δεινὴν ἀδικίαν ὠδίνασα, τὴν πονηρὰν τεκεῖν ἀνομίαν ἠπείγετο, συνελθόντες αὖθις ἀλλήλοις κατὰ τὸ σύνηθες, τὸν αὐτοκράτορα Νικηφόρον τῆς ἀρχῆς κατασπᾶσαι διέγνωσαν. ἐκεῖθεν ἐφ' ἑστίας ὁ Ἰωάννης ἀπαλλαγεὶς, Μιχαήλ τε, τὸν καλούμενον Βούρτζην, καὶ Λέοντα τὸν Πεδιάσιμον εἰσκαλέσας καὶ τὸ δωμάτιον κλείσας, τὴν τοῦ αὐτοκράτορος Νικηφόρου μετ' αὐτῶν ἐσκαιωρεῖτο ἀναίρεσιν. μὴν ἐφειστήκει τότε Δεκέμβριος, δεκάτην ἐλαύνων ἡμέραν. λέγεται 86 δὲ κατὰ τὴν ἑσπέραν παρὰ τὸν καιρὸν τῆς ὑμνῳδίας κληρικόν τινα τῆς βασιλείου αὐλῆς λίβελλον ἀναδοῦναι τῷ βασιλεῖ, ἐν ᾧ ταῦτα ἐγέγραπτο· γνωστὸν ἔστω σοι, βασιλεῦ, ὡς ὄλεθρός σοι ταύτῃ τῇ νυκτὶ ἐπικαττύεται χαλεπός. ὅτι δὲ ἀληθῆ ταῦτα, ἡ γυναικωνῖτις ἐρευνηθήτω, ἐν ᾗ ἄνδρες ἔνοπλοι καταληφθήσονται, οἱ τὴν σὴν μέλλοντες αὐτουργῆσαι σφαγήν. τὸν γοῦν λίβελλον ὁ βασιλεὺς ἀναγνοὺς, Μιχαὴλ τῷ τοῦ κοιτῶνος κατάρχοντι ἔρευναν ἀκριβῆ τῶν ἀνδρῶν ποιῆσαι παρεκελεύσατο· ὁ δὲ, εἴτε τὴν Αὐγούσταν καταιδεσθεὶς, εἴτε μελλήσει χρησάμενος, ἢ καὶ θεοβλαβείᾳ παρενεχθεὶς, παρῆκε τὸ δωμάτιον, ἐν ᾧ τὸ τῶν φόνων τῶν ἀνδρῶν καθῆστο στίφος, ἀνεξερεύνητον. ἤδη δὲ τῆς νυκτὸς ἐπελθούσης, κατὰ τὸ εἰθισμένον ἡ βασιλὶς πρὸς τὸν αὐτοκράτορα εἰσφοιτήσασα, λόγους διῄει περὶ τῶν ἐκ Μυσίας νεωστὶ ἀφιγμένων νυμφῶν, ὅτι, ἄπειμι τὰ πρὸς θεραπείαν αὐτῶν ἐπισκήψασα, ἔπειτα δὲ φοιτήσω πρὸς σέ· ἀλλ' ἠνεῳγμένος ὁ κοιτωνίσκος ἔστω, καὶ μὴ κλεισθήτω τὰ νῦν· παλινοστήσασα γὰρ ἐγὼ τοῦτον κλείσω λοιπόν. ταῦτα προσειποῦσα ἐκεῖθεν ἐξῄει. ὁ δὲ βασιλεὺς δι' ὅλης μὲν τῆς φυλακῆς τῆς νυκτὸς τὰς συνήθεις εὐχὰς ἀνέπεμπε τῷ Θεῷ, καὶ τῇ μελέτῃ τῶν θείων γραφῶν διεσχόλαζεν. ἐπεὶ δὲ τὸν ὕπνον ἡ φύσις ἀπῄτει, πρὸ τῶν σεπτῶν εἰκόνων τῆς τε θεανδρικῆς τοῦ Χριστοῦ μορφῆς, καὶ τῆς Θεομήτορος, καὶ τοῦ θείου προδρόμου καὶ κήρυκος, παρὰ τὸ παρδάλειον δέῤῥος καὶ τὸν κοκκοβαφῆ πῖλον, ἐπ' ἐδάφους διανεπαύετο. 87 ζʹ. Οἱ δὲ πρὸς τῆς Αὐγούστης ὑποδεχθέντες ὑπηρέται τοῦ Ἰωάννου, τοῦ δωματίου ξιφήρεις ἐκπηδήσαντες, τὴν ἐκείνου ἄφιξιν προσεδέχοντο, περὶ τὰ ὕπαιθρα τῶν βασιλείων ὑπερῴων κατασκοπούμενοι. πέμπτην τῆς νυκτὸς ὥραν ὁ γνώμων ἤδη κατεπηγγέλλετο· δριμεῖα δέ τις βορέου αὖρα τὸ τοῦ ἀέρος ἐπεῖχε κατάστημα, καὶ χιὼν ἐχεῖτο πολλή· καὶ ὁ Ἰωάννης ἀφίκετο μετὰ τῶν συνωμοτῶν, ἐπὶ λέμβου τὸν αἰγιαλὸν παραπλέων, καὶ τῆς ἠπείρου προσεπιβαίνων, ἵνα ὁ λίθινος λέων τὸν ταῦρον ζωγρεῖ (Βουκολέοντα τὸν τόπον κέκληκεν ἡ συνήθεια)· ὃς τοῖς ἄνωθεν ἐπὶ τῶν ὑπαίθρων προκύπτουσιν ὑπηρέταις συρίττων ἐπεγινώσκετο. τοιοῦτον γὰρ τοῖς παλαμναίοις ἐδέδοτο σύνθημα. κόφινον οὖν καλωδίοις ἐξηρτημένον χαλάσαντες ἄνωθεν, καθ' ἕνα τοὺς συνωμότας πρότερον ἅπαντας ἀνιμήσαντο, ἔπειτα δὲ καὶ τὸν Ἰωάννην αὐτόν. ἀνελθόντες οὖν παρὰ πᾶσαν ἀνθρωπίνην ὑπόνοιαν, καὶ τὰ ξίφη γυμνώσαντες, εἰς τὸν βασιλικὸν εἰσελαύνουσι θάλαμον, καὶ τὴν κλίνην κατειληφότες, καὶ ταύτην εὑρόντες κενὴν καὶ μήτινα ἐν αὐτῇ διαναπαυόμενον, ἐπεπήγεσαν ἀπὸ τοῦ δέους, καὶ κατακρημνίζειν αὑτοὺς ἐπειρῶντο πρὸς θάλασσαν. ἀλλ' ἀνδράριόν τι τῶν ἐκ τῆς γυναικωνίτιδος ἰταμῶν, αὐτῶν ἡγησάμενον, ὑποδεικνύει τὸν βασιλέα καθεύδοντα, ὃν κύκλῳ περιστάντες ἔνυττον τοῖς ποσὶν ἐναλλόμενοι. διυπνισθέντα δὲ τοῦτον καὶ τὴν κεφαλὴν ἐπ' ἀγκῶνος ἐρείσαντα, ξίφει βιαίως παίει Λέων ὁ Βαλάντης ὀνομαζόμενος. ὁ δὲ περιαλγήσας τῷ 88 τραύματι (μέχρι τῆς ὀφρύος καὶ τῆς βλεφαρίδος τὸ ξίφος καθίκετο, ἀπαράξαν μὲν τὸ ὀστοῦν, μὴ πλῆξαν δὲ τὸν ἐγκέφαλον), Θεοτόκε, βοήθει, ἐκέκραγε γεγωνοτέρᾳ φωνῇ· ἐῤῥεῖτο δὲ πανταχόθεν τῷ αἵματι καὶ κατεφοινίσσετο. ὁ δὲ Ἰωάννης, ἐπὶ τῆς βασιλικῆς καθίσας στρωμνῆς, ἑλκύειν ὡς αὑτὸν τὸν βασιλέα παρεκελεύσατο. ὃν ἑλκυσθέντα, ὀκλάζοντά τε καὶ ἐπὶ τὸ ἔδαφος διαῤῥέοντα (οὐδὲ γὰρ οἷός τε ἦν ἐπὶ γόνυ ἀνίστασθαι, καταβληθείσης αὐτῷ τῆς γιγαντώδους ἰσχύος τῇ τοῦ ξίφους πληγῇ), ἀνηρώτα τοῦτον μετὰ ἀπειλῶν, καὶ, λέγε μοι, ἀγνωμονέστατε σὺ καὶ βάσκανε τύραννε, οὐ δι' ἐμοῦ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐπέβης, καὶ τὴν τοσαύτην δυναστείαν ἀνείληφας; πῶς οὖν, τῆς τοιαύτης ἀλογήσας εὐεργεσίας, καὶ φθόνῳ καὶ μανίᾳ οἰστρηλατηθεὶς, τῆς τῶν στρατευμάτων καθαιρήσειν ἀρχῆς τὸν σὸν εὐεργέτην ἐμὲ οὐκ ἐνάρκησας; ἀλλὰ κατ' ἀγροὺς σχολάζειν διαφῆκας μετὰ τῶν γεωργῶν, ὡσεί τινα ἄτιμον μετανάστην, ἄνδρα γενναῖον οὕτω, καὶ νεανικὸν ὑπὲρ σέ· ὃν τὰ τῶν ἐναντίων φρίττει στρατόπεδα, καὶ οὗ τῶν χειρῶν οὐκ ἔστιν ὅστις σε ῥύσεται νῦν. εἰπὲ τοίνυν, εἴ τίς σοι πρὸς ταῦτα δικαιολογίας ἀντιλογία ὑπολέλειπται. ηʹ. Ὁ δὲ βασιλεὺς, λειποθυμῶν ἤδη καὶ μὴ ἔχων τὸν αὑτῷ ἐπαμύνοντα, τὴν Θεοτόκον ἐκάλει ἐπίκουρον. Ἰωάννης δὲ τὸν πώγωνα τούτου δραξάμενος ἀνηλεῶς ἔτιλλε, καὶ οἱ συνωμόται ταῖς λαβαῖς τῶν ξιφῶν τὰς αὐτοῦ σιαγόνας ὠμῶς καὶ ἀφιλαν 89 θρώπως ἔνυττον, ὡς διασαλεῦσαί τε τοὺς ὀδόντας καὶ παρακινῆσαι αὐτοὺς τοῦ φατνώματος. ἐπεὶ δὲ προσκορεῖς ἦσαν τοῦτον ποινηλατούμενοι, κατὰ τῶν στέρνων ὁ Ἰωάννης παίει ποδὶ, τό τε ξίφος ἀνατείνας κατὰ μέσον διήλασε τοῦ κρανίου, πλήττειν τὸν ἄνδρα καὶ τοῖς ἄλλοις ἐγκελευσάμενος. οἱ δὲ κατεσπάθιζον τοῦτον ἀνηλεῶς, καί τις ἀκουφίῳ τὸ μετάφρενον αὐτοῦ πλήξας διαμπερὲς ἐπὶ τὰ στέρνα διήλασε. τὸ δὲ τοιοῦτον ὅπλον σιδήρειον ἐπίμηκες πέφυκεν, ἐρωδιοῦ ῥάμφει προσεοικὸς ἀτεχνῶς· παρὰ τοσοῦτον δὲ διαλλάττει τοῦ ῥάμφους κατὰ τὸν σχηματισμὸν, παρ' ὅσον ἐκεῖνο μὲν ἰθυτενὲς ἡ φύσις ἐκλήρωσε τῷ πτηνῷ, τὸ δὲ εἰς καμπὴν ἠρέμα μετρίαν ἐκτείνεται, ὀξεῖαν ἐπιεικῶς προβαλλόμενον τὴν ἀκμήν. τοιαύτην μὲν δὴ Νικηφόρος ὁ αὐτοκράτωρ τὴν τοῦ βίου εὗρε καταστροφὴν, πάντα μὲν τὸν τῆς ζωῆς χρόνον πεντήκοντα καὶ ἑπτὰ ἔτη διαβιοὺς, ἓξ δὲ καὶ μόνους ἐνιαυτοὺς πρὸς μησὶ τέσσαρσι τὴν τῆς βασιλείας ἰθύνας ἀρχήν· ἀνὴρ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ πᾶσαν ἀδηρίτως ὑπερβαίνων τὴν κατ' αὐτὸν γενεὰν, ἐμπειρότατός τε καὶ δραστικώτατος τὰ πολέμια, καὶ πρὸς πᾶσαν ἰδέαν πόνων ἀνένδοτος, καὶ σώματος ἀμείλικτος καὶ ἀκολάκευτος ἡδοναῖς· μεγαλόφρων τε καὶ μεγαλοφυὴς τὰ πολιτικὰ, ἐννομώτατα δικάζων, καὶ νομοθετῶν ἀσφαλῶς, καὶ μηδενὸς τῶν ἐν τούτοις κατατριβέντων ἡττώμενος· ἐν δὲ ταῖς εὐχαῖς καὶ ταῖς παννύχοις πρὸς Θεὸν στάσεσιν ἄκαμπτός τε καὶ ἀδαμάντινος, ἀμετεώριστον ἐν ταῖς ὑμνῳδίαις τὸν νοῦν συντηρῶν, καὶ πρὸς τὰ μάταια μηδόλως ῥεμβόμενον. ἐλάττωμα δὲ τοῦτο προσῆπτον οἱ πολλοὶ τῷ ἀνδρὶ, ὅτι τε ἀπαρεγχείρητον ἐβούλετο πρὸς ἁπάν 90 των συντηρεῖσθαι τὴν ἀρετὴν, καὶ μὴ παραχαράττεσθαι τὴν τοῦ δικαίου ἀκρίβειαν. διὸ καὶ ἀπαραίτητος ἦν εἰς τὴν τούτων ἐκδίκησιν, καὶ τοῖς ὀλισθαίνουσιν ἀδυσώπητος καὶ φορτικὸς ἐδόκει, καὶ ἐπαχθὴς τοῖς ἀδιάφορον ἀντλεῖν τὸν βίον ἐθέλουσιν. ἐγὼ δέ φημι, ὡς εἰ μή τις κατὰ ῥοῦν φερομένοις τοῖς πράγμασι βάσκανος νεμεσήσασα τύχη τὸν ἄνδρα τοῦτον ταχὺ τοῦ βίου ἀπήγαγε, μεγίστην ἂν ἡ τῶν Ῥωμαίων ἡγεμονία καὶ οἵαν οὐκ ἄλλοτε εὔκλειαν ἀπηνέγκατο. ἀλλὰ γὰρ ἡ πρόνοια, τὰ σκληρὰ καὶ ὑπέραυχα τῶν ἀνθρώπων ἀποστυγοῦσα φρονήματα, κολούει τε καὶ περιστέλλει καὶ εἰς τὸ μηδὲν συνωθεῖ, οἷς οἶδεν ἀνεφίκτοις κρίμασι πρὸς τὸ συμφέρον τὸ τοῦ βίου πορθμεῖον εὐθύνουσα. θʹ. Ὁ δέ γε Ἰωάννης, ἐπεὶ τὸ τοιοῦτον θεοστυγὲς καὶ ἀνόσιον μῦσος εἰργάσατο, ἐπὶ τὸν λαμπρὸν οἶκον τῆς βασιλικῆς ἑστίας παρελθὼν (Χρυσοτρίκλινον τὸν δόμον κατονομάζουσι), τό τε πέδιλον τὸ ἐρυθρὸν τοῖς ποσὶν ἐνηρμόσατο, καὶ παρὰ τὸν θρόνον κεκάθικε τὸν βασιλικὸν, καὶ περὶ τῶν κοινῶν πραγμάτων ἐφρόντιζεν, ὅπως τούτων ἐγκρατής τε γένοιτο, καὶ μήτις αὑτῷ διαστασιάσοι τῶν ἐξ αἵματος προσηκόντων τῷ αὐτοκράτορι. οἱ δὲ τοῦ Νικηφόρου ὑπασπισταὶ, ὀψέ ποτε τὴν ἀναίρεσιν τούτου ἐνωτισθέντες, ὥρμησαν ἐπαμῦναι αὐτῷ, ὑποτοπάζοντες, ἐν τοῖς ζῶσιν ἔτι περιεῖναι τὸν ἄνδρα, καὶ τὰς σιδηρέας πύλας παντὶ σθένει ἀναμοχλεύειν ἐπειρῶντο. ἀλλὰ ὁ Ἰωάννης τὴν κεφαλὴν ἐνεχθῆναι τοῦ Νικηφόρου ἐνεκελεύσατο, καὶ 91 ταύτην ὑποδειχθῆναι διὰ τρυμαλιᾶς τοῖς ἐκείνου σωματοφύλαξι. παρελθὼν δέ τις, Ἀτζυποθεόδωρος καλούμενος, ἐξέτεμέ τε τὴν κεφαλὴν, καὶ τοῖς στασιάζουσιν ὑπεδείκνυεν. οἱ δὲ, τὸ ἀλλόκοτον καὶ ἄπιστον ἀθρήσαντες θέαμα, τά τε ξίφη τῶν χειρῶν μεθῆκαν, καὶ παλινῳδίαν ᾖσαν, καὶ τὸν Ἰωάννην αὐτοκράτορα Ῥωμαίων ὁμοφώνως ἐκήρυττον. ὁ δὲ τοῦ Νικηφόρου νεκρὸς κατὰ τὸ ὕπαιθρον ἐπὶ τῆς χιόνος πανημέριος ἔκειτο· ἑνδεκάτη ἦν τοῦ Δεκεμβρίου μηνὸς ἡμέρα, σαββάτῳ· ὃν πρὸς ἑσπέραν βαθεῖαν τῇ ὁσίᾳ παραπεμφθῆναι ὁ Ἰωάννης προσέταξε. θήκῃ οὖν σχεδιασθείσῃ ξυλίνῃ ὡς ἔτυχε περιστείλαντες, μέσον τῶν νυκτῶν λαθραίως εἰς τὸν θεῖον τῶν Ἀποστόλων σηκὸν ἐξεκόμισαν, καὶ κατὰ τὸ ἡρῷον, ἔνθα τὸ τοῦ θείου καὶ ἀοιδίμου Κωνσταντίνου σῶμα κατάκειται, ἐν μιᾷ τῶν βασιλικῶν σορῶν ἐκήδευσαν. ἀλλὰ γὰρ οὐκ ἐπενύσταξεν ἡ δίκη τῇ μιαιφονίᾳ τῶν ἀλαστόρων ἐκείνων ἀνδρῶν, μετῆλθε δὲ πάντας ποινηλατοῦσα μετέπειτα, καὶ δημευθέντες, κατὰ τὰ ἔσχατα πενητεύσαντες, κακοὶ κακῶς τοῦ ζῇν ἀπηλλάγησαν, ὅσοι τῆς ἐκείνου σφαγῆς αὐτόχειρες ἐξεγένοντο. ἀλλ' ἀποχρώντως γὰρ εἰρῆσθαί μοι δοκεῖ περὶ τῶν πεπραγμένων τῷ αὐτοκράτορι Νικηφόρῳ, καὶ τῆς αὐτοῦ βιοτῆς καὶ καταστροφῆς. τὸ δὲ πέρα τοῦ μετρίου κατατρίβειν τὸν λόγον καὶ κατατείνειν ἐκεῖ, πολυπραγμόνων ἡγοῦμαι τὸ πάθος καὶ τῆς γραφῆς ὑπερβαινόντων τὸ πλήσμιον, οἷς μηδὲ τὸ τυχὸν παρεῖται ἀνεξερεύνητον. δέον οὖν εἶναί μοι δοκεῖ, ταύτην τὴν περὶ ἐκείνου 92 καὶ τῶν αὐτῷ πραχθέντων διήγησιν περιστείλαντα, καὶ περὶ τῶν τῷ Ἰωάννῃ πραχθέντων, ὃς κατ' ἐπίκλησιν Τζιμισκῆς ἐκαλεῖτο (τοῦτο δὲ τὸ τῆς Ἀρμενίων διαλέκτου πρόσρημα ὂν, εἰς τὴν Ἑλλάδα μεθερμηνευόμενον μουζακίτζην δηλοῖ· βραχύτατος γὰρ τὴν ἡλικίαν τελῶν ἐπωνυμίαν ταύτην ἐκτήσατο), κατὰ τὸ ἐνὸν ἐξειπεῖν, ὡς ἂν μὴ λήθης βυθοῖς παραῤῥυῇ ἔργα βιωφελῆ καὶ μνήμης ἐπάξια. ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ ϛʹ.
72.6.1
Τοῦ δὲ αὐτοκράτορος Νικηφόρου τὸν τρόπον, ὃν εἴρηταί μοι, ἀναιρεθέντος, τὰς τῆς βασιλείας ἡνίας Ἰωάννης, ὁ κατ' ἐπίκλησιν Τζιμισκῆς, ὑποζώννυται. ἤδη δὲ τετάρτης φυλακῆς τῆς νυκτὸς ἀρχομένης, ἑβδόμης ἡμέρας διαφανούσης, ἑνδεκάτης τελούσης τοῦ Δεκεμβρίου μηνὸς, κατὰ τὴν τρισκαιδεκάτην ἴνδικτον τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου ἔτους, λογάδων ἀνδρῶν στίφος, διὰ τῶν ἀγυιῶν τοῦ ἄστεος 94 διερχόμενον, αὐτοκράτορα Ῥωμαίων τὸν Ἰωάννην σὺν τοῖς τοῦ ἤδη βασιλεύσαντος Ῥωμανοῦ παισὶν ἀνηγόρευον· οἷς ἐκ διαστήματος ἐφείπετο Βασίλειος ὁ Νόθος, Ῥωμανοῦ τοῦ πάλαι αὐτοκράτορος ἐκ Σκυθίδος υἱὸς, τῷ τοῦ προέδρου ἐκδιαπρέπων ἀξιώματι. Νικηφόρος δὲ, μόνος τῶν λοιπῶν σεβαστῶν, ἐς γέρας τῷ ἀνδρὶ ταύτην ἐκαινοτόμησε τὴν τιμήν· ὅσπερ, εἰ καὶ ἐκτομίας ἐτύγχανεν, ἀλλὰ τὴν ἄλλως δραστήριός τε καὶ ἀγχίνους ὑπῆρχεν ἀνὴρ, εὐφυῶς τοῖς πράγμασιν ἐν περιστάσεσιν ἁρμοττόμενος. συνωμότης δὲ ὢν Ἰωάννῃ, καὶ λίαν ἐκτόπως αὐτῷ φιλικῶς διακείμενος, ἐσκήπτετο πρότερον νοσεῖν, κἄπειτα πονήρως εἶχε, καὶ κλινοπετὴς ἦν. νύχιον οὖν τὴν τοῦ Νικηφόρου μεμαθηκὼς ἀναίρεσιν, τῷ προειληφότι στίφει μετὰ σπείρας γενναίων νεανίσκων ἐπισπόμενος, σεβαστὸν βασιλέα Ῥωμαίων τὸν Ἰωάννην ἀνεκήρυττεν· εἰς τὰ βασίλειά τε αὖθις ἀνῄει, καὶ περὶ τῶν κοινῶν Ἰωάννῃ συνέπραττε, τὴν τοῦ παρακοιμωμένου πρὸς ἐκείνου τιμὴν εἰληφώς. περὶ τῶν ξυνοισόντων οὖν αὑτοῖς βουλευσάμενοι, ἐντάλματα καὶ προστάγματα διὰ παντὸς τοῦ ἄστεος αὐθωρὸν ἔστελλον, μὴ ἐξεῖναί τινι νεωτεριεῖν, ἢ ἐπὶ διαρπαγὰς ἀποκλίνειν· κίνδυνον γὰρ εἶναι τῷ τοιουτότροπόν τι τολμήσαντι, ἀφαιρεῖσθαι τῆς κεφαλῆς. τοῦτο τὸ παράγγελμα ἐπιεικῶς Βυζαντίους ἐξεδειμάτωσε, καὶ οὐδεὶς ἐτόλμα νεοχμῶσαί τι παρὰ τὸ προσταχθέν. εἰώθεσαν γὰρ ἐν ταῖς τοιαύταις μεταβολαῖς οἱ ἀργοὶ τοῦ δήμου, καὶ ἄποροι, ἐς διαρπαγὰς χρημάτων καὶ κατασκαφὰς οἴκων, ἔσθ' ὅτε καὶ τῶν 95 ὁμοφύλων σφαγὰς τρέπεσθαι, καθά που καὶ ἐν τῇ ἀναῤῥήσει τοῦ αὐτοκράτορος Νικηφόρου συμβέβηκεν. ἀλλὰ τὴν τοιαύτην ἀκάθεκτον τοῦ ἀγοραίου ὄχλου φορὰν προφθάσας ἀνέστειλε τὸ τοῦ Ἰωάννου διάγγελμα.
72.7.1
Ἐν τούτοις τῶν πραγμάτων ᾐωρημένων, Λέων Κουροπαλάτης, ὁ τοῦ Νικηφόρου σύναιμος, ἐφ' ἑστίας καθεύδων, τὴν τοῦ ἀδελφοῦ σφαγὴν διενηχηθεὶς, δέον αὐτῷ, χρυσοῦ θησαυροὺς κεκτημένῳ πολυταλάντους, κατὰ ἄμφοδον διασπείρειν, καὶ τούτοις τοὺς ἀστικοὺς δεξιούμενον, εἰς ἐκδίκησιν κατὰ τῶν τυράννων παρακαλεῖν (εἰ γὰρ οὕτω διενοήθη, τάχ' ἂν ἀναιμωτὶ τὸν Ἰωάννην τῶν ἀρχείων κατέσπασεν· ὅτι τε οἱ τὰς τῆς πολιτείας ἐγκεχειρισμένοι ἀρχὰς πρὸς τοῦ Νικηφόρου ταύτας εἰλήφεσαν· καὶ ὅτι στρατιωτικὸν ἀξιόχρεων τῶν ὑπ' ἐκείνῳ τεταγμένων τῷ Βυζαντίῳ ἐπεχωρίαζεν· οἳ πάντες αὐτῷ βουληθέντι, καὶ πρὸς ἀλκὴν καὶ νεωτερισμὸν ὡρμηκότι, συνήραντο ἄν)· ἀλλὰ γὰρ, τῷ μεγέθει τοῦ πάθους τὰς φρένας ἐκθροηθεὶς, τοῦτο μὲν οὐδ' ἐπὶ νοῦν ἔλαβεν, ὡς εἶχε δὲ δρόμων τὸν περίπυστον τῆς τοῦ Θεοῦ Σοφίας καταλαμβάνει σηκὸν, τῇ τύχῃ καὶ τῇ φορᾷ τῶν πραγμάτων ταῦτα καταλιπών. ὁ δέ γε Ἰωάννης, πρὶν τηλαυγῶς τῇ γῇ τὰς ἀκτῖνας προσυφαπλῶσαι τὸν ἥλιον, ταῖς μεγίσταις τῆς πολιτείας ἀρχαῖς οἰκείους ἄνδρας ἀποκαθίστησι, Πραίτωρα, καὶ τοῦ πλωΐμου Δρουγγάριον, τῆς τε βίγλης, καὶ ὃν καλοῦσι νυκτέπαρχον, τοὺς τοῦ Νικηφόρου, 96 παραιτησάμενος· οὓς ἅμα τοῖς ἐξ αἵματος ἐκείνου ἀνήκουσιν ἐν τοῖς σφετέροις ἀγροῖς διατρίβειν παρέπεμψε. πίστεις τε τῷ τοῦ αὐτοκράτορος Νικηφόρου ὁμαίμονι Λέοντι τῷ Κουροπαλάτῃ, καὶ Νικηφόρῳ Πατρικίῳ, τῷ υἱῷ τοῦ τοιούτου Λέοντος, περὶ τῶν σφῶν σωμάτων ἀπαθείας δοὺς, ἐς Μήθυμναν, τὴν ἐν Λέσβῳ τῇ νήσῳ κατῳκισμένην, περιορίζει· τούς τε τοπάρχας τῶν χώρων ἁπάντων μεθίστησι, καὶ οἰκείους ἀντ' ἐκείνων ἀποκαθίστησι. τότε δὴ καὶ Βάρδαν, τὸν τοῦ Κουροπαλάτου Λέοντος υἱὸν, ἐν πατρικίοις τελοῦντα, καὶ τὴν τοῦ Δουκὸς ἀξίαν ὑπεζωσμένον, κἀν τοῖς τῆς Χαλδαίας ὁρίοις διατρίβοντα, τῆς ἀρχῆς παγανώσας, εἰς Ἀμάσειαν περιορίζει. ἱκανὴν οὖν ἐντεῦθεν ἀσφάλειαν ἑαυτῷ τε καὶ τοῖς πράγμασιν ἐπιβραβεύσας, καὶ ἅπαν τὸ ὕποπτον τῆς πολιτείας ἀνακαθάρας, ἐν τοῖς βασιλείοις διέτριβε. πέμπτον καὶ τεσσαρακοστὸν ἔτος ἦν αὐτῷ τῆς ἡλικίας, ὅτε τῆς βασιλείου ἐπέβη ἀρχῆς.
72.8.1
Τὴν δὲ ἰδέαν τοιόσδε ἦν· λευκὸς μὲν τὴν ὄψιν, καὶ εὔχρους, τὴν κόμην φέρων ξανθὴν καὶ ἀραιὰν ἐπὶ μέτωπον· ὀφθαλμοὶ τούτῳ ἀνδρώδεις καὶ χαρωποί· ῥὶς λεπτή τε καὶ σύμμετρος· γένυς ἡ ἄνωθεν πυρσὴ, καὶ εἰς πλαίσιον καθειμένη παρὰ τὸ μέτριον, ἡ δὲ κάτωθεν μεμετρημένη ὡς τὸ εἰκὸς, καὶ μήτι ἐνδεῶς ἔχουσα. τὴν δὲ ἡλικίαν βραχύς τις ἦν, εἰ καὶ στέρνον εὐρὺ καὶ μετάφρενον εἶχε· γιγαντώδης δὲ τούτῳ ἐνῆν ἰσχὺς, καὶ ταῖς χερσὶν εὐαγωγία, καὶ ἀλκή τις ἀνανταγώνιστος· ἡρωϊκὴ γὰρ αὐτῷ ἀνεκέκρατο, ἀδεής τε καὶ ἀκατάπληκτος, ἐν οὕτω 97 βραχεῖ σώματι ἀποδεδειγμένη τόλμαν ὑπερφυῆ. ἐς ὅλην γὰρ ἀντίπαλον φάλαγγα οὐκ ἀπεδειλία μόνος ὁρμᾷν, πλείστους τε κατακτείνων, ἀπτερώτῳ τάχει πρὸς τὸν οἰκεῖον αὖθις συνασπισμὸν διανέκαμπτε, κακῶν ἀπαθής· ἐν ἅλματι δὲ, καὶ σφαιρισμοῖς, καὶ ἀκοντισμοῖς, καὶ τόξων ἐντάσεσι καὶ βολαῖς, πάντων κατηυμεγέθει τῶν κατὰ τὴν αὐτὴν γενεάν. λέγεται, ὡς κέλητας ἵππους τέτταρας στοιχηδὸν ἱστὰς, ἐκ τοῦ θατέρου μέρους καθαλλόμενος, ἐπὶ τὸν πύματον ὥς τις πτηνὸς ἐφίζανε. βέλος τε ἀφιεὶς οὕτω κατεστοχάζετο τοῦ σκοποῦ, ὡς διὰ δακτυλίου ὀπῆς ἰέναι ἀπευθύνειν αὐτό· τοσοῦτον ὑπερέβαλλε καὶ τὸν παρ' Ὁμήρου μεγαλαυχούμενον νησιώτην, τὸν διὰ τῶν πελέκεων τὸν ὀϊστὸν διευθύναντα. σφαῖράν τε ἐκ σκύτους κατειργασμένην ὑελίνου σκύφους ἐν τῷ πυθμένι ἐπιτιθεὶς, μύωπί τε τὸν ἵππον κεντρίζων καὶ τὸν δρόμον ἐπιταχύνων, ῥάβδῳ παίων τὴν σφαῖραν, αὐτὴν μὲν ἀναθρώσκειν καὶ πέτασθαι κατειργάζετο· τὸ δὲ δὴ σκύφος ἀμετακίνητον καὶ ἄθραυστον κατὰ χώραν μένειν ἐλίμπανε. μεγαλόδωρός τε καὶ φιλοδωρότατος παρὰ πάντας ἦν· οὐδεὶς γὰρ αὐτὸν αἰτησάμενος τῶν ἐλπίδων κενὸς ἀπηλλάττετο. πᾶσι δὲ φιλαγάθως καὶ ἱλαρῶς ἐφιλανθρωπεύετο, προφητικῶς τὸ ἔλαιον τῆς εὐποιΐας κιχρῶν· καὶ εἰ μὴ Βασίλειος ὁ παρακοιμώμενος αὐτὸν ἐπεῖχε τῆς ἀπλήστου περὶ τὸ εὐεργετεῖν τοὺς ὁμοφύλους ῥοπῆς, κἂν τοὺς βασιλικοὺς θησαυροὺς εἰς τὴν τῶν δεομένων διανομὴν θᾶττον συνεξεφόρησεν. ἐλάττωμα δὲ Ἰωάννῃ 98 τοῦτο προσῆν, ὅτι τε περὶ πότους ἔστιν ὅτε παρὰ τὸ προσῆκον ἐκώμαζε, καὶ περὶ τὰς τοῦ σώματος ἡδονὰς διεπτόητο.
72.9.1
Ἀλλ' οὕτω μὲν ἐν ἡμέραις ἑπτὰ τὰ τῆς πολιτείας διοικησάμενος, καὶ τὴν ἀρχὴν ἑαυτῷ κρατυνάμενος, καὶ ὡς οὐκ ἄν τις ᾠήθη ποτὲ (ἐν γὰρ ταῖς μεγίσταις τῶν πραγμάτων μεταβολαῖς, πολλῆς, ὡς εἰκὸς, στάσεως ἀναῤῥιπιζομένης καὶ ταραχῆς, τότε, οὐκ οἶδ' ὅπως, παρατυχὸν εὐκοσμία τις καὶ βαθεῖα σιγὴ τὸν δῆμον κατέσχε, τοῦ αὐτοκράτορος Νικηφόρου ἀναιρεθέντος, καί τινος ἑνὸς τῶν ὑπασπιστῶν ἑτέρου μηδενὸς κἂν ἐπὶ κόῤῥης εἰληφότος κόνδυλον), ἐς τὸν θεῖον καὶ μέγαν τῆς τοῦ Θεοῦ Σοφίας σηκὸν εἰσφοιτᾷ, ὡς πρὸς τοῦ πατριάρχου κατὰ τὸ εἰθισμένον τῷ βασιλείῳ διαδήματι ταινιωθησόμενος. εἴθισται γὰρ τοὺς νέον τῆς Ῥωμαϊκῆς ἡγεμονίας προσεπιβαίνοντας ἐπί τε τὸν ἄμβωνα τοῦ νεὼ ἀνιέναι, καὶ πρὸς τοῦ κατὰ καιροὺς ἱεράρχου εὐλογεῖσθαί τε, καὶ τῷ βασιλείῳ στέφει ταινιοῦσθαι τὴν κεφαλήν. ὁ δὲ Πολύευκτος τὸν τῆς πατριαρχίας τότε θρόνον κατεῖχε. θεῖός τέ τις ὢν καὶ ζέων τῷ πνεύματι, εἰ καὶ τὴν ἡλικίαν ἔξωρος ἦν, μὴ ἐξεῖναί οἱ ἐδήλου τῷ βασιλεῖ ἐς τὸ ἱερὸν εἰσελαύνειν, πρὶν ἂν τὴν Αὐγοῦσταν τῶν βασιλείων ἐξαγάγῃ, καὶ τὸν ἀναιρέτην τοῦ αὐτοκράτορος Νικηφόρου, ὅσπερ ἂν εἴη, καθυποδείξῃ· καὶ προσέτι τὸν τόμον τῇ συνόδῳ προσαποτίσῃ, ὃν ὁ Νικηφόρος παρὰ τὸ εἰκὸς ἐνεώχμωσεν. ὁ γὰρ Νικηφόρος, εἴτε τὰ θεῖα πρός τινων τῶν ἱερέων κινούμενα βουλόμενος διορθοῦν, ὡς ᾤετο, εἴτε κατεξουσιάζειν καὶ τῶν ἱερῶν, ὅπερ ἔκσπονδον ἦν, τόμον σχεδιάσαι 99 τοὺς ἱεράρχας κατεβιάσατο, μήτι τῶν ἐκκλησιαστικῶν πραγμάτων ἐκτὸς τῆς ἐκείνου ῥοπῆς ἐνεργεῖν. ταῦτα μὲν ὁ Πολύευκτος τῷ βασιλεῖ ποιεῖν εἰσηγεῖτο· ἄλλως γὰρ οὐχ οἷόν τε ἐξεῖναι αὐτῷ ἐς τὰ θεῖα εἰσιτητέον ἀνάκτορα. ὁ δὲ, τὴν τοιαύτην φάσιν δεξάμενος, τήν τε Αὐγοῦσταν τῶν ἀνακτόρων κατήγαγε, καὶ κατὰ τὴν νῆσον τὴν λεγομένην Πρώτην περιώρισε, τόν τε τοῦ Νικηφόρου τόμον τῇ συνόδῳ ἐπέδωκε, καὶ Λέοντα τὸν Βαλάντην καθυπεδείκνυεν, αὐτόχειρα τοῦ Νικηφόρου καὶ αὐθέντην πεφηνέναι τοῦτον, οὐκ ἄλλον, ἰσχυριζόμενος. οὕτως εἰς τὸν θεῖον σηκὸν ὁ Ἰωάννης παραδεχθεὶς, καὶ πρὸς τοῦ Πολυεύκτου στεφθεὶς, ἐς τὴν βασίλειον ἑστίαν παλινοστεῖ, παρὰ παντὸς τοῦ τε στρατιωτικοῦ πλήθους καὶ τοῦ δημοτικοῦ εὐφημούμενος.
72.10.1
Ἐντεῦθεν ἐκεχειρίας μικρᾶς καὶ ῥᾳστώνης δραξάμενος, τὴν προσοῦσαν αὑτῷ κτῆσιν ἀνέκαθεν δίχα διαιρήσας· πολλὴ δέ τις ἦν ἔκ τε τῶν προγόνων αὐτῷ καταλειφθεῖσα (λαμπροτάτου γὰρ γένους ὁ Ἰωάννης κατήγετο, πρὸς μὲν πατρὸς εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν, ἐκ δὲ μητρὸς ἀνεψιὸς Νικηφόρου τοῦ αὐτοκράτορος), καὶ ἐκ τῶν βασιλικῶν δωρεῶν, ἣν διὰ τὰ ἐν πολέμοις αὑτοῦ τρόπαια φιλοτίμως ἀπεφέρετο· τὴν μὲν τοῖς ὁμόροις καὶ ἀγχιτέρμοσι γεωργοῖς ἀφῆκε διανείμασθαι· τὴν δὲ τῷ καταντιπέρας Βυζαντίου τῶν λελωβημένων νοσοκομείῳ ἠφώρισε, προσεπιδομήσας τοῖς παλαιοῖς δόμοις τῶν τῇ ἱερᾷ νόσῳ καμνόντων καὶ ἑτέρας οἰκίας. καὶ τούτων τὸν ἀριθμὸν πολυπλασιάσας, 100 ἀνιών τε καὶ ὡς αὐτοὺς παραγινόμενος, διένεμέ τε τούτοις χρυσὸν, καὶ τὰ ἡλκωμένα καὶ τῇ νόσῳ κατειργασμένα τούτων μέλη οὐκ ἀπηξίου θεραπεύειν κατὰ τὸ ἐνὸν, καίτοι ἁβρότατος ὢν καὶ λίαν φιλόκαλος. τοσοῦτον εἶχε τὸ φίλοικτόν τε καὶ συμπαθὲς πρὸς τὸ κάμνον τῆς φύσεως, παρὰ φαῦλον, ὅτε πως τούτοις ἀπήντα, τόν τε τῆς βασιλείας ὄγκον καὶ τὸν ἐκ τῆς ἁλουργίδος ἀποτικτόμενον τῦφον τιθείς. φόρων τε ἀτέλειαν τῷ τῶν Ἀρμενιακῶν θέματι παρέσχεν· ἐκεῖθεν γὰρ ὥρμητο. τῆς δὲ ῥόγας ἐνστάσης, ἣν ἥ τε σύγκλητος καὶ τὸ τῆς πολιτείας εὐγενὲς καὶ ἐλλόγιμον παρὰ τῆς βασιλικῆς χειρὸς ἀποφέρεται, πᾶσι τοῖς ἠξιωμένοις ταυτησὶ τῆς δωρεᾶς, προῖκα τὴν ῥόγαν ἐπηύξησε, φιλοτίμῳ καὶ φιλαγάθῳ γνώμῃ κινούμενος.
72.11.1
Ἤδη δὲ τῆς πρὸς Ὀρόντῃ μεγάλης Ἀντιοχείας πρὸς τοῦαὐτοκράτορος Νικηφόρου ἁλούσης, καὶ τοῦ ἱεραρχοῦντος χηρευούσης (ὁ γὰρ τὸ πρότερον κατάρχων ταύτης Ἀγαρηνὸς τὸν πατριάρχην Χριστοφόρον, ἀποστολικὸν ἄνδρα τε καὶ θεσπέσιον, ἀνεῖλεν, ἀκόντιον κατὰ τῶν στέρνων αὐτοῦ διελάσας, ἔγκλημα τἀνδρὶ εἰς τὸν σωτῆρα Χριστὸν ἐπάγων εὐσέβειαν), ταύτης τὸν συνοικισμὸν προὐργιαίτερον ὁ βασιλεὺς Ἰωάννης ποιούμενος, διὰ σπουδῆς εἶχε καὶ πολὺς ἦν ἐγκείμενος, τῆς ἱεραρχίας ταύτης τὸν ἄξιον εὑρεῖν. ἀλύοντι δὲ τούτῳ καὶ γνωματεύοντι, ἐπὶ νοῦν ἦλθεν ὁ ἐκ Κολωνείας Θεόδωρος, ἀνὴρ ἐξ ὀνύχων τὸν ἐρημικὸν καὶ ἀπράγμονα βίον αἱρετισάμενος, καὶ πολλοῖς ἱδρῶσιν ἀσκητικοῖς τὸ σαρκίον καταδαμάσας. τρίχινον γὰρ ῥάκος ἐνδιδυσκό