Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Leone Armenio
Leo Grammaticus PG 108Arme 349.1 · spanish-geminiMore by Leo Grammaticus PG 108
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-grammaticus-pg-108-120" aria-label="More works by Leo Grammaticus PG 108"> —
⋯
More

Original: Pg Scrape Grc

De Leone Armenio (e cod. Paris. gr. 1711) ΕΥΓΓΡΑΦΗ ΧΡΟΝΟΓΡΑΦΙΟΥ ΤΑ ΚΑΤΑ ΛΕΟΝΤΑ ΥΙΟΝ ΒΑΡΔΑ ΤΟΥ ΑΡΜΕΝΙΟΥ ΠΕΡΙΕΧΟΥΣΑ. Καὶ λοιπὸν Μιχαὴλ ὁ βασιλεὺς τῷ πρώτῳ ἔτει τὴν βασιλείας αὐτοῦ ἔστεψε τὸν υἱὸν αὐτοῦ Θεοφύλακτον εἰς τὰς ἑορτὰς, προελθούσης καὶ τῆς γυναικὸς αὐτοῦ Προκοπίας μετὰ δόξης πολλῆς καὶ παρασταθείσης ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ἰδούσης τὸ στέψιμον τοῦ υἱοῦ αὐτῆς καὶ ποιησάσης χαρὰν μεγάλην καὶ διανειμάσης χρήματα πολλά. αὕτη γὰρ ἦν διατιθοῦσα πάντα τὰ τῆς βασιλείας· ὁ γὰρ ἀνὴρ πρᾶος ἦν, ὡς εἴρηται. ἐποίησαν δὲ καὶ ἐλεημοσύνας πολλάς, διασκορπίσαντες τὰ χρήματα ἅπερ ὁ Νικηφόρος δι' ἐμμελείας ἐσώρευσεν, εἰς τὰς ἐκκλησίας εἰς τὰ μοναστήρια καὶ εἰς τοὺς ἀσκητὰς ἐν ταῖς ἐρήμοις τὰ πρὸς τὴν χρείαν ἀποστέλλοντες καὶ εἰς τὰ πτωχεῖα 336 καὶ εἰς τοὺς ξενῶνας καὶ εἰς τοὺς αἰχμαλώτους καὶ εἰς τὰς χήρας καὶ εἰς τοὺς ὀρφανοὺς καὶ εἰς τοὺς ἀπὸ οὐσίας πεσόντας, καὶ πάντας χαροποιήσαντες ὑπὸ πάντων ἐδοξάζοντο. καὶ οἱ δῆμοι ἐμέλισαν ποιήματα καθ' ἕκαστον ἦχον πρὸς εὐφημίαν αὐτῶν πᾶσαν ἡδονὴν κολακείας παρέχοντα. καὶ λοιπὸν πάντας ἀνεκαλέσατο εἰς οὕσπερ Νικηφόρος ἐχθρωδῶς διέκειτο, καὶ ἐξέβαλε τοῦ παλατίου τῆς Θεοδότης τοὺς ἀδελφοὺς ὄντας πατρικίους καὶ Λέοντα τὸν ἐπιλεγόμενον τοῦ Σκληροῦ, καὶ ἐποίησεν αὐτὸν στρατηγὸν εἰς Πελοπόννησον. Καὶ Λέοντα υἱὸν Βάρδα τοῦ Ἀρμενίου πταίσαντα τὸν Νικηφόρον τὸν δαρέντα καὶ κουρευθέντα ὑπ' αὐτοῦ καὶ ἐξορισθέντα οὗτοι ἀνεκαλέσαντο, καὶ ἐποίησαν αὐτὸν πατρίκιον καὶ στρατηγὸν τῶν ἀνατολικῶν· ὃς καὶ ἐτυράννησεν αὐτοὺς πονηρὸς ὤν, ὡς ὕστερον λέξομεν· λοιπὸν οὖν τούτων γενομένων ἐπαρθέντες οἱ Βούλγαροι ἐπὶ τῇ νίκῃ τῇ κατὰ τοῦ Νικηφόρου ἐβούλοντο ἀπελθεῖν πρὸς πόλεμον. ταῦτα γνοὺς Μιχαὴλ βουλὴν ποιησάμενος συνήγαγε πάντα τὰ θέματα, στρατεύσας καὶ ἄλλους πολλοὺς ἀντὶ τῶν ἀπολειφθέντων ἐν τῷ πολέμῳ, καὶ τοὺς φυλάσσοντας τὰς κλεισούρας τῆς Συρίας συναθροίσας, Λυκάονας καὶ Κίλικας καὶ Ἰσαύρους καὶ Καππαδόκας καὶ Γαλάτας, καὶ πάντας παραλαβὼν ἐξῆλθεν δευτέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας, ἰνδικτιῶνος. καὶ τῆς 337 πόλεως συνακολουθούσης αὐτῷ, καὶ Προκοπίας τῆς Αὐγούστης τῆς αὐτοῦ γυναικός, ἐξῆλθεν ἕως τἀκιδούκτου, ποιοῦντες μαιουμάδας καὶ διδόντες χαρίσματα τοὺς ἄρχοντας τοῦ στρατοῦ, παρακλαούσης αὐτοὺς τῆς Προκοπίας καὶ περὶ Μιχαὴλ τοῦ βασιλέως, διαφυλάττειν αὐτὸν καὶ σκέπειν ἐν τῷ πολέμῳ καὶ ἀγωνίζεσθαι ὑπὲρ τῶν Χριστιανῶν. κακεῖθεν πάλιν αὐτὴ ὑπέστρεψεν ἐν τῇ πόλει. καὶ λοιπὸν ἀπάραντες ἐκεῖθεν ὅ τε βασιλεὺς καὶ πᾶς ὁ λαὸς ἐγγυτόμησαν ἕως τῶν κλεισουρῶν. καὶ δὴ οἱ Βούλγαροι παρετάξαντο ἀπενάντι αὐτῶν, καὶ θεωροῦντες τὸ πλῆθος τοῦ λαοῦ οὐκ ἐτόλμησαν ἐπιχειρῆσαι, ἀλλ' ἵσταντο παρατεταγμένοι. ὁμοίως δὲ καὶ ὁ λαὸς τοῦ βασιλέως ἵσταντο καὶ αὐτοὶ παρατεταγμένοι ἕως ἡμερῶν ιεʹ, μὴ τολμῶντες ἀλλήλοις βαλεῖν χεῖρα. καὶ λοιπὸν ἐταλαιπωρήθησαν ἐν τῷ καύσωνι στήκοντες τοῦ θέρους ἡμέρας καὶ νυκτὸς οἵ τε ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἦλθον εἰς ἀδυναμίαν πολλήν, προσδοκῶντες ὅτι οἱ Βούλγαροι εἶχον βαλεῖν χεῖρα, καὶ πάλιν οἱ Βούλγαροι ὁμοίως· καὶ ἦν ἰδεῖν αὐτοὺς ἐν ἀμηχανίᾳ πολλῇ. καὶ δὴ ὁ Ἀπλάκης ἦν ἐπὶ τὸ ἓν μέρος τῆς ἄκρας, ἔχων τοὺς Μακεδόνας καὶ τοὺς Θρᾳκησιανούς, καὶ δηλοῖ τὸν βασιλέα" ἕως πότε στήκομεν καὶ ἀπολλύμεθα; ἐγὼ πρῶτος βάλλω χεῖρα ἐπὶ τῷ ὀνόματι τοῦ θεοῦ, καὶ αὐτοὶ μετὰ προθυμίας ἐπεισέλθατε. καὶ ἔχομεν νικῆσαι· πλείους γὰρ αὐτῶν ἐσμὲν δεκαπλασίων." ὡς καὶ ἦν. καὶ ἀρξάμενος 338 τοῦ πολέμου συνεχύθησαν ἐπ' αὐτὸν οἱ Βούλγαροι, καὶ οἱ Θρᾴκης ἤρξαντο κόπτειν αὐτούς. καὶ λοιπὸν τῆς μάχης ἀρξαμένης οὐκ ἦλθον εἰς βοήθειαν οἱ λοιποὶ λαοί, ἀλλὰ δειλιάσαντες ἔδωκαν εἰς τροπήν, πρῶτον τὸ θέμα τῶν ἀνατολικῶν· καὶ καταλειφθέντες μόνοι οἱ τοῦ Ἀπλακίου, καὶ μὴ ἰσχύοντες ἀντιστῆναι, ἤρξαντο κόπτεσθαι καὶ αὐτοί. καὶ λοιπὸν ἰδόντες πάντα τὰ θέματα ἔφυγον, παρ' ὀλίγον καταλιμπάνοντες καὶ τὸν βασιλέα, οἱ τὸ πρὶν καυχώμενοι ὑπὲρ τοῦ βασιλέως καὶ τῶν Χριστιανῶν ἀγωνίζεσθαι. ἔλεγον γὰρ ὅτι ἐν τῇ Βουλγαρίᾳ εἰσελθόντες ἐν τόποις δυσβάτοις ἐκυρίευσαν ἡμᾶς, ἔξωθεν δὲ ἐπὶ κάμπου νικῆσαι αὐτοὺς ἔχομεν. καὶ πάντα ἐψεύσαντο· μήπω γὰρ ἀρξάμενοι πολεμεῖν ἔφυγον. καὶ λοιπὸν ἐπλήγη ἐν αὐτῷ τῷ πολέμῳ ὅ τε Ἀπλάκης καὶ πολλοὶ ἐκ τοῦ λαοῦ αὐτοῦ. οἱ δὲ λοιποὶ ἰδόντες ὅτι οὐκ ἔχουσίν ποθεν βοήθειαν, ἔφυγον καὶ αὐτοί. ἦν δὲ ὁ τόπος κοιλὸς ἐν ᾧ συνέβαλον τὴν μάχην, καὶ τὰ θέματα ἵσταντο πρὸς τὸ ὑψηλότερον μέρος. καὶ τραπέντων αὐτῶν ἐλογίζοντο ὅτι οὐκ ἔφυγον ἀλλ' ὀπισθοπόδησαν καὶ τροποῦνται αὐτούς· καὶ εὐθέως οὐ κατεδίωξαν αὐτούς. καὶ μετὰ μικρὸν ἀνακύψαντες ὀλίγον θεωροῦσιν ὅτι δρόμῳ πολλῷ φεύγοντες ἀπέκρυψαν, καὶ λύσαντες τοὺς χαλινοὺς τῶν ἵππων κατεδίωκον ὀπίσω αὐτῶν. αὐτοὶ δὲ φεύγοντες ἀλλήλους συνεπάτουν, καὶ 339 ὁ ἔμπροσθεν φεύγων τὸν ὀπίσω οὐ κατενόει· ἀκούων γὰρ τὸν κρότον τῶν ποδῶν τῶν ἵππων ἔλεγεν ὅτι ὑπὸ τῶν πολεμίων καταδιώκεται, καὶ ἕως οὗ ὁ ἵππος πεσὼν ἀπέθανεν, οὐκ εὐμενίδη ἕκαστος τοῦ φεύγειν. λοιπὸν δὲ καὶ οἱ πλεῖοι πεζῇ ἔφυγον, τῶν ἵππων ἐκ τῆς παραταγῆς ἀδυνάτων ὄντων. λιμαγχονηθέντες δέ, καὶ τοῦ δίψους καέντων, ὀλίγον ἀπερχόμενοι ἔπιπτον καὶ ἀπέθνησκον· πάντες γὰρ τὰ ἄρματα καὶ τὰ λωρίκια ἔρριψαν εἰς τὴν ὁδόν. ἄλλοι δὲ καταφθανόμενοι εἰσῆλθον εἰς κάστρα τινά, ὕστερον δὲ παρακαθίσαντος τοῦ Βουλγάρου καὶ παραλαβόντος πάντας. λοιπὸν οὖν οἱ πολέμιοι ὄπισθεν ἐσύναγον τὰ ἄρματα τῶν φευγόντων. καὶ δὴ ἕως τῆς πόλεως οὐκ ἔστησαν φεύγοντες. καὶ φθάσας ὁ βασιλεὺς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ ἠσφάλισεν, ἵνα μὴ ὁ λαὸς χαλασθεὶς ποιήσῃ κακόν. Οἱ δὲ Βούλγαροι ἕως ὀλίγου τόπου καταδιώξαντες τὸ λοιπὸν μετὰ ἀνέσεως ἤρχοντο· ἦσαν γὰρ καὶ αὐτοὶ κεκοπιακότες ἀπὸ τῆς παρατάξεως καὶ οἱ ἵπποι αὐτῶν, συνάγοντές τε τὰ ὅπλα, ὡς εἴρηται, καὶ τὰ κάστρα παρακαθήμενοι ἔνθα προσέφυγον οἱ διωκόμενοι. καὶ ὁ βασιλεὺς εἰσελθὼν μετὰ λύπης καὶ κλαυθμοῦ ἀπῆλθεν εἰς τὸν πατριάρχην, καὶ συνεισῆλθον ὅ τε μάγιστρος καὶ ὁ μέγας δομέστικος καὶ οἱ λοιποὶ πατρίκιοι, καὶ κλαίων ὁ βασιλεὺς ἔλεγεν ὅτι πάντως διὰ τὰς ἁμαρτίας μου τοῦτο ἔπαθον 340 οἱ Χριστιανοί, καὶ ὅτι οὐκ εὐδοκιμεῖ ὁ θεὸς εἰς τὴν βασιλείαν τοῦ πενθεροῦ μου, οὐδὲ εἰς τὴν γενεὰν αὐτοῦ, ἐπεὶ πλείους ἤμεθα ἡμεῖς τῶν πολεμίων, καὶ προθυμίαν οὐδεὶς ἔσχεν, ἀλλὰ πάντες ἔφυγον. καὶ τοῦ πατριάρχου καὶ τῶν λοιπῶν παραμυθουμένων αὐτῷ, καὶ βουλευομένων τί ἂν ποιήσωσιν, καὶ ἐκδεχομένων ἵνα σωρευθῶσιν πάντα τὰ θέματα καὶ δώσῃ ὁ βασιλεὺς διαταγήν, τὸ θέμα τῶν ἀνατολικῶν πρῶτοι φυγόντες τοῦ πολέμου ἐποίησαν βουλὴν πονηράν, ἔχοντες στρατηγὸν υἱὸν Βάρδα τοῦ Ἀρμενίου, καὶ μουλτεύσαντες ἐξευφήμησαν τὸν αὐτὸν Λέοντα εἰς βασιλέα, καὶ μηδενὸς ἀνθισταμένου ἀνοίξαντες τὰς πόρτας εἰσήγαγον αὐτὸν παμπληθεὶ εἰς τὴν πόλιν. ἀκούσας δὲ ταῦτα Μιχαὴλ ὁ βασιλεὺς προσέφυγεν ἐν τῇ ἐκκλησίᾳ, καὶ λαβὼν λόγον ἀπεκείρατο γενόμενος μοναχός. Περὶ τῆς βασιλείας Λέοντος υἱοῦ Βάρδα τοῦ Ἀρμενίου. Λέων οὖν εἰσῆλθεν εἰς τὸ παλάτιον, καὶ παραλαβὼν πάντα, ποιήσας προέλευσιν εἰσῆλθεν ἐν τῇ ἐκκλησίᾳ, καὶ ἀνελθὼν εἰς τὸν ἄμβωνα ἐστέφθη ὑπὸ Νικηφόρου τοῦ τηνικαῦτα πατριάρχου ὄντος, μηνὶ Ἰουνίῳ, δεκάτῃ, ἰνδικτιῶνι ἑβδόμῃ, πρότερον ποιήσας ἰδιόχειρον μετὰ τῶν σὺν αὐτῷ 341 μηδέποτε κατὰ τῆς ἐκκλησίας γενέσθαι ἢ παρασαλεῦσαι τῶν καλῶς εἰς αὐτὴν ὁρισθέντων ὑπὸ τῶν ἁγίων πατέρων ἱερῶν δογμάτων, ὅπερ οὐκ ἐφύλαξεν ψεύστης ὤν, καὶ καθάπερ ὁ λόγος ὑπογράφει τὸν χαμαιλέοντα ἐναλλάττειν τὰς μορφάς, οὕτως καὶ αὐτὸς ποτὲ μὲν ὡς χρηστολόγος καὶ ἄριστος φαινόμενος, ποτὲ καὶ τοὐναντίον, ὅπερ καὶ δικαίως ἐπωνομάσθη Χαμαιλέων ὑπὸ ἁγίου ἀνδρός. ἐκβαλὼν οὖν Λέων, καθὼς προείρηται, τὸν Μιχαὴλ ἐκ τῆς βασιλείας αὐτοῦ τυραννικῶς παρέλαβεν αὐτὸς τὴν βασιλείαν, καὶ κουρεύσας Προκοπίαν τὴν Αὐγούσταν, γυναῖκα τοῦ Μιχαήλ, τὰ τέκνα αὐτοῦ ἐξευνούχισεν κουρεύσας αὐτά, καὶ ἐκούρευσεν αὐτοὺς εἰς τὰ νησία, ἐπάρας δὲ πάντα ὅσα εἶχον, μὴ ἐάσας αὐτοῖς μήτε τὰ ἴδια μήτε τὰ τῶν γονέων αὐτῶν, ὥστε ὑστερεῖσθαι αὐτοὺς καὶ τῶν ἀναγκαίων. αὐτοὶ δὲ ηὐχαρίστουν ἐν πᾶσι τὸν θεόν. ἦν δὲ ὁ Μιχαὴλ τέλειος μὲν τὴν ἡλικίαν, αὐτὸ τὸ ἄνθος ἄγων τῆς νεότητος, στρογγυλοπρόσωπος, σιτόχροος, μαῦραν ἔχων τὴν κεφαλὴν καὶ ἐπιάγουρον, καὶ τὸ γένειον εὐπρεπῶς διακείμενον, ἐν τῇ ὄψει αὐτοῦ, μαῦρον καὶ αὐτό, πρᾶος δὲ πάνυ καὶ ἀγαθός, εἰ καί τις ἄλλος. οὗτος θλίψεις πολλὰς ὑπέστη διὰ τὴν ὠμότητα τοῦ ἀσεβοῦς Λέοντος· καθ' ἡμέραν τὸν θάνατον ἐκδεχόμενος, καὶ μετ' ὀδύνης καθ' ἡμέραν τὸν ἄρτον αὐτοῦ ἐσθίων, ὁ κύριος ἀβλαβῆ ἐφύλαξεν παραδόξως 342 ἐκ τῆς κακουργίας αὐτοῦ. καὶ λοιπὸν ἦλθον οἱ Βούλγαροι μηδενὸς αὐτοῖς ὑπαντῶντος ἢ κωλύοντος ἕως τῆς πόρτης, καὶ ποιήσας ὁ Κροῦμμος θυσίαν κατὰ τὸ ἔθος αὐτοῦ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἔθυσεν ἀνθρώπους καὶ κτήνη πολλά. καὶ εἰς τὸν αἰγιαλὸν τῆς θαλάσσης βρέξας τοὺς πόδας αὐτοῦ καὶ περικλυσάμενος, καὶ ῥαντίσας τὸν λαὸν αὐτοῦ, καὶ εὐφημισθεὶς ὑπ' αὐτῶν, διῆλθεν μέσον τῶν παλλακίδων αὐτοῦ, προσκυνηθεὶς ὑπ' αὐτῶν καὶ δοξασθείς, καὶ ταῦτα θεωρούντων ἐκ τῶν τειχῶν πάντων, καὶ μηδενὸς τολμῶντος κωλῦσαι αὐτὸν ἢ ἀπολῦσαι βέλος κατ' αὐτοῦ. καὶ ποιήσας πάντα τὰ ἐπιθυμήματα αὐτοῦ καὶ ἅπερ ἐβούλετο, περιεκύκλωσεν τὴν πόλιν, καὶ ἔβαλεν χάρακα ἐν αὐτῇ, καὶ ποιήσας ἡμέρας τινὰς καὶ πραιδεύσας τὰ ἔξωθεν τῆς πόλεως, ἤρξατο ζητεῖν πάκτα χρυσίου καὶ ἱματισμῶν πολὺν ἀριθμόν, καὶ κοράσια ἐπίλεκτα ποσότητα τινά. καὶ δὴ ποιήσας ὁ Λέων βουλὴν μετὰ τῶν ἀρχόντων, ἐδήλωσεν τὸν Κροῦμον ὅτι ἐλθὲ ἕως τοῦ αἰγιαλοῦ μετὰ ὀλίγων τινῶν μὴ ἐπιφερομένων ὅπλα, καὶ ἡμεῖς ἐξερχόμεθα διὰ τῆς θαλάσσης ἄοπλοι μετὰ χελανδίου, καὶ συλλαλοῦμεν· καὶ ἅπερ ᾐτήσω πάντα ποιοῦμεν. καὶ ταῦτα δηλώσαντες, διὰ τῆς νυκτὸς ἐξαγαγόντες τινὰς ἐνωπλισμένους ἕως ὀνομάτων τριῶν, καὶ κατέκρυψαν αὐτοὺς ἐν δωματίοις τισὶν τῶν Γάλλης ἔξωθεν τῆς πόρτης τῶν Βλαχερνῶν, δώσαντες αὐτοῖς σύσσημον ὅτι διαλεγομένων ἡμῶν μετὰ τοῦ 343 Κρούμου σημεῖόν τι ἔχομεν ποιῆσαι, ὅπερ θεασάμενοι ἐξέλθατε καὶ ἀποκτείνατε αὐτόν. καὶ τῇ ἐπαύριον ὄντων τῶν Βουλγάρων ἐπὶ τὸ μέρος τῶν ἁγίων Ἀναργύρων ἔξωθεν τῆς πόλεως, κατῆλθεν ὁ Κροῦμος ἐπὶ τὴν θάλασσαν κατὰ τὴν συνταγὴν μετὰ ἄλλων τριῶν, τὸν λογοθέτην αὐτοῦ καὶ Κωνσταντῖνον τὸν λεγόμενον τοῦ Πατζικοῦ, φυγόντος εἰς Βουλγαρίαν πρὸ πολλῶν ἐτῶν, ἔχοντα καὶ τὸν υἱὸν αὐτοῦ ὄντα ἐξ ἀδελφῆς τοῦ Κρούμου. οὗτοι τέσσαρες ἐξελθόντες τοῦ λαοῦ αὐτῶν ἄοπλοι κατῆλθον ἕως τῆς θαλάσσης κατὰ τὴν συνταγὴν μετὰ ἄλλων τριῶν, μὴ γινώσκοντες δὲ τὸ ἔνεδρον αὐτῶν. λοιπὸν δὲ καὶ οἱ ἐκ τῆς πόλεως ἐξῆλθον μετὰ χελανδίου, βουλόμενοι συλλαλῆσαι μετὰ τοῦ Κρούμου, καὶ λαβόντες λόγον ἐξῆλθον τοῦ καραβίου. καὶ ἀποκαβαλλικεύσας ὁ Κροῦμος ἐκάθισεν ἐπὶ τοῦ ἐδάφους, καὶ τὸν ἵππον αὐτοῦ ἐκράτει ὁ υἱὸς Κωνσταντίνου στρωμένον χαλινωμένον. καὶ διαλεγομένων αὐτῶν ἐποίησεν ὁ εἷς τῶν ἐκ τῆς πόλεως τὸ σημεῖον, ὃς ἦν ὁ Ἑξαβούλης, τῇ χειρὶ τὴν κεφαλὴν ἀποσκεπάσας. ὃν ἰδὼν ὁ Κροῦμος καὶ σκανδαλισθεὶς ἀνεπήδησεν, καὶ ἔχων ἕτοιμον τὸν ἵππον, σηκώσαντες αὐτὸν οἱ μετ' αὐτοῦ, ἐκαβαλλίκευσεν. καὶ ἀνέκραζεν ὁ λαὸς ἀπὸ τῶν τειχῶν" σταυρὸς ἐνίκησεν." καὶ αὐτὸς ἤρξατο φεύγειν. καὶ ἐξελθόντες οἱ ἐνωπλισμένοι ἐκ τῶν δωμάτων κατεδίωξαν ὀπίσω τοῦ Κρούμου, καὶ ἀπολύσαντες αὐτῶν τὰ βέλη [ὡς ᾠήθησαν ὅτι ἐπλήγωσαν αὐτόν. Αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς 344 τὸν λαὸν αὐτοῦ. οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ. καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνσταντῖνος δὲ καὶ ὁ υἱὸς αὐτοῦ ζῶντες ἐπιάσθησαν. λοιπὸν οὖν τούτων γενομένων θυμωθεὶς ὁ Κροῦμος ἐκέλευσεν ἐπαύριον ἐμπυρίσαι καὶ καταστρέψαι πάντα τόπον. καὶ ἀρξάμενοι ἐμπυρίζειν κατέκαυσαν πάσας τὰς ἐκκλησίας τὰς ἀντίπεραν τῆς πόλεως μεγάλας οὔσας, ἃς ἀνεκαίνισεν Εἰρήνη καὶ Νικηφόρος καὶ Μιχαήλ· ὁμοίως καὶ τὰ μοναστήρια καὶ τὰ παλάτια καὶ τοὺς οἴκους καὶ τὰ προάστεια. καὶ ἐλθόντες εἰς τὸν ἅγιον Μάμαντα ἐνεπύρισαν τὰ ἐκεῖσε παλάτια καὶ τοὺς δύο κοιτῶνας, καὶ τοὺς κίονας κατέκλασαν, καὶ τοὺς μολύβδους ἐπῆραν καὶ τὰ ζωδία τοῦ ἱπποδρομίου, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν κατέσφαξαν, καὶ ὁμοίως καὶ τὰ κτήνη. καὶ διελθόντες πᾶσαν τὴν παραθαλασσίαν τοῦ Στενοῦ καὶ τὴν ἄνω, πάντα τὰ ἐμπόρια κατέκαυσαν, καὶ ἄραντες σκῦλα πολλὰ ᾤχοντο. καὶ πιάσαντες τὸ δεξιὸν μέρος τῆς πόλεως πρὸς ἀνατολάς, κατέκαυσαν τὸ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥηγίου· καὶ ἐλθόντες εἰς τὸν Ἀθύρα κατέστρεψαν τὸ ἐκεῖσε κάστρον καὶ τὴν γέφυραν, παράξενον οὖσαν καὶ πάνυ ὀχυρωτάτην. καὶ ἐλθόντες εἰς Σηλυβρίαν κατέστρεψαν τὸ αὐτόθι κάστρον ἕως τοῦ ἐδάφους, καὶ τὰς ἐκκλησίας καὶ τοὺς οἴκους κατέκαυσαν· καὶ μετὰ τοῦτο τὸ Δαόνιν κάστρον ὑπάρχον κατέστρεψαν. καὶ ἐλθόντες εἰς τὴν πόλιν Ἡρακλείας, μὴ δυνάμενοι εἰς αὐτὴν εἰσελθεῖν, ἐνεπύρισαν πάντα τὰ οἰκήματα 345 τὰ ὄντα εἰς τὸν λιμένα καὶ τὰ πέριξ τῆς αὐτῆς πόλεως. καὶ μετὰ τοῦτο ἐλθόντες εἰς Ῥαίδεστον κατέστρεψαν καὶ τοῦτο τὸ κάστρον, ἐμπυρίσαντες πάντα τὰ ἐν αὐτῇ οἰκήματα καὶ τὰς ἐκκλησίας, κατασφάξαντες αὐτόθι λαὸν πολύν. καὶ μηδὲν ἰσχύσαντες εἰς αὐτό, τὰ ἔξω πάντα ἐμπυρίσαντες καὶ καταστρέψαντες, ἀνῆλθον εἰς τὸν Ἄπρον, κάστρον ὂν καὶ αὐτό· καὶ καταστρέψαντες καὶ τοῦτο καὶ ἐμπυρίσαντες, καὶ ἕτερα πλεῖστα κάστρα, κατῆλθον ἐκεῖθεν δι' ἡμερῶν δέκα, καὶ εἰσῆλθον εἰς τὰ ὄρη τοῦ Γάνου, καὶ εὑρόντες ἐκεῖ λαὸν πολὺν κρυπτόμενον καὶ σχεδὸν πάντα τὰ κτήνη τῆς Θρᾴκης κατέσφαξαν τοὺς ἀνθρώπους, καὶ τὰ κτήνη ὄντα εἰς πλήθη αἰχμαλωτεύσαντες ἀπέστειλαν εἰς Βουλγαρίαν, καὶ γυναικόπαιδα πολλά. καὶ λοιπὸν ἀπῆλθον καὶ εἰς τὸ Ἑξάμιλιν, καὶ κατῆλθον ἕως Ἄβυδον, καὶ ἀνέκαμψαν ἐπὶ τὸ Εὔριον καὶ τὴν ἄνω, καὶ πάντα τὰ κάστρα κατέστρεψαν ἀπὸ μικροῦ ἕως μεγάλου, ἕως τῆς Ἀδριανουπόλεως. καὶ εὑρόντες τὴν Ἀδριανούπολιν κρατουμένην παρεκάθισαν· καὶ ποιήσαντες ἡμέρας πολλὰς καὶ μηδὲν ἰσχύσαντες ἀπὸ τοῦ παρακαθισμοῦ, στήσαντες μαγγανικὰ ἐπολέμουν τὸ κάστρον. καὶ δὴ στενωθέντες, μὴ ἔχοντες βοήθειάν ποθεν καὶ ἀποθνήσκοντες τοῦ λιμοῦ, παρέδωκαν ἑαυτούς. καὶ λαβόντες οἱ Βούλγαροι τὴν αἰχμαλωσίαν πᾶσαν εἰς πλῆθος οὖσαν ἀναρίθμητον, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν, μετῴκισαν αὐτοὺς εἰς Βουλγαρίαν ἐκεῖθεν τοῦ Ἴστρου 346 ποταμοῦ. καὶ τούτων γενομένων ὁ Λέων τῆς πόλεως οὐκ ἐξῆλθεν, ἀλλ' ἐκράτει τῆς βασιλείας τυραννικῶς. Καὶ λοιπὸν φθασάντων τῶν ἑορτῶν ἔστεψεν τὸν υἱὸν αὐτοῦ μικρὸν ὄντα, καὶ ἐπονομαζόμενον Συμβάτην ἐψεύσατο λέγων ὅτι Κωνσταντῖνος καλεῖται. καὶ σωρεύσας τὸν περισωθέντα λαὸν ἐκ τῶν διαφόρων πόλεων ἐρόγευσεν αὐτούς, ποιήσας αὐτοὺς εὐφημῆσαι Λέοντα καὶ Κωνσταντῖνον, μιμούμενος τοὺς πρώην βασιλεύσαντας Λέοντα καὶ Κωνσταντῖνον τοὺς Ἰσαύρους, ὧν καὶ τὴν αἵρεσιν ἀνενεώσατο, βουλόμενος ζῆσαι ἔτη πολλά, ὡς καὶ αὐτοί, καὶ γενέσθαι περίφημον· οὗ τινὸς τὴν βουλὴν θεὸς κατῄσχυνεν, κόψας τοὺς χρόνους αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ. καὶ δὴ λοιπὸν γεγονότος εὐδίου τοῦ ἀέρος τῷ χειμῶνι, καὶ τῶν ποταμῶν μὴ ἐχόντων ὕδωρ πολύ, ἐξῆλθον οἱ Βούλγαροι χιλιάδες τριάκοντα ὁλοσίδηροι, καὶ ἐλθόντες ἕως Ἀρκαδιουπόλεως, καὶ περάσαντες τὴν Ῥηγῖναν (ποταμὸς δὲ οὕτως ἐστὶ λεγόμενος) εὗρον λαὸν πολύν, καὶ ᾐχμαλώτευσαν αὐτούς. καὶ πρὸ τοῦ περᾶσαι αὐτοὺς τὴν αἰχμαλωσίαν ἐγένετο ὑετὸς πολὺς ἡμέρας ὀκτώ, καὶ ὀγκωθεὶς ὁ ποταμὸς ἐγένετο ὡς θάλασσα. καὶ μὴ δυνάμενοι ἀντιπερᾶσαι οἱ Βούλγαροι ἔμειναν ἡμέρας δεκαπέντε κατέχοντες τὴν αἰχμαλωσίαν. καὶ μηνύσαντες τὸν Λέοντα τοῦ βοηθῆσαι, οὐ προσέσχεν, οὐδὲ τῆς πόλεως ἐξῆλθεν, οὐδὲ ἄλλους τινὰς ἀπέστειλεν πρὸς βοήθειαν. καὶ λοιπὸν γενομένης εὐδίας καὶ τοῦ 347 ποταμοῦ ἐλαττωθέντος, αὐτοὺς τοὺς αἰχμαλώτους παρεσκεύασαν κόψαι ξυληνὸν καὶ ποιῆσαι γέφυραν, καὶ οὕτως ἐπέρασαν μετὰ τῆς αἰχμαλωσίας, ὄντων ὁμοῦ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων χιλιάδες πεντήκοντα. λαβόντες καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν Ἀρμενιάτικα στραγλομαλωτάρια καὶ νακοτάπητα ἀνώτερα καὶ ἱματισμὸν πολὺν καὶ χαλκώματα ἐφόρτωσαν πάντα εἰς τὰς ἁμάξας, καὶ λαβόντες πάσας τὰς ἀγέλας αὐτῶν βόας καὶ πρόβατα εἰσῆλθον εἰς Βουλγαρίαν. καὶ ὁ ἀδίκως βασιλεύσας κατὰ παραχώρησιν θεοῦ οὔτε αὐτὸς ἐξῆλθεν τῆς πόλεως πρὸς βοήθειαν τῆς αἰχμαλωσίας οὔτε ἄλλους ἀπέστειλεν. λοιπὸν οὖν μετὰ ταῦτα ἀνηγγέλη αὐτὸν λεγόντων ὅτι ὁ Κροῦμος ἐστράτευσεν λαὸν πολὺν συναθροίσας, καὶ τοὺς Ἀβάρεις καὶ πάσας τὰς Σκλαβινίας. πρὸς δὲ τούτοις παρασκευάζει διαφόρων ἑλεπόλεων ὄργανά τε καὶ μηχανήματα, καὶ μαγγανικὰ παμμεγέστατα, τριβόλους τε καὶ τετραβόλους, καὶ χελώνας καὶ ὑψηλοὺς κλίμακας, σφαίρας τε καὶ μοχλοὺς καὶ ὀρυάς, κριούς τε καὶ βελοστάσεις, πυρόβολά τε καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βαλέσθαι βέλη, καὶ σφενδόνας, πάντα μηχανήματα κατὰ τῶν ἐπάλξεων τοῦ ἑλεῖν τὴν πόλιν ἐπὶ τὸ δυτικὸν μέρος τῆς πόλεως κατὰ τοῦ τείχους τῶν Βλαχερνῶν. ταῦτα πάντα βούλεται προσαγαγεῖν τὰ μηχανήματα ἔνθα καὶ ἐτοξεύθη, σταυλίζων βόας χιλιάδας πρὸς τὸ 348 βαστάξαι πάντα τὰ προλεχθέντα ὄργανα τεθέντα ἐπὶ ἁμαξῶν, ἃς προσέταξεν σιδηρενδέτας χιλιάδας πέντε. ταῦτα ἀκούσας Λέων, πέμψας τε κατασκόπους καὶ μαθὼν τὴν ἀλήθειαν, συναθροίσας λαὸν πολὺν καὶ τεχνίτας ἤρξατο κτίζειν ἕτερον τεῖχος ἔξωθεν τείχους τῶν Βλαχερνῶν, κόψας καὶ τὴν σοῦδαν πλατεῖαν. καὶ ἀρξάμενος κτίζειν, μήπω τελέσας, ἵνα δείξῃ ὁ θεὸς ὁ συσκεδάζων βουλὰς ἐθνῶν, ἀθετῶν καὶ λογισμοὺς λαῶν καὶ ἀθετῶν βουλὰς ἀρχόντων, ὅτι οὐκ ἐν τῇ μηχανίᾳ καὶ τῇ ἰσχύϊ αὐτῶν δύνανται οἱ ἄνθρωποί τι ποιῆσαι, οὔπω ἔαρος καταλαβόντος, ὥς φασίν τινες διασωθέντες τῆς αἰχμαλωσίας ἀπὸ Βουλγαρίας, περὶ τῇ μεγάλῃ πέμπτῃ τοῦ πάσχα, ὁ Πρωτοβουλγαρίας, ὁ Κροῦμος ὁ περίφημος, ὁ τὴν πόλιν ἑλεῖν βουλευόμενος, τέλει τοῦ βίου ἐχρήσατο ἀοράτως σφαγιασθείς, ὃς καὶ ἐξήγαγεν αἱμάτων ὀχετοὺς διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ τῶν ὤτων αὐτοῦ. καὶ οὕτως ἀνέρρηξεν τὴν ψυχὴν αὐτοῦ ἐν κακοῖς. ἐπαρθεὶς τοίνυν τῶν φρονημάτων ὁ Λέων, ὡς ὅτι αὐτὸς κατέβαλεν τὸν πόλεμον καὶ οὐχ ὁ θεός, ἔπεμψεν εἰς πάσας τὰς πόλεις καὶ χώρας σάκρας, ἀναγγέλλων ὅτι εὗρον τοὺς Βουλγάρους ἐγγὺς ὄντας τῆς πόλεως, καὶ διὰ τῆς φρονήσεως καὶ ἀνδρείας καὶ διαταγῆς μου τοξεύσας τὸν πρῶτον αὐτῶν πάντας ἀπήλασα, ὅς τις καὶ διὰ τὴν πρόφασιν ταύτην ἀποθνήσκει, ἔφη, ὁ ἐχθρὸς ἡμῶν. Καὶ λοιπὸν μετὰ τοῦτο λαβὼν εὐκαιρίαν ἤρξατο πορθεῖν τὴν ἐκκλησίαν, δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ, περιεργαζόμενος κατὰ τῶν θεοῦ κριμάτων, καὶ λέγων πρός τινας ὁμόφρονας αὐτοῦ ὅτι τίνος ἕνεκεν, φησί, ταῦτα πάσχουσιν οἱ Χριστιανοὶ κατακυριευόμενοι ὑπὸ τῶν ἐθνῶν; ἐμοὶ δοκεῖ διὰ τὸ προσκυνεῖσθαι τὰς εἰκόνας, καὶ ἄλλο οὐδέν· καὶ βούλομαι αὐτὰς καταστρέψαι. βλέπετε γάρ, φησίν, ὅσοι βασιλεῖς ἐδέξαντο καὶ προσεκύνησαν αὐτάς, ἀπέθανον οἱ μὲν ἐκδιωχθέντες οἱ δὲ ἐν πολέμῳ πεσόντες. μόνοι δὲ οἱ μὴ προσκυνήσαντες αὐτὰς ἰδίῳ θανάτῳ ἕκαστος εἰς τὴν βασιλείαν αὐτοῦ ἐτελεύτησεν, καὶ μετὰ δόξης προκομισθεὶς εἰς τὰ τῶν βασιλέων κοιμητήρια ἐτάφη ἐν τοῖς ἀποστόλοις. λοιπὸν ἐκείνους κἀγὼ βούλομαι μιμήσασθαι καὶ καταστρέψαι τὰς εἰκόνας, ἵνα πολὺν ζῆσας χρόνον κἀγὼ καὶ ὁ υἱός μου, καὶ κρατήσει ἡ βασιλεία ἡμῶν ἕως τετάρτης καὶ πέμπτης γενεᾶς. ὅπερ διεψεύσθη δείλαιος, ἀνομήσας διακενῆς, καὶ ἐπιλαθόμενος τὸ ἰδιόχειρον ὃ ἐποίησεν, καὶ τὸν σταυρὸν ὃν ἔπηξεν μετὰ τῶν σὺν αὐτῷ. καὶ ἤρξατο μετὰ ταῦτα ζητεῖν εἴ τινα εὕροι συναγωνιζόμενον τῷ σκοπῷ αὐτοῦ. καὶ δὴ εὗρεν ὅμοιον τῆς αὐτοῦ φρονήσεως ἤτοι ἀφροσύνης ἀναγνώστην τινὰ Ἰωάννην λεγόμενον, υἱὸν Παγκρατίου τινὸς σκιαστοῦ, ὅστις ἐκ παιδόθεν δαίμονα εἶχεν ἀτάκτως φερόμενος, διάγων ἐν ἀσυνεσίᾳ, 350 ὅν τινα Ὑλιλᾶν ἐπωνόμαζον, ὥς τινές φασιν, ἑρμηνευόμενον Ἑβραϊστὶ λέγεται πρόδρομος καὶ συνεργὸς τοῦ διαβόλου. τοῦτον ἐπιλαβόμενος Λέων, καὶ ἀνακοινωσάμενος αὐτὸς τὴν ἑαυτοῦ βουλήν, προσελάβετο αὐτὸν συνεργὸν αὐτοῦ, λέγων ὅτι ἐὰν συνδράμῃ μοι καθελεῖν τὰς εἰκόνας, πατριάρχην σε ποιῶ. καὶ αἰτήσας παρ' αὐτοῦ ἐξουσίαν τοῦ ψηλαφῆσαι τὰ ἀπανταχοῦ παλαιὰ βιβλία, ἅπερ ἀπόκεινται εἰς τὰ μοναστήρια καὶ εἰς τὰς ἐκκλησίας, ἐπετράπη μετὰ καὶ ἄλλων τινῶν ἀτάκτων καὶ ἀπαιδεύτων. καὶ δὴ συναγαγόντες πλήθη πολλὰ βιβλίων ἐποιοῦντο ἐν αὐτοῖς τὴν ἔρευναν, πλὴν οὐδὲν εὕρισκον οἱ ἄφρονες ὧνπερ αὐτοὶ κακούργως ἐπεζήτουν, ἕως οὗ μετὰ χεῖρας ἔλαβον τῷ συνοδικῷ Κωνσταντίνου τοῦ Ἰσαύρου τοῦ καὶ Καβαλλίνου, καὶ ἐκ τούτου τὰς ἀρχὰς λαβόντες ἤρξαντο καὶ ἐν τοῖς βιβλίοις εὑρίσκειν τὰς χρήσεις, ἅσπερ αὐτοὶ ἀφρόνως καὶ ἀνοήτως προέφερον, σημάδια βάλλοντες εἰς τοὺς τόπους ἔνθα ηὕρισκον, βουλόμενοι πεῖσαι τὸν ἄφρονα λαὸν ὅτι ἐν παλαιοῖς βιβλίοις εὕρομεν τοῦ μὴ προσκυνεῖσθαι τὰς εἰκόνας. καὶ λοιπὸν ζητούντων καὶ ἕτερον ἔχοντα χειροτονίαν ἐπίσκοπον, εὗρον Κωνσταντῖνον, υἱὸν πρεσβυτέρου τινὸς τζαγγαρίου, καὶ Κασυματᾶ μαθόντα τὴν γραμματικήν, καὶ γέροντα νομικὸν εἰς τὰ Σφορακίου καὶ διδάξαντα παιδία, καὶ δι' ἐγκλήματά τινα φυγόντα ἐν μοναστηρίῳ καὶ 351 ἀποκειράμενον καὶ ἐπονομασθέντα Ἀντώνιον, γενόμενόν τε αὖθις ἡγούμενον εἰς τὸ μοναστήριον τὸ λεγόμενον τὰ Μητροπολίτων. μυθολόγος τις γέλοια ἀγαπῶν καὶ παιγνίδια, καὶ τοὺς ὑπ' αὐτοῦ μοναχοὺς νέους ὄντας ταῦτα ποιεῖν ὑποτιθέμενος, καὶ ἁπλῶς εἰπεῖν αἰσχρῶς καὶ ἀσέμνως βιοτεύσας, οὐκ οἶδ' ὅπως ὕστερον ἐκ παραχωρήσεως θεοῦ ἐγένετο καὶ ἐπίσκοπος εἰς τὸ Συλαῖον. Τὸ μὲν πρῶτον ἐκ παιδόθεν ὀρθόδοξος ὤν, ὕστερον δὲ διὰ τὴν δόξαν τὴν πρόσκαιρον καὶ τὸ ἔχειν παρρησίαν εἰσέρχεσθαι εἰς τὰ βασίλεια καὶ παρρησιάζεσθαι μετὰ τῶν κρατούντων, ἐπελάβετο τὴν αἵρεσιν. τοῦτον καταμηνύσαντες πρὸς Λέοντα τὸν βασιλέα ὅ τε Ἰωάννης ὁ ἐπίκλην Ὑλιλᾶς, ὃν ἐκάλουν γραμματικόν, καὶ οἱ σὺν αὐτῷ, ὄντα τῷ τηνικαῦτα ἐν τῷ Συλαίῳ, πέμψας ἤγαγεν αὐτόν· καὶ εἰπὼν αὐτῷ τὸν σκοπὸν αὐτοῦ, μὴ ἔχων καρπὸν πνευματικὸν ἐν ἑαυτῷ καὶ ἀγαπῶν τὴν πρόσκαιρον δόξαν, καταπατήσας τὴν ἑαυτοῦ συνείδησιν καὶ ἀθετήσας τὸν σταυρὸν καὶ τὴν ἐπιγραφὴν ἣν ἐποίησεν, ἐστράφη εἰς τὸ ἐναντίον μέρος. ἐρωτηθεὶς γὰρ ὑπὸ τοῦ Λέοντος εἰ γέγραπται προσκυνεῖσθαι τὰς εἰκόνας, οὐκ ἀπεκρίθη αὐτῷ τὰ δέοντα ῥήματα τῆς ἀληθείας, ἀλλ' εἶπεν" οὐκ ἔστι γεγραμμένον πώποτε, ἀλλὰ λέγουσιν ὅτι ἀρχαία παράδοσίς ἐστι." καὶ εἶπεν ὁ Λέων ὅτι ἐὰν οὐ γέγραπται εἰς τὸ εὐαγγέλιον καὶ εἰς τὸν ἀπόστολον ῥητῶς ὅτι προσκυ 352 νήσατε τὴν εἰκόνα μου, οὐ καταδέχομαι προσκυνεῖσθαι αὐτήν. καὶ τοῦτο ἀκούσας συνῆλθεν αὐτῷ καὶ τοῖς προειρημένοις ἀτάκτοις καὶ ἀπαιδεύτοις, καὶ ἄγεται ἀρχηγὸς καὶ πρῶτος αὐτῶν. καὶ λοιπὸν ἠγωνίζοντο κατὰ τῆς ἀληθείας, ἀρξάμενοι ἀπὸ τῇ πεντηκοστῇ οἱ περὶ τὸν Ἰωάννην τὸν καὶ Ὑλιλᾶν σωρεύειν τὰ βιβλία· τὸν δὲ Ἀντώνιον προσελάβοντο ἀπὸ Ἰουλίου μηνός. καὶ λοιπὸν ἕως τὸν Δεκέμβριον μῆνα κρυπτὸν τὸν δόλον εἶχον· ἐρωτώμενοι δὲ ἔλεγον ψευδόμενοι ὅτι ὁ βασιλεὺς ἐπέτρεψεν ἡμᾶς ψηλαφῆσαι τὰ βιβλία, ὅτι λέγουσιν αὐτῷ τινὲς ὅτι ὀλίγον χρόνον ἔχεις βασιλεῦσαι, καὶ ἕνεκεν τούτου ποιούμεθα τὴν ζήτησιν. καὶ περὶ τὸν Δεκέμβριον μῆνα δηλοῖ τὸν πατριάρχην ὁ Λέων ὅτι ὁ λαὸς σκανδαλίζεται διὰ τὰς εἰκόνας, λέγοντες ὅτι κακῶς αὐτὰς προσκυνοῦμεν καὶ ὅτι διὰ τοῦτο τὰ ἔθνη κυριεύουσιν ἡμῶν· καὶ συγκατάβα, φησί, τὶ μικρόν, καὶ ποίησον οἰκονομίαν εἰς τὸν λαόν, καὶ τὰ χαμηλὰ περιέλωμεν. εἰ δὲ μὴ βούλει, πεῖσον ἡμᾶς δι' οὗ ἕνεκεν προσκυνεῖτε, τῆς γραφῆς μὴ ἐχούσης ῥητῶς πώποτε. καὶ δηλοῖ αὐτῷ ὁ πατριάρχης ὅτι ἡμεῖς τὰ καλῶς ἐξ ἀρχῆς καὶ ἄνωθεν ὁρισθέντα ὑπό τε τῶν ἀποστόλων καὶ τῶν πατέρων οὔτε παρασαλεύομεν οὔτε περισσότερόν τι ἐν αὐτοῖς οἰκονομοῦμεν, τοῦ ἀποστόλου λέγοντος ὅτι καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.

Spanish Gemini
349.1
Sobre León el Armenio( del códice parisino gr. 1711). Crónica que contiene los hechos relativos a León, hijo de Bardas el Armenio. Y entonces, el emperador Miguel, en el primer año de su reinado, coronó a su hijo Teofilacto durante las fiestas, habiendo salido también su esposa Procopia con gran gloria, presentándose ante el altar, viendo la coronación de su hijo, sintiendo una gran alegría y repartiendo mucho dinero. Pues ella era quien disponía todo lo relativo al imperio, ya que su marido era apacible, como se ha dicho. Hicieron también muchas limosnas, distribuyendo el dinero que Nicéforo había acumulado con diligencia, enviando lo necesario a las iglesias, a los monasterios, a los ascetas en los desiertos, a los hospicios, a los albergues, a los cautivos, a las viudas, a los huérfanos y a los que habían caído en la indigencia; y al alegrar a todos, eran glorificados por todos. Los demos compusieron poemas en cada tono para su alabanza, proporcionando todo tipo de placer adulador. Y entonces llamó a todos aquellos a quienes Nicéforo trataba con hostilidad, y expulsó del palacio a los hermanos de Teodota, que eran patricios, y a León, llamado el Escleró, y lo nombró estratego del Peloponeso. Y a León, hijo de Bardas el Armenio, que había ofendido a Nicéforo, quien lo había azotado, rapado y desterrado, estos lo llamaron de vuelta y lo hicieron patricio y estratego de los anatólicos; quien, siendo malvado, tiranizó contra ellos, como diremos más adelante. Entonces, habiendo ocurrido esto, los búlgaros, envalentonados por la victoria sobre Nicéforo, quisieron partir hacia la guerra. Al saber esto, Miguel, tras deliberar, reunió a todos los temas, reclutando a muchos otros en lugar de los que habían quedado en la guerra, y reuniendo a los que custodiaban los desfiladeros de Siria, licaonios, cilicios, isaurios, capadocios y gálatas, y llevándoselos a todos, salió en el segundo año de su reinado, en la indicción. Y acompañándole la ciudad, y Procopia la Augusta, su esposa, salió hasta el Aciducto, celebrando fiestas y dando regalos a los jefes del ejército, mientras Procopia les suplicaba por Miguel el emperador, que lo protegieran, lo cubrieran en la guerra y lucharan por los cristianos. Y desde allí ella regresó a la ciudad. Y entonces, habiendo partido de allí, tanto el emperador como todo el pueblo se acercaron hasta los desfiladeros. Y ciertamente los búlgaros se formaron frente a ellos, y al ver la multitud del pueblo, no se atrevieron a atacar, sino que permanecieron formados. Del mismo modo, el pueblo del emperador permaneció también formado durante quince días, sin atreverse a levantar la mano unos contra otros. Y entonces sufrieron mucho bajo el calor, permaneciendo de día y de noche tanto los hombres como las bestias, y llegaron a una gran debilidad, esperando que los búlgaros atacaran, y los búlgaros a su vez lo mismo; y era posible verlos en gran desconcierto. Y ciertamente Aplakes estaba en una parte del extremo, teniendo a los macedonios y a los tracios, y le dice al emperador:"¿ Hasta cuándo estaremos aquí pereciendo? Yo seré el primero en levantar la mano en nombre de Dios, y vosotros entrad con entusiasmo. Y venceremos, pues somos diez veces más que ellos". Como así era. Y al comenzar la guerra, los búlgaros se abalanzaron sobre él, y los tracios comenzaron a masacrarlos. Y entonces, habiendo comenzado la batalla, los demás pueblos no acudieron en ayuda, sino que, acobardados, emprendieron la huida, primero el tema de los anatólicos; y al quedar solos los de Aplakes, y no pudiendo resistir, comenzaron a ser masacrados ellos también. Y entonces, al ver esto, todos los temas huyeron, dejando atrás casi al emperador, ellos que antes se jactaban de luchar por el emperador y por los cristianos. Pues decían que, al entrar en Bulgaria en lugares de difícil acceso, nos dominaron, pero que en campo abierto los venceríamos. Y todo fue mentira; pues sin haber comenzado a luchar, huyeron. Y entonces fue herido en esa misma batalla tanto Aplakes como muchos de su pueblo. Los demás, al ver que no tenían ayuda de ninguna parte, huyeron también. El lugar en el que entablaron la batalla era un valle, y los temas estaban en la parte más alta. Y al darse la vuelta, pensaron que no huían, sino que retrocedían y los estaban derrotando; y de inmediato no los persiguieron. Y después de un poco, al alzar la vista, vieron que huían a gran carrera y se ocultaban, y soltando las riendas de los caballos, los persiguieron. Ellos, al huir, se atropellaban unos a otros, y el que huía delante no se fijaba en el de atrás; pues al oír el ruido de los cascos de los caballos, decía que era perseguido por los enemigos, y hasta que el caballo caía y moría, cada uno no cesaba de huir. Y entonces la mayoría huyó a pie, al estar los caballos agotados por la formación. Agotados por el hambre y abrasados por la sed, al avanzar un poco caían y morían; pues todos arrojaron las armas y las corazas en el camino. Otros, al ser alcanzados, entraron en algunos castros, pero más tarde el búlgaro los sitió y los tomó a todos. Entonces, los enemigos recogían por detrás las armas de los que huían. Y ciertamente no se detuvieron en su huida hasta la ciudad. Y el emperador, al llegar, entró en la ciudad y la aseguró, para que el pueblo, al desmoronarse, no causara daño. Los búlgaros, tras perseguirlos un poco, el resto del camino lo hicieron con calma; pues ellos también estaban cansados por la formación, al igual que sus caballos, recogiendo las armas, como se ha dicho, y sitiando los castros donde se habían refugiado los perseguidos. Y el emperador, al entrar con tristeza y llanto, fue ante el patriarca, y entraron con él el magistro, el gran doméstico y los demás patricios, y el emperador, llorando, decía que sin duda por mis pecados han sufrido esto los cristianos, y que Dios no favorece el reinado de mi suegro, ni a su linaje, puesto que éramos más que los enemigos y nadie tuvo entusiasmo, sino que todos huyeron. Mientras el patriarca y los demás lo consolaban y deliberaban sobre qué hacer, y esperaban a que se reunieran todos los temas y el emperador diera la orden, el tema de los anatólicos, que fueron los primeros en huir de la guerra, tomó una mala decisión, teniendo como estratego al hijo de Bardas el Armenio, y tras conspirar, aclamaron al mismo León como emperador, y sin que nadie se opusiera, abrieron las puertas y lo introdujeron en gran número en la ciudad. Al oír esto, el emperador Miguel se refugió en la iglesia y, tras recibir la tonsura, se hizo monje. Sobre el reinado de León, hijo de Bardas el Armenio. León, pues, entró en el palacio y, tras tomarlo todo, realizó una procesión y entró en la iglesia, y al subir al ambón fue coronado por Nicéforo, que era entonces patriarca, el mes de junio, el día diez, en la séptima indicción, habiendo hecho antes un escrito de su puño y letra junto con los que estaban con él de no actuar nunca contra la iglesia ni alterar los dogmas sagrados bien definidos para ella por los santos padres, lo cual no cumplió, siendo un mentiroso, y tal como el relato describe al camaleón cambiando de formas, así también él, a veces apareciendo como alguien de buen hablar y excelente, y otras veces lo contrario, por lo cual fue llamado justamente Camaleón por un hombre santo. Tras expulsar, pues, León, como se ha dicho antes, a Miguel de su reinado, tomó él mismo el reinado tiránicamente, y tras rapar a Procopia la Augusta, esposa de Miguel, castró a sus hijos tras raparlos, y los rapó en las islas, llevándose todo lo que tenían, sin dejarles ni lo suyo ni lo de sus padres, de modo que carecían incluso de lo necesario. Ellos, sin embargo, daban gracias a Dios por todo. Miguel estaba en la plenitud de su edad, en la flor de la juventud, de rostro redondo, tez trigueña, con la cabeza y el cabello negros, y la barba bien dispuesta, negra también, y era muy apacible y bueno, como nadie más. Este sufrió muchas aflicciones por la crueldad del impío León; esperando la muerte cada día, y comiendo su pan con dolor cada día, el Señor lo mantuvo a salvo milagrosamente de su maldad. Y entonces llegaron los búlgaros sin que nadie les saliera al encuentro ni los detuviera hasta la puerta, y Krum, tras realizar un sacrificio según su costumbre fuera de la Puerta de Oro, sacrificó hombres y muchas bestias. Y al mojar sus pies en la orilla del mar y lavarse, y rociar a su pueblo, y ser aclamado por ellos, pasó por en medio de sus concubinas, siendo adorado y glorificado por ellas, y esto viéndolo todos desde las murallas, y nadie atreviéndose a detenerlo ni a disparar una flecha contra él. Y tras hacer todos sus deseos y lo que quería, rodeó la ciudad y levantó un campamento en ella, y tras pasar algunos días y saquear los alrededores de la ciudad, comenzó a pedir tributos de oro y gran cantidad de vestiduras, y una cierta cantidad de doncellas selectas. Y ciertamente León, tras deliberar con los jefes, le indicó a Krum:" Ven hasta la orilla con unos pocos sin llevar armas, y nosotros saldremos por el mar desarmados con un esquife, y hablaremos; y todo lo que pediste lo haremos". Y tras indicar esto, durante la noche sacaron a algunos armados hasta tres nombres, y los ocultaron en algunas habitaciones de Galles fuera de la puerta de las Blanquernas, dándoles una señal de que, mientras hablábamos con Krum, tenemos que hacer una señal, al ver la cual salid y matadlo. Y al día siguiente, estando los búlgaros en la parte de los santos Anargiros fuera de la ciudad, bajó Krum al mar según lo acordado con otros tres, su logoteta y Constantino, el llamado del Pacico, que había huido a Bulgaria hacía muchos años, teniendo también a su hijo, que era hijo de la hermana de Krum. Estos cuatro, al salir de su pueblo desarmados, bajaron hasta el mar según lo acordado con otros tres, sin conocer la emboscada. Entonces, los de la ciudad salieron también con un esquife, queriendo hablar con Krum, y tras recibir palabra, salieron del barco. Y Krum, al desmontar, se sentó en el suelo, y el hijo de Constantino sostenía su caballo ensillado y con las riendas. Y mientras hablaban, uno de los de la ciudad hizo la señal, que era Exabules, descubriéndose la cabeza con la mano. Al verlo Krum y escandalizarse, saltó, y teniendo el caballo listo, al levantarlo los que estaban con él, montó. Y el pueblo gritaba desde las murallas:"¡ La cruz ha vencido!". Y él comenzó a huir. Y al salir los armados de las habitaciones, persiguieron a Krum y dispararon sus flechas, creyendo que lo habían herido. Él, sin embargo, huyó solo hacia su pueblo. Los otros tres fueron capturados por los que estaban en el esquife. El logoteta fue degollado al instante, y Constantino y su hijo fueron capturados vivos. Entonces, al ocurrir esto, Krum, enfurecido, ordenó al día siguiente incendiar y destruir todo lugar. Y al comenzar a incendiar, quemaron todas las iglesias que estaban frente a la ciudad, que eran grandes, las cuales habían restaurado Irene, Nicéforo y Miguel; del mismo modo los monasterios, los palacios, las casas y los suburbios. Y al llegar a San Mamas, incendiaron los palacios de allí y los dos dormitorios, y rompieron las columnas, y se llevaron el plomo y las estatuas del hipódromo, y masacraron a todos los cautivos, y del mismo modo a las bestias. Y tras recorrer toda la costa del Estrecho y la parte superior, quemaron todos los mercados, y tras llevarse muchos despojos, se fueron. Y al tomar la parte derecha de la ciudad hacia el este, quemaron lo que estaba fuera de la Puerta de Oro hasta Regio; y al llegar a Atira, destruyeron el castro de allí y el puente, que era extraordinario y muy fortificado. Y al llegar a Selimbria, destruyeron el castro de allí hasta los cimientos, y quemaron las iglesias y las casas; y después de esto destruyeron el castro de Daonio. Y al llegar a la ciudad de Heraclea, al no poder entrar en ella, incendiaron todas las casas que estaban en el puerto y los alrededores de la misma ciudad. Y después de esto, al llegar a Raidesto, destruyeron también este castro, incendiando todas las casas y las iglesias que había en él, masacrando allí a mucha gente. Y al no poder hacer nada contra ella, tras incendiar y destruir todo lo de fuera, subieron a Apro, que era también un castro; y tras destruir e incendiar también este, y otros muchísimos castros, bajaron de allí al cabo de diez días, y entraron en los montes de Gano, y al encontrar allí a mucha gente escondida y casi todas las bestias de Tracia, masacraron a los hombres, y tras capturar a las bestias que estaban en multitud, las enviaron a Bulgaria, y a muchas mujeres y niños. Y entonces se fueron también a Hexamilio, y bajaron hasta Abido, y regresaron hacia Eurio y la parte superior, y destruyeron todos los castros desde el pequeño hasta el grande, hasta Adrianópolis. Y al encontrar Adrianópolis ocupada, la sitiaron; y tras pasar muchos días y no poder hacer nada con el asedio, instalaron máquinas de asedio y atacaron el castro. Y ciertamente, al verse estrechados, sin tener ayuda de ninguna parte y muriendo de hambre, se entregaron. Y los búlgaros, al tomar a todos los cautivos, que eran una multitud innumerable, y todo su equipaje, los trasladaron a Bulgaria, más allá del río Istro. Y al ocurrir esto, León no salió de la ciudad, sino que mantenía el reinado tiránicamente. Y entonces, al llegar las fiestas, coronó a su hijo, que era pequeño, y al llamarlo Simbates, mintió diciendo que se llamaba Constantino. Y tras reunir al pueblo que se había salvado de las diversas ciudades, les dio raciones, haciéndoles aclamar a León y Constantino, imitando a los que habían reinado antes, León y Constantino los isauros, cuya herejía también renovó, queriendo vivir muchos años, como ellos, y llegar a ser famoso; cuyo plan Dios frustró, cortando sus días y los de su hijo. Y ciertamente, al haber hecho buen tiempo en invierno, y no tener los ríos mucha agua, salieron los búlgaros, treinta mil hombres armados de hierro, y al llegar hasta Arcadiópolis, y tras cruzar la Regina( así se llama un río), encontraron a mucha gente y los hicieron cautivos. Y antes de que cruzaran con los cautivos, hubo una gran lluvia durante ocho días, y el río, al hincharse, se convirtió en un mar. Y al no poder cruzar, los búlgaros permanecieron quince días reteniendo a los cautivos. Y al avisar a León para que ayudara, no hizo caso, ni salió de la ciudad, ni envió a otros en ayuda. Y entonces, al hacer buen tiempo y disminuir el río, hicieron que los mismos cautivos cortaran madera e hicieran un puente, y así cruzaron con los cautivos, siendo en total cincuenta mil hombres, mujeres y niños. Tras tomar también todas sus pertenencias, alfombras armenias, tapices superiores, mucha ropa y objetos de bronce, cargaron todo en los carros, y tras tomar todos sus rebaños, bueyes y ovejas, entraron en Bulgaria. Y el que reinó injustamente por permisión de Dios, ni él salió de la ciudad en ayuda de los cautivos ni envió a otros. Entonces, después de esto, se le anunció diciendo que Krum había hecho campaña reuniendo a mucha gente, y a los ávaros y a todas las esclavinias. Además de esto, prepara diversos instrumentos y máquinas de asedio, y máquinas de asedio enormes, tribolos y tetrabolos, y tortugas y escaleras altas, esferas, palancas y excavadoras, arietes y puestos de flechas, lanzallamas, lanzapiedras y escorpiones para lanzar flechas, y hondas, todas las máquinas contra las almenas para tomar la ciudad en la parte occidental de la ciudad contra la muralla de las Blanquernas. Todas estas máquinas quiere acercarlas allí donde fue disparado, estabulando miles de bueyes para transportar todos los instrumentos mencionados colocados en carros, que ordenó que fueran cinco mil con refuerzos de hierro. Al oír esto León, tras enviar espías y conocer la verdad, reuniendo a mucha gente y artesanos, comenzó a construir otra muralla fuera de la muralla de las Blanquernas, cortando también el foso ancho. Y al comenzar a construir, sin haber terminado aún, para que Dios muestre que dispersa los planes de las naciones, anulando los pensamientos de los pueblos y anulando los planes de los gobernantes, que no en la maquinaria y en su fuerza pueden los hombres hacer algo, aún sin haber llegado la primavera, como dicen algunos que se salvaron del cautiverio de Bulgaria, el gran jueves de pascua, el Protobulgaria, Krum el famoso, el que planeaba tomar la ciudad, terminó su vida siendo masacrado invisiblemente, quien también expulsó torrentes de sangre a través de su boca, nariz y oídos. Y así exhaló su alma en medio de males. Envalentonado, pues, en sus pensamientos León, como si él hubiera derrotado la guerra y no Dios, envió a todas las ciudades y regiones sacras, anunciando que encontré a los búlgaros estando cerca de la ciudad, y por mi prudencia, valentía y orden, tras disparar al primero de ellos, los ahuyenté a todos, quien también por este motivo muere, dijo, nuestro enemigo. Y entonces, después de esto, al encontrar la oportunidad, comenzó a devastar la iglesia, en el segundo año de su reinado, investigando contra los juicios de Dios, y diciendo a algunos de sus mismos pensamientos:"¿ Por qué razón", dice," sufren esto los cristianos siendo dominados por las naciones? A mí me parece que es por la adoración de los iconos, y nada más; y quiero destruirlos. Pues ved", dice," cuántos emperadores aceptaron y adoraron los iconos, murieron, unos expulsados y otros cayendo en la guerra. Solo los que no los adoraron terminaron cada uno con muerte natural en su reinado, y tras ser llevados con gloria, fueron enterrados en los cementerios de los emperadores en los Apóstoles. Entonces, a aquellos quiero imitar yo también y destruir los iconos, para que, habiendo vivido mucho tiempo yo y mi hijo, nuestro reinado dure hasta la cuarta y quinta generación". Lo cual fue desmentido, el miserable, pecando en vano, y olvidando el escrito que hizo, y la cruz que levantó junto con los que estaban con él. Y comenzó después de esto a buscar si encontraba a alguien que luchara junto a su propósito. Y ciertamente encontró a alguien similar a su pensamiento o mejor dicho insensatez, un lector llamado Juan, hijo de un tal Pancracio, un sombrío, quien desde niño tenía un demonio, comportándose desordenadamente, viviendo en la insensatez, a quien llamaban Ylilas, como dicen algunos, que traducido al hebreo se dice precursor y colaborador del diablo. Al tomar a este León, y tras comunicarle su propio plan, lo aceptó como su colaborador, diciendo que si me ayudas a derribar los iconos, te hago patriarca. Y tras pedirle autoridad para examinar los libros antiguos de todas partes, que están depositados en los monasterios y en las iglesias, se le permitió junto con otros desordenados e ignorantes. Y ciertamente, al reunir multitudes de libros, hacían en ellos la investigación, pero no encontraban nada los insensatos de lo que buscaban maliciosamente, hasta que tomaron en sus manos el sinódico de Constantino el Isauro, también llamado Caballino, y a partir de esto, tomando los principios, comenzaron a encontrar en los libros las citas, que ellos citaban insensata y neciamente, poniendo marcas en los lugares donde encontraban, queriendo convencer al pueblo insensato de que en los libros antiguos encontramos que no se deben adorar los iconos. Y entonces, al buscar a otro que tuviera ordenación de obispo, encontraron a Constantino, hijo de un presbítero zapatero, y a Casumatas, que aprendió gramática, y un anciano legalista en los Sforacio y que enseñaba a niños, y por algunos delitos huyó a un monasterio y se rapó y fue llamado Antonio, y se convirtió después en higúmeno en el monasterio llamado de los Metropolitanos. Un mitólogo que amaba las risas y los juegos, y que sugería a los monjes jóvenes que estaban bajo él hacer esto, y en pocas palabras, viviendo de forma vergonzosa e indecente, no sé cómo más tarde por permisión de Dios llegó a ser obispo en Sileo. Al principio, desde niño, siendo ortodoxo, más tarde, por la gloria temporal y por tener libertad para entrar en los palacios y hablar con franqueza con los gobernantes, adoptó la herejía. Al denunciar a este ante el emperador León tanto Juan, el llamado Ylilas, a quien llamaban gramático, y los que estaban con él, estando en ese momento en Sileo, lo envió a buscar; y al decirle su propósito, no teniendo fruto espiritual en sí mismo y amando la gloria temporal, tras pisotear su conciencia y anular la cruz y la inscripción que hizo, se volvió al lado contrario. Pues al ser preguntado por León si está escrito que se deben adorar los iconos, no le respondió las palabras necesarias de la verdad, sino que dijo:" No está escrito nunca, sino que dicen que es una tradición antigua". Y dijo León que si no está escrito en el evangelio y en el apóstol explícitamente que adoréis mi icono, no acepto que se adore. Y al oír esto, se unió a él y a los desordenados e ignorantes mencionados, y es llevado como jefe y primero de ellos. Y entonces luchaban contra la verdad, comenzando desde Pentecostés los que estaban con Juan, el llamado Ylilas, a reunir los libros; a Antonio lo aceptaron desde el mes de julio. Y entonces hasta el mes de diciembre mantuvieron oculto el engaño; al ser preguntados, decían mintiendo que el emperador nos permitió examinar los libros, porque algunos le dicen que tienes poco tiempo para reinar, y por este motivo hacemos la búsqueda. Y alrededor del mes de diciembre, León le indica al patriarca que el pueblo se escandaliza por los iconos, diciendo que los adoramos mal y que por esto las naciones nos dominan; y cede, dice, un poco, y haz una economía para el pueblo, y quitemos lo bajo. Si no quieres, convéncenos por qué razón adoráis, no teniendo la escritura explícitamente nunca. Y el patriarca le indica que nosotros lo que fue bien definido desde el principio y desde arriba por los apóstoles y los padres, ni lo alteramos ni administramos nada más en ello, diciendo el apóstol que incluso si nosotros o un ángel del cielo os evangeliza algo distinto de lo que os hemos evangelizado, sea anatema.

Intertext edge

Open linked passage

Note