Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Leone Armenio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-grammaticus-pg-108-120" aria-label="More works by Leo Grammaticus PG 108"> —
⋯
More
Original / primary: Pg Scrape Grc
353.1
Περὶ δὲ τοῦ προσκυνεῖσθαι, ὡς προσκυνοῦμεν τὸν σταυρὸν καὶ τὸ εὐαγγέλιον, προσκυνοῦμεν καὶ τὰς εἰκόνας, ἐπεὶ οὐδὲ ταῦτα γέγραπται προσκυνεῖσθαι· ἀλλ' ἐπειδὴ παρὰ τῶν ἀποστόλων ἡ ἐκκλησία ταῦτα παρείληφεν, οὐ δεῖ ζητεῖν εἰ γέγραπται ἢ οὐ γέγραπται· πολλὰ γὰρ ἀγράφως ἡ ἐκκλησία παρέλαβεν, ἅπερ λέγονται δόγματα, δι' ἐμπνεύσεως τοῦ ἁγίου πνεύματος καθ' ἑκάστην γενεὰν ὑπὸ τῶν ἁγίων αὐτοῦ δούλων καὶ θεραπόντων διατυπωθέντα. ἐπεὶ δὲ ταῦτα ἤκουσεν, ἀντεδήλωσεν." ἐλθὲ" φησὶ" καὶ διαλέχθητι πρὸς τοὺς κατ' ἐμέ," τοὺς περὶ Ἀντώνιον καὶ Ἰωάννην λέγων," οἵ τινες ἀσφαλῶς εὗρον ἐν παλαιοῖς βιβλίοις χρήσεις ἀποτρεπούσας προσκυνεῖσθαι τὰς εἰκόνας." καὶ λοιπὸν ὁ πατριάρχης ἀπέστειλεν ἐπισκόπους καὶ ἡγουμένους ἐλλογίμους πρὸς αὐτὸν πρὸς τὸ ἀπολογήσασθαι πρὸς τὰς πεύσεις αὐτοῦ. διαλεχθέντων δὲ καὶ τὴν ἀλήθειαν ἀποδειξάντων, ἐπέμενεν ἀναγκάζων αὐτοὺς διαλεχθῆναι πρὸς τοὺς τῆς ἐναντίας μοίρας. οἱ δὲ εἶπον ὅτι ὅρος ἐστὶ τῆς ἁγίας συνόδου τὰ ὀρθῶς δογματισθέντα καὶ διατυπωθέντα μὴ δεῖν πάλιν κακούργως ἀναζητεῖν ἢ περιεργάζεσθαι, μηδὲ τοὺς ἄφρονας θέλοντας φιλονικεῖν ποιεῖσθαι ἀπολογίας, μάλιστα δὲ καὶ μὴ πειθομένους. καί φησιν" ὁ Ἄρειος μονώτατος λαλήσας ἐποίησεν σύνοδον συγκροτηθῆναι δι' αὐτόν· καὶ πάντων σκανδαλιζομένων περὶ τῆς πίστεως, τίνος ἕνεκεν ὑμεῖς οὐ βούλεσθε διαλεχθῆναι καὶ πληροφορῆσαι 354 πάντας ὅτι καλῶς προσκυνοῦνται αἱ εἰκόνες;" καὶ ἐξουδενώσας καὶ ἐπαπειλησάμενος αὐτοὺς ἀπέλυσεν, μείνας κατασυρίζων τῆς ὀρθῆς πίστεως, ποιῆσαι βουλόμενος ὅπερ ἤθελεν. οἱ δὲ ἀπολυθέντες συνείχοντο λύπῃ καὶ ἀθυμίᾳ, ἀπαγγείλαντες τῷ πατριάρχῃ πᾶσαν τὴν βουλὴν αὐτοῦ τὴν πονηράν. καὶ λοιπὸν συναχθέντες πάντες οἱ ὀρθόδοξοι κληρικοί τε καὶ μοναχοὶ καὶ λαϊκοὶ ἐποίησαν παννυχίδα ὁλονυκτί, παρακαλοῦντες τὸν θεὸν ἵνα διασκεδάσῃ τὴν βουλὴν αὐτοῦ. τοῦ δὲ πατριάρχου τοῦτο πράξαντος, ὅπερ μαθὼν ὁ ἀλιτήριος δηλοῖ τὸν ἀρχιερέα" τί τοῦτο ἐποίησας;" ὁ δὲ εἶπεν" οὐδὲν κακὸν ἐποιήσαμεν· τὸν θεὸν ἱκετεύσαμεν ἵνα τὴν ἐκκλησίαν ἀσάλευτον φυλάξῃ, εἰ εὐάρεστον αὐτῷ ἐστίν." Ταῦτα δὲ ἀκούσας πλέον ἐμαίνετο κατὰ τῆς ἀληθείας. εἶχεν δὲ καί τινας ἀσεβεῖς ἄνδρας συνεργοῦντας αὐτῷ, δι' ὧν καὶ τοὺς δόλους κρυπτῶς ἐτέκταινεν. καὶ παρασκευάζει δι' αὐτοὺς τοὺς ἀσεβεῖς στρατιώτας τοῦ λιθάσαι τὴν εἰκόνα τοῦ Χριστοῦ τὴν οὖσαν ἐν τῇ χαλκεπωνύμῳ πύλῃ τοῦ παλατίου. καὶ λοιπὸν ἤρξαντο βάλλειν κατὰ τῆς εἰκόνος λίθους καὶ πηλά, λέγοντες ῥήματα πάσης ἀφροσύνης καὶ ἀσεβείας μεστά, ᾅδην ἀποκαλοῦντες καὶ διάβολον καὶ ἄλλα τινά, ἃ μὴ θέμις εἰς μέσον ἀγαγεῖν. καί φησιν ὁ τύραννος πρὸς τὸν λαὸν" ἆς καταβάσωμεν ἐκεῖθεν τὴν εἰκόνα, ἵνα μὴ ὁ στρατὸς ἀτιμάζῃ 355 αὐτήν," μιμούμενος ἐν τούτῳ Λέοντα τὸν Ἴσαυρον, ὡς βουλόμενος τοὺς χρόνους αὐτοῦ βασιλεῦσαι. ἐπειδὴ γὰρ ἐγέγραπτο ἐπάνω τῆς εἰκόνος ὅτι ἣν καθεῖλε πάλαι Λέων ὁ δεσπόζων, ἐνταῦθα ἀνεστήλωσεν Εἰρήνη· οὗτος γὰρ ὁ Λέων αὐτὴν καθεῖλε, ἐπεὶ ἀφ' οὗ ἡ πόλις ἐκτίσθη, αὐτὴ ἡ εἰκὼν ἦν. καὶ τοῦτο ποιήσας ἔδωκεν παρρησίαν τοὺς τοῦ διαβόλου συνεργούς, λέγω δὴ Ἀντώνιον καὶ Ἰωάννην καὶ τοὺς μετ' αὐτῶν. καὶ λοιπὸν τούτων γενομένων συνήγοντο πάντες οἱ ἐπίσκοποι καὶ οἱ μοναχοὶ εἰς τὸ πατριαρχεῖον, καὶ ἀνεγίνωσκον πάσας τὰς χρήσεις τῶν πατέρων, ἅσπερ οἱ ἐναντίοι κακούργως καὶ ἀμαθῶς προέφερον, ἑρμηνεύοντος αὐτὰς τοῦ πατριάρχου, καὶ λέγοντος πρὸς πάντας" μὴ ἔχετέ τις λεγόμενόν τι ἐν τούτοις, ἀδελφοί;" καὶ ἀνέκραξαν πάντες" ἴσμεν καὶ πεπληροφορήμεθα ὅτι ἀληθής ἐστι ἡ πίστις ἡμῶν καὶ πάντες εἰς τοῦτο ἀποθνήσκομεν." καὶ ὁ πατριάρχης πρὸς αὐτοὺς" λοιπὸν οὖν, ἀδελφοί, ἐν ὁμονοίᾳ ἐσώμεθα καὶ συνημμένοι ἐν μιᾷ ψυχῇ ἐν ταύτῃ τῇ ὁμολογίᾳ ἀδιαιρέτως, καὶ μὴ εὕρωσίν τινα ἐξ ἡμῶν ἀποχωρίσαι οἱ τῆς ἐναντίας μοίρας, καὶ οὐ μὴ ἰσχύσωσιν· πλείους γὰρ αὐτῶν ἐσμὲν χάριτι Χριστοῦ." οἱ δὲ πάλιν ἀνέκραξαν διαβεβαιούμενοι ἕως θανάτου ἀντέχεσθαι καὶ ὑπερμαχεῖν ὑπὲρ τῆς ἐκκλησίας, ποιήσαντες σταυροὺς καὶ ἔγγραφα εἰς ἀλλήλους τοῦ μὴ χωρίζεσθαι. ταῦτα ἐπράχθη πρὸ τῶν ἑορτῶν. φθασάντων δὲ τῶν ἑορτῶν 356 δηλοῖ ὁ πατριάρχης τὸν βασιλέα λόγους νουθεσίας, ἅμα καὶ παρακαλῶν αὐτὸν μὴ σκυλῆναι τὴν ἐκκλησίαν, ἣν πολλῷ κόπῳ οἱ πατέρες ἐπῳκοδόμησαν ἐν τῇ ὀρθοδόξῳ πίστει, ἀποδιώξαντες πᾶσαν αἵρεσιν, λέγων ὅτι εἰ δι' ἐμὲ γίνονται ταῦτα τὰ σκάνδαλα κατὰ τῆς ὀρθῆς πίστεως, ἐμὲ ἐξεώσασθε, καὶ εἴ τινα βούλεσθε, ποιήσατε· μόνον τὴν πίστιν μὴ παρασαλεύσητε. καὶ ἀποκριθεὶς ὑπούλως καὶ δολερῶς ὁ δικαίως ἐπικληθεὶς χαμαιλέων εἶπεν." καὶ τίς" φησὶν" τολμᾷ καθελεῖν ἢ ἐξεῶσαι τὸν πατριάρχην τὸν πατέρα ἡμῶν, ἢ τὴν ἐκκλησίαν παρασαλεῦσαι; μικρὸν ἠρευνήσαμεν διὰ τοὺς λαλοῦντας, ἐπεὶ ὡς πιστεύει ἡ ἐκκλησία, κἀγὼ πιστεύω." καὶ ἐκβαλὼν ἐκ τοῦ κόλπου αὐτοῦ σταυρὸν ἔχων εἰκόνα προσεκύνησεν ἐνώπιον πάντων. ἐποίησεν δὲ τοῦτο οὐκ ἀληθεύων ἀλλ' ἐν ὑποκρίσει, βουλόμενος διαβάσαι τὴν ἑορτήν. Οὐδεὶς γὰρ ἠδύνατο καταλαβέσθαι τὴν πανουργίαν αὐτοῦ· ἄλλα γὰρ τὸ στόμα αὐτοῦ ἐλάλει, καὶ ἕτερα ἡ καρδία αὐτοῦ ἐβούλετο. ταῦτα τοίνυν ἀκούσαντες ὅ τε πατριάρχης καὶ οἱ ἐπίσκοποι ἐχάρησαν, νομίζοντες ἀληθεύειν αὐτόν. καὶ προελθὼν τῇ Χριστοῦ γεννήσει ἐν τῇ ἐκκλησίᾳ εἰσῆλθεν ἐν τῷ θυσιαστηρίῳ κατὰ τὸ ἔθος τῶν βασιλέων, καὶ προσεκύνησεν τὴν ἐνδυτὴν τὴν ἔχουσαν τὴν ἁγίαν γέννησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ λοιπὸν ἰδόντες πάντες ἐπληροφορήθησαν, μὴ

Intertext edge

Open linked passage

Note