De Leone Armenio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-grammaticus-pg-108-120" aria-label="More works by Leo Grammaticus PG 108">
—
⋯
Original / primary: Pg Scrape Grc
357.1
ἰδόντες τὸν δόλον καὶ τὴν πανουργίαν αὐτοῦ. φθασάσης δὲ καὶ τῆς ἑορτῆς τῶν φώτων προῆλθεν ὁμοίως, καὶ εἰσελθὼν οὐ προσεκύνησεν· καὶ ἔγνωσαν πάντες ὅτι ἐν ὑποκρίσει τὸ πρῶτον ἐποίησεν καὶ οὐκ ἐν ἀληθείᾳ. καὶ δὴ πληρωθεισῶν τῶν ἑορτῶν ἤρξατο πάλιν ἐπιτίθεσθαι ὡς ὁ Φαραὼ τὸν Ἰσραήλ, καί τινας ἐπισκόπους ὑπέκλεπτεν κολακείαις καὶ ὑποσχέσεσι δώρων, οἵ τινες καὶ ὑπήκουον αὐτόν, ἀγαπῶντες τὸν νῦν αἰῶνα, καὶ οἱ πρὶν διαβεβαιούμενοι ἀποθνήσκειν ὑπὲρ τῆς ἀληθείας καὶ πήξαντες σταυροὺς σχεδὸν πάντες ἐστράφησαν εἰς τὸ ἐναντίον. καὶ δηλοῖ τὸν πατριάρχην διά τινων τῶν ἀποστατησάντων ἐπισκόπων ὅτι μικρὸν σύνελθε ἡμῖν, ἵνα περιέλωμεν πάντα τὰ χαμηλά· ἐπεὶ εἰ οὐ βούλει, γνῶθι ὅτι οὕτως οὐ παραχωροῦμεν αὐτόθι σε εἶναι. οὓς ὁ πατριάρχης ἐξουθενώσας ὡς ἐφιόρκους σταυροπάτας, τὸν βασιλέα ἐμήνυσεν ὅτι ὃ βούλει ποίησον· ἐγὼ γὰρ ἐκ τῶν ὁρισθέντων εὐσεβῶς ὑπὸ τῶν πατέρων οὔτε ἐπιδιατάσσομαι οὔτε συνέρχομαι τοῖς ἐναντίως φρονοῦσιν. καὶ ἐν τούτοις ὄντων ἔπεσεν εἰς ἀσθένειαν ὁ πατριάρχης, ὥστε ἐν ὀλίγαις ἡμέραις ἀπογνωσθῆναι αὐτὸν ὑπὸ τῶν ἰατρῶν. καὶ μαθὼν ὁ βασιλεὺς μικρὸν ἡσύχασεν, λογιζόμενος ὅτι ἀποθνήσκοντος αὐτοῦ πάντα εὐμαρῶς ποιῆσαι ἔχει ἅπερ βούλεται. καὶ λοιπὸν ἀθρόον ἐκ τοῦ παραδοξοποιοῦ θεοῦ μικρὸν διεφορήθη. ὅπερ μαθὼν ὁ 358 χαμαιλέων παρασκευάζει λάθρα διά τινων τοὺς στρατιώτας ἀνελθεῖν εἰς τὸ πατριαρχεῖον καὶ συρτὰ καταβάσαι αὐτόν. ἦν δὲ ἡ παρείσβασις τῶν νηστειῶν. καὶ συναχθέντες παμπληθεὶ ὥσπερ οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ μετὰ μαχαιρῶν καὶ ξύλων, ἐγέμισαν τὰ προαύλια τῆς ἐκκλησίας, κράζοντες καὶ βοῶντες ἀτάκτως. καὶ λοιπὸν ἤρξαντο ἀνασκάπτειν καὶ ἀναθεματίζειν τοὺς ἐν ὁσίᾳ τῇ μνήμῃ Γερμανὸν καὶ Ταράσιον καὶ Νικηφόρον. ἅπερ ἀκούσας ὁ πατριάρχης ηὐχαρίστησε τῷ θεῷ μετὰ δακρύων ὅτι ἠξιώθη ὑπὲρ εὐσεβείας ταῦτα ἀκοῦσαι. καὶ δὴ ὥρμησεν ὁ λαὸς ὁμοθυμαδὸν πρὸς τὸ ἀνελθεῖν εἰς τὸ πατριαρχεῖον. καί τις Θωμᾶς πατρίκιος ἀπὸ δισυπάτων γενόμενος, ὃς τότε τὴν ἐκκλησίαν παρέλαβεν ὑπὸ τοῦ βασιλέως, ἀσφαλίσας τὰς πύλας τοῦ πατριαρχείου ἀπεδίωξεν αὐτοὺς ὡς δῆθεν τοῦ βασιλέως χωρὶς ταῦτα ποιοῦντας. καὶ λοιπὸν ὁ προειρημένος ἀνὴρ ἀπελθὼν πρὸς τὸν χαμαιλέοντα εἶπεν αὐτῷ τοῦ λαοῦ τὴν ἄτακτον ῥύμην. ὁ δὲ ἀεὶ ψεύστης ὢν ἠρνήσατο εἰδέναι, μηδὲ ἀπεστάλθαι παρ' αὐτοῦ. ἀλλά, φησίν, ἀνάγκην ἔχουσιν καὶ πόνον οἱ λαοί, καὶ διὰ τοῦτο οὕτως ἐποίησαν. καὶ λέγει ὁ Θωμᾶς ὅτι εἰ κελεύεις αὐτόν, δέσποτα, ἐξεῶσαι, οὐ πολλῶν ἐστὶ χρεία. δύο ὀνόματα ἀπόστειλον, καὶ τοὺς ἔχοντας αὐτὸν βαστάσαι· οὐ γὰρ δύναται περιπατῆσαι ἀφ' ἑαυτοῦ ἐκ τῆς νόσου, καὶ οὕτως 359 ἐξέρχεται. ὃ δὴ καὶ ἐποίησεν. τῇ νυκτὶ ἀποστείλας τινὰς ἐξέωσεν αὐτὸν τῆς ἐκκλησίας, καὶ καταγαγόντες μετὰ φόρου οἱ ἀποσταλέντες ἔστησαν μέσον τῆς ἀγορᾶς τοῦ Μιλίου, ὅπως τινὲς τῶν στρατιωτῶν ἀποκτείνωσιν αὐτόν. καὶ ἐπειδὴ βράδιον ἦν καὶ πάντες ὕπνῳ κατεφέροντο, οὐδεὶς ἐσαλεύθη. καὶ ποιήσαντες ὡσεὶ μιῶριν, καὶ μηδὲν ἀνύσαντες περὶ οὗ ἐβούλοντο, ἦραν αὐτὸν ἐκεῖθεν καὶ κατήγαγον εἰς ἀκρόπολιν καὶ βαλόντες ἐν ἀκατίῳ ἔρριψαν πέραν εἰς Χρυσόπολιν. καὶ τὸ πρωῒ ποιήσας σελέντιον ὁ υἱὸς τῆς ἀπωλείας εἶπεν πρὸς τὸν λαὸν" οἴδατε, ἀδελφοί, ὅτι ὁ πατριάρχης παρεάσας τῆς ἐκκλησίας ἀνεχώρησεν, διότι ἐλέγομεν αὐτῷ περὶ τῶν εἰκόνων, ὅτι κακῶς προσκυνοῦνται, καὶ ὅτι διὰ τοῦτο τὰ ἔθνη κυριεύουν ἡμῶν. αὐτὸς δὲ μὴ ἔχων εὔλογόν τι ἀπολογήσασθαι, ὀργισθεὶς καὶ ἀτιμάσας ἡμᾶς ἀνεχώρησεν. καὶ λοιπὸν ἀνάγκην ἔχομεν ἕτερον πατριάρχην ποιῆσαι." καὶ ταῦτα ψευσάμενος ἔπεισεν τὸν λαὸν ὅτι παρῃτήσατο. καὶ δὴ βουλομένου αὐτοῦ ποιῆσαι Ἰωάννην τοῦ Παγκρατίου, καθ' ὃ καὶ προσυνέθετο αὐτῷ, διεκωλύθη παρὰ τῶν πατρικίων λεγόντων ὅτι νέος ἐστὶ καὶ ἀφανής, καὶ οὐ δεῖ ἡμᾶς γέροντας προσκυνεῖν καὶ προσπίπτειν ἔμπροσθεν αὐτοῦ· ἀλλὰ μᾶλλον ἐκ τοὺς εὐγενοῦς καὶ ἐμφανεῖς καὶ χρόνῳ προβεβηκότας γενέσθω. καὶ δὴ ἐπελέξατο Θεόδοτον υἱὸν Μιχαὴλ πατρικίου τοῦ