Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Leone Armenio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-grammaticus-pg-108-120" aria-label="More works by Leo Grammaticus PG 108"> —
⋯
More
Original / primary: Pg Scrape Grc
360.1
Μελισινοῦ, συγγάμβρου ὄντος Κωνσταντίνου τοῦ βασιλέως τοῦ Καβαλλίνου κατὰ τὴν τρίτην αὐτοῦ γυναῖκα. αὐτὸν τὸν Θεόδοτον, σπαθαροκανδιδάτον ὄντα, συνθέμενον τῷ δόγματι αὐτοῦ ἐκούρευσεν στεφανίτην, καὶ ἐποίησεν αὐτὸν πατριάρχην, χειροτονήσαντες αὐτὸν τὸ πάσχα, ἄνθρωπον μηδὲν πνευματικὸν ἐπιστάμενον μηδὲ παιδευθέντα τῇ γραφῇ ἀλλ' ἢ ὀλίγου τινός, καὶ μηδεμίαν εὐσέβειαν κεκτημένῳ, μόνον ὅτι πρᾶος ἦν καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ἐνάρετος. οὗτος εἰσελθὼν εἰς τὸ πατριαρχεῖον ἤρξατο ποιεῖν ἀριστόδειπνα πολυτελῆ διὰ κρέατος, καὶ τοὺς ἐκ νέας ἡλικίας μὴ φαγόντας κρέα κληρικοὺς καὶ μοναχούς, οὐ μὴν ἀλλὰ καὶ ἐπισκόπους ἐποίησεν διαλῦσαι καὶ ἐσθίειν ἀφειδῶς· καὶ ἔνθα ποτὲ ἦν εὐλάβεια πολλὴ καὶ σεμνότης καὶ ἐκράτεια καὶ ἀρετή, ἦν ἰδεῖν γέλοια καὶ παιγνίδια καὶ παλαίσματα καὶ αἰσχρολογίας γενομένας, μὴ ἔχοντος διδασκαλίαν τὴν οἱανοῦν. καὶ λοιπὸν μετὰ τοῦ πάσχα ποιεῖ σύνοδον ὁ χαμαιλέων ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῇ λεγομένῃ Σοφίᾳ, καὶ καθίσας τὸν αὐτὸν Θεόδοτον, ὃν ἔλεγεν Κασσιτερᾶν, ὡς ἅτε πατριάρχην, καὶ Συμβάτιον τὸν υἱὸν αὐτοῦ, ὃν ἐπέθηκεν Κωνσταντῖνον, καί τινας ἀσεβεῖς ἐπισκόπους, παρεσκεύασεν πῆξαι σταυροὺς κατὰ τῆς ἀληθείας, αὐτὸς εὐλαβηθεὶς πῆξαι σταυρὸν διὰ τὸ πρότερον καθυπογράψαι ἐν τῷ βασιλεύειν αὐτὸν εἰς τὴν ὀρθόδοξον πίστιν τοῦ μὴ παρα 361 σαλεύειν αὐτήν· ὅπερ ὁ ἄθλιος οὐκ ἐφύλαξεν. καὶ λοιπὸν ἀναγνώσαντες τὸν τόμον ὃν ἐποίησαν οἱ τοῦ ψευδοσυλλόγου προασπισταί, ὃν ἐπωνόμασαν ὅρον τῆς ἑβδόμης συνόδου τῆς ἐν Βλαχέρναις, ἀναθεματίσαντες οἱ τοῦ ἀναθέματος κληρονόμοι τοὺς ὀρθοδόξους ἡμῶν πατριάρχας, ἤγαγον δέ τινας μητροπολίτας καὶ ἐπισκόπους τῶν ὀρθοδόξων τυραννικῶς σύροντες, ῥήξαντες ἐν μέσῳ τῆς λῃστρικῆς αὐτῶν συνόδου, ἐπάτησαν, ὡς δῆθέν τι εὐσεβὲς ποιοῦντες οἱ ἀσεβεῖς, καὶ παραδόσαντες αὐτοὺς τοῖς στρατιώταις αἱματοφύρτους ἀπήγαγον εἰς τὰς φυλακὰς καὶ εἰς τὰ δεσμωτήρια· ποιήσαντες δὲ ἡμέρας τινὰς ἐκεῖσε πάλιν ἐξήγαγον, καὶ ἀνακρίναντες καὶ εὑρόντες μὴ πειθομένους τοῖς ὑπ' αὐτῶν λεγομένοις ὑπέμνησαν τὸν ἀρχηγὸν τοῦ ψεύδους, καὶ ἀπέστειλαν αὐτοὺς εἰς ἐξορίαν· οὕς τινας καὶ ἐν τῇ ἐξορίᾳ πέμπων ἐβασάνιζεν. Λλοιπὸν οὖν λαβὼν τὸ κράτος τῆς ἀσεβείας πᾶσαν πονηρὰν δραματουργίαν εἰργάζετο, τὰς δὲ ἁπανταχοῦ εἰκόνας τῶν ἐκκλησιῶν κατέστρεψεν καὶ κατέκαυσεν, καὶ ἱερὰ σκεύη συνέτριψεν ἔχοντα εἰκόνας, καὶ τοὺς τολμῶντας λαλῆσαί τι ἐγλωσσοκόπησεν· τοὺς μὲν ἐφόνευσεν ἀπὸ δαρμοῦ, καταστήσας καὶ δηλάτορας ἀνθρώπους ἀσεβεῖς, ἵνα ὅπου ἂν εὕρωσί τινας μὴ κοινωνοῦντας καταμηνύσωσιν. οὕς τινας εὑρισκομένους δαρμῷ ἀφορήτῳ καθυπέβαλλεν, δημεύων καὶ τὰς ὑποστάσεις αὐτῶν, καὶ 362 εἰς ἐξορίαν ἀποστέλλων οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας. καὶ τί δεῖ λέγειν τὴν σκοτόμηναν τῶν τότε κακῶν; τοὺς γὰρ μεταβάντας πιστοὺς ἔν τισι κλίμασι καὶ εἰς χώρας τὰς μὴ προσηκούσας αὐτῷ πέμπων εἰς τοὺς τοπάρχας τῶν ἐθνῶν ἐζήτει πιάσαι, ἄλλος Ἀντίχριστος γενόμενος. ὅθεν πολλοὺς ἐπισκόπους καὶ μοναχοὺς συλλαβὼν ἀπέκτεινεν καὶ ἐθαλάσσωσεν. τοὺς ἐξορίστους ἐπισκόπους καὶ μοναχοὺς ἀνεκαλέσατο

Intertext edge

Open linked passage

Note