Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In natale sancti Joannis prophetae
Leo PresbyterProp q · pg-scrape-grcMore by Leo Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-presbyter" aria-label="More works by Leo Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
q.1
In natale sancti Joannis prophetae (homilia 1) Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως εἰς τὸ γενέθλιον τοῦ ἁγίοὐ Ιωάννου τοῦ προφήτου προδρόμου Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ̓ Ισραήλ, οτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· ἐπεσκέψατο γὰρ ἡμᾶς καὶ σήμερον ἀνατολὴ ἐξ υψους.̓ Εκαθεύδομεν γὰρ τῇ ῥαθυμίᾳ, καὶ διύπνισεν ἡμᾶς τῇ φιλανθρωπίᾳ· ἐσάλευσε τὰ δώματα, ινα στηρίξῃ ἡμᾶς ἰασάμενος τὰ τραύματα· ἐμάστιξε τὰ αψυχα, ινα παιδεύσῃ τὰ εμψυχα· ἐτάραξε τὴν γῆν, ινα πληροφορηθῶσιν οἱ ἐν ὑπεροχῇ.̓ Εσάλευσεν, οὐκ ἀπώλεσεν· ἐπεσκέψατο, οὐκ ἀπεφήνατο· ον γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ον παραδέχεται. Σεισμὸς τὸν Πέτρον ἐκ φυλακῆς ἠλευθέρωσεν, σεισμὸς τὸν Παῦλον τῶν κλοιῶν ελυσεν, ἐν σεισμῷ̔ Ηλίας ὡς εἰς τὸν οὐρανὸν ἀνελήφθη, σεισμὸς τῆς δεσποτικῆς ἀναστάσεως πρου λαβεν. [̓ Ανάστασις γὰρ ἡ παροῦσα ἡμέρα.] Διὰ τί σεισμός; Οπου θεότητος κίνησις, ἐκεῖ καὶ τῶν στοιχείων θόρυβος.̓ Ελέησον τὸν πέλας, καὶ σεισμὸς οὐ σκύλλει σε· νήστευσον ἀπὸ κακίας, καὶ θεὸς οὐκ ὀργίζεται. Εἰπὲ καὶ σὺ προθύμως τὰ τοῦ Δαυῖδ προσευχόμενος· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· μὴ ὡς τοὺς γίγαντας κατακλύσῃς με, μηδὲ ὡς Σοδομίτας καταφλέξῃς, ἀλλ' ὡς Νινευΐτας ἐλέησον. Ευ καιρον ουν τοὺς αἰσθομένους τῆς τοῦ κυρίου παιδείας εἰπεῖν τὰ τοῦ προφήτου·̔ Η παιδεία κυρίου ἀνοίγει μου τὰ ωτα. Οσοι τοίνυν τὸν θεῖον λόγον ἀπαιτοῦσιν ευτονον, καὶ αὐτοὶ χρεωστοῦσι παρέχειν τὴν ἀκοὴν ὑπήκοον, ινα καὶ οἱ λέγοντες εὐσεβῶς καὶ οἱ ἀκούοντες εἰλικρινῶς δυνηθῶσι θερίσαι τὸ τῆς πίστεως πολύσταχυν δράγμα· ανευ γὰρ πίστεως ουτε ἠχὼ τῆς ἀκοῆς πλατύνεται, ουτε τῶν χειλέων ἡ θύρα διανοίγεται, ουτε τῆς γλώττης τὸ πλῆκτρον κινεῖται, ουτε τῶν φωνιαίων ὀργάνων οἱ αὐλοὶ εὐρύνονται. Καὶ τούτου μάρτυς Ζαχαρίας ὁ ἱερεύς, ὁ παιδευθεὶς δι' ἀπιστίαν πρὸς παιδείαν τῶν ἀπιστούντων, ὁ τῆς ἀρχαγγελικῆς ἀποκαλύψεως σημεῖον ἐπιζητῶν, ὁ τῆς δεσποτικῆς μηνύσεως ἐγγυητὴν ἀπαιτῶν. Τοῦ γὰρ ἀρχαγγέλου Γαβριὴλ εἰρηκότος πρὸς τὸν Ζαχαρίαν, καθὼς ἀρτίως ηκουες τῇ προτεραίᾳ· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σοὐ Ελισάβετ γεννήσει υἱόν σοι, ἀποκριθεὶς ὁ Ζαχαρίας ειπεν, ὡς ιστε· Κατὰ τί γνώσομαι τοῦτο;̓ Εγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Απιστα ὡς ἀληθῶς τοῦ πρεσβύτου τὰ ῥήματα, καὶ πολλῆς ἀντιλογίας γέμοντα. Τὸ γὰρ εἰπεῖν Κατὰ τί γνώσομαι τοῦτο; ἀντὶ τοῦ Ποίαν μοι δίδως ἀπόδειξιν τῶν λεγομένων πληροφορίαν; Κατὰ τί γνώσομαι τοῦτο;̓ Εγὼ γάρ εἰμι πρεσβύτης. Πῶς πατὴρ γνησίου παιδὸς εὑρεθήσομαι; Τὸ γῆρας ἀπωθεῖται τὴν πίστιν, ξωφύσεως λοιπὸν τὸ πρᾶγμα, διαλέλυται τὰ γεννητικὰ μόρια, ῥάβδον κατέχων ἐπιβαίνω, καὶ νεογάμου μοι πεῖραν ἀναζέεις; Οτε τάφος, τότε γόνος; Κατὰ τί γνώσομαι τοῦτο; Φράσον μοι, ω μέγιστε Γαβριήλ.̓ Αναγκαῖον δὲ καὶ τοὺς ἀγνοοῦντας γνῶναι, οτιπερ Γαβριὴλ θεοῦ ανθρωπος ἑρμηνεύεται, ὡς διακονῆσαι τῷ ἐνανθρωπήσαντι, ὡς προοδοποιῆσαι τῷ ἐπιφανέντι, ὡς μὴ μόνον τῇ στείρᾳ, ἀλλὰ καὶ τῇ παρθένῳ τὰ εὐαγγέλια κομίσαι. Ουτος γάρ ἐστιν ὁ Γαβριήλ, ὁ καὶ τὸν Δανιὴλ συνετίσας, καὶ τὴν αφιξιν τοῦ κυρίου σὺν ἀκριβεῖ χρόνῳ δηλώσας, καὶ τὸν̔ Αμβακοὺμ τῆς κόμης μετενέγκας, καὶ τοὺς λέοντας τῷ Δανιὴλ ὡς ἀσκητὰς ἐν τῷ λάκκῳ ὑποτάξας. Τί ουν ὁ Ζαχαρίας; Καλὸν γὰρ τῆς ἀκολουθίας μὴ δραπετεῦσαί ποτε. Κατὰ τί γνώσομαι τοῦτο;̓ Εγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου
q.2
προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Κατὰ τί γνώσομαι τοῦτο; Ιδε φησίν, τὰ τρέμοντα τῶν μελῶν, καὶ τὸ γῆρας τῶν ἀμφοτέρων εἰς γῆν νενευκός. Εἰ μέρος ἐνέαζε καὶ μέρος πεπαλαίωται, μικρά τις η ν ἐλπὶς τῶν λεγομένων· νυνὶ δὲ τῶν ἀμφοτέρων τὸ σῶμα σεσάθρωται, οὐδὲν ε τερον περιμένομεν η τὸ δρέπανον τοῦ θανάτου, ὡς στάχυες πέπειροι.̓ Αληθεύεις, δέσποτα Γαβριήλ; Δὸς δήλους προοδεύσεις, σημεῖον ἀρραβῶνά μοι πίστευσον. Τὴν ἐπαγγελίαν οὐ δέχομαι, εἰ μὴ θαυματουργίαν θεάσομαι. Κατὰ τί γνώσομαι τοῦτο;̔ Ὀ Ααρὼν οὐκ ἐπίστευσεν, εἰ μὴ ἡ ῥάβδος ηνθησεν· Μωϋσῆς οὐκ ἐπληροφορήθη, εἰ μὴ ἡ χεὶρ αὐτοῦ ἐλευκάνθη· καὶ Γεδεὼν οὐ συνῆκεν, εἰ μὴ ἐπὶ τὸν πόκον ὑετῶν μόνον γέγονε δρόσος. Κατὰ τί ουν γνώσομαι τοῦτο; Δὸς σημεῖον, καὶ χορεύσω νεανικά. Δὸς σημεῖον, ινα μὴ ὡς ἡ Σάρρα προπετῶς γελάσῃ. Κατὰ τί γνώσομαι τοῦτο; Εἰ δεύτερος̓ Αβραὰμ ἀποφαίνομαι, ὑπάρξει μοι κατὰ τοῦ̓ Αβραὰμ δικαιώματα καὶ ἰδιώματα. Εισελθε ἐπὶ τὸ δῶμα μου, νίψω τοὺς πόδας σου, ὁδοιπορίαν στείλαντι παραθήσω σοι τράπεζαν μυστηρίου πεπληρωμένην, ἀλεύρου σάτα τρίἀ Ελισάβετ φυράσει, τὴν ἐκκλησίαν προζωγραφοῦσα, ζητήσω μόσχον, ινα δωρήσῃ παῖδα. Κατὰ τί γνώσομαι τοῦτο; Τί μοι τοῦ παιδὸς τὸ ονομα προλέγεις, καὶ τούτου μὴ παρόντος τὰς ἀρετὰς ἀπαριθμεῖς; Δεῖξόν μοι τί παρὰ φύσιν, ινα πιστεύσω τὸ ὑπὲρ φύσιν.̓ Εὰν ὁ οὐρανὸς ἀνακαμαροῦται, κἀγὼ ἀνανεοῦμαι· ἐὰν ἡ θάλασσα μετρῆται, καὶ ἡ γυνή μου μαιοῦται· ἐὰν ὁ ηλιος καταλαμβάνηται, καὶ οἱ ξηροὶ μαζοὶ γάλα ῥυήσονται· ἐὰν ἡ σελήνη τειχίζηται, καὶ ἡ ξηρὰ μήτρα νοτίζεται. Κατὰ τί γνώσομαι τοίνυν τοῦτο τὸ παράδοξον μυστήριον;̓ Εγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.̔ Ο δὲ αγγελος πρὸς τὸν Ζαχαρίαν· Θεὸν ἐνέχυρον ἀπαιτεῖς;̓ Αρχάγγελον πειράζεις ἐπὶ γῆς; Τὴν σωματικὴν ἀσθένειαν βεβαιοτέραν τῆς δεσποτικῆς ἐπαγγελίας ὁρίζων, ἀνακρίνειν οὐ δέδοικας· Κατὰ τί γνώσομαι τοῦτο; Μὴ γὰρ εἰς Αιγυπτον ἀποστέλλῃ, ινα φοβηθῇς τοῦ φαραῶ τὸν ογκον, καὶ παραιτήσῃ λέγων·" Προχείρισαι αλλον, ἐγὼ γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος"; Κατὰ τί γνώσῃ τοῦτο, Ζαχαρία; Οὐδὲν ὑπὲρ φύσιν θεὸς ἐργάζεται; Η φύσεως ἀκολουθίαν ζητεῖς, οὐχὶ θεότητος παραδοξοποιΐαν; Εἰπέ μοι· τῆς γῆς οἱ στύλοι ποῦ πεπήγασιν; Οὐρανοῦ δὲ τὸ κύτος ποῦ καθίδρυσται; Νεφελῶν δὲ κύται ποῦ εὑρίσκονται;̔ Υετῶν δὲ σταγόνες ποῦ στημονίζονται; Βῶλοι δὲ χιόνος ποῦ λατομοῦνται;̔ Ηλίου δὲ δρόμος τίς ἡνιοχεῖ; Σελήνης δὲ μείωσιν τίς ὁροθετεῖ; Αστρων δὲ πλήθη τίς ἀριθμεῖ; Θάλασσα δὲ μαινομένη πῶς ψάμμον αἰδεῖται; Ποταμοὶ δὲ θερμόρρυτοι πῶς συγκιρνῶνται;̓ Ομίχλη δὲ σκότους ποῦ ἐξυφαίνεται; Ανθρωπος δὲ ἐν μήτρᾳ πῶς διαπλάττεται; Τοῦ δὲ αρρενος τὸ θῆλυ πῶς δειλότερον εὑρίσκεται; Θεοείκελος δὲ ψυχὴ πῶς ἀθρόον ἐν τῷ σώματι εὑρίσκεται; Τὸν̔ Ησαῦ δὲ καὶ τὸν̓ Ιακώβ, ους ὁ κόσμος ολος οὐκ ἐχώρησεν, πῶς ὁ τῆς̔ Ρεβέκκας σκοτεινὸς πόρος ἀστενοχωρήτους ἐφύλαξεν; Κατὰ τί γνώσομαι λέγεις τοῦτο, Ζαχαρία; Φύσεως ἀκολου θίαν ζητεῖς, οπου θεότητος ἐνέργεια; Τὴν στεῖραν ἀπιστεῖς γεννῆσαι; Τί ἐὰν ἀκούσῃς περὶ τῆς παρθένου; Οὐχὶ Σαμψὼν τοῦ Ναζωραίου ἐν σιαγόνι ο νου χιλίους ἀλλοφύλους πατάξαντος, ἐν ἀνύδρῳ καὶ δίψει συσχεθέντος, καὶ μικροῦ δεῖν ἐκλείψαντος, καὶ πρὸς τὸν θεὸν εἰλικρινῶς βοήσαντος, εὐθέως τὸν ολμον τῆς ο νου ηνοιξεν, καὶ υδωρ ἐλίμνασεν, καὶ τὸν Ναζωραῖον ἐπότισεν; Εἰ ουν ἐν σιαγόνι ο νου τοιοῦτον σημεῖον ἐπεδείξατο καὶ ἐξ ὀστέου ξηροῦ ποταμοὺς ἀφῆκεν ὑδάτων, καὶ πεπαλαιωμένους ἡμερῶν πρὸς τεκνογονίαν ὀκνήσει καλέσαι; Κατὰ τί γνώσῃ, Ζαχαρία; Οὐκ εχεις ὑπόδειγμα τὸν̓ Αβραὰμ καὶ τὴν Σάρραν; Οὐχὶ κἀκεῖνος πρεσβύτης, κἀκείνη στεῖρα καὶ ἐκλείπουσα τὸν ἐθισμὸν τῶν καθαρσίων
q.3
διὰ τὸ πεφθάρθαι τῷ γήρει τὴν υλην; Οὐκ ηκουσας Αννης καυχωμένης·̔ Η στεῖρα ετεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν; Οὐκ ηκουσας τοῦ προφήτου λέγοντος, Ζαχαρία, Τὰ σημεῖα τοῖς ἀπίστοις; Εδει μέν σε μὴ ἀνανεῦσαι, Ζαχαρία, τοῖς λεχθεῖσιν, προφητικῆς λειτουργίας μείζονα διακονίαν λαχόντα;̓ Επειδὴ δὲ ὡς απιστος σημεῖα παρὰ θεοῦ ζητεῖς, ἐν τοῖς οἰκείοις μέλεσι μαστιγοφόρον κομίζου σημεῖον· εσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι. Οπου τῆς προπετείας τὸ θράσος, ἐκεῖ καὶ τῆς παιδείας ὁ χαλινός. Εσῃ σιωπῶν· οπου υβρις ἐλάλησεν, ἐκεῖ τῆς ἐπιτιμήσεως ἡ ἀπόφασις. Ηθελε μὲν ὁ θεός, Ζαχαρία, κήρυκά σε τοῦ τοιούτου θαύματος γενέσθαι· στρατοπεδάρχης γὰρ τοῦ ἐπουρανίου βασιλέως τίκτεται καὶ τῆς κοσμικῆς τῶν ἁμαρτιῶν λυτρώσεως προκαθαρτής.̓ Επειδὴ δὲ τὴν ἀσθένειαν τοῦ σώματος βεβαιοτέραν τῆς ἐπαγγελίας ὡρίσω τοῦ δεσπότου, ε σῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, αχρι η ς ἡμέρας γένηται ταῦτα, ἀνθων οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οι τινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.̔ Ορᾷς ο τι ανευ πίστεως οὐδὲν τῶν δεόντων γίνεται. Μόνον ηκουσε Ζαχαρίας τὰ ῥήματα ταῦτα, εὐθέως ἐξῆλθεν ἐκ τοῦ ναοῦ μισθὸν τῆς ἀπιστίας τὴν φίμωσιν βαστάζων. Αλλους εἰσῆλθεν ἐλευθερῶσαι, καὶ αὐτὸς καταδεδικασμένος ἐξῆλθεν· ὁ θυμιατῆρα λειτουργικὸν βαστάζων τίτλον ἐξορίας περιέφερεν.̔ Ο λαὸς περιέμεινε τί ἀγαθὸν ἀκοῦσαι παρ' αὐτοῦ, κἀκεῖνος διένευεν· Μηδείς μοι πλησιάσῃ, δεσποτικῆς ἀγανακτήσεως φρίκην βαστάζω. Ω τῶν παραδόξων πραγμάτων. Ζαχαρίας φιμοῦται καὶ̓ Ελισάβετ εὐωχεῖται, ἀπεστόμωται γλῶσσα καὶ ὀγκοῦται μήτρα, ἡ γλῶσσα στειρεύει καὶ ἡ στεῖρα γίνεται μήτηρ μετοικεῖ τὸ πάθος τῆς μήτρας ἐπὶ τὴν γλῶσσαν, ἡ φωνὴ χαλινοῦται καὶ ἡ γονὴ ἐλευθεροῦται, Ζαχαρίας σιγᾷ καὶ̓ Ιωάννης σκιρτᾷ. Μόνον γὰρ ει δεν ἡ στεῖρα τὴν παρθένον καὶ κατενόησεν ὁ ἑωσφόρος τὸν η λιον, ἐσκίρτησε μέγα ὁ̓ Ιωάννης ἐν τῇ μητρικῇ νηδύϊ τὴν βραδυτῆτα τῆς φύσεως αἰτιώμενος· Δεσπότου φησὶ κήρυξ εἰμί. Τί τοῖς ὁμοδούλοις ὁμοίως πεπέδημαι νόμοις; Μὴ περιμένων τὸν τόκον ἀπολέσω τὸν δρόμον; Μὴ δεσπότης προλάβῃ τὸν περὶ τὰς ὠδῖνας εἰλούμενον; Μὴ γένηται τῆς φύσεως ἀκολουθία παρανομία τῆς τάξεως;̓ Επέγνων τὸν παρόντα καὶ σιγᾶν οὐκ ἀνέχομαι· σαλεύω τὰ δεσμὰ τῆς φύσεως· κηρύττειν γὰρ ἐπείγομαι, δυεῖν παραδόξων πραγμάτων σύντομον γίνομαι σήμαντρον· θεϊκὴν παρουσίαν σαλπίζω καὶ πατρικὴν γλῶσσαν ἐκλύω. Ταῦτα τῶν παραλειφθέντων ἡμῖν τῇ προτεραίᾳ κεφαλαίων οἱ τόκοι· πᾶν γὰρ κεφάλαιον τόκον τίκτει, οθεν καὶ τὸ βρέφος τόκος ὀνομάζεται· ὡς κεφάλαιον γὰρ ὁ ἀνὴρ τὸν σπόρον τῇ γυναικὶ δανείζει κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ, τίκτει δὲ τῷ κεφαλαίῳ τὸν τόκον ἡ γυνή...

Intertext edge

Open linked passage

Note