Declamations
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius">
—
⋯
Original / primary: Textus receptus
26.1
Ἔδει μέν, ὦ βουλή, τεθνάναι με πρὶν ἢ γῆμαι καὶ τοσαῦτα ἀκοῦσαι τῆς γυναικὸς λαλούσης ὁπόσα ἀκήκοα, ἐπεὶ δὲ οὐ διέφυγον ἐκεῖνο κακῷ δαί μονι χρησάμενος, εὐθὺς μετὰ τοὺς γάμους ἐλθεῖν εἰς ὑμᾶς ἐφ’ οἷσπερ ἥκω νῦν.
26.2
τοῦτο δ’ ὑπὸ τῆς ἐ μαυτοῦ βραδυτῆτος ἠδικημένος δέομαι ὑμῶν, ἐπειδήπερ ὀψέ ποτε πρὸς τὸ συμφέρον εἶδον, κυρῶσαί μοι τὸ βούλημα τήμερον. εἰς τοσοῦτον γὰρ ἀφῖγμαι κακῶν ὥστε μοι τὸ μηκέτ’ εἶναι τοῦ μετὰ τῆς γυναικὸς μετριώτερον.
26.3
δότε δέ μοι πρὸ τοῦ κωνείου μικρὰν ἑτέραν, ὠ βουλή, χάριν· μή με εἰς μακρολογίαν ἐ μβά λητε τούτων ἀνασχόμενοι τῶν κομψῶν ῥητόρων οἷς ὁ βίος λέγειν τε καὶ ἀντιλέγειν. δέδοικα γὰρ μὴ διατριβῆς ἐν τῷ λόγῳ γιγνομένης τὸ πρᾶγμα ἡ γυνὴ πυθομένη τὴν γλῶτταν ἡμῖν ἐκείνην ἐπιστήσῃ καὶ κατακλύσῃ καὶ ἐμὲ καὶ ὑμᾶς. ὅπως οὖν μὴ τοῦτο γένηται, γένεσθε ταχεῖς πρὸς τὴν χάριν. εἰ γὰρ δὴ παρούσης ἐκείνης ἀποθνήσκοιμι καὶ λαλούσης, ἀναιρήσει τὴν τῆς τελευτῆς ἡδονὴν ἡ φλυαρία τῆς γυναικός.
26.4
Εἰ μὲν οὖν ὁ θεὶς τῇ πόλει τοὺς νόμους μὴ περίεργός τις ἦν καὶ περιττὸς ἐν τῷ γράφειν, οὐκ ἂν εἶχον πράγματα νῦν πείθειν πειρώμενος ὅτι μοι τελευτᾶν ἀναγκαῖον, ἀλλ’ οὑτωσὶ λάθρα λαβὼν ἀπὸ τῆς κλίνης σχοινίον ἐλθὼν ἂν εἰς ἐρημίαν ἐπί τι δένδρον ἀπηγχόμην καθ’ ἡσυχίαν οὔθ’ ὁρῶν ὄχλον οὔτε πολλῶν ἀκούων· ἐπειδὴ δὲ ὁ πάντα τρόπον ἐκεῖνος ἡμᾶς καταδουλωσάμενος οὐδὲ τῆς ἀπαλλαγῆς τοῦ βίου κύριον ἀφῆκεν ἕκαστον, ἀλλὰ καὶ τοῦτο ὑπὸ ψηφίσματα ἤγαγε, καταρῶμαι μὲν αὐτῷ, πείθομαι δὲ καὶ τοὺς ἐν τῷ βου λευτηρίῳ φέρω θορύβους ἐπὶ τῷ μηδὲν ἔτι τῶν ὀ χληρῶν ἐνεγκεῖν.
26.5
Οἱ μὲν οὖν εἰδότες τὴν τῆς γυναικὸς φύσιν οἶδ’ ὅτι μοι συγγνώμην ἔχουσι μηκέτι ζῆν δυναμένῳ, τοὺς δ’ ἄλλους οἶμαι δεῖν μαθεῖν οἵᾳ συνοικῶ συμ φορᾷ. καί μοι προσέχετε, πρὸς Δῖός, ὑμεῖς. τουτωνὶ δὲ τῶν περιεστηκότων καὶ γελώντων καὶ καλούντων με δύσκολον βραχύ τι φροντίζω. τίνα γὰρ ἂν καὶ ζητήσαι τις μείζω παρ’ αὐτῶν δίκην ἧς νῦν ὑπέχουσιν οὕτω ζῶντες διεφθαρμένοι καὶ διατεθρυμμένοι καὶ διαρρέοντες καὶ παίζοντες ἀεὶ καὶ σπουδάζοντες οὐ δέ ποτε καὶ καγχάζοντες καὶ φλυαροῦντες ἀπερισκέπτως ὅ τι τύχοι;
26.6
ἐμοὶ δὲ ὁ πατήρ, ὦ βουλή, παρῄνει τὸν νοῦν ἀεὶ συνάγειν καὶ συνέχειν, μὴ συγχωρεῖν δια χεῖσθαι, διορᾶν τῶν ἐν τῷ βίῳ τά τε ἀναγκαῖα καὶ τὰ μὴ καὶ τῶν μὲν ἔχεσθαι, τῶν δὲ ἀπέχεσθαι, τιμᾶν τὴν ἡσυχίαν, φεύγειν τὰς ταραχάς. ἃ καὶ ποιῶν, ὦ βουλή, διατελῶ τῶν ἐκκλησιῶν οὐ μάλα κοινωνῶν, οὐ διὰ τὸ τῶν κοινῇ συμφερόντων ἀμελεῖν, ἀλλὰ διὰ τὰς τῶν οὐ δυναμένων σιγῆσαι βοὰς ῥ ητό ρων, εἰς ἀγορὰν οὐ σφόδρα ἐμβάλλων διὰ τὰ πολλὰ ταῦτα τῶν δικῶν ὀνόματα φάσις, ἔνδειξις, ἀ παγωγή, διαδικασία, γραφή, παραγραφή, ἃ καὶ οἷς οὐδ’ έν ἐστι πρᾶγμα φιλοῦσιν ὀνομάζειν. ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνα ἐγράψατο, σοὶ δὲ τί τούτων μή τε διώκοντι μήτε φεύγοντι;
26.1
καὶ μὴν κἀκεῖνο δεινὸν ἐξελάσαι τῆς ἀγορᾶς τὸ τῆς προσρήσεως οὐκ οἶδ’ ὁπόθεν εἰς τὸν βίον εἰσελθὸν τὸν δεῖνα χαίρειν. οὐ γὰρ ἔγωγε, μὰ τοὺς θεούς, ὁρῶ τοῦ ῥήματος τὸ κέρδος. οὐ γὰρ ᾧ γε λύπης ἀξίως ἔχει τὰ πράγματα, βελτίω παρὰ τὸ χαίρειν ἀκοῦσαι γίγνεται.
26.8
καὶ μὴν τῶν ἐργαστηρίων ὅσα μὲν ἄκμονα καὶ σφῦραν ἔχει καὶ κτύπους φυγῇ φεύγω, τὰ ἀργυροκοπεῖα, τὰ χαλκεῖα, πολλὰ ἕτερα, τἀς δὲ διὰ σιγῆς πληρουμένας ἀσπάζομαι τῶν τεχνῶν. καίτοι καὶ ζωγράφους εὗρον ἤδη μετ’ ᾠδῆς γράφοντας. οὕτως ἡδύ τι τοῖς πολλοῖς τὸ λαλεῖν καὶ κατέχειν ἑαυτοὺς οὐ δύνανται.
26.9
Ἕως μὲν οὖν μόνος ἔζων, ἀπέλαυον ἡσυχίας ἱκανῆς τῶν οἰκετῶν πεπαιδευμένων μηδὲν ποιεῖν οἶς ἀνιῶμαι· ἐπεὶ δὲ ἔδει μοί ποτε γενέσθαι κακῶς, πρό σεισι τις τῶν ἐπιτηδείων καὶ κακίσας τὴν μοναυλίαν καὶ τὴν συζυγίαν ἐπαινέσας μὴ μόνος ἀτίμαζε τὸν Γάμον, ἔφη, θεὸν ὄντα καὶ θεῶν μέγιστον καὶ διηγεῖτο περὶ κόρης τινὸς τῷ γένει διαφερούσης, ὥρᾳ λαμπρᾶς, τάλαντα πολλὰ κεκτημένης, σωφρονεῖν ἐ πισταμένῃς, τὰ περὶ ἱστὸν πεπαιδευμένης, καὶ τελευταῖον προσέθηκεν ὧς ἀρκεῖ βουληθῆναι καὶ ἐν χεροῖν ὁ γά’ μὸς.
26.10
τὰ μὲν ἄλλα, ἔφην, ἴα, τοσοῦτον δέ μοι φράσον, ποδαπὴ τὴν γλῶτταν ἡ παρθέ νος; οἶσθα γάρ, ὦ ἑταῖρε, τὸν ἐμὸν τρόπον, ὧς οὔτε ῥέγχων ἄνθρωπος ἐμοὶ φορητὸν οὔτε λύζων οὔτε χρεμπτόμενος οὔτε βηχὶ κατεχό μένος, ἀλλ’ ἑλοίμην ἂν πληγὰς λαβεῖν πρό τερον ἢ ταῦτα ἀνασχέσθαι, λάλον δὲ οὐδ’ ἂν ὄναρ ἐνέγκαιμι. εἰ δὲ δεήσει με συζῆν τοιαύτῃ, πῶς, οἴει, πῶς βιώσομαι; θάρρει, ἔφη, οὐδὲν γὰρ αὐτῇ ὧς τοῦτο μεμελέτηται. πρότερον ἂν ἐγκαλέσαις τοῖς λίθοις λαλεῖν ἢ τῇ κόρῃ. ὥστε δέδοικα, ἔφη, μὴ τὸ πλεῖον ἢ δεῖ σιγᾶν ἔγκλημα αὐτῇ γένηται.
26.11
ἐπείσθην, ὦ βουλή. τί δ’ οὐκ ἔμελλον οὕτω προῖκα θαυμαστὴν ἀκούων τὴν σιωπήν; ἀπ’ ἐκείνης δ’ ἄρα μοι τῆς ἡμέρας ηὐτρεπίζετο τὸ κώνειον. ἦν μὲν γὰρ οὐδ’ ἐκεῖνα μέτρια, κρότος πο λύς, γέλως σφοδρός, ὄρχησις ἀσχήμων, ὑμέναιος νοῦν οὐκ ἔχων. ἅπαντα πανταχόθεν, ἡνίκα ἠγόμην ταύτην τὴν Ἐριννύν, συνέρρει κατὰ τοὺς χειμάρρους ὅσοι συμπίπτοντες εἰς ἀλλήλους ἐξαίσιον παρέχονται δοῦ πον, ὥστε μικροῦ μὲν ῥίψας τὸν στέφανον ἐκ μέσων τῶν γάμων ἀπέδρων, λογιζόμενος δὲ τῷ πράγματι τὴν δυσχέρειαν, οὐ τῷ τρόπῳ τῆς γυναικὸς διεκαρτέ ρησα μέχρι τοῦ θαλάμου τοῖς θορύβοις βαλλόμενος.
26.12
τὸ δὲ ἦν ἄρα πρὸς τὸν μέλλοντα πόλεμον εἰρήνη συχνή. πρὶν μὲν γὰρ μέσην φανῆναι νύκτα φθέγγεταί τι μεμφομένη τὴν κλίνην. καί με τὸ ῥῆμα οὐ μικρῶς ἐτάραξεν. οὐ γὰρ κατὰ νύμφην ἐδόκει. ἔπειτα ἤρετό με εἰ καθεύδοιμι. τούτῳ μειζόνως ἤλγησα. τρίτον ἤρετό τι καὶ τέταρτον ἕτερον. ἐγὼ δὲ ἀπεκρινάμην οὐδέν, ἀλλ’ ᾐσχυνόμην πρὸς ἀναισχυντοῦσαν. καὶ τὸ πρᾶ γμα ἀνέστραπτο· ὁ μὲν ἀνὴρ ἐσίγα, ἡ δὲ γυνὴ ἐλάλει.
26.13
τηρήσας δὲ τὸ περίορθρον ἀναστὰς εἷμι παρὰ τὴν νυμφεύτριαν καὶ τί τοῦτο ἔστιν; ἠρώτων. νύμφη ῥήματα ἀφίησιν ἐπὶ τῆς πρώτης νυκτὸς αὶ τοσαῦτα. ναί, φησί, φίλτρου σημεῖον τοῦτο ἔστι καὶ ἄμα τῆς φωνῆς ἐπίδειξις. σὺ δ’ ἀ γριώ τερος εἶ, χρὴ δὲ οὐχ οὕτως ἔχειν.
26.14
πείθομαι πάλιν καὶ μεθ’ ἡμέραν μᾶλλον ἐμάνθανον τὴν ἐ μαυτοῦ συμφορὰν καὶ τῆς ὑστεραίας ἔτι μειζόνως. κελεύ σασα γὰρ ἥκειν αὑτῇ τὰς θεραπαίνας μανθάνειν ἑ κά στης ἠξίου τοὔνομα καὶ μητέρων καὶ πατέρων ἐμοῦ παρόντος καὶ πόσα ἑκάστῃ παιδία γένοιτο καὶ πόσα τεθνήκοι. καὶ περὶ στρωμάτων ἐπυνθάνετο καὶ χύτρας καὶ ἀξίνης καὶ τορύνης καὶ ἀλεκτρυόνων ὁπόσους τρέ φοιμεν. οὐδένα, ἔφην. οὐκ ἔστιν ἡμῖν ἀλεκτρυών. οὐδὲ γὰρ ἀνέχομαι κοκκύζοντος, εἰ δὲ μὴ σιγή σεις, οὐδὲ σοῦ. ἡ δὲ εὐθὺς προσέθηκεν ἔπαινον μακρὸν τοῦ ὄρνιθος καὶ ὅθεν εἰς ὄρνιν μεταβάλοι καὶ ὡς ἦν στρατιώτης, Ἄρεος ὀπαδός, καὶ ὡς μηνύει τοῦτο τῷ λόφῳ, τοῖς κέντροις, τῷ θυμῷ.
26.15
ἔτι λέγουσαν τὸν ἔπαινον ἀφεὶς ἐντυγχάνω τῷ ῥάψαντι τὸν καλὸν γάμον καὶ ὦ βέλτιστε, ἔφην, τὸν σαυτοῦ φίλον ἀπολώλεκας. καὶ διηγούμην ἕκαστα, ὁ δὲ ἐ πηγγέ λλετο παύσειν αὐτὴν ὡς τάχιστα καὶ οὐκ ἔτι τοῦτο ἔσεσθαι. πάλιν ἔρχομαι οἴκαδε καὶ ἀπῃτούμην εὐθύνας· ποῖ πεπόρευσαι; πόθεν ἀφῖξαι; τι διείλεξαι; τί καινὸν ἤγγελται; γεγόνασιν ἐπιδόσεις; ἐ γρά φη τι ψήφισμα; νόμον τις ἔθηκεν; ἐ πληρώθη δικαστήρια; γέγραπταί τις; ἥλωκέ τις;
26.16
ἐμοὶ δὲ καὶ τὸ σιγῆσαι κακὸν καὶ τὸ φθέγξασθαι μεῖζον. τὸ μὲν γὰρ διαβάλλει καὶ σκώμματα ἐξεύρηκεν εἰς σιγὴν ἀμύθητα ὅσα καὶ λόγον ἐξεύρηκε καὶ διέ ξεισι μακρὸν περὶ τοῦ δεῖν ἄνδρα ὄντα λέγειν, εἰ δέ ποτε φθεγξαίμην, αἴρω τὴν φλόγα. εἶπόν ποτε ἐ πανή κειν τὸν στρατηγόν, ἡ δὲ ἁρπάσασα τὸν στρατηγὸν ἐκ μεσημβρίας εἰς ἑσπέραν οὐδὲν ἐπαύσατο πυνθανο μένη· πόσους δὲ ἄγων ἐξῆλθε; πόσους δ’ ἀ πέ βαλε; πόσων δ’ ἐκράτησε; τίνα δὲ ἐκράτησε τρόπον; ταξίαρχοι δὲ τίνες; φύλαρχοι δὲ τίνες; τὰ δὲ λάφυρα πόσα; πῶς ἔχει τὸ ναυτικόν; τί νες τριήραρχοι; τίνες κυβερνῆται; ναῦται δὲ πόσοι;
26.17
μεμψαμένου δὲ ἐμοῦ καὶ φήσαντος ἔξω ταῦτα γυναικείας εἶναι φροντίδος ἥδε πάλιν ἔφη· σὺ δέ μοι λέγε πῶς ἔχει τὰ τῶν ἀγρῶν; καὶ διεξέ ρχεται μέχρι τῶν θάμνων ἀνερωτῶσα καὶ σκιλλῶν καὶ σκολύμων. καὶ πλείων αὐτῇ λόγος περὶ τῶν ἀλλοτρίων ἢ τῶν ἡμετέρων. ἔστι δὲ οὐκ ἀσφαλὲς οὔτε τὸ χεῖρον οὔτε τὸ βέλτιον ἀγγεῖλαι. φύεται γὰρ ἐξ ἑκατέρου λόγων σωρός.
26.18
ἐντεῦθεν ἐπ’ ἄλλο μεταπηδᾷ. πῶς ἄρα πεπράκασι τὸ τήμερον αἰ οἰνοπώλιδες; λέ γεταί τις βλάβη τοῖς ἐλαιοκαπήλοις συμβῆναι. βελτίων ἡ προβατευτικὴ τέχνη. δέος μὴ τὰ φρύ γάνα τοὺς ἀρτοποιοὺς ἐπιλίπῃ. τοὺς ἀ ργυρο γνώμονας συκοφαντεῖσθαι λέγουσι. τοιαῦτα ἄττα θαλαττοκοπεῖ καὶ φλυαρεῖ καὶ ἐργάζεται μὲν ὡς ἥκιστα, λαλεῖ δὲ ὡς μάλιστα. εἰ δὲ καὶ προσάψαιτό τινος ἔργου, μείζων ζημία τῆς ἀργίας αὐτῆς ὁ περὶ τοῦ ἔργου λόγος.
26.19
ἐκ βαλανείου δὲ εἴ ποτε ἀ ναστρέ ψειε, φεῦ τῆς ἐπομβρίας τῶν ῥημάτων. πόσα μὲν περὶ τῆς δεξαμενῆς, πόσα δὲ περὶ τῶν γυναικῶν, τίς ἦλθε; τίς οὐκ ἦλθε; τίς ἄνευ παιδισκαρίων; τίς αὐ τοῖς παιδισκαρίοις; τίνι σπίλος ἦν ἐν τῷ σώματι; τίς ἐρρυμμένη καλῶς ἀπῄει; τίνι ῥυτίδες ἐπὶ τῆς μορφῆς; τίνι τὸ πρόσωπον ἐψιμυθίωτο; τίς εὗρε νίτρον; τίς ἀπώλεσε σάνδαλον; τίς ἀνέτρεψε τῆς βαλανευτρίας τὴν ἐμπολήν; τὴν δοῦσαν ὀβολὸν τῷ βαλανεῖ, τὴν πλέον, τὴν ἔλαττον, τὴν οὐδέν, καὶ τὴν ἀπὸ τοῦ μὴ δοῦναι προστίθησι μάχην.
26.20
εἶθ’ ὥσπερ ἐκλαθομένη τῶν μεγίστων αὑτὴν εἰς ἀνάμνησιν κονδυλίζει, ἐγὼ δὲ φρίττω ῥεῦμα ἕτερον ἐπερχόμενον ὁρῶν καὶ κεντοῦμαι τοῖς φληνάφοις καὶ κατὰ τοὺς μαστιγουμένους ἀναμένω τὴν τῆς λαλιᾶς ἀνάπαυλαν οἰμώζων καὶ κατα ρώμενος τῷ γάμῳ καὶ τῷ πρώτῳ πρός με μνησθέντι Ktrg γυναικός.
26.21
ἡ δὲ ἂν αἴσθηται στένοντος, κινεῖ τὸν ἀνάγυρον καὶ τί σοι, φησίν, ἔχει τῶν ἔ νδον κακῶς; καὶ κατάλογος ἐνταῦθα τῶν ἐπίπλων μέχρι τῆς ληκύθου καὶ τῆς ἐτνηρύσεως. πάντα, ἔφην, ἔχει καλῶς, μόνον σιώπα. τὸ δὲ σιώπα τοῦτο σμήνη λόγων ἕτερα φέρει. διὰ τί σο ἴ’ σιωπῶ; μὴ γὰρ ἐξ ἀτίμων γέγονα; καὶ λέγει τήθας καὶ τηθί δᾴς, πάππους καὶ ἐπιπάππους, εἶτα εἰς εἰκοστὸν καὶ τριακοστὸν ἀναβαίνει πρόγονον τριηραρχίας προστιθεῖσα καὶ χορηγίας.
26.22
ἡ δὲ μνήμη τῶν χορηγιῶν ἐπὶ τοὺς τραγῳδοὺς αὐτὴν παραπέμπει κἀ ν ταῦθα ὕει ῥαγδαίως τοὺς πρώτους εὑρόντας τραγῳ δίαν λέγουσα καὶ τοὺς ἐκδεξαμένους καὶ ὅτῳ τρόπῳ τὸ χρῆμα ηὐξήθη καὶ τί συνεισήνεγκεν ἕκαστος. ἐγὼ δὲ δεινότερα πάσχω τῶν ἐν ταῖς τραγῳδίαις κολαζομένων. μὴ γὰρ οἶδεν ἡ γυνὴ στῆναί που τοῦ λαλεῖν; οἱ ποταμοὶ πρότερον ἂν σταῖεν ἢ τὸ ταύτης στόμα. πᾶσα γὰρ πρόφασις λόγων ἀφορμή, ἂν οἴκοι μένω, ἂν εἰς ἀγορὰν ἀπέλθω, βραδυτὴς οἰκετῶν, τάχος, σπάνις, εὐπορία, μεμπτά, ἄμεμπτα, ὄμβρος, αἰθρία.
26.23
ἐπειδὰν δὲ πάντα ἀναλώσῃ τῇ ῥύμῃ τῆς γλώττης τὰ ἡμέτερα, πάλιν τὰ τῶν γειτόνων, κἂν μηδὲν ἔτι φαίνηται, ὀ νεί ρατα διηγεῖται πλάττουσα κἀκεῖνα, μὰ τοὺς θεούς, ὧς ἐμοὶ δοκεῖ. οὐ γὰρ καθεύδει γε, ἀλλὰ καὶ ἡ νὺξ εἰς νυκτηγορίαν αὐτῇ πολλάκις παραναλίσκεται, κἂν βιασθεῖσά ποτε παραδέξηταί τι τοῖς ὀφθαλμοῖς ὕπνου, πάντα αὐτῇ πλὴν τῆς γλώττης κοιμίζεται, ἡ δὲ τὸ αὑτῆς ἀπεργάζεται καὶ γίγνεταί μοι χαλεπωτέρα τῶν ἐμπίδων.
26.24
Ὁρᾶτέ με, ὦ βουλή, συντετηκότα. μεθ’ ἡμέραν κόπτομαι, νυκτὸς διαφθείρομαι. μισῶ σιτία, μισῶ ποτά. τὸ πᾶσιν ἥδιστον φεύγω, τὸ ζῆν. ἔναυλον ἔχω τὴν λαλιάν. ἐν τῇ ψυχῇ περιφέρω τὴν ἀηδίαν. ἀμύνατέ μοι, πρὸς Δῖός, μετάδοτέ μοι τοῦ φαρμάκου, ῥύσασθέ με φωνῆς ἀπαύστου.
26.25
Καὶ τί, φησιν, ἀτυχεῖς τοσοῦτον δι’ ὃ καὶ τελευτᾶν ἀξιοῖς; ποίαν οὐσίαν ἀπολώλεκας; τί λελώβηταί σοι τοῦ σώματος; ποίᾳ συμφορᾶς ὑπερβολῇ καταληφθεὶς οὐκ ἀνέχῃ ζῆν;
26.26
σὺ δὲ τίς ὢν ταῦτα πολυπραγμονεῖς; τί δέ σοι μέ λεῖ’ τῆς ἐμῆς τελευτῆς; πατὴρ ἐμὸς εἶ; ἀλλ’ ἀδελφὸς ἢ θεῖος; ἀνεψιὸς δέ; ἀλλὰ κοινωνὸς ἐμπορίας ἢ γεωργίας; χεῖρον δὲ τοῖς σαυτοῦ πράξεις παρὰ τὴν ἐμὴν τελευτήν; ψηφίσματι δὲ κατέστης κωλυτὴς εἶναι τῶν ἐπιθυμούντων ἀποθανεῖν;
26.21
ὢ τῆς περιεργίας. οὐδὲ ἀποθανεῖν ἔξεστιν ἄνευ πολλῶν λόγων ἐν τῇ πόλει. ἄνθρωπε, μὴ γὰρ σίτησιν αἰτήσων ἥκω; μὴ γὰρ στέ φανον; ταῦτα δὴ τὰ τῶν ῥητόρων ὑμῶν τῶν καρπουμένων τὸν δῆμον. βαρύνομαι τῷ ζῆν, ἀπελθεῖν ἐ πιθυμῶ. τί μοι φθονεῖς; εἶτά με ἐρωτᾷς διὰ τί βούλομαι τελευτᾶν. οὐ διὰ σέ. οὐ δικαίως ὑμῖν, ὦ βουλή, χολᾶν καὶ παραφρονεῖν, ὅς ὡς ἐπὶ πρᾳότερόν τι οἰκίας τὸ βουλευτήριον ἐπειχθεὶς εὑρίσκω τοὺς τῇδε χαλεπωτέρους τῶν οἴκοι;
26.28
οὐκ ἀπολώλεκα τὴν οὐσίαν, λέγεις. τοῦτο γὰρ οἴει μέγιστον κακόν. πόσοι δημεύσεις γενναίως ἐνηνόχασιν ἀντελπίσαντες πλοῦ τόν γε ἕτερον καὶ τὴν παροῦσαν ἔνδειαν ἐ πανορθού μενοι τῇ παρὰ τῶν ἐπιτηδείων ἐπικουρίᾳ.
26.29
σῶόν ἐστί μοι τὸ σῶμα. τὴν δὲ ψυχήν, φίλτατε, βέβλαμμαι καὶ περὶ τὸ βέλτιον ἐζημίωμαι. μεστός εἰμι ῥ η μάτων ἀνοήτων. μήκεσιν ἀπείροις λόγων βέβλημαι. ἀδολεσχίαις βεβάπτισμαι. πολλὴν δέδεγμαι γλωσσαλγίαν. καθάπερ πλοῖον θάλαττα, ὑπερέσχε με τῆς γυναικὸς ὁ κλύδων. οὔκ εἰμι φρενήρης. ἰλιγγιῶ, σκοτοδινιῶ. ταῦτ’ οὐχ ἱκαναὶ προφάσεις πρὸς θά να’ τον;
26.30
εἰ παῖς ἦν μοι τεθνεώς, ἦν ἂν ἐκ τῶν ταὐτὰ πεπονθότων ἡ παραμυθία καὶ ταῖς ἐπιγιγνομέναις ψεσιν ὑπεχώρουν ἂν αἰ λῦπαι. τὸ κακὸν δὲ τοῦτο πρῶτον μὲν μόνῳ μοι συμβέβηκε καὶ οὐκ ἔνι πρὸς παράδειγμα βλέψαντι λαβεῖν παραμύθιον τῆς ψυχῆς. ἔπειτα ἀεὶ σύνεστι πάσαις ἡδοναῖς ἐναντιούμενον, πά σαῖς εὐημερίαις μαχόμενον καὶ τὰ ἀπὸ τῆς Τύχης τερπνὰ συνταράττον καὶ μεταστρέφον. εἰ οὖν δεῖ με λυπούμενον ζῆν, μὴ ζῆν μοι βέλτιον. εἰ δεῖ περιόντα στένειν, μεταστῆναι συμφορώτερον.
26.31
Ἄλλα ἄλλοις, ὦ βουλή, δεινὰ νομίζεται, τῷ μὲν χρημάτων ἀποβολή, τῷ δὲ παίδων, τῷ δὲ φυγὴ πατρίδος, τῷ δὲ νόσος σώματος, ἐμοὶ δὲ μακρολογία. τί οὖν θαυμαστὸν εἰ τοῦτο ᾧ μάλιστα ἀλγύνομαι μὴ φέρων ἀποθανεῖν ἐθέλω;
26.32
οὐκ ἔστιν ἡ γυνή μοι μέθυσος. τοῦτο γάρ ἐστι τὸ δεινόν. εἰ γὰρ ἐμέθυε, κἂν ἐκάθευδεν, εἰ δὲ ἐκάθευδεν, ἴσως ἐσίγα. πάντα μοι ταῦτα τοῦ παρόντος ἐλάττω, πάντα τῆς λαλιᾶς κουφότερα. ἤνεγκα ἂν γυναῖκα ὑπεραβελτέραν, αὐ τό χρῆμα κακόν, ἤνεγκα σπαθῶσαν, ὠλεσίοικον. τουτὶ δὲ τὸ διηνεκὲς τῶν λόγων νενίκηκέ με καὶ κατεπάλαισε καὶ πρὸς τὸ ζῆν ἐπολέμωσεν.
26.33
εἰπὲ γάρ μοι· πό τερον ἧττον εἰς συμφοράν, εἰσάπαξ ἀποθανεῖν ἢ πολλάκις ἐγγὺς ἰέναι θανάτου; τὸ πρότερον φή σαῖς ἄν. ἐγὼ τοίνυν τὸ χαλεπώτερον οὐκ ὀλιγάκις πέπονθα. πλειστάκις ὡρακίασα, μὰ τὸν Ἀπόλλω, βαλλό μενος ὥσπερ χαλάζῃ τοῖς ὕθλοις. πολλάκις ἐλειποψύχησα μεστὸς γενόμενος τῶν λήρων ἐκείνων.
26.34
οἴεσθε τὸ κακὸν ἀνεκτὸν εἶναι καὶ τοιοῦτον οἷον ἤδη τῳ συν ἔβη; οὐκ ἔστιν, οὐκ ἔστιν. Ἀράβιος αὐλητὴς ἡ γυνή, μᾶλλον δὲ καὶ παρελήλυθε, τρυγόνος λαλιστέρα, κί ττης, ἀηδόνος, κερκώπης. τὸ Δωδωναῖον ὑπερβαίνει χαλκεῖον. ἐκεῖνο μὲν γὰρ προσβαλλούσης αὐτῷ τῆς μάστιγος ὑπὸ τῶν ἀνέμων ἠχεῖ, νηνεμίας δὲ οὔσης σιγᾷ· ταύτης δὲ τὴν γλῶτταν οὐδὲν καθεῖρξαι δύναται, οὐ χειμών, οὐ θέρος, οὐκ ἄνεμος, οὐ νηνεμία.
26.35
Τί δεῖ με ζῆν ἄνθρωπον ὑπὲρ ἀλλοκότων εὐχῶν προσιόντα τοῖς θεοῖς; τῶν μὲν γὰρ ἄλλων ἕκαστος εἰς ἱερὰ φοιτῶν ἀντὶ τῶν θυσιῶν ὑγιαίνειν αἰτεῖ, ἐγὼ δέ, ἆρ’ ἄν τινα πείσαιμι λέγων; προσπεσὼν πρὸς τὰ ἀγάλματα κωφότητος ἐδεόμην τυχεῖν ὧς τούτῳ μόνῳ τῆς παρούσης ἀηδίας ἀπαλλαξόμενος, εἰ δὲ μὴ τοῦτο δοκοίη, κυψελίδα παχεῖαν ᾔτουν ἐν τοῖς ὠσὶν ἐντραφῆναι τοῦ μὴ πάντ’ ἀκριβῶς εἰσδύεσθαι τὰ ῥήματα.
26.36
τῶν θεῶν δὲ οὐ δόντων τὴν χάριν, ἀλλά μοι σεσωσμένης, ὡς οὐκ ὤφελε, τῆς ἀκοῆς λοιπόν ἐστιν εἰς ἀπαλλαγὴν ἀποθανεῖν. ἢ πῶς καὶ βιώσομαι; ποῦ ποιούμενος τὰς διατριβάς; ἐπ’ ἀγορᾶς; ἀλλ’ οἱ τῶν ὠνίων πρατῆρες ἐπαινοῦντες ἃ πωλοῦσι καὶ βοῶντες ὑπὲρ τοὺς κήρυκας ὥσπερ οὐκ ἀρκούσης τῆς χρείας ἄγειν πρὸς αὑτοὺς τὸν ὠνησόμενον ἐ ξελαύ νουσιν ἐκεῖθεν μᾶλλον ἢ εἰ τοῖς λίθοις ἔβαλλον. ἀλλ’ ἐν ἀγροῖς; ἔνι κἀκεῖ τὰ λυποῦντα, βοὴ βατράχων, οὐκ οἶδ’ ἀνθ’ ὅτου, ὄνοι βρωμώμενοι, βόες μυκώμενοι, αἶγες μηκάζουσαι, πρόβατα βληχώμενα. ἀλλ’ ἐν τοῖς δικαστηρίοις; χείρους τῶν γυρίνων οἱ ῥήτορες.
26.37
Μίαν εἶχον καταφυγήν, μίαν ἀποστροφήν, ἔνα λιμένα, τὴν οἰκίαν. ἀλλὰ καὶ ταύτην ἐνέπλησέ μοι χει μῶνος ἡ γλῶττα τῆς γυναικός, καὶ τόπον ἔχοντα γαλήνην εὑρεῖν οὐκ ἔχω. τοῖς πολεμοῦσι μεμηχάνηταί τις ἀναψυχὴ τὸ μεταξὺ σπείσασθαι τῆς ἐ κεχειρίας, ἐμοὶ δὲ ἀνάπαυλα τῆς κακοπαθείας οὐδαμόθεν. καὶ γὰρ ὁσάκις ἐνόσησεν ἡ γυνή, τὰ μὲν ἄλλα οἷς οὐκ ἀποκναίει με νενόσηκεν, ὀφθαλμούς, χεῖρας, γαστέρα, πόδας, ἡ δὲ μιαρὰ φωνὴ παντάπασιν ἄνοσος. κρείττων ὅλως ἢ καμεῖν. οὐ βράγχος τῇ φάρυγγι προσέπεσεν, οὐχ ἕλκωσις τὴν γλῶσσαν κατέλαβεν, οὐ ῥ εύ μάτος προσβολὴ τὴν σταφυλὴν ἐξώγκωσεν, οὐδὲν τῶν ἀφαιρουμένων τὸ λαλεῖν ἐγκατέσκηψεν. ᾧ τοίνυν μήτ’ ἔξω ζῆν ἔστι μήτ’ εἴσω, τίς λόγος; τίς λοιπὴ δίαιτα; οὐχ ἡ τοῦ Πλούτωνος;
26.38
Σὺ γάρ, φησί, σαυτῷ αἴτιος τῶν δυσχε ρῶν οὐ παιδεύσας τὸ γύναιον πράττειν ἀφ’ ὧν σοι χαριεῖται οὐδὲ πρὸς τὸ σὸν ἦθος τὸν ἐ κεί νης καταστησάμενος τρόπον. ἐχρῆν δὲ διδά σκειν, παραινεῖν, νουθετεῖν. καὶ τίς οὕτως ἀνόητος ὧς μὴ τὸ πρόχειρον τοῦτο καὶ ἰδεῖν καὶ ποιῆσαι; μίαν γὰρ ἡμέραν οὐ διέλιπον, ὥραν, ἡμιώριον. νόσημα τοῦτο ἔστιν, ἔλεγον, ὦ γύναι, γέλωτα παρέχεις τοῖς γείτοσιν. ἐν ὀνείδει μοι προφέρουσι τὴν σὴν φλυαρίαν. ἐλευθέρα φὴς εἶναι. μὴ τοίνυν πρᾶττε τοῦ γένους ἀνάξια. μίμησαι τὸν ἐμὸν τρόπον. ἡσύχιον διώκω βίον. οὗτος ἀρεσκέτω καὶ σοί
26.39
ταῦτα λέγων εἰς πέτρας ἔσπειρον, οὐ γὰρ κατέλυε τὸν νόμον, ἀλλ’ ἀμειβομένη τῶν λόγων κατέσυρέ με τῷ ῥεύματι. γνοὺς δὲ ὅτι μοι δεῖ συμμάχων παρακαλέσας τοὺς γνωρίμους εἰσήγαγον ἐ παί νους σιγῆς σιγῆς μεμελετηκότας, ἡ δὲ κατὰ τοὺς ἐν τοῖς ὅπλοις ἀριστεύοντας μία πολλοὺς ἐτρέπετο τῶν μὲν πολλῶν πλείω λέγουσα, τοῖς δὲ οὐδ’ εἰπεῖν διδοῦσα, μόνη πάντας παριοῦσα, ἴως τὴν μὲν ἀποθαυμάσαντες, ἐμὲ δὲ οἰκτείραντες, αὐτοὶ δὲ ἀπειπόντες ἔφυγον.
26.40
ἐνταῦθα ἐγὼ γνοὺς ὅτι τῶν μὲν ζώντων καταφρονεῖ, ταῖς δὲ τῶν παλαιῶν συμβουλίαις τάχ’ ἂν εἴξαι, σὺ δέ, εἶπον, εἰ μὴ ἐμέ, ἀλλὰ γοῦν τὸν σοφώτατον ποιητὴν αἰσχύνθητι λέγοντα γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. ἡ δὲ εὐθύς· καὶ τίς οὗτος ὁ ποιητὴς καὶ τίνος πατρὸς καὶ ποίου δήμου καὶ πότε ποιεῖν ἤρξατο καὶ πῶς ἐτελεύτησε; καὶ τὴν ἡμέραν ἐνταῦθα κατέ τριψεν ἡ γυνή, καὶ περιίστατό μοι πρὸς τοὐναντίον ὁ ποιητής· ἀντὶ γὰρ τοῦ σβέσαι τὴν λαλιὰν ἀνῆπτεν. ἀ πο πτύσας δ’ οὖν ἐγὼ καὶ τὴν πλησμονὴν ἀποστραφεὶς ᾠ χό μην τρέχων.
26.41
εἶθ’ ὕστερον ἡμέραιν δυοῖν αὖθις εἰς παραίνεσιν καθιστάμην καὶ ἔλεγον ὅτι οὕτως ἡμῖν, co γύναι, πρέπει σιγᾶν, ὥς γε καὶ τῶν τεττί τεττίγων ὁ μὲν ἄρρην ᾄδει, βαρὺς μὲν καὶ οὗτος, ὅτε πέρα τοῦ μετρίου, θηλείας δὲ φθεγγομένης» οὐκ ἂν ἀκούσαις. ἡ δ’ ὑπεισελθοῦσα τὴν τελευταίαν συλλαβὴν οὗτοι, φησίν. εἰσὶν οἱ βέλτιστοι τέ ττιγες οἶ ἐξ ἀνθρώπων τέττιγες, οἱ φίλοι ταῖς Μούσαις, οἶς τὸ λαλεῖν τοῦ ἐσθίειν ἥδιον. καὶ· κυκλοῦσα τὸν περὶ τῶν τεττίγων μῦθον εἰς ἐσπέραν αὐτὴν προὔβαινεν», ὥστε με ἀποπνιγόμενον τὰς μὲν ὶ συμβουλὰς ἐᾶσαι χαίρειν, ἔργῳ δὲ πειρᾶσθαι παιδεύειν τὴν ἄμαχον καὶ τοὺς κολοιοὺς καὶ ψᾶρας μικρὸν ἀ ποφαίνουσαν.
26.42
ἤδη τοίνυν ἐπῆγον αὐτῇ τὼ χεῖρε καὶ πληγὰς ἠπείλουν, καὶ ὡς οὐκ ἐπαύετο, ἀλλ’ ἐβόα, συστρέψας τὸ ἡμιτύβιον ἔβυσα τὸ στόμα. ὡς δὲ ἀνῆκά ποτε δοκῶν αὐτὴν ἐπηνωρθῶσθαι, πῦρ ἐπὶ πῦρ ᾐσθόμην τοῦτο δὴ τὸ σοφὸν ἐξευρηκώς. ὥσπερ γὰρ οἱ τοὺς κρουνοὺς ἐπισχόντες, εἶτ’ ἀφελόντες τὸ κωλύον σφοδροτέραν εἰργάσαντο τὴν φοράν, οὕτως ἐγὼ μικρὸν ἀναστείλας τὴν φωνὴν μεῖζον ἐπεσπασάμην τὸ ῥεῖθρον, ὡς μικροῦ τὴν οἰκίαν διέστησε βοῶσα καὶ τῇ πυκνότητι τῶν ῥημάτων τἀς νιφάδας ἀποκρύπτουσα.
26.43
Ὡς οὖν πάντα δι’ ὧν πείσειν τε ᾤμην καὶ καταναγκάσειν πεποιηκὼς βέλτιον μὲν οὐκ ἀπέφηνα τὸ πρᾶγμα, χαλεπώτερον δὲ πολλῷ, τίς γένωμαι; ποῖ καταφύγω; τίνα λύσιν εὕρω τῆς συμφορᾶς;
26.44
Ἀλλ’ ἐρεῖ τις τῶν πολιτῶν· ἔκβαλε τὸ γύ ναιον, οὐ γὰρ ἔτ’ οὐδὲν ἀκούσῃ φθεγγομένης. σοφός γε τῆς ἀπαλλαγῆς ὁ τρόπος καὶ φρενὸς ὀ ξυτέ ῥᾶς καὶ τοὺς πολλοὺς λανθάνων. ἄνθρωπε, σπουδάζων ἢ παίζων τοῦτο λέγεις; εἰ μὲν γὰρ ἐρεσχελῶν, οὐ παιδιᾶς ὁ καιρὸς ἐν θανάτου λόγοις· εἰ δ’ ἀπὸ σπουδῆς, ἴσθι τοῦ προσήκοντος ἁμαρτάνων.
26.45
σκοπῶμεν δὲ ὡδί· νῦν ἐγὼ γνώμῃ τῆς βουλῆς ἀποθανεῖν ἀξιῶ, ἡ γυνὴ δὲ οἴκοι λαλεῖ πρὸς αὑτὴν ἢ τοὺς τοίχους ἢ τὸν ἀέρα ἢ πρὸς ὁντιναοῦν. τοῦτο δὲ οὐδὲν ἐμοὶ τῷ γε ἀπόντι δεινόν, ἡ γὰρ οὐ παρέστηκεν οὐδὲ ὁρᾶται οὐδὲ κέκραγεν οὐδὲ φθέγγεται, οὐ γὰρ νόμος τοῖς περὶ τοῦ θανάτου λόγοις ἐκείνην παρεῖναι. εἰ δὲ δικαστήριον ταῦτ’ ἦν καὶ τῆς γυναικὸς ἐκβολὴ καὶ διδάσκειν ἴδει τοὺς καθημένους ὧς ἀδικοῦμαι, κοινὸν ἂν ἦν ἐμοῦ κἀκείνης τὸ δικαστήριον, ἔχουσα δὲ πάροδον εἰς τὸ γρύζειν παρώσασα ἄν, εὖ ἴστε, τοὺς συνηγόρους καὶ τὴν ἐκείνων τάξιν ἁρπάσασα καὶ τοὐμὸν ὕδωρ αὑτῆς ποιησαμένη τοσαῦτα ἂν διῆλθεν ἀπνευστὶ συνείρουσα καὶ καταχέουσα πολὺν καὶ ἀθρόον τὸν λῆρον, ὥστε με ἀ πό λλυσθαι καὶ μόλις ἂν ἔμπνουν ἐντεῦθεν ἀποκομίζεσθαι.
26.46
Ἓν μὲν τοῦτο τοσοῦτον καὶ τηλικοῦτον διαφεύγω κακὸν οὕτως, ἀλλ’ οὐκ ἐκείνως ὑπὲρ ἐμαυτοῦ βεβουλευμένος· ἕτερον δὲ ἀκούσατε. εἰ γὰρ δὴ ψήφῳ καὶ δικαστηρίῳ διαστῆναί μοι τῆς γυναικὸς ὑπῆρξεν, οὐκ ἂν εὐτύχημα μᾶλλον ἦν ἢ ἀτύχημα τὸ πραχθέν. πῶς γὰρ ἂν ἤνεγκα τοὺς οἰκείους τῆς γυναικὸς ἐ γκαλοῦ ντας, ἐπιτιμῶντας, ἄλλους ἐπ’ ἄλλοις αἰτιωμένους, τὸν μὲν ἔνθεν βοῶντα, τὸν δὲ ἔνθεν κεκραγότα, περιισταμένους, κυκλουμένους, διαβάλλοντάς μου τὴν ἡσυχίαν, ἀπρόσοδον καλοῦντας, ἀγέλαστον ὀ νομά ζοντας, ἰδιογνώμονά μου τὸν βίον προσαγορεύ οντας;
26.47
ἃ δὲ ἐποίησεν ἂν ἡ γυνή, τίς οὕτω τίς οὕτως ἀδαμάντινος ὅστις ἂν ὑπέμεινεν; ἠ κολού θησεν ἂν ἐκ τοῦ δικαστηρίου λαβομένη θοἰματίου, ἕλ κου σὰ, ἐπιστρέφουσα, λέγουσα θεοὺς ἐφεξῆς ὀνομαστί, μαρτυρομένη τοὺς ἥρωας καὶ τούτους ὀνομαστί, τὰ ἄστρα, τοὺς ἀνέμους, τοὺς κίονας, τοὺς θεμελίους. ἐμβαλοῦσα δὲ εἰς τὸν στενωπὸν ἀνεβόησεν ἂν διωλύγιον τοὺς γείτονας εἰς κραυγὴν διεγείρουσα. ἔπειτα προσκαθημένη ταῖς θύραις ἐπολιόρκησεν ἄν με διὰ πάσης ἀκριβείας προελθεῖν οὐκ ἐῶσα, μένοντος εἴσω καταβοῶσα.
26.48
ἐαρινήν γε ἡμέραν διήγαγον ἂν τὴν τῆς ἐκβολῆς συνεχῶς ἀκούων· ἡ θύρα ψοφεῖ. παίει δὲ τίς; οἰκεῖος τῆς γυναικός. πτερῶν, ὡς ἔοικεν, ἐδέησεν ἄν μοι σπαραττομένῳ καὶ λόγον ἀπαιτουμένῳ περὶ τῶν πεπραγμένων.
26.49
Ἵνα δὴ μὴ ταῦτα γένοιτο, ἀποθνήσκω. καλείτω δὲ ἡ γυνὴ καὶ τῶν ἄλλων ὅστις ἐθέλει δύσκολον. δότε δή, δότε τὴν χάριν, ὦ βουλή, πέμψατέ με ταχέως εἰς τὴν τελείαν ἡσυχίαν. ἀναμίξατέ με τοῖς ἀπελθοῦσι, τοῖς μακαρίοις, τοῖς ἀναισθήτοις. πῶς γὰρ οὐκ εὐ δαί μων, ὅταν ὁ μὲν ἐπὶ κλίνης φέρηται, κόπτωνται δὲ αἱ γυναῖκες, οἶ δὲ προσήκοντες ὀλοφύρωνται, ὁ δὲ τούτων ἀκούῃ μηδέν; εἰ γὰρ τὸ καθεύδειν ἀκριβῶς τῶν ἐν τῷ ζῆν ἀγαθῶν μέγιστον, πῶς οὐ πολλῷ τι μιώτερον ὅ μείζω φέρει τὴν ἀναισθησίαν;
26.50
εὐ τρεπιζέτω τις ἤδη τὸ φάρμακον, ἑτοιμαζέτω τὴν καλὴν φιλοτησίαν, ἀλλ’ ἐκεῖνό μοι προσυπαρξάτω· σιγηλὸς ὁ τὸ κώνειον ὀρέγων ἔστω, μηδέν τι ἐπ’ αὐτῷ λαλῶν, μὴ διαλεγόμενος περὶ τῆς φύσεως τοῦ φαρμάκου. ἔστω καθαρὸν θορύβου καὶ ὄχλου τὸ δῶρον.
26.51
Κἀκεῖνό μοι, πρὸς θεῶν, μετὰ τοῦ θανάτου ψηφίσασθε, μὴ παρεῖναι τὴν γυναῖκα πίνοντι μηδὲ δι’ ἢν εἱλόμην ἀποθνήσκειν, ταύτῃ θρηνεῖν ἐξεῖναι τὴν ἐμὴν τελευτήν. οὐδὲ γὰρ θρηνήσει νόμῳ γυναικῶν οὐδὲ πενθήσει δάκρυσιν, ἀλλὰ λαλήσει καὶ ῥητορεύσει καὶ κόψεται καὶ καταστήσει μοι τὴν εἰς τὸν θάνατον εἴσοδον ἀλγεινήν. ἀπέστω δὴ τῆς πόσεως, ἀπέστω. ζητείτω λίθινον ἄνδρα δυνάμενον ἐνεγκεῖν τὴν ἀηδίαν. ἐγὼ δὲ ἐν τῇ γῇ κείσομαι πάσης φωνῆς ἀνήκοος.
26.52
Ἡδὺ μέν, ὦ βουλή, τῆς ἀκτῖνος ἀπολαύειν τε καὶ τρυφᾶν, ἀποστερεῖ δέ με τούτων ἡ γυνή τοῦτο μὲν οἶς ποιεῖ, τοῦτο δὲ οἷς δράσει. λογίζομαι γὰρ τίς ἔσται τὴν γλῶτταν ἐπίτεξ γενομένη, τίς ὠδίνουσα, τίς τεκοῦσα. εἰ δὲ καὶ πολλά μοι τέκοι καὶ ταῦτα αὑτῇ παραπλήσια καὶ δεικνύντα ἧς ἐστι, πῶς βιώσομαι μέ σὸς εἰλημμένος τοιούτου χοροῦ; διοίσει γὰρ οὐδέν μοι τὸ οἰκίδιον τῶν λειμώνων ἐν οἷς τὰ ἔθνη τῶν ὀ ρνίθων μετὰ κλαγγῆς περιίπταται.
26.53
Ἴδου, πόσην βέβλαμμαι βλάβην. πολλὰ λαλῶ. τῆς γυναικὸς ἀπολέλαυκα, μακρὸν ἀποτέτακα λόγον. ἀλλ’ οὗτος ἔσται τελευταῖος. οὐ γὰρ ἔτ’ οὔτ’ ἐγώ τινος ἀκούσομαι οὔτ’ ἄλλος ἐμοῦ. ὢ βελτίστης ἡμέρας, ὢ φερούσης ἐλευθερίαν. ἄπειμι παρὰ τοὺς κάτω, παρὰ τοὺς οὐ λαλοῦντας. καταλήψομαι χῶρον ἡσυχίας γέ μοντα.
26.54
Ἀλλὰ γὰρ ἐξαίφνης ἐνενόησα λόγον τινὰ περιφερόμενον, ᾧ ταράττομαι. λέγουσι κἀκεῖ θορύβους εἷναι καὶ πράγματα καὶ δικαστὰς καὶ δίκας τῶν οἰ χομένων καὶ βοὴν νεκρῶν καὶ διαλόγους. δέδοικα δή, δέδοικα μὴ φυγὼν ἐντεῦθεν τὴν γυναῖκα μικρὸν ὔ στερον αὐτῇ περιτύχοιμι κάτω καὶ δέοι πάλιν ἀκούειν λαλούσης. ἀλλ’ ἐκεῖνα μὲν εἰκάζεται, τὰ παρόντα δὲ γινώσκεται.
26.55
πρὸ οὖν τῶν φανερῶν αἱροῦμαι τἄδηλον, ἀσφαλείας δ’ οὖν ἕνεκα βέλτιον εὔξασθαι· ὦ θεοῖ πάντες καὶ πᾶσαι, εἰ λόγου μέτεστι τοῖς ἀπελθοῦσι, δοίητε τῇ γυναικὶ πρὸς ἔσχατον γήρως ἐλθεῖν, ὥστε με τυχεῖν ἐν Ἅιδου πλεί όνος ἀπολαύσεως. αἴτιος δὲ ἴσως ἐγὼ τῶν κακῶν ἐμαυτῷ. χρῆν γάρ με λαβόντα μάχαιραν τὸ θρυλλούμενον ἐκεῖνο δρᾶσαι, τὴν γλῶτταν ἀποκόψαι. τάχα που κἀκεῖνος γυναῖκα λάλον οὐκ ἤνεγκεν. Sequitur altera δυσκόλου declamatio.