Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Declamations
LibaniusDeclamatio 3 · textus-receptusMore by Libanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius"> —
⋯
More
Original / primary: Textus receptus
3.1
Εἰ μὲν ἐβούλετο Ἀλέξανδρος, ὦ Τρῶες, καὶ κατὰ μικρὸν εἶναι δίκαιος, οὔτ’ ἐκκλησίας ἔδει νῦν οὔθ’ ὅπλων οὔτε πρεσβείας, ἀλλ’ ἡμεῖς τ’ ἂν οἴκοι διετρίβομεν ἐν πᾶσιν ἀγαθοῖς ὑμῖν τ’ ἂν ἔξω φόβων καθειστήκει τὰ πράγματα· ἐπειδὴ δὲ τὴν τοῦ δικαίου τάξιν δευτέραν πεποίηται τῆς ἡδονῆς, ἥκομεν, ὦ Τρῶες, ἀδικήσοντες μὲν οὐδένα, τὰ δὲ ἡμέτερα αὐτῶν κομιούμενοι, ἐάνπερ ἄρα ἐξῇ.
3.2
τὸ μὲν οὖν στρατόπεδον τῶν Ἀχαιῶν ἀπὸ τῶν τειχῶν ὁρᾶτε δήπου καὶ τὸ πλῆ θος ὅσον καὶ τῆς παρασκευῆς τὸ μέγεθος, ἡμεῖς δὲ τοσαύτῃ προνοίᾳ κεχρήμεθα τοῦ μηδὲν ἀνεπιεικὲς ποιεῖν, ὥστε τὰ ὅπλα παραστήσαντες προτέροις χρώμεθα τοῖς λόγοις, ἔν’ εἰ μὲν ἐκ πρεσβείας τῶν δικαίων τύ χοιμεν, εὐθὺς ἀπίωμεν, εἰ δὲ μή, τά γε δεύτερα πρά ττωμεν. οὔτε γὰρ εἰς ἔργον παραχρῆμα καθίστασθαι τῶν ἡμετέρων τρόπων ἀπράκτου τε τῆς πρεσβείας ἀ πελ θούσης ἡσυχάζειν οὐκ ἔνεστιν. ἔστι τοίνυν ἐφ’ ὑμῖν ἢ περὶ πλείονος ποιήσασθαι τὴν ἡδονὴν Ἀλεξάνδρου τῆς ὑμετέρας αὐτῶν ἀσφαλείας ἢ μετὰ τῆς Ἑλένης ἀπηλλάχθαι καὶ τοῦ πολέμου.
3.3
Μέχρι μὲν οὖν τῆς παρούσης ἡμέρας Ἀλεξάνδρῳ μόνῳ τὴν ἁρπαγὴν λογιζόμεθα καὶ τῶν εἰς ἡμᾶς ἠ σελγημένων οὐδὲν ὑπὸ τοῦ κοινοῦ τῶν Τρώων πεποιῆσθαι νομίζομεν, τὸ δὲ τῆς νῦν ἐκκλησίας τέλος ἤ βεβαιώσει ταύτην τὴν δόξαν ἢ τὸ μὲν ἔργον ἐκείνου, τὸ δὲ βού λευμα κοινὸν ἀπάντων ἀποδείξει. ἐν μὲν γὰρ τῷ τὴν Ἀλεξάνδρου θεραπεύειν χάριν κοινωνεῖν ἐστι τῶν πεπραγμένων, ἐν δὲ τῷ καὶ παρὰ τὴν ἐκείνου γνώμην μέτριόν τι ποιεῖν ἐθέλειν ἐν ἐκείνῳ τὴν μέμψιν ὁ ρί ζειν.
3.4
ἀεὶ μὲν οὖν ἔμοιγε σύνηθες μὴ μακροὺς ἀποτείνειν ὑπὲρ τῶν πραγμάτων τοὺς λόγους, καὶ τοῦτ’ εἰκότως οὕτω μοι δοκῶ ποιεῖν, ὑπὲρ μὲν γὰρ τῶν ἀδίκων οὐδ’ ἂν εἴποιμι τὴν ἀρχήν, τὰ δὲ δίκαια βραχείας ἡγοῦμαι δεῖσθαι ῥήσεως· οἶμαι δέ, εἰ καὶ μακρολογεῖν εἰώθειν, τό γε παρὸν πρᾶγμα συστεῖλαι ἂν ὡς εἰς ἐλάχιστον τοὺς λόγους. τουτὶ γὰρ μόνον τῶν ἁπάντων οὐδὲν ἀπαιτεῖ ποικίλον οὐδὲ σοφόν, ἀλλ’ ἀπὸ ψιλῆς τῆς ἐρωτήσεως ἑλεῖν ἔστι τὸν ἀ νθιστάμενον.
3.5
Καί μοι ἀπόκριναι, πρὸς Δῖός ξενίου, Ἀλέξανδρε. ἔλαβές τι τῶν οὐ σοὶ προσηκόντων; οὐκοῦν ἀπόδος. ἔλαβες ἀδίκως; οὐκοῦν προσοφείλεις δίκην. δεῖ γὰρ δήπου δυοῖν θάτερον, ἢ τὸ μηδὲν εἰληφέναι δεικνύναι ἀδίκως ἢ τοῦθ’ ὁμολογοῦντα μηδὲν ἀντιτείνειν ἔτι.
3.6
Ὡς μὲν οὖν οὐκ ἀφείλου με τὰ τιμιώτατα πάντων, οὐκ ἀξιώσεις ἀρνεῖσθαι, ἀκούω γάρ σε σεμνύνεσθαι τοῖς ἀδικήμασι, τούτου δὲ οὕτως ἔχοντος ὁ τοῦ δικαίου λόγος ἀποστῆναί σε τῶν ἡμετέρων ἔσταξεν, ἐφ’ ἃ τῷ κοινῷ μὲν νόμῳ τῶν ξένων εἰσεδέχθης, διέ θηκας δὲ τῶν πολεμίων πικρότερον. μὴ γὰρ οἴεσθε τὴν ἐπιβουλὴν αὐτὸν ἡμῖν ἐμφανῆ καταστήσαντα τοσαῦτα δεδυνῆσθαι μηδὲ οὕτω μήτε τοῦτον εἶναι θαμ’ μαστὸν μήθ’ ἡμᾶς ὑπτίους, ὥστε τὸν μὲν ἐκ προρρή σεως ταῦτ’ ἂν ποιῆσαι, ἡμᾶς δὲ προειδότας ταῦτ’ ἂν παθεῖν.
3.7
Ἀλλ᾿ ὅπως ἔσχε τὸ πρᾶγμα, ἀκούσατε. Ἀ λέ ξανδρος μὲν γὰρ οὐχ ὡς ἔμελλε τἀληθὲς φυλάξειν, ἀλλ’ ὡς ᾤετο αὑτῷ συνοίσειν, οὕτως ἴσως πρὸς ὑμᾶς ἀ πή γ γελκε κλέπτων ψευδολογίᾳ τὴν πονηρίαν. οὐδεὶς γὰρ πώποτε τῶν ἠδικηκότων ὡμολόγηκεν ἃ τετόλμηκεν, ἀλλὰ πάντα τρόπον διαστρέφουσι τἀληθὲς ἐκ μὲν τῶν ἀδικημάτων πλέον ἔχειν, ἐκ δὲ τῆς ἀρνήσεως χρηστοὶ δοκεῖν εἶναι βουλόμενοι.
3.8
Τὸ μέντοι πρᾶγμα τοῦτον ἐσκευωρήθη τὸν τρό πον. κατέπλευσεν εἰς τὴν Λακωνικὴν Ἀλέξανδρος σχῆμά τε περιβεβλημένος οὐ φαῦλον καὶ θεραπείαν ἐ παγό μενος ἀφ’ ἧς εἰκάζετο οὐ τῶν τυχόντων εἶναι. ἀναβὰς δὲ εἰς τὴν Σπάρτην τά τε ἄλλα πρὸς τοὺς παρατυγ χανόντας ἐφιλανθρωπεύετο καὶ πρᾳότητα πολλὴν καὶ σωφροσύνην πλαττόμενος ἐδεῖτο ξενίζεσθαι.
3.9
ἀκούων δ’ ἐγὼ ταῦτα καὶ πρὸ τῶν ἄλλων ἐμαυτῷ προσήκειν ἡγούμενος τῷ ξένῳ πάντα ὑπηρετεῖν ἀνέῳξά τε τὴν οἰκίαν καὶ εἰσήγαγον ἀσμένως ἐπὶ παῖδα καὶ γυναῖκα, τὰ τιμιώτατα, οὐδέν, ὦ Τρῶες, ἐννοῶν ὧν ὕστερον ἔπασχον. συναγωγέα γὰρ τοῦ πράγματος ἡγού μένος εἶναι τὸν Δία τὴν αὐτὴν ᾤμην αἰδῶ σώζεσθαι πρὸς τὸν θεὸν ὑπό τε τοῦ δεξαμένου τὸν ξένον καὶ τοῦ τετυχηκότος φιλανθρωπίας, μᾶλλον δὲ πλείω παρὰ τοῦ ξένου καὶ τοσούτῳ γε ὅσῳπερ ὁ παθὼν εὖ τοῦ πεποιηκότος μεῖζον κεκέρδακεν, ἐπεὶ καὶ νῦν ἡμεῖς, ἐγώ τε καὶ Ὀδυσσεύς, Ἀντήνορα τουτονὶ τὸν βέλτιστον πῶς οἴεσθε θαυμάζομεν καὶ συνευχόμεθα τὰ βέλτιστα καὶ βουλοίμεθ’ ἂν αὐτῷ μηδὲν τοιοῦτον περὶ τὸν οἶκον συμβῆναι.
3.10
οὕτω τοίνυν καλὴν καὶ γενναίαν ἐμοῦ δεξιότητα περὶ τὸν ξένον ἐνδεικνυμένου καὶ τοῦ χρόνου προἰόντος εἰπάτω παρελθὼν Ἀλέξανδρος, εἴ τινος δεηθεὶς ἠτύχησεν, εἰ τῷ πλείονι τῆς διατριβῆς δυσχεραίνοντες ὤφθημεν, εἰ μικρὸν ἢ μεῖζον ἀποστρα φέντων ᾔσθετο, εἰ μικροψυχίαν ἡμῶν οἶδε καταγνοὺς ἢ πρὸς ἑαυτὸν ἐνιδὼν ἀηδίαν, εἴ τινος ὅλως ἐπιλαμβάνεται τῶν περὶ ταῦτα. λεγέτω, δεικνύτω, καὶ πολλοστὸν ὧν ὀφείλομεν ὁμολογήσομεν πεπονθέναι. ἀλλ’ οὐκ ἂν ἔχοι. διόπερ οὐκ ἀνίσταται.
3.11
ὄντων οὖν ἡμῶν ἀφυλάκτων ὧς ἂν πρὸς φίλον καὶ γνώριμον καὶ τῆς πίστεως εἰς ῥᾳθυμίαν ἀγούσης, πῶς ἄν τις χρή σαιτο τοῖς λόγοις; μετέθηκεν, ὦ Τρῶες, τὸν περὶ ταῦτα θεσμὸν εἰς πᾶν τοὐναντίον καὶ ἠμείψατο τὴν μὲν φιλανθρωπίαν ἀδικίᾳ, τὴν δὲ φιλοξενίαν πονηρίᾳ, τὴν δ’ ὑποδοχὴν ἁρπαγῇ, τὴν δὲ τιμὴν ὕβρει, τὴν δὲ πίστιν ὠμότητι οὐ θεοὺς φοβηθείς, οὐ τοὺς εὖ πεποιηκότας αἰδεσθείς, οὐχ ὑμᾶς αἰσχυνθείς, οὐ τὸν πατέρα Πρίαμον, ὅν ἀκούομεν περί τε τὸ θεῖον ἐσπουδακέναι καὶ ὅλως ἐν φροντίδι πεποιῆσθαι τὸ μηδὲν δοκεῖν ἐξαμαρτάνειν.
3.12
ταῦτα πάντα καὶ ἔτι πλείω τούτων παρὰ φαῦλον θέμενος ἀφείλετο μὲν τὸ γύναιον, προσαφείλετο δὲ χρημάτων ὄγκον, οἰκέτας δὲ σιωπῶ καὶ πολλὰ πρὸς τούτοις ἕτερα. τί γὰρ ἄν τις μηκύνοι πρὸς εἰδότας ἀκριβῶς; ἐκ γὰρ ὧν εἰς ὑμᾶς ἧκεν ἄγων ὅσων ἡμᾶς ἀπεστέρησεν ἔδειξε καὶ πλουτεῖ νῦν ἐκ τῶν ἡμετέρων κακῶν.
3.13
καὶ ὅστις βούλεται τὴν παροινίαν σαφῶς καταμαθεῖν, οὐχ ἑτέρου δεήσεται, ἀλλ’ εἰσελθὼν οἴκαδε ὧς Ἀλέξανδρον ἐρέσθω· τουτὶ τὸ γύναιον, ὦ τάν, πόθεν ἔχεις λαβὼν καὶ τίνι τρόπῳ; ἀρ’ ὥσπερ ὁ πατήρ σου τῇ μητρὶ τῇ τῇ συνῴκηκεν, οὕτω καὶ αὐτὸς Ἑλένῃ συζῇς νόμου τῆς κοινωνίας ἡγησαμένου; ἢ γὰρ ψεύσεται τὴν πρᾶξιν αἰ σχυνόμενος ἢ τἀληθῆ λέγων ὁμολογήσει τὸ κακούργημα.
3.14
Μηδεὶς δὲ ὑμῶν, εἰ μετὰ παρρησίας οἱ λόγοι γίγνοιντο, τοῦτο ποιείσθω δυσχερές. πρῶτον μὲν γὰρ οὔτ’ ἂν ἡμεῖς τῶν δικαίων τύχοιμεν οὔτ’ ἂν ὑμεῖς ἃ προσήκει γνοίητε, εἰ μὴ τοὺς προσήκοντας λόγους τὰ πράγματα λάβοι. ἔπειτα δ’ ἐντεῦθεν καὶ μάλιστα ἄν τις κατίδοι, πόσην ἔχει τὰ πεπραγμένα τὴν ἀτοπίαν. εἰ γάρ, ἐάν τις ἃ πέπονθεν ἀποκεκαλυμμένως εἴπῃ, τοῦτο τῶν δεδρακότων ὕβρις, πῶς εἰκὸς τοὺς πεπονθότας ὑπ’ αὐτῶν τῶν ἔργων διακεῖσθαι; χωρὶς δὲ τούτων οὐκ ἔνι τὴν πρεσβείαν φανῆναι δικαίαν, ἂν μὴ τὸν εἰργασμένον ἀδικοῦντά τις ἐπιδείξῃ.
3.15
Ὁρᾶτε οὖν ὧς ἁπλᾶ καὶ δίκαια παρέχομαι. δύο γὰρ δήπου τοὺς ἐγκαλουμένους ἀφιέναι τῆς αἰτίας πέφυκεν, ἢ τὸ μηδ’ ὁτιοῦν πεποιηκέναι τὴν ἀρχὴν ἤ τὸ τῆς δικαίας εἶναι τάξεως τὰ πεπραγμένα. ὅταν οὖν μήτ’ ἀρνεῖσθαι τὴν ἁρπαγὴν οἶός τε ᾖ μήτε ὧς οὐκ ἀδίκως ἐτολμήθη διδάσκειν, δῆλον δήπου τὸ λειπό μένον.
3.16
Τίς οὖν ὁ σεμνὸς λόγος; ἔλαβον, φησί, καὶ Θεώρημα
3.17
οὕτως οὐκ ἀρκεῖ Ι τὸ λαβεῖν, ἀλλὰ καὶ προσεῖναι δεῖ τὸ χωρὶς ἀδικήματος. οὐδὲ γάρ, εἰ τὸν πατέρα τὸν αὑτοῦ παρώσας Ἀλέξανδρος καὶ τὸ σκῆ πτρον ἁρπάσας αὐτὸς ἀντ’ ἐκείνου τοῖς ὑμετέροις ἐγε στηκέναι πράγμασιν ἠξίου, μέτριον ἄν τι ποιεῖν ἐ νομίσθη καὶ ἀνεκτόν, οὐδ’ ἂν ἤνεγκε σιωπῇ οὔτε Πρίαμος ὁ ἠδικημένος οὔτε ὑμεῖς οἶ συνειδότες, ἀλλ’ εὐθὺς ἂν ἄπαντες ᾤεσθε δεῖν καταλεύειν ὧς οὐχ ὅσια ποιοῦντα. μὴ δὴ τοῦτο λέγε, ὡς ἔλαβες, ἀλλὰ δεῖξον, εἰ μηδεὶς οἷς ἔλαβες ἠδίκηται. τὸ γὰρ δίκαιον, ἄν τ’ ἐπ’ ἐμοῦ τις ἄν τ’ ἐπὶ Πριάμου λογίζηται, τὴν αὐτὴν ἰσχὺν ἔχει.
3.18
Καὶ μὴν πολέμιοί γε, φησίν, ἡμεῖς τε οἱ ταύτην ἔχοντες τὴν ἤπειρον καὶ ὑμεῖς οἱ τὴν ἑτέραν, τὰ δὲ τῶν δυσμενῶν ἔξεστιν ἄγειν καὶ φέρειν καὶ ληίζεσθαι. καλῶς. παρὰ δὲ τοῖς ἐχθροῖς, Ἀλέξανδρε, καταλύειν ἔξεστι καὶ ξενίων τυγχάνειν καὶ φιλανθρωπίας ἀξιοῦσθαι; σὺ τοίνυν ὧν ἐδεήθης τούτων ἔτυχες.
3.19
ἐχρῆν δέ σε, ὦ βέλτιστε, τὴν ἀρχὴν ἀποφεύγειν οἰκίαν ἀνδρὸς δυσμενοῦς καὶ μηδαμῶς ἀγαπᾶν τὰς παρὰ τῶν πολεμίων εὐεργεσίας μηδὲ ὁ μωρόφιον γίγνεσθαι τοῖς ἐκ παλαιῶν χρόνων, ὡς σὺ φῄς, εἰς ἔχθραν διῃρημένοις. ἢ τότε μὲν ὡς ἐπιτηδείοις ἐχρῶ, μικρὸν δὲ ὕστερον ὡς Ι πολεμίους ἐκάκους; καὶ μὴν οὐδὲν ἐν τῷ μεταξὺ παρ’ ἡμῶν εἶς σὲ δυσχε ρὲς ὑπῆρξεν οὐδ’ ἂν ἔχοις εἰπεῖν.
3.20
εἰ μὲν οὖν ἐξ ἀρχῆς πολεμίους ἐνόμιζες, τί οὐκ ἔλεγες; τέ δὲ οὐ σύμφωνον παρείχου τῇ γνώμῃ τὸ σχῆμα. εἰ δὲ ὕστερον μεταβληθεὶς ᾤου δεῖν λυπεῖν, εἰπέ, πρὸς θεῶν, ἀνθ’ ὅτου. ἀλλ’ οὐκ ἂν ἔχοις. ἀλλὰ πρᾶγμα πάντων ἀ νοσιώτατον εἰς νοῦν λαβὼν εἰσῆλθες μὲν ὧς ξένος, ἀ πῆ λθες δὲ ὡς δυσμενής. κλέψας δὲ τὴν ἐπιβουλὴν εὔφη μον ὄνομα τοῖς κακουργήμασι τίθεσαι. ἀλλ’ οὐ δὴ πείσεις οὐδένα ἀνθρώπων. πόθεν; οὐ γὰρ τοῖς ῥ ή μασιν ἕπεται τῶν πραγμάτων ἡ φύσις, τῇ δὲ τῶν πραγμάτων φύσει τὰς προσηγορίας ἀκολουθεῖν ἄξιον.
3.21
εἰ μὲν οὖν πλοίοις μακροῖς καὶ στρατοπέδῳ καταλάμποντι τοῖς ὅπλοις προσενεχθεὶς τῇ Λακεδαίμονι καὶ τὴν ἔχθραν ἐν φανερῷ καταστήσας καὶ χεῖρας ἀνταράμενος καὶ βέλος ἀφεὶς καὶ δόρυ δεξάμενος καὶ λόχον ἐ πιφερόμενον ἐνεγκὼν ἢ τῆς τύχης ἢ τῆς ἀρετῆς νικῆσαι παρασχούσης εἷλε μὲν τὸ ἄστυ, τῶν δὲ σωμάτων ἐ κρά τησεν, ἐν λαφύρων δὲ μοίρᾳ τὴν Ἑλένην ἐκτήσατο, ἐχέτω, τρυφάτω, ληροῦμεν ἡμεῖς ἔγκλημα πιούμενοι τοῦ πολέ πλοῦν, τὴν έευηιν, τοὺς λόγους, τὸ σχῆμα, τὴν ὁμιλίαν, τὰς διατριβάς, ἐναντίον ἐξήγαγε τῷ προοιμίῳ τὸ τέλος, ἴστω ὅτι πολὺ διενήνοχε νίκη κλοπῆς καὶ πολέμου κράτος μεμηχανημένης ἀπάτης. τὸ μὲν γὰρ τοῦ κρεί ττονος ἀπόδειξιν ἔχει, τὸ δὲ τοῦ χείρονας εἶναι τοὺς ἀπάτῃ πειρωμένους ἑλεῖν ἃ δι’ ἀνδρείας οὐ δεδύ νην τᾶι.
3.22
τὸ μὲν οὖν εἰς τοὺς κρείττους τὰ τῶν ἡ ττό ἡττόνων ἰέναι κτήματα λόγον ἴσως ἂν ἔχοι καὶ δίδωσιν ὁ τοῦ πολέμου νόμος· τὸ δὲ τοὺς μηδ’ ὁμολογῆσαι τὴν ἔχθραν ὑπομείναντας τὰ τῶν βελτιόνων λαμβάνειν εἰς ἀδικήματα τελεῖ καὶ δέοιτ’ ἂν ζημίας.
3.23
Ὅτι μὲν οὖν ὑβρισμένοι καὶ τὰ δεινότατα πεπονθότες ἐστρατεύσαμεν εἰς γῆν τὴν ὑμετέραν καὶ οὐκ ἄρχοντες, ἀλλ’ ἀμυνόμενοι καὶ πλὴν ἀναισχυντίας οὐδὲν Ἀλεξάνδρῳ λείπεται, πολλαχόθεν οἶμαι δῆλον εἶναι· ἡμεῖς δὲ πρὸ τῶν χειρῶν τοῖς λόγοις εἰκότως χρώμεθα πολλῶν ἕνεκα. 24, πρῶτον μὲν γὰρ τὸ τὰ δίκαια τῷ λόγῳ πειρᾶσθαι λαμβάνειν, ἀλλὰ μὴ τῷ τοῖς ἐπιπηδᾶν ἀνθρωπινώτερον δήπουθεν. δεύτερον δὲ οὐκ ἄξιον κρίνομεν ὧν εἶς ἠδίκηκε παρὰ πάντων τὴν δίκην λαμβάνειν ὅπερ ὅπερ εἰς πολέμων κατ’ ἀναγκαῖον ἀναγκαῖον ἤδη γίγνεται. οὐ γὰρ ἔνεστι τηνικαῦτα τοὺς ἀναιτίους φυλοκρινεῖν, ἀλλ’ ἀνάγκη τοὺς παραπεπτωκότας ἀπο λωλέναι. ἴνα οὖν μὴ τοῦτο γένηται μηδ’ ὧν οὐκ ἄν τις βούλοιτο λυπῆσαί τινα προαχθῇ, πρεσβείᾳ καὶ ψήφῳ δεξαίμεθ’ ἂν τὰ διάφορα κριθῆναι.
3.25
πρὸς δὲ τούτοις μεγάλην μὲν ῥοπὴν ἐν τοῖς τοῦ πολέμου πράγμασι τὴν τοῦ θεοῦ εὔνοιαν ἡγούμεθα. ταύτην δὲ ὁρῶμεν οὐ τοῖς θρασυτέροις, ἀλλὰ τοῖς ἐ πιεικεστέροις ὑπάρχουσαν. διὰ τοῦτο τὸν θυμὸν ἐ πισχόντες ἀπὸ πρεσβείας ἀρχόμεθα, ἵνα, εἰ μὲν ἀρκέσειεν αὕτη πρὸς τὸ τῶν ἀμφισβητησίμων πέρας, μηδενὸς ἔτι προσδεήσῃ· εἰ δὲ μή, τῇ τοῦ δαιμονίου συμ μαχίᾳ διὰ τὴν ἐπιείκειαν πιστεύοντες οὕτως ἤδη πρὸς τὰ δεύτερα τρεπώμεθα.
3.26
ὁρᾶτε οὖν ἀμφότερα καὶ παραθέντες τῷ συλλόγῳ τὰς μάχας καὶ τοῖς λόγοις τὰ ὅπλα καὶ πρὸς τὴν παροῦσαν εὐδαιμονίαν ἀπιδόντες καὶ τὴν ἀπ’ ἐκείνων δυσχέρειαν ἐξετάσαντες γένεσθε τοῦ κρείττονος.
3.27
Δεῖ δέ, Τρῶες, ὑπὲρ τῶν τοιούτων μὴ ῥ ᾳ θύμως βουλεύεσθαι ἐκεῖνο εἰδότας, ὡς οὐκ ἔστιν ἅπαξ ἁμαρτόντας αὖθις γενέσθαι βουλῆς κυρίους. πρὶν μὲν γὰρ ἅψασθαι τοῦ πολέμου ἔνεστιν αὐτῷ καθάπαξ μὴ περιπεσεῖν λογισμῷ βελτίονι τὸ προσιὸν ἀναστείλαντας, εἰσελθόντας δὲ εἰς τὸ ἔργον αὐτὰ τὰ πάθη κατέχει μέχρι πόρρω, καὶ τῇ νίκῃ τὰ πολλὰ κρίνεται τὸ τέλος, ἀλλ’ οὐ κατὰ συνθήκας μετρίας. ὁρᾶτε οὖν μὴ παρὸν μὲν γνῶναι τὰ δέοντα πολεμεῖν ἕλησθε, τῷ δὲ πολέμῳ λυπηθέντες αὖθις ἐπιθυμήσητε βουλεύσασθαι, ἡνίκα τοῦτο οὐκέθ’ ἕξετε.
3.28
Μάλιστα μὲν οὖν, εἰ καὶ μηδεὶς ἐπῆν ἀγὼν μηδὲ κίνδυνος, ἐχρῆν αὐτὸ καθ’ αὑτὸ τὸ δίκαιον αἰ δεσθῆναι, τοῖς γὰρ οὕτω γνώμης ἔχουσιν ἐξ οὐρίας φιλεῖ τὰ πράγματα φέρεσθαι, νῦν δέ γε, εἰ δεῖ μὴ ληρεῖν, οὐδὲ βουλομένοις ὑμῖν ἔνεστιν ἑτέρως ποιεῖν.
3.29
οὐχ ὁρᾶτε τοὺς Ἀχαιοὺς κατὰ τῆς ᾐόνος καὶ τοῦ πεδίου κεχυμένους καὶ μικρὸν ἀποφαίνοντας τῷ πλή θει τὸν χῶρον; οὗτοι μέντοι πάντες ἐκ πολλῶν μὲν συνεληλύθασι πόλεων, μίαν δὲ γνώμην ἐσχήκασιν ἀμῦναι τοῖς ὑβρισμένοις εἰς τέλος καὶ τοσαύτη μὲν προθυμίᾳ κέχρηνται πρὸς τὰ ἡμέτερα πράγματα, ὅση καὶ χωρὶς ὅρκων ἤρκεσεν ἄν. τοσαύτη δέ ἐστιν ἡ τῶν ὅρκων ἀνάγκη, ὅση καὶ μὴ βουλομένους προθυμεῖσθαι πάντως ἂν ἐπαναγκάσαι.
3.30
τίς οὖν οὕτως ἠλίθιος, ὅστις οὐκ ἂν ἕλοιτο χωρὶς τοῦ τι παθεῖν δεινὸν ἀπο δοῦναι ταῦτα ὧν μετὰ συμφορᾶς ἀποστήσεται; ὅτι, νὴ Δία, ἄδηλον τὸ τοῦ πολέμου τέλος; οὐ, μὰ τοὺς θεούς, οὐδαμῶς τὸ τοῦ παρόντος ἄδηλον, εἴπερ μηδὲ τοῦτο ἄδηλον, πότερον ὁ τῆς δικαιοσύνης καρπὸς ἢ τῆς πονηρίας ἀμείνων καὶ πότερον ἐκείνην τὴν τάξιν ὁ θεὸς τιμᾷ ἢ τοῖς τάδε πράττουσι συναίρεται. εἰ γὰρ μηδέ τερον τούτων ἀμφισβητήσιμον, κἀκεῖνο σαφὲς εὐθὺς τὸ μεθ’ ὧν ἂν ἡ τοῦ κρείττονος ᾖ μερίς, τούτοις ἀ ποκεῖσθαι τὸ τῶν ἐναντίων κρατεῖν.
3.31
Περὶ τοίνυν τῶν συμμαχησόντων ὑμῖν, οἶμαι γάρ τινας ἐννοεῖν ὧς οὐκ ὀλίγους ἕξετε βοηθούς, ἐκεῖνο λέγω, ὅτι κἂν ἅπαν τὸ λοιπὸν στρατόπεδον ἡσυχίαν ἄγῃ, Ὀδυσσεὺς οὑτοσὶ μόνος γέλωτα τοὺς ὑμετέρους ἀποφανεῖ συμμάχους τῇ συνέσει τὸ πλῆθος ἐλέγχων.
3.32
Ταῦτα οὔτε ὀκνῶν τὸν πόλεμον οὔτ’ ἐπιθυμῶν πραγμάτων εἴρηκα. πλείω μέντοι διεξιέναι πρόχειρον μέν, μάταιον δὲ καὶ κενόν. εἰ γὰρ μὴ τούτοις προσέξετε τὸν νοῦν, οὐδὲ τοῦ πλείονος οὐδὲν ὄφελος. μαρτύρομαι δὲ Δία τε ξένιον καὶ πάντας θεούς τε καὶ δαίμονας ὅσοι τήνδε κατέχουσι τὴν γῆν, ὅτι καὶ τὴν ἀρχὴν ἀδικούμενοι προσέσχομεν Ἰλίῳ καὶ νῦν λόγῳ διαλύεσθαι προαιρούμεθα καὶ πολεμήσομεν ἑτέρων ἀναγκαζόντων.

Intertext edge

Open linked passage

Note