Declamations
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius">
—
⋯
Original / primary: Textus receptus
4.1
Ὤιμην μέν, ὦ Τρῶες, μηδενὸς ὑμᾶς ἔτι προσ δεήσεσθαι λόγου πρὸς τὸ πάνθ’ ἃ προσῆκεν ἐθελῆσαι ποιεῖν, ἀλλὰ τὴν τελευτὴν τῆς Μενέλεω δημηγορίας ἀρχὴν τῶν εἰς ἡμᾶς δικαίων ἔσεσθαι· ἐπειδὴ δὲ ὁρῶ τοὺς μὲν ὅλως τὴν ἡσυχίαν ἄγοντας ὧς ἂν οὔτε ἡμῶν κατεγνωκότας οὔτε Ἀλεξάνδρῳ προσκρούειν ἐθέλοντας, τοὺς δὲ θορύβου πολλοῦ τὴν ἐκκλησίαν πληρώσαντας, τοὺς Ι δὲ καὶ διαρρήδην εἰπόντας ὅτι προσῆκεν ἡμᾶς ἀποκτεῖναι λαβόντας, ἀνέστην τῷ βασιλεῖ τῶν Ἀχαιῶν συνερῶν ὅ τι ἂν δύνωμαι. καὶ γὰρ ἄτοπον ἔργῳ μὲν ὑπὲρ αὐτοῦ τοσοῦτον ὑπομεῖναι πόνον ὥστε μήτε πλοῦν μακρὸν μήτε τῶν οἰκείων ἀπόλειψιν μήτ’ ἄλλο μηδὲν ὑπολογίσασθαι πρὸς τὸ μὴ πάνθ’ ὑ πουργεῖν, τῆς δὲ βοηθείας εἰς λόγους ἡκούσης ἢ μηδὲν εἰπεῖν τὴν ἀρχὴν ἢ ῥᾳθυμότερον τῇ δημηγορίᾳ χρή σασθαι.
4.2
Ἓν μὲν οὖν ἐκεῖνο χρὴ πρῶτον ὑμᾶς εἰδότας ὑπάρχειν, ὅτι κἂν αἰκίσασθαι κἂν διαφθεῖραι κἂν ἄλλο τι τῶν ἀπειρημένων εἰς τοὺς πρέσβεις ὑμῖν ἐπέλθῃ τολμῆσαι, οὐ τοὺς παθόντας ἔσεσθε μᾶλλον ἢ ὑμᾶς αὐτοὺς ἐζημιωκότες. ὁ μὲν γὰρ ἀδίκως ἀποθανὼν ὑπ’ οὐδενὸς ἂν πονηρὸς νομισθείη καὶ τοῦτ’ ἂν εἴη πεπονθὼς ὅ μικρὸν ὕστερον αὐτόματον ἔπεισι, τοῖς δὲ ἀδίκως ἀπεκτονόσι καὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους ὁ λόγος γίγνεται καὶ τὰ τῆς ἀδικίας εἰς ἅπαν τὸ γένος.
4.3
ὑπὲρ μὲν οὖν τούτου ταύτην ἔχειν τὴν γνώμην ἄξιον, δεῖ δὲ ὑμᾶς μηδὲ τοὺς ὑπὲρ τοῦ πράγματος λόγους ἡγεῖσθαι φορτικούς, ὅπως ἂν γίγνωνται. καὶ γὰρ εἰ μὲν ἀναγκαῖον ἦν τὴν ψῆφον εὐθὺς ἕπεσθαι τοῖς εἰρημένοις, καλῶς ἄν τις ἐδυσχέραινε τὴν ἀκρό ἄσιν ὡς ἂν ὑπ’ αὐτῆς ἀφαιρούμενος ἃ ἂν προαιρῆται κυρῶσαι· ἐπεὶ δὲ τὸ μὲν εἰπεῖν τῶν πρέσβεων, ἡ δὲ ὑπὲρ τοῦ παντὸς γνῶσις ἐν ὑμῖν, οὐδὲν ἂν δήπου βλάβος εἴη διὰ τέλους ἀκούσασι πρᾶξαι τὸ παριστάμενον.
4.4
Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ὅσοι παρ’ οὕς τινας ἦλθον πρεσβεύοντες τὸ μὴ τυχεῖν ὑπὲρ ὧν ἀ φί κοντο τῶν ἐσχάτων ἀτυχημάτων εἶναι δοκεῖ, ἡμῖν δέ, ὡς ἔοικε, τό τε διαπράξασθαι περὶ ὧν ἀπεστάλμεθα τῶν ἡδίστων ἐστὶ καὶ τὸ διακενῆς ἀπελθεῖν οὐδὲν λυπηρόν. τὸ μὲν γὰρ πρότερον πραγμάτων ἡμᾶς ἀ παλλάττειν φαίνεται καὶ διατριβῆς, ἐν δὲ τῷ δευτέρῳ μειζόνων ἔργων ἐλπὶς ὕπεστιν. ὡς οὖν ὑπὲρ ὑμῶν ὄντος μᾶλλον ἢ ἡμῶν τοῦ συλλόγου καὶ προσέχοντες ἀκούσατε καὶ τὴν ἐξέτασιν μὴ πρὸς τὸ ἥδιστον μᾶλλον ἢ τἀληθὲς ποιήσασθε.
4.5
Παλαί’ μὲν οὖν, ὦ Τρῶες, πρὸς τὴν Ἀλεξάνδρου γνώμην τὸ κοινὸν τῆς πόλεως ἦθος ἐξετάζοντες κακί στους ἀπάντων ἀνθρώπων, δότε γὰρ εἰπεῖν μετ’ ἐ ξουσίας, καὶ δυσσεβεστάτους ἐνομίζομεν καὶ πάντων ὠ μοτάτους βαρβάρων· νῦν δέ γε πεῖραν ὑμῶν καὶ τῶν ὑμετέρων νομίμων λαμβάνοντες καὶ συνηθείας καὶ τάξεως καὶ τῶν ἄλλων οἷς γνωρίζεται πόλεως τρόπος τὴν μὲν κοινὴν ὑμῶν προαίρεσιν ἀγάμεθα, ἕνα δὲ γενέσθαι φαῦλον ἐν πόλει δεξιῶς ἐχούσῃ θαυμαστὸν οὐδὲν ἡγούμεθα, ἐπεὶ κἀν τοῖς Ἕλλησιν αὐτοῖς ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων εὕροις ἄν τινα τὸν αὑτοῦ βίον ἐναντίως τῷ κοινῷ καταστησάμενον σχήματι, διό περ καὶ κολάζεται νόμῳ. ἀλλ’ οὐ τῶν πόλεων, οἶμαι, ταῦτα κατηγορήματα, τοῦ δὲ πεποιηκότος ἀδικήματα.
4.6
ἃ τοίνυν θαυμάσαντες ὑμῶν ἔχομεν, ἐκεῖνά ἐστι. πρῶτον μέν, ὅτι τὸ χρῆμα τῶν πρέσβεων ἐπίστασθε καὶ τοὺς ἥκοντας προσήκασθε καὶ οὐκ ἀπεστράφητε, ὧς ἠκούσατε, ἀλλ’ ἀνοίξαντες τὰς πύλας τοῦτο μὲν ἐδέχεσθε ἐν τῇ πόλει πρᾴως, τοῦτο δὲ ἐξενίζετε λαμπρῶς, λέγω γὰρ νῦν ὑμετέραν πρᾶξιν τὴν φιλανθρωπίαν Ἀντήνορος.
4.7
ἐπὶ τούτοις βωμοὶ πανταχοῦ τῆς πόλεως ὁρώμενοι καὶ κάλλη νεῶν καὶ πλῆθος ἀναθημάτων καὶ συνεχεῖς θυσίαι καὶ πανηγύρεις συχναὶ καὶ τεταγμένος ἑκάστου χρόνος, ταῦτα γὰρ ἀκού εἰν ἐνῆν, καὶ μαντικὴ τίμιος οὐκ ἐῶσα τὸ μέλλον ἐν ἀδήλῳ κεῖσθαι καὶ ὅλως τὰ πλείω πρὸς Ἑλληνικὸν ἁμιλλώμενα κόσμον, ἐκκλησίαι, ῥήτορες, τὸ βουλῇ χώ ραν εἶναι, τὸ λέγειν εἰς μέσον ἐξεῖναι, τὸ μὴ τῷ θυμῷ πλέον ἢ τῷ δικαίῳ δεδόσθαι. τοὺς μὲν γὰρ ἄλλους βαρβάρους ἀκούομεν ὀργῇ μᾶλλον ἤ λογισμοῖς τὰ καθ’ ἑαυτοὺς ἐπιτρέψαντας ἐγγύτατα τῶν θηρίων διάγειν καὶ τοσοῦτον ἐπ’ ὠμότητι καὶ πονηρίᾳ φρονεῖν ὅσον εἰκὸς ἦν ἐπὶ τοῖς ἀμείνοσι. τὰ δ’ ὑμέτερα πρὸς τὸ βέλτιον ὁρῶμεν πάντα συνηρμοσμένα καὶ συγχαίρομέν γε ὑμῖν τῶν τε ἐθῶν καὶ τῆς καθεστώσης τάξεως.
4.8
ἐστι δ’ ὑμῖν ἀπ’ αὐτῶν ὧν εὐδοκιμεῖτε τὸ τὰ δί καια πανταχοῦ φυλάττειν ἀναγκαῖον. καὶ δι’ ἀρετῶν ὧν ὑμᾶς ἐπαινεῖν ἔχομεν θαρρεῖν ἡμῖν ὑπὲρ ὧν ἥκομεν ἔπεισι. τοῖς μὲν γὰρ ἐξ ἀρχῆς παρὰ φαῦλον τὸ καλῶς ἀκούειν θεμένοις ἴσως ἂν ἐνέγκαι τινὰ συγγνώμην τὸ ῥᾳδίως ἐπὶ τὰ χείρω καταφέρεσθαι, οὐδὲν γὰρ ὑπεναντίον οἶς ἔγνωσαν ἄνωθεν δοκοῦσι διαπράττεσθαι καὶ τῇ συμφωνίᾳ τῶν ἔργων ἀφαιροῦσι τῆς μέμψεως τὸ πλέον· ὅσοι δὲ ἀρχὴν ἐνστησάμενοι καλὴν καὶ γενναίαν εἶθ’ ἑκόντες ἁραρτάνουσιν, αὑτῶν κατήγοροι γεγόνασιν οἷς ἔκριναν εὖ ἔχειν ὑπεναντία τολμῶντες.
4.9
ποῦ τοίνυν ἂν εἴη τῶν αὐτῶν φοβεῖ σθαι μὲν τοὺς θεούς, πάλιν δὲ αὐτῶν καταφρονεῖν, καὶ θύειν μὲν ὑπ’ εὐσεβείας, δυσσεβεῖν δὲ διὰ τῶν χειρίστων, καὶ τὸν μὲν Δία τιμᾶν καὶ διὰ πολλῆς τῆς ἐπιμελείας θεραπεύειν νῦν μὲν ἐν ταῖς κορυφαῖς τῆς Ἴδης, αὖθις δὲ ἐπὶ τῆς ἀκροπόλεως, πάλιν δὲ αὐτοῦ τοῦ Δῖός οὕτως ὀλιγωροῦντας φαίνεσθαι, ὥστε τὴν μεγίστην αὐτοῦ τῶν τιμῶν εἰκῆ διαφθείρειν; τίς γὰρ οὐκ οἶδεν ὧς ὁ ξένιος Ζεύς, ὅπερ κεφάλαιόν ἐστι τῶν ἐπωνυμιῶν αὐτοῦ, καὶ ὅτι παντὸς μὲν ἀναθήματος ἥδιον ἐκείνῳ τὸ τὰ περὶ τοὺς ξένους εὖ ἔχειν, πάσης δὲ δεινότερον ἱεροσυλίας, εἴ τι συμβαίνει δυσχερὲς ἤ τῷ ξένῳ παρὰ τοῦ δεξαμένου ἢ τῷ δεξαμένῳ παρὰ τοῦ τυχόντος εὐνοίας;
4.10
οὐ τοίνυν ἐστὶ τῶν τῶν ὑβρίζειν τε ὁμοῦ καὶ θεραπεύειν τὸν θεόν. εἰ μὲν γὰρ οὐκ ὀργίζεται παροινούμενος, τί περὶ τὴν θεραπείαν ἐσπουδάκαμεν; εἰ δὲ τοῦ τιμᾶσθαι ποιεῖται λόγον, εἰκὸς δήπου καὶ τοῖς ὑβρίζουσιν ἄχθεσθαι.
4.11
εἰ μὲν τοίνυν οὐ παραπλησίων ἔνεστι τῶν θεῶν τυχεῖν οὐδὲ τοιούτων ὁποίους ἂν ἡμᾶς αὐτοὺς παρέχωμεν, ἀλλ’ ἔστι μὲν ἀδικοῦντας τῆς ἐκείνων προνοίας ἀ πολαύειν, ἔστι δὲ τὰ δίκαια προῃρημένους μηδὲν ἄμεινον τῶν πονηρῶν πράττειν, καθαιρετέον μὲν βωμούς, ἀμελητέον δὲ θυσιῶν, παροπτέον δὲ πανηγύρεις, ἐν οὐδενὸς δὲ μέρει τὸ θεῖον ἑκτέον ἀπλῶς τε νομιστέον καὶ εἰκῆ φέρεσθαι τὰ ἀνθρώπινα καὶ τὸ προστυχὸν ἰσχύειν, τῆς δὲ τοῦ βελτίονος τάξεως μηδὲν εἶναι τὸ κέρδος τοῖς οὕτω ζῆν ἐθέλουσι. καὶ τί δεῖ δικαιοσύνην ἀσκεῖν, πρᾶγμα ἐπιζήμιον, ἐξὸν προτιμήσαντας πονηρίαν ἡδονὴν ἀκίνδυνον καρποῦσθαι; εἰ δὲ ταῦτα μὲν οὐδὲ λέγειν καλόν, ἦ που γε τὸ πράττειν οὐκ ἄξιον. ἀλλ’ εἰ τοῖς μὲν ὁσίοις αἱ βελτίους ἐλπίδες ἀπόκεινται, τοῖς δὲ ἑτέρως ζῆν ᾑρημένοις καὶ τὰ παρόντα δυσχερῆ delevi καὶ τὰ μέλλοντα φόβου μεστά, πολὺ δήπου κάλλιον, ὦ Τρῶες, ἐκείνης εἶναι τῆς μερίδος ἣ τὰ χρηστὰ προξενεῖ.
4.12
καὶ οὐκ ἐπιτιμῶμεν ὑμῖν ὧς οὐχ οὕτω φρονοῦσιν, ἀρχὴν δὲ οὐδ’ ἂν συνεβουλεύομεν ὑμῖν, εἰ μὴ τοῦτον διέκεισθε τὸν τρόπον, ἀλλ’ ἐπειδὴ ταῦθ’ ὑμᾶς δικαίως ὁρῶμεν ἐπιτηδεύοντας, οὐκ ἂν βουλοίμεθα τὴν πόλιν ὑμῖν ἐξ ἡμισείας εἶναι δικαίαν οὐδὲ τὰ ἄλλα ἀνεγκλήτους ὄντας ἐν τοῖς περὶ τὴν Ἑλένην δοκεῖν ἁμαρτάνειν. πάντων γὰρ ἀτοπώτατον τῆς μὲν ἐγχεορή σεως καὶ τῶν ἔργων ἀφεστηκέναι, ἐν δὲ τῇ περὶ τῶν πεπραγμένων βουλῇ τῆς αἰτίας τοῖς πεποιηκόσι κοινωνῆσαι.
4.13
Εἰ μὲν οὖν κοινῷ δόγματι τῆς πόλεως τὸ ἀδίκημα τετόλμηται καὶ τὸν Ἀλέξανδρον ὑμεῖς ἐπὶ καλὴν οὕτω πρᾶξιν ἐξεπέμψατε, σαφῶς εἴπατε μηδὲν ὀκνήσαντες καὶ οὐδὲν ἔτι φθεγξόμεθα, τίς γὰρ ἂν νοῦν ἔχων αὐτοῖς τοῖς εἰργασμένοις δικασταῖς ὧν ἠδίκησαν χρήσαιτο; εἰ δέ, ὅπερ ἀληθές ἐστιν, ὁ μὲν ἐφ’ ἑαυτοῦ βαλόμενος ἔπραττε τὸ τερπνόν, ὑμῶν δὲ τὸ κοινὸν οὐ μετεῖχε τῶν γιγνομένων, δείξατε τοὺς δεδρακότας ἐν τῇ ψήφῳ καὶ τῇ χειροτονίᾳ τῆς αἰτίας ἐξέλεσθε τὴν πόλιν.
4.14
Καὶ μὴν ἔγωγε πολλοὺς ὑμῶν οἶδα τῷ μὲν Ἀλεξάνδρῳ δυσκόλως ἔχοντας, ἡμῖν δὲ τοῖς πεπονθόσι συναλγοῦντας, δεῖ δὲ τόν γε ἀληθῶς ἀπλοῦν καὶ γενναῖον οὐ πλάττεσθαι τὴν καλοκἀγαθίαν, ἀλλ’ ἐπὶ τῶν ἔργων τοῖς ἠδικημένοις ἀμύνειν καὶ τοῦ νόμου τῆς ἐκκλησίας διδόντος παρρησίαν ἀποδοῦναι κελεύειν τὴν Ἑλένην, ἀλλ’ οὐκ ἰδίᾳ σεμνολογεῖσθαι τὴν πρᾶξιν δημοσίᾳ μὴ αἰτιώμενον.
4.15
Καὶ μὴν εἴ τις ὑμᾶς ἔροιτο, τί μαθόντες οὔτε πρότερον οὐδὲν τοιοῦτον εἴργασθε οὔτ’ ἐπειδήπερ Ἀ λέ ξανδρος ὧν ἐπεθύμει κύριος ἦν ἐζηλώσατε τὴν ἁρπαγήν, εὖ οἶδ’ ὅτι φήσαιτ’ ἂν ἄπαντες ὅτι καὶ πρό τερον καὶ μετὰ τὴν Ἀλεξάνδρου παροινίαν πονηρᾶς εἶναι φύσεως τὸ ἅρπαγμα κατεγνώκαμεν καὶ οὐ διὰ τοῦτο χρηστόν, ὅτι τῷ δεῖνι τῶν Τρώων ἤρεσε.
4.16
τούτοις μέντοι τοῖς λόγοις οὐ συμβαίνει τὸ συμπράττειν Ἀλεξάνδρῳ καὶ συναγωνί ζεσθαι πρὸς τὸ μηδὲ παύσασθαι τῶν ἀδικημάτων ποτέ. εἰ μὲν γὰρ ἐπαινεῖτε τὸν ἄνθρωπον, τί οὐ μιμεῖσθε; εἰ δὲ καταμέμφεσθε ἴ’ τί οὐ κωλύετε; οὐ γὰρ δήπου λόγον ἔχον ἐστὶ ταῦτα διαφυλάττειν εἰς τέλος ἃ μηδὲ γενέσθαι τὴν ἀρχὴν βέλτιον ἦν. ἢ τὴν μὲν ἁ ρπαγὴν αἰτιασόμεθα, τὸ δὲ μηδ’ ἀποδοῦναι βούλεσθαι τοῦτο θαυμασόμεθα;
4.17
Ὅλως δέ, εἴ τις ἀκριβῶς λογίζεσθαι βού λοιτο, οὐ Μενέλεως ἠδίκηται μόνος ἐν τοῖς τετολμημένοις, ἀλλὰ καὶ τὰ κράτιστα τῶν ἀνθρωπίνων συγκέχυται καὶ κεκίνηται. εἰ γὰρ Ἀντήνωρ ὁ βέ λτιστος ἐνεθυμήθη πρὸς ἑαυτόν ὅτι νῦν ἐγὼ Με νέλεων καὶ Ὀδυσσέα παρ’ ἐμαυτῷ καταλύειν ἀνέξομαι τὸν μὲν εἰς τὰ τιμιώτατα βεβλαμμέ νον, τὸν δὲ συνωργισμένον τῷ πεπονθότι; ἂν οὖν ἀποχρήσωνται πρός τι τῶν δυσχερῶν τῇ παρ’ ἐμοὶ διατριβῇ, παρ’ ἡμῶν δὲ αὐτῶν ἔχουσι τῶν τοιούτων τὸ παράδειγμα, καλῶν γ’ ἂν εἴην ἀπολαύων ξενίων· εἰ ταῦτα διαλογισάμενος προσιόντας ἀπήλαυνε καὶ μηδαμῆ προσίετο, ἀρ’ οὐκ ἂν ἦν θέαμα δεινὸν καὶ πάντων ἐλεεινότατον ἄνδρας ξένους ἠδικηκότας οὐδὲν ἐπ’ ἀγορᾶς κυλινδεῖσθαι; οἶμαι γὰρ ἂν καὶ τοὺς ἄλλους τοῦτον μιμήσασθαι τῷ φόβῳ τῶν πεπραγμένων πρὸς ἀπιστίαν ἀγομένους. ταῦτα τοίνυν τὸ μὲν Ἀλεξάνδρου μέρος ἂν συμβεβήκει, ἡ δὲ Ἀντή νορος καλοκἀγαθία κρείττων ἐφάνη τῆς ὑποψίας.
4.18
Μάλιστα μὲν οὖν, ὦ Τρῶες, καὶ τὸ περὶ ὁτ’ ἰοῦν εἰς τὸν ὑποδεξάμενον ἁμαρτεῖν τῶν δεινοτάτων ἐστί, τῆς γὰρ αὐτῆς παροινίας ἀπόδειξιν ἔχει τὸ προαττόμενον ἅπαν, ἴως ἂν ἐκβαίνῃ τὸ προσῆκον, Ἀλέξανδρος δὲ παρανομεῖν ἐπιχειρήσας ἐν τῷ μεγίστῳ τὴν παρανομίαν ἔδειξεν. οὐκ ἤρκει θεραπαίνας καὶ χρυσία καὶ ὅσα εἰς ἐσθῆτα φέρει λαβόντα οἴχεσθαι καὶ τούτοις ὁρίσαι τὰ ἀδικήματα, ἀλλ᾿ ἐπὶ τὸ γύναιον ἐπι θυμίαν ἀκόλαστον ἐκίνησε καὶ τοῖς αὐτοῖς ὀφθαλμοῖς τοῦτον μὲν δεξιούμενος, τὴν δὲ Ἑλένην εἶδεν ἐφ᾿ ὕβρει.
4.19
καὶ οὐκ ἔστησεν ἐπὶ τῆς ἐννοίας τὸ ἐγχείρημα, ἀλλὰ προσέθηκε τὴν πρᾶξιν, ὑπὲρ ἧς καὶ τὸ βουλεύσασθαι τῶν ἐσχάτων ἂν ἦν. καὶ εἰ μὲν οὐχ ἑώρα παιδίον αὐτοῖς γεγονός, ὃ μάλιστα δὴ πάντων εἰς οἰκειότητα τοὺς γονέας συνάγει, ἦν μὲν ἂν οὐδὲ οὕτω μικρόν, τοῦ δὲ νῦν εἰργασμένου μετριώτερον· νῦν δὲ οὔσης αὐτοῖς Ἑρμιόνης τοσαύτης ἀφορμῆς εἰς κοινωνίαν Ἀλέξανδρος διέσπασεν ἃ συνῆπτο θεσμῷ καλλίονι.
4.20
Οἶδα τοίνυν ὡς ἐρεῖ τις ὅτι δικαίως ἂν στέρ γοιμεν ταὐτὰ πάσχοντες ἅ ποτε πεποιήκαμεν. οἷον ὑμεῖς, φησίν, ἐκ μὲν Φοινίκης Εὐρώπην, ἐκ δὲ Κόλχων ἡρπάσατε Μήδειαν. τί τοίνυν ἀ σχά λλετε ταὐτὰ ὑπομένοντες ὧν ὑπήρξατε;
4.21
ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο τεθαύμακα εἰ ὧν ὡς ἐ γ κλημάτων μέμνησθε, ταῦθ’ ὁμολογεῖτε μιμήσασθαι. εἰ μὲν γὰρ μηδὲν ἡμάρτανον οἱ τότ’ ἐκεῖνα πράττοντες, πῶς εἰς ἔγκλημα προφέρετε; εἰ δὲ οὐκ ἦν ἔξω τοῦ ψέγεσθαι, πῶς ἅ ψέγειν οἴεσθε δεῖν ἐζηλώσατε;
4.22
καὶ μὴν καὶ κατ’ αὐτὸν τοῦτον τὸν λόγον εἰς τοὺς βαρ βάρους ἔρχεται τὸ ἔγκλημα. εἰ γὰρ τὸ μὲν τῶν ἀ δικημάτων ἄρχειν παρὰ τὸν νόμον ἐστί, τὸ δὲ ἀμύνασθαι τοὺς ὑπάρξαντας εἰς τὸ δίκαιον τελεῖ, εἰπάτω μοί τις, πότερον Κρῆτες πρότερον τὴν Εὐρώπην ἐκ Φοινίκης ἥρπασαν ἢ Φοίνικες ἐξ Ἀργοὺς Ἰὼ τὴν Ἰνάχου; ἐγὼ μὲν γὰρ οἶμαι τῶν Φοινίκων γεγενῆσθαι τὴν ἀρχήν.
4.23
καὶ οὐκ ἐπαινοῦμεν οὐδὲ τοὺς Κρῆ κρὸς πρὸς τοῦτο ἐλθόντας. πάντων γὰρ ἀλογώτατον τῶν ἠδικημένων ἀντεπιβουλεύειν οὐ προῃρημένων ἐκείνους περιεργάζεσθαι. ἔπειτα εἰ καὶ πλέον τῶν πεπονθότων ἤχθοντο, δῶμεν γὰρ ὅτι καὶ μᾶλλον ἤλγουν Ἰνάχου, οὐχ ἁρπαγῇ τὴν ἁρπαγὴν μετιέναι ἐχρῆν, ἀλλὰ ταὐτὰ ποιεῖν ἅπερ ἡμεῖς νῦν, πρεσβείαν ἀποστέλλειν, στρα τόπεδον συγκροτεῖν, πόλεμον ἀπειλεῖν. τοῦτο μὲν γὰρ ἦν μηδὲν τοιοῦτον μήτ’ ἐν γῇ μήτ’ ἐν θαλάττῃ βουλομένων τολμᾶσθαι, ἐκεῖνο δὲ πολλὰ παρασκευαζόντων παραπλήσια γίνεσθαι. ἐπαινεῖν μὲν οὖν ἐκείνους οὐκ ἔχομεν, εἰ δὲ ἰσχυρόν τις εἶναι νομίζει τὸ χρῆναι τοῖς ἴσοις ἀμύνασθαι, λόγος τίς ἂν αὐτοῖς λείποιτο; πλὴν ἔν γε ἐκεῖνο ὅτι ὅτι Φοινίκων τὸ ἔγκλημα γίνεται τῶν καταβεβληκότων τὸ σπέρμα τῆς ἁρπαγῆς.
4.24
τι οὖν Μήδειαν Ἰάσων ἐλάμβανεν; ἄλλος μὲν ἄν τις ἔφησεν, ὅτι πρὸς τὰ τῶν Φοινίκων παρωξυμμένος καὶ προσδεῖν ἡγούμενος τῇ τιμωρίᾳ, ἐγὼ δὲ οὐ τὸν Ἰάσονα τῆς Μηδείας ἐπιθυμήσαντα σκοπῶν εὑρίσκω. τὴν δὲ Μήδειαν ἀλοῦσαν Ἰάσονος.
4.25
ὡς μὲν οὖν συνέπραξεν αὐτῷ πρὸς τοὺς ἄθλους αὐτόματος ὁ ρμή σασα εἰς τὴν ἐπικουρίαν καὶ ὡς ἀπέκτεινε τὸν ἀδελ φὸν ἀποσπᾶν ἐπιχειροῦντα καὶ ὡς ἀβίωτον ἡγεῖτο τὸν βίον, εἰ μὴ ἐκεῖνον ὄψεται, καὶ ὅσα τῶν ἐρώντων ἐστὶ παραλείψω, τί γὰρ ἄν τις μακρηγοροίη; ἀλλ’ ἐπειδὴ τῆς Ἑλλάδος ἦσαν ἐν Κορίνθῳ, ὁ μὲν ἄλλην ἐμνήστευεν, ἡ δὲ ἐδάκρυεν, καὶ ὁ μὲν ἣν ἐ βού λετο ἤγετο, ἡ δὲ οὐκ εἶχεν ἥτις γένηται. οὕτω σφόδρα αὐτὴν Ἰάσων ἠγάπα καὶ τὰς Συμπληγάδας ὑπὲρ ἐκεί νῆς διέπλευσεν, ὥσπερ Ἀλέξανδρος ὑπὲρ τῆς Ἑλένης τὸν Αἰγαῖον. πότερον οὖν Ἰάσων Μηδείας ἑαλώκει ἢ Μήδεια τὸν οὐδὲν δεόμενον αὐτῆς ἠνώχλει; τὰ μὲν γὰρ πράγματα τὸ δεύτερον βεβαιοῖ.
4.26
εἰ δὲ ἐκεῖνό τις φήσειεν, ὅτι καὶ τὴν Ἑλένην παραπλήσιος λογι σμὸς ἀκολουθεῖν Ἀλεξάνδρῳ συνέπεισεν, οὐ χαλεπὸν εὑρεῖν τὴν ἀλήθειαν. εἰπάτω πρὸς αὐτὴν ἀπαλλαγῆναι τῆς οἰκίας, ἕτερον ἐγγυάσθω γύναιον, κἂν προσκαθημένη δακρύῃ, χαίρειν ἐᾶν. καὶ τότε εἰσόμεθα οἷς ἐ γκαλεῖν ἄξιον. καὶ ὥσπερ ἄν, εἰ τότε Αἰήτης ἀπῄτει τὴν Μήδειαν πόλεμον ἀπειλῶν, εἰ μὴ λάβοι, ῥᾷστα ἂν Ἰάσων ἀπέδωκε πρὸς τῷ χάριν εἰδέναι τοῖς ἥκουσιν, οὕτω νῦν Ἀλέξανδρος δειξάτω μηδὲν τῆς γυναικὸς δεόμενος. ἀλλ’ οὐ ποιήσει τοῦτο ἑκὼν εἶναι. πόθεν; οὔκουν Ἰάσων ἠδίκει τότε, ἀλλ’ ἡ παῖς ἠδίκει τοὺς γονεῖς ἑκοῦσα παρ’ αὐτὸν ἀπελθοῦσα.
4.21
τί οὖν ἄν τις παραδείγμασι χρῷτο τούτοις ὧν πολὺ τὸ παρὸν ἀ ποστατεῖ; τὸ δὲ μέγιστον καὶ ᾧ σαφῶς εἴσεσθε ποίῳ τινὶ κεχώρισται τὰ πράγματα, οὔτε γὰρ ἢν οἱ Φοίνικες οὔτε ἣν οἱ Κρῆτες ἔλαβον, ἀλλ’ οὐδὲ ἡ Μήδεια συνοικοῦσαί τισιν ἤδη τοῦτο ἔπασχον οὐδὲ διεσπᾶτο γάμος οὐδὲ εὐνὴ κατῃσχύνετο οὐδὲ παίδων διαδοχὴ διεκόπτετο οὐδὲ ἐφ’ ἃ θεοὶ γαμήλιοι παρεκλήθησαν, ταῦτα κατὰ πολλὴν ὕβριν ἀνῃρεῖτο, ἀλλ’ ἦν κἀκεῖνα δεινὰ μέν, οὐ μὴν εἰς τοσοῦτον ἀσεβείας ἥκοντα. εἰ δὲ δὴ κἀκεῖνα πολλῆς ἦν ἄξια τῆς ἀγανακτήσεως, πό σης γε εἶναι τὸ παρὸν ὀργῆς θήσομεν;
4.28
ἔτι τοίνυν, οὐδὲ γὰρ τοῦτο μικρόν, τὴν μὲν Ἰνάχου παῖδα ναυκλή ῥοῦ τινός φασι κλέμμα γενέσθαι οὔτε διαλεχθέντος οὔτε καταλύσαντος παρὰ τῷ πατρὶ τῆς κόρης, περὶ δὲ τῆς Εὐρώπης οὐδὲν οὐδέπω καὶ νῦν σαφὲς ἀκούομεν· Ἰάσων δέ γε δυσμενεστάτου πάντων ἐτύγχανεν Αἰήτου καὶ τοιαῦτα προβάλλοντος ἃ πρόδηλον εἶχε τῷ μετιόντι συμφοράν, ὥσθ’, οὗτός γε εἴ τι καὶ δυσχερὲς ὕστερον εἰργάζετο τὸν Αἰήτην, τὸ προπεπονθέναι κακῶς δικαίαν ἐποίει τὴν πρᾶξιν αὐτῷ.
4.29
τούτων ἕκαστος, Ἀ λέ ξανδρε, τοῖς γε σεσυλημένοις οὐχ ἀλῶν, οὐ σπονδῶν, οὐ τραπέζης ἐκοινώνησε, μᾶλλον δὲ οἱ μὲν οὐδενὸς τοιούτου μετεσχηκότες ἦσαν, ὁ δὲ καὶ διαρρήδην ἐ πεπόνθει κακῶς, καὶ εἰ τὰ ἄλλα πάντα ἦσαν πονηροί, τοῦ τι περὶ τὸν ξένιον Δία πλημμελεῖν ἦσαν ἐ λεύ θεροι, καὶ τὸ μὲν ἐκείνων ἦν πλεονεξία, τὸ δὲ τούτου ἀσέβεια. πλεῖστον δὲ δήπου διαφέρει τῆς τοῦ πλείονος ἐπιθυμίας ἡττᾶσθαι ἢ τοῦ παρὰ τῶν θεῶν φόβου μείζονας εἶναι βούλεσθαι.
4.29
μὴ τοίνυν ἀναισχυντῶμεν εἰς μέσον ἐκείνους φέροντες ὧν ἀτοπώτεροι πεφήναμεν. ἢ λήσομεν ἡμᾶς αὐτοὺς πλέον θέατρον ποιοῦντες. εἰ γὰρ ὧν ὡς δεινοτάτων κατηγοροῦμεν, ταῦτα ὑπερ1 βάλλοντες ἁλισκόμεθα, καθ’ ἡμῶν αὐτῶν ἐκεῖνα κινοῦμεν.
4.30
Παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο εἰπεῖν ἄξιον. πάντων ἐστὶν ἀλογώτατον, ὦ Τρῶες, τὰ μὲν ἐγκλήματα ἑτέρων εἶναι, τὴν δὲ τιμωρίαν ἑτέρους ὑπέχειν, καὶ τοὺς μὲν ἠδικηκότας ἀθῴους ἀφεῖσθαι, τοσούτοις δὲ ὕστερον χρόνοις ἄλλους ἀντ’ ἐκείνων πάσχειν κακῶς. οἷον τί λέγω; Κρῆτες ἠδικήκασι; Κρησὶν ἐγκάλει. Ἰάσων ἥμαρτεν; εἰσπράττου τὴν τιμωρίαν τοὺς Ἰάσο νος οἰκείους. νῦν δὲ Κρῆτες μὲν καὶ Θετταλοὶ κατά συμμαχίαν στρατεύουσι, Μενέλεως δὲ μηδὲν ἐγκαλούμενος ὑπὲρ τῶν ἑαυτοῦ συμφορῶν ἐκείνους συνήγαγε. καὶ οἱ μὲν τὰς προφάσεις ἐνδεδωκότες ἄλλοις ἐ παμύ νουσιν, ὁ δὲ καθαρὸς αἰτίας ἐκείνων εἰς ἐπικουρίαν δεδέηται.
4.31
καίτοι καὶ Κρησὶ καὶ Θετταλοῖς λόγος ἐστὶν ὑπάρχων ἰσχυρός. οὐ γὰρ ἡμεῖς γε, φήσουσιν, οἱ νῦν ὄντες οὐδὲν τοὺς βαρβάρους ἀγειλόμεθα, ἀλλ’ οὐδὲ ἴσμεν τὸ παράπαν, εἴ τις Εὐ ρώπη γέγονεν. εἰ δὲ μὴ συκοφαντία ταῦτα ἦν, ἐχρῆν τοῖς προγόνοις ἐγκαλεῖν, οὓς καταμέμ φεσθε ταῦτα ἡμαρτηκέναι. εἰ μὲν οὖν κατεμέμψασθε τὴν ἀρχήν, τί νῦν ἐνοχλεῖτε; τί δὲ μεταφέρετε τὰς αἰτίας ἐπὶ τοὺς ὕστερον γενομένους; εἰ δὲ μεμφομένων κατεγέλων, ἔδει τοῖς ὅπλοις χρήσασθαι. Ὅτε τοίνυν καὶ τοῖς ἐγγόνοις τῶν δοκούντων ἡμαρτηκέναι πολλῆς εὐηθείας ἐγκαλεῖν, ἦ που πλείστης ἀναιδείας τὸ τοὺς μηδὲν ἐκείνοις προσήκοντας ἀδικεῖν. οὕτω δὲ πανταχόθεν ἀνέστραπται τὸ πρᾶγμα, ὥστε οὐ μόνον ὁ μὲν χρόνος τῆς τιμωρίας πολὺ τῶν ἐγκλη μάτων νεώτερος, οἱ δὲ μηδὲν ἠδικηκότες ἀντὶ τῶν ἡμαρτηκότων ἕλκονται, ἀλλὰ καὶ τὸ τρίτον τῆς αὐτῆς ἀλογίας, ἀντὶ Φοινίκων καὶ Σκυθῶν Ἀλέξανδρος ἐπὶ τὴν τιμωρίαν ἧκεν ὥσπερ ἐκείνων ἢ παροξύνεσθαι τοῖς γεγενημένοις οὐκ εἰδότων ἢ δίκην ὑπὲρ αὑτῶν οὐ δυναμένων λαβεῖν. καὶ μὴν εἰ μὲν οὐδὲν ἐφρόντιζον ἐκεῖνοι τῶν πεπραγμένων, πῶς ὑμᾶς ἀγανακτεῖν ἄξιον; εἰ δὲ ἀλγοῦντες ὅμως ἡσύχαζον, τί δεῖ χαρίζεσθαι τοῖς ὑπὲρ αὑτῶν οὐ κινουμένοις;
4.33
θαυμάζω δὲ εἰ μελλούσης μὲν ὑμῖν κινδυνεύειν τῆς πό λέως οὐδεὶς ἐκείνων ἐπιστρέφεται οὐδ’ εἰδέναι βούλεται τὸ παράπαν οὔτ’ εἴ τις Ἀλέξανδρος ὑπὲρ Ἑλένην ἥρπασεν οὔτ’ εἴ τινες πολέμιοι προσβάλλουσιν ἀντὶ τούτων Ἰλίῳ, ὑμεῖς δὲ ὑπὲρ τούτων οὕτω δια κειμένων παροξύνεσθαι φήσετε. μωρία ταῦτα καὶ οὐδὲν ὑγιές.
4.34
χωρὶς δὲ τούτων, εἰ μέν ἐστιν ἐφ’ ὑμῖν μέχρι παντὸς παροινεῖν, δίκαιον μὲν οὐδαμῶς, χρῆσθε δέ, εἰ βούλεσθε, τούτῳ· εἰ δὲ μείζων ὁ φόβος τῆς ἐξουσίας καὶ τὸ προσκαθήμενον στρατόπεδον οὐκ ἐᾷ τρυφᾶν, τί ἄν τις ληροίη περὶ τῆς Εὐρώπης τῶν ὅπλων οὐκ ἐώντων μυθολογεῖν; καὶ γὰρ εἰ μὲν ἤρκει τοῖς Ἕλλησι ταῦτ’ ἀκούσασι τὴν ταχίστην ἀποπλεῖν, εἶχεν ἂν ἴσως τι χρηστὸν ἡ περὶ ταῦτα διατριβή· εἰ δὲ δεῖ δυοῖν θάτερον, ἤ διὰ τοῦ ἐκστῆναι τῆς Ἑλένης ὑμᾶς πρίασθαι τὴν ἀσφάλειαν ἢ τῶν ἀλλοτρίων ἐ πιθυμοῦντας ὑπὲρ τῶν οἰκείων κινδυνεύειν, λάβετε λογισμὸν περὶ τῆς πρεσβείας ὀρθόν.
4.35
τίς δὲ οὗτός ἐστι; τὸ μὴ μᾶλλον ὑπὲρ ἡμῶν τῶν ἀπεσταλκότων ἢ τῶν δεξαμένων νομίζειν αὐτὴν γεγενῆσθαι μηδὲ ἀπεστε ρῆσθαί τινος ὑπολαμβάνειν, εἰ τὴν Ἑλένην ἡμεῖς ἀ ποληψόμεθα, ἀλλὰ τὰ μέγιστα ἡγεῖσθαι κερδαίνειν, εἰ τὴν Ἑλένην λαβόντες ἀρκεῖν ἡγησόμεθα. εἰ μὲν γάρ ἐστί τις ὑμῖν ἐγγυητὴς θεῶν καὶ τοῦτο οἱ μάντεις ὑπισχνοῦνται σαφῶς, ὡς, εἰ τὸ πρᾶγμα εἰς πόλεμον προβαίη καὶ τοῖς ὅπλοις τὴν κρίσιν ἐπιτρέψαιτε, ἧττα μὲν τοῖς ἠδικημένοις ἀπόκειται, τὰ δὲ τῆς Τύχης μεθ’ ὑμῶν τῶν ἠδικηκότων στήσεται, οὐκ ἂν παραινέσαιμεν ὑμῖν μὴ χρήσασθαι τοσαύτῃ πλεονεξίᾳ· εἰ δὲ τὸ μέλλον ἀκριβῶς μὲν οὐκ ἔστι προιδεῖν, τοῖς δὲ λογισμοῖς ἀκολουθῶν τις οὐκ ἂν εὕροι χαλεπῶς ὁπο τέροις μένει τὸ τοῦ πολέμου κράτος, ἐξετάσατε παρ’ ὑμῖν αὐτοῖς, ποτέρως ἂν ὑμῖν ἔχοι καλῶς, πότερον εἰ μετὰ τοῦ τῆς Ἑλένης ὕστερον στέρεσθαι καὶ τὴν πόλιν προσαποβάλοιτε ἢ εἰ τὴν Ἑλένην ὑπὲρ τῶν ὅλων ἀπο δοίητε.
4.36
Εἶτά μέ τις ἐρωτᾷ· τί οὖν ἐξὸν ὑμῖν τῶν ἡμετέρων κρατῆσαι φείδεσθε τῶν δυσμενῶν; ὅτι νῦν οὐ κακὸν ποιήσοντες ἑτέρους ἥκομεν, ἀλλ’ ἑ τε ἀφῃρέθημεν κομιούμενοι ὧν τε ἠδικήμεθα δίκας ἄνευ ὅπλων προσληψόμενοι. οὔκουν ἀξιοῦμεν πρὶν εἰ χωρὶς πραγμάτων τευξόμεθα τῶν δικαίων εἰδέναι πό λεμον ἐπιφέρειν τοῖς χωρὶς ἀνάγκης ἴσως ἄν τι βουλευσαμένοις μέτριον. Ἵν᾿ οὖν μὴ δῶμεν ἀφορμὴν τοῖς ἐπιθυμοῦσι βλασφημεῖν, ὡς οὐχ ἡ τῆς ὕβρεως ὀργὴ τὴν στρατείαν παρεσκεύασεν, ἀλλ’ ὁ πλοῦτος τῆς Πριάμου πόλεως, πᾶσι βουλόμεθα καταστῆσαι σαφὲς καὶ θεοῖς καὶ ἀ νθρώποις, ὅτι καὶ Μενέλεῳ καὶ πᾶσιν ἡμῖν ἀπόχρη κατὰ πολλὴν ἡσυχίαν τῶν δικαίων τυχεῖν. ὑπὲρ μὲν οὖν τούτων πλείω λέγειν οὐκ οἴομαι δεῖν, οὐδὲν γὰρ ἐνδεῶς εἰρῆσθαι δοκεῖ, ἐπάνειμι δὲ ὅθεν ἐξέβην.
4.38
Ἅπασι μὲν ἀνθρώποις, ὦ Τρῶες, εἰρήνη μὲν καλόν, πόλεμος δὲ δυστυχές, καὶ τῆς μὲν ἀνθεκτέον, τὸν δὲ φευκτέον, ὧς ἐκείνης μὲν ὀρθούσης τὰς πόλεις, τούτου δὲ καταφέρειν εἰωθότος, καὶ τὴν μὲν ἄξιον καὶ παροῦσαν φυλάττειν καὶ ἀποῦσαν ὅπως ἔσται ζητεῖν, τὸν δὲ καὶ ἐπικείμενον λύειν καὶ προσδοκώμενον ὅπως μὴ γενήσεται προνοεῖν· ἀπάντων δὲ ἀνθρώπων εἰκότως ἂν ταύτην περὶ αὐτῶν ἐχόντων τὴν κρίσιν ὑμῖν πολὺ πλέον τῶν ἄλλων φροντιστέον καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τοῖς πᾶσιν ἀγαθοῖς ἀνθοῦσαν οἰκεῖτε πόλιν καὶ λόγος πανταχοῦ πεφοίτηκεν εὐδαιμονέστατον ἔστατον ἀνθρώπων εἶναι Πρίαμον, καὶ αὐτὸν καὶ τοὺς ἀρχομένους. ὅσοις μὲν γὰρ τῶν ἀνθρώπων οὐκ εὖ τὰ πράγματα ἕστηκε, τούτους μὲν οὐδὲν ἀπεικὸς ἑτοίμους ἐπὶ τὸ πολεμεῖν χωρεῖν, ἤ γὰρ κρατήσαντες ἀλλοτρίων ἀγαθῶν ἐγένοντο δεσπόται ἢ σφαλέντες οὐκ ἐν μεγίστοις ἐζημιώθησαν· ὑμῖν δὲ καὶ τοῖς ἐγγύτατα ὑμῖν εὐδαιμονίας ἥκουσι πολλῆς δεῖ τῆς βουλῆς, εἰ πόλεμον πρὸ εἰρήνης αἱρετέον, μᾶλλον δὲ οὐδὲ βουλεύσα σθαι τοῖς οὕτως ἔχουσιν ἄξιον, εἰ μή, νὴ Δία, βουλῆς· δεῖσθαι φήσουσιν εἰς τὸ μαθεῖν, πότερον ἡ τῶν ὑπαρχόντων ἀπόλαυσις ἄμεινον ἢ τούτων ἐστερῆσθαι.
4.39
Ἐξετάσωμεν, ὦ Τρῶες, τὰ παρόντα ὑμῖν ἀγαθὰ τοῖς χαλεποῖς ἐκείνοις παραβάλλοντες. δεῖ δὲ οὐδὲν εὐλαβεῖσθαι τὸ βλάσφημον τοῦ λόγου. ἃ γὰρ ἐφ’ ὑμῖν ἐστι μὴ παθεῖν, τί ἂν τὴν τούτων ἀκοὴν δυσχεραίνοιτε; ἆρ’ οὖν ἴσον ἢ παραπλήσιον ἔξω κινδύνων ἐν εὐπαθείᾳ διάγειν ἢ μεθ’ ὅπλων ἐν αἵματι, καὶ χρηστὰς ἔχειν ἐλπίδας περὶ τῶν συγγενῶν ἡ τὴν παροῦσαν ἡμέραν ἀεὶ τελευταίαν ἡγεῖσθαι καὶ καλεῖν συμμάχους. ὧν οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἥξουσιν, οἱ δὲ ἄκοντες ἐ λθόντες ἐθελοκακήσουσιν ἐπὶ τῆς χρείας; ἐκεῖνο δὲ ἴσον ἢ προσόμοιον εὐφημίας ἢ μίσους παρὰ τῶν περιοίκων τυγχάνειν;
4.40
οὐκ ἴστε ὅτι νῦν μὲν ἅπαντες ὑμῖν καὶ τοῖς ὑμετέροις πράγμασι συνεύχονται τὰ βελτίω, εἰ δὲ ὁ πόλεμος ἐμπέσοι, πρῶτοι τῶν ἀνιαρῶν αἰ σθή σονται περιπλεόντων ἡμῶν καὶ ληιζομένων τὸ προστυχὸν καὶ τὰς μὲν τῶν πόλεων περικοπτόντων, τὰς δὲ ἄρδην ἐξαιρούντων καὶ μήτε θάλατταν μήτε ἤπειρον τὴν ὑμῖν ὅμορον ἔξω τῶν κακῶν ἀφιέν· των;
4.41
οἱ δὲ τοιαῦτα δι’ ὑμᾶς ὑπομένοντες, ὦ πρὸς θεῶν, ἔσθ’ ὅπως ἂν ὑμῖν ἔχοιεν εὐμενῶς; τί δ’ ἔστιν ὅπερ οὐκ ἂν ὑμῶν κατεύξαιντο τῶν σωμάτων αὐτοῖς εἰς θάνατον καὶ δουλείαν δι’ ὑμᾶς μεριζομένων; οὐκοῦν πρὶν ἡμᾶς ἀπώσασθαι τοῖς ἀστυγείτοσι πολεμίοις χρή σεσθε; καί τοι τί τῶν ἐν ἀνθρώποις ἀντάξιον τῆς τοσαύτης δυσμενείας;
4.42
Τὰ κελευόμενα ἡμᾶς ἄρα δεῖ ποιεῖν, ἐρεῖ τις, ὥσπερ οὐκ εἰδότας ὅτι μηδαμῶς εἴκειν τοῖς πολεμίοις ἀνδρῶν ἐστιν. ἡμεῖς δὲ τὸ μὲν ἀ φί στασθαι τῶν οἰκείων τοῖς πλεονεκτεῖν ἐπιχειροῦσι φόβῳ τῶν κινδύνων αἰσχρὸν ἡγούμεθα καὶ τοῦτο ἔργῳ δῆλον πεποιήκαμεν. ὅπως γὰρ μηδεὶς Ἑλλήνων τῶν ὑπαρ’ χόντων στεροῖτο μηδὲ καταγελάσειαν τῶν πεπονθότων οἱ δεδρακότες, πελάγη μὲν οὕτω μακρὰ διεβάλομεν, τιμιωτέραν δὲ τὴν τῶν λελυπηκότων τιμωρίαν τῆς μετὰ τῶν φιλτάτων διατριβῆς πεποιήμεθα, γνώμη δὲ αὕτη νενίκηκεν ἢ λαβεῖν ταῦθ’ ὑπὲρ ὧν ἥκομεν ἢ μαχομένους πεσεῖν.
4.43
τοῖς μὲν οὖν ὑπὲρ τῶν τοιούτων ἀγωνιεῖσθαι μέλλουσι τὸ μὴ τολμᾶν πολεμεῖν δειλίας αἰτίαν ἔχει, εἰ δέ τινες ἃ μὴ καλῶς ἔλαβον ἀποδοῦναι δέον πολεμεῖν μᾶλλον αἱροῖντο, οὐκ ἀνδρίας οὗτοί γε δόξαν, ἀλλ’ ἐμπληξίας λαμβάνουσι καὶ τοσοῦτον ἀπέχουσι τοῦ δοκεῖν τι βεβουλεῦσθαι λαμπρόν, ὥστε διπλοῦν φέρονται τοὔνειδος, ἐκ μὲν ὧν τὴν ἀρχὴν ἠδίκησαν, πονηρίας, ἐκ δὲ ὧν ἐπὶ πολλῷ κατέ χουσιν, ἀναισθησίας. οὐ γὰρ ἐν τῷ πολεμεῖν ἀπλῶς τὸ τῆς εὐκλείας προσγίνεται, ἀλλ’ αἱ τῶν πολέμων προφάσεις ἢ καλοὺς αὐτοὺς εἶναι δοκεῖν ποιοῦσιν ἢ μὴ τοιούτους. τῆς γὰρ αὐτῆς ἀτοπίας δειλίᾳ τε καταπροδοῦναι τὸ δίκαιον καὶ θρασύτητι τὸν ὑπὲρ τῶν οὐ προσηκόντων ἐπισπάσασθαι κίνδυνον. εἰ μὲν οὖν μὴ παθόντες ἡμεῖς κακῶς μηδ’ ἐπ’ ἐ γκλή μασι δικαίοις κεκινημένοι μηδὲ τῶν οἰκείων ἀ μφισβητοῦντες, ἀλλὰ τῶν ἀλλοτρίων ἐπιθυμοῦντες οὕτω πολλὴν καὶ μεγάλην στρατιὰν ἀγείραντες ἢ βοῦς ἀπηλαύ νομεν ἢ περιετεμνόμεθα γῆν ἢ τῶν ἐντὸς τείχους χρημάτων ἐζητοῦμέν τι μέρος, εἶθ’ ὑμεῖς ὑπεκύπτετε ῥ ᾳ δίως ἀγαπῶντες εἴ τις ἐάσει ζῆν, πάνυ ἂν ὑμῶν ἐμεμψάμεθα τὴν ἄγαν ἀπραγμοσύνην· εἰ δὲ τὰ μὲν ὑμέτερα βουλοίμεθα ἂν ὑμῖν ἀκέραια μένειν, αὐτοὶ δὲ ὑπὲρ ὧν ἀφῃρέθημεν ἥκομεν, οὐχ ὁρῶμεν ἥντινα ὑμῖν ἕξει λαμπρότητα τοῦ πολέμου τὸ σχῆμα.
4.45
οὐδὲ γὰρ εἰ σφόδρα πρόδηλον ἦν ὧς ἡ Τύχη μεθ’ ὑμῶν παρατετάξεται, οὐκ ἂν ἦν ὑγιαινόντων ὑπὲρ τοιούτων κιν δυνεύειν ἄθλων, ὧν τὸ μὲν διαμαρτεῖν εὔδαιμον, δὲ κρατῆσαι δυστυχές. τὰ γὰρ ἀδίκως κτηθέντα βέλτιον ἀποθέσθαι μᾶλλον ἢ διὰ τέλους κατέχειν. καὶ οἴ γε λογίζεσθαι δυνάμενοι μετὰ τοῦ προσθεῖναι χρημάτων πλῆθος ἥδιστα ἂν ἀπαλλαγεῖεν τοσαύτης συμφορᾶς. καίτοι ποῦ καλὸν ὑπὲρ τοιούτων ἀγωνίζεσθαι τοῖς σώμασιν, ἃ καὶ εἰ μηδὲ εἶεν οἱ ἀπαιτοῦντες, εἶχε καλῶς ἐκβαλεῖν;
4.46
οὑτωσὶ δὲ σκοπῶμεν ἐν βραχεῖ. Ἑλένην κάλλιστον εἶναι κτῆμα τῶν ἐν Ἰλίῳ κρίνετε; οὐκ οἶμαί γε τοὺς σώφρονας. οὐκοῦν ἂν μὲν ἀποδῶτε τοῦτο, οὐχ ἕξετε ᾧ παρόντι δυσχεραίνετε· ἂν δὲ πολεμεῖν ἕλησθε, κρατηθέντες μὲν μετὰ τοῦ τὴν πόλιν ἀποβαλεῖν οὐδὲ ἐκείνην ἕξετε, νικήσαντες δὲ κεκινδυνευκότες ἂν εἴητε ὑπὲρ ὧν οὐ χρῄζετε.
4.47
Εἰ δὲ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, τοῦτο μόνον ἀπάντων πραγμάτων πρόδηλον ἔχει τὴν τελευτὴν καἰ ποτέρων ἔσται τὸ κράτος. μαντείας μὲν οὖν καὶ φήμας καὶ διοσημείας καὶ τὰ φαντασθέντα τὴν πρώ τὴν ἐν τῇ συλλογῇ τοῦ στρατοῦ καὶ ὅσα τοιαῦτα, παρίημι, μή τις ἀλαζονείας αἰτιάσηται τὸν λόγον. ἀλλὰ τίς οὐκ οἶδεν ὅτι δύο ταῦτα μάλιστα τοῖς ἀγωνιζομένοις τὴν νίκην φέρει, ἓν μὲν τὸ τῆς στρατιᾶς ὑπερβάλλον, ἕτερον δὲ τῶν κρειττόνων ἡ συμμαχία;
4.48
πότερον οὖν, ὦ Τρῶες, εἶναι νομίζετε Πρόνοιαν καὶ Δίκην καὶ Νέμεσιν καὶ περινοστεῖν τὰ ἀνθρώπεια καὶ τοὺς μὲν χρηστοὺς ἐπαινεῖν, τοῖς δὲ πονηροῖς ὀργίζεσθαι, καὶ τοῖς μὲν ἀποδιδόναι χάριν, παρὰ δὲ τῶν εἰσπράττεσθαι δίκην; ἔστι ταῦτα, ὦ Τρῶες, ἢ οὔ; ἔστιν, εἴ τε βού λεταί τις εἴτε μή. τί δέ, ὧς ἂν ἐθέλωσι, ταῦτα ἀνάγκη πράττεσθαι; ἀνάγκη. οὐκοῦν ἐκ τούτου δῆλον ὅτι κἂν εἰ κομιδῆ τινας εὐαριθμήτους Μενέλεως ἀγείρας ἐ πεστράτευσεν, ἴδει τὰ τῆς νίκης εἶναι τοῦ τὸ δίκαιον ἔχοντος σύμμαχον.
4.49
τοσαύτης δὲ οὔσης τῆς παρὰ τῶν κρειττόνων ἐπικουρίας τοσοῦτον συνερρύηκε πλῆ θος ὥστε μηδένα λόγον τῆς ἀκριβείας ἐφικνεῖσθαι. πολλοῦ γὰρ χρόνου διελθόντος ἀφ’ οὗ τὴν γῆν ἄ νθρωποι νέμονται καὶ πολλῶν ἤδη συστάντων πολέμων, τῶν μὲν πρὸς ὁμόρους, τῶν δὲ ἐπὶ τῆς ὑπερ34 ὀρίας, οὐδεὶς οὔθ’ ἑώρακεν οὔτ’ ἀκήκοεν οὕτω πολλὴν κίνησιν τοῖς Ἕλλησι γεγενημένην. οὔτε γὰρ ναῦς οὔτε ἵππος οὔτε ἀνὴρ ὅπλα φέρειν δυνάμενος, οὐκ ἄρχων, οὐκ ἰδιώτης, οὐ τοξότης, οὐ ψιλὸς ἀπολείπεται τοῦ στόλου, ἀλλὰ πάντες πανταχόθεν ἀνήχθησαν. οὕτω πολὺς ἔρως τοῖς Ἕλλησιν ἐνέπεσεν ὑπὲρ τῶν δικαίων μάχεσθαι.
4.50
καὶ τίς ἂν ἐξαριθμήσαιτο τοὺς καθ’ ἕκαστον, ὅπου γε καὶ τοὺς ἑκάστων βασιλέας οὐκ εὐχερές; ἀλλ’ ἐν κεφαλαίῳ λέγω. πᾶσα μὲν ἧκεν ἡ Βοιωτία, πᾶσα δὲ ἡ Πελοπόννησος, Ἀργὸς Πελασγικόν, ἡ τούτων ἐχομένη, ἐπὶ τούτοις Εὔβοια, Κρήτηι Κεφαλληνία, Σαλαμίς, Ἀθῆναι, πολλοὶ μὲν ἠπειρῶται, πολλοὶ δὲ ἀπὸ τῶν νήσων. καὶ τῶν ἀρχόντων οἱ μὲν ἀνδρίᾳ νικῶσιν, οἱ δὲ συνέσει κρατοῦσι, παρὰ δὲ τοῖς ἀμφοτέρων ἡ κτῆσις καὶ τοὺς αὐτοὺς εὕροι τις ἂν καὶ συμβουλεῦσαι δεινοὺς καὶ πολεμῆσαι κρατίστους. οἴεσθε δέ τινα καὶ σοφὸν εἶναι παρ’ αὐτοῖς, εἰ δὲ βούλεταί τις, καὶ πανοῦργον, ἱκανὸν τὰ μὲν ἐκ τοῦ φανεροῦ κατεργάσασθαι, τὰ δὲ κλέψαι λανθάνοντα.
4.51
Ἀλλὰ καὶ παρ’ ἡμῖν, φησί, τινές εἰσιν ἄνδρες ἀγαθοὶ καὶ συμμάχους οὐκ ὀλίγους κεκλήκαμεν μεθ’ ὧν διοίσομεν τὸν πόλεμον. εστι μὲν οὖν ὁ πρὸς ταῦτα λόγος φορτικώτερος, οὔτε γὰρ ἑαυτὸν ἐπαινεῖν τινα νοῦν ἔχειν ἡγοῦμαι τό τε ἑτέρους κακίζειν προχείρως μικροψυχίας ἄν τινος εἴη, δεῖ δὲ ὅμως χρήσασθαι παρρησίᾳ, τοὺς δὲ λόγους τῆς ἀνάγκης νομιστέον.
4.52
ὡς μὲν οὖν ἰσχὺς κράτιστον ἐν πολέμῳ καὶ ὡς εὐβουλία μεῖζον ἰσχύει χειρῶν πολλάκις καὶ ὧς, εἰ καὶ χειρῶν μάλιστα δεῖται πόλεμος, ταῦτα πάντα παρ’ ἡμῖν μετὰ πολλοῦ τοῦ κρείττονος, ἐάσω. ἀλλ’ ἐκεῖνο ἂν ἐροίμην ἡδέως ὑμᾶς, πότερον νοῦν ἔχοντας κεκλήκατε συμμάχους ἢ οὔ; εἰ μὲν οὖν ἀποπλήκτους καὶ τετυφωμένους, εὐχῆς ἂν εἴη τοῖς τοιούτοις προσπολεμεῖν· εἰ δὲ σώφρονας καὶ λογίζεσθαι δυναμένους, πῶς ὑπακούσονται καλούντων εἰδότες ὧς ὑπὲρ τῶν ἀδίκων μαχοῦνται; καὶ πῶς κύρια ταῦτα καταστήσουσιν ὧν, εἴπερ φρονοῦσι, κατηγοροῦσι;
4.53
δύο γὰρ ἅπαντας ἀνθρώπους ἐπὶ τοὺς πολέμους παρακαλεῖν πέφυκεν, ἢ τὸ προειδέναι τὴν ῥοπὴν ἐφ’ ἑαυτοὺς ἥξουσαν ἢ τὸ τὴν ὑπόθεσιν εἶναι τῶν κινδύνων θαυμαστήν, καὶ νῦν μὲν τὸ κέρδος διώκοντες, νῦν δὲ τὴν φιλοτιμίαν θηρεύοντες ἀξιόχρεως προφά σεῖς ὑποκεῖσθαι τῷ πολέμῳ νομίζουσι. τούτων δὲ οὐδέτερον ὁ παρὼν πόλεμος τοῖς γε μεθ’ ὑμῶν ἐ σομένοις προδείκνυσιν, ὥστε ἢ τὴν ἀρχὴν οὐχ ὑ πακού σονται νοῦν ἔχοντες ἢ τῇ παρουσίᾳ τὴν ἄνοιαν ἐπι δείξουσι.
4.54
χωρὶς δὲ τούτων ἡμεῖς μὲν ἀθρόοι συντεταγμένοι κατήρκαμεν καὶ τοῖς βασιλεῦσι τὰ τῶν συμμάχων οὐκ ἐν ἐλπίσιν ἐστίν, ἀλλὰ τοσούτους ἦλθον ἄγοντες ὥστε, εἰ Τροίας μόνης ἀποπειρᾶσθαι δεή σειε, πολλοὺς ἂν οὐκ ἔχειν εἰς ὅ, τι χρήσαιντο σφίσιν αὐτοῖς μικροτέρου τοῦ ἔργου καθεστῶτος τῆς τῶν ἐπελθόντων χειρός· ὑμῖν δέ, εἴ τινες ἄρα καὶ βοηθοῖεν, οἱ μὲν θᾶττον ἴσως, οἶ δὲ σχολαιότερον ἥξουσιν, ὅσον ἕτερος ἑτέρου κατὰ τὸν τόπον ἀφέστηκε, τοσοῦτον ὑστερίζων κατὰ τὸν χρόνον. ἂν οὖν ὑμεῖς μὲν ἀντιτείνητε πρὸς τὴν πρεσβείαν, οἱ δὲ βοηθήσοντες ὑμῖν μελλήσωσι, τοῖς δὲ Ἕλλησι λοιπὸν ᾖ τὰ ὅπλα προσαγαγεῖν, ἆρ᾿ οὐ κατόπιν, εἰ καὶ δυσχερὲς εἰπεῖν, τῶν πραγμάτων παρέσονται καὶ τοῦ καιροῦ τῆς ὠφελείας παρελθόντος ἐπὶ τὴν τῶν συμφορῶν ἀφίξονται θέαν; οὐ γὰρ δὴ ταύτην παρ᾿ ἡμῶν ἐπαγγελεῖτε τὴν χάριν οὐδέ γε πέμψαντες κήρυτκας ἐκεῖνα ἐρεῖτε, ὅτι ὦ βέλτιστοι, τί ἐπείγεσθε; ἀναμείνατε Λυκίους ἡμῖν καὶ Παίονας ἐλθεῖν, ὥστε καὶ ἡμᾶς ἔχειν μεθ᾿ ὅσων παραταξόμεθα.
4.56
Ἀλλὰ πάντα ἀφίημι ταῦτα καὶ θῶμεν ἢ πάντας ἤδη παρεῖναι τοὺς ἐπικούρους ὑμῖν ἢ καθεδεῖσθαι τοὺς Ἕλληνας ἀργοῦντας, ἕως ἂν εὐπορήσωσιν ἀντιπάλων· ἥξουσι πολλοὶ πολλαχόθεν συνδιασώσοντες Ἴλιον. οὐκοῦν τὸ μὲν πλῆθος ἴσον ἀμφοῖν, εἰ δοκεῖ, λογιζώμεθα, τὰς δ᾿ ἀρετὰς παραλλήλους θέντες ἐξετάσωμεν.
4.57
εἰ δὲ ὑ περβολῇ προσήκει χρῆσθαι, δεδόσθω μήτ’ Ἀχιλλέως μήτ’ Αἴαντος ἑκατέρου μήτε Διομήδους μήτ’ Ἰδομενέως, μὴ Τεύκρου, μὴ Σθενέλου, μὴ Μενεσθέως, ἐμαυτὸν γὰρ καὶ τοὺς βασιλεῖς ἀφήσω καὶ πολλοὺς ἄλλους καλοὺς κἀ γαθοὺς στρατηγούς, δεδόσθω νῦν μηδενὸς εἶναι τούτων φαυλοτέρους ἐκείνους οἶς φατε πιστεύειν εἰς τὴν νίκην. ταῦτα κοινὰ θέντες τὴν ἀνάγκην σκεψώμεθα μεθ’ ἧς ἑκάτεροι τῶν ἔργων ἁψόμεθα.
4.58
οὐκοῦν ἐκείνους μὲν ἄγει παράκλησις καὶ δέησις καὶ τὸ βού λεσθαι Πριάμῳ χαρίζεσθαι, ἡμῖν δὲ τὸ μὲν βούλεσθαι χαρίζεσθαι τοῖς Ἀτρείδαις κοινὸν πρὸς ἐκείνους ἐστί, πρόσεστι δέ γε καὶ τὸ τῶν ὑπηκόων δίκαιον. ἐκείνοις μὲν γὰρ ἔξεστιν ὅσον βούλονται χαρισαμένοις μηκέτι τοῦ λοιποῦ πρὸς ἀνάγκην ταλαιπωρεῖσθαι, ὥστε καὶ τῆς ἐ πικουρίας καὶ τῆς ἀναχωρήσεως ὅρος αὐτοῖς ἡ γνώμη· ἡμῖν δὲ ἡ προαίρεσις οὐχ ἕξει μεταβολήν, βεβαιοῦται γὰρ τῇ τῶν βασιλέων ἀνάγκη.
4.59
τὸ δέ γε ἔτι τούτου μεῖζον, πολὺ γὰρ βελτίοσι τῶν Ἀτρειδῶν βασιλεῦσι καὶ ἰ σχυροτέροις ὁμολογίας δεδώκαμεν ἦ μὴν ἐκπολιορκήσειν τοὺς ἀδικοῦντας τὸν Ἑλένῃ συνοικοῦντα, καὶ οὐδ’ ἂν εἰ σφόδρα βουλοίμεθα προκαταλῦσαι τὴν προ θυμίαν ἡμῖν ἀκίνδυνον. τί δὲ τοῦτο ἔστιν; ἔτι νέας οὔσης Ἑλένης κομιδῆ ἀνεῖπεν ὁ θεὸς ἔσεσθαί τινα περὶ τὸ γύναιον ταραχήν. ὡς οὖν πολλοὶ πολλαχόθεν οἱ κράτιστοι συνῆλθον μνηστεύοντες, ἔδοξεν ἔτι ἀδήμέλλοντος τοῦ μέλλοντος ὄντος πίστιν ποιήσασθαι καὶ ὅρ κους ἰσχυροὺς ἦ μὴν τοὺς ἀποτυγχάνοντας βοηθήσειν τῷ ληψομένῳ κατὰ τῶν ἀδικούντων. ᾤετο γὰρ ἕκαστος ἐν μετεώρῳ τοῦ πράγματος ὄντος αὑτῷ ταύτην ἀ ποτί θεσθαι τὴν ὠφέλειαν.
4.60
καὶ νῦν ἡμᾶς ἐπὶ τὴν στρατείαν ἤγειρεν ὁ Ζεύς, ὁ Ἀπόλλων καὶ πάντες οἱ θεοί. καὶ λιπεῖν τὴν τάξιν οὐκ ἔνεστιν, εἰ μή τις μέλλει τὰς τῶν βαρβάρων χεῖρας φεύγων περιπεσεῖσθαι ταῖς τῶν θεῶν καὶ τὰ ὅπλα δεδιὼς πολεμήσειν τοῖς κρείττοσιν. ἆρα ὑμῖν δοκεῖ Πρίαμος παραπλησίους στρατιώτας συλλέγειν καὶ τὴν αὐτὴν ἔχοντας τοῦ μέχρι παντὸς κινδυνεύειν ἀνάγκην; οὐ γὰρ εὔδηλον ὅτι, κὰν τὸ τυχὸν ἀντικρούσῃ, ταχέως μεμνήσονται τῆς οἰκείας οὐδενὸς ὄντος ὃ φοβερωτέραν ποιήσει τὴν ἀναχώρησιν τῆς μονῆς; ἀλλ’ οὐ τά γε ἡμέτερα τοιαῦτα, ἀλλὰ τὸ μένοντας ἀποθνήσκειν μετριώτερον φαίνεται τοῦ μετ’ ἐπιορκίας σώζεσθαι.
4.61
Φέρε δὴ καὶ τὰ λοιπὰ σκοπήσωμεν καὶ ὅπως εἰς ἄνισον πόλεμον ὑμᾶς αὐτοὺς ἐμβαλεῖν ἐπιθυμεῖτε ὑπ’ ὄψιν ἀγάγωμεν. οὐκοῦν ἡμῖν μὲν παῖδες καὶ γυναῖκες καὶ τὰ ἄλλα ἀγαθὰ πόρρω που τυγχάνει κείμενα ἐπὶ τῆς Ἑλλάδος ἐν σκέπη τοῦ πολέμου κἄν, ὅ μὴ γένοιτο, σφαλῆναι συμβαίη, τῆς χείρονος οὐ μεθέξουσι τύχης, ἀλλ’ ἐν τοῖς ἡμετέροις σώμασιν ὁ κίνδυνος ἵσταται· εἰ δὲ ὑμεῖς τι πταίσαιτε, τοῖς ὅλοις ἐπταικότες ἂν εἴητε καὶ δεῖ συναπολεῖσθαι τοῖς ἀποβαίνουσι τὸ τῆς πόλεως ἔδαφος.
4.62
καίτοι τίς οὕτω σφόδρα μεγαλόψυχος, ὅστις ἂν ὑπὲρ οὕτως ἀνομοίων ἄθλων ἀ ναρρίψειε’ τον κύβον μέλλων, εἰ μὲν κρατήσειεν, οὐδὲ μικρὸν κερδανεῖν, εἰ δὲ σφαλείη, τοῦ παντὸς στερή σεσθαι; ἔτι τοίνυν τὴν μὲν ἡμετέραν χώραν οὐδείς ἐστιν ὁ ποιήσων κακῶς, ἡ δὲ ὑμετέρα στρατόπεδον ἡμῖν γίνεται, καὶ τὴν τροφὴν ποριοῦμεν ἀπὸ τῶν ὑμετέρων καρπῶν καὶ βοσκημάτων, καὶ διχῆ δεήσει δαπανᾶσθαι τὸ Ἴλιον τῶν μὲν συμμάχων αἰτούντων, τῶν δὲ πολεμίων ἁρπαζόντων, καὶ τῶν μὲν οἰκειότητος ὀνόματι λαμβανόντων, τῶν δὲ πολέμου νόμῳ ληιζομέ νῶν.
4.63
καὶ μὴν οὐδὲ ἐκεῖνο παραπλήσιον. εἰ μὲν γὰρ μεθ’ ὑμῶν τὸ δαιμόνιον γένοιτο καὶ τὰ πράγματα ἡμῖν εἰς ἔσχατον προβαίνοι κακοῦ, πρόχειρον καθελκύ σασι τὰς ναῦς ἔξω γενέσθαι τῶν δεινῶν καὶ πρὸς βραχὺ τῷ καιρῷ παραχωρήσαντας αὖθις ἐπιπλεῖν, ἡνί κα βέλτιον· εἰ δ’ ἐφ’ ὑμῶν τὸ αὐτὸ συμβαίνει, τίς ὑμῖν ἔσται πόρος; τίς μηχανὴ τῆς ἀκαιρίας ἰσχυροτέρα; οὐ γὰρ δὴ τὴν πόλιν γε μεθορμιεῖτε πρὸς τὸ ἀσφαλές. ἀλλ’ ἐγὼ μὲν εἰπεῖν οὐ βούλομαι, τοῦ δὲ πράγματος ἡ τελευτὴ καταφαίνεται.
4.64
Οἱ μὲν λογισμοὶ ταῦτα καὶ πολλὰ τοιαῦτα παριστῶσιν, ὦ Τρῶες, ἔστι δ’ ἐφ’ ὑμῖν μὲν ὁποτέραν βούλεσθε τραπέσθαι, βέλτιον δὲ ἐκείνην ἀφ’ ἧς ὕστε ρον ὑμᾶς αὐτοὺς ἐπαινέσεσθε. καὶ γὰρ εἰ μὲν ἅπαντες, ἐρῶ γάρ, εἰ καὶ φορτικώτερον ἀκοῦσαι, συνῳκεῖτε τῇ ἀνθρώπῳ, τάχ’ ἂν εἶχε συγγνώμην κοινὴν ἡδονῆν ὠνήσασθαι κινδύνου· εἰ δὲ τοῦτο οὐκ ἔνεστιν, οὐδ’ ἂν γένοιτό ποτε, τίς ἡ πολλὴ πρόνοια τῆς Ἀλε ξάνδρου τρυφῆς; ὅτι, νὴ Δία, κρατεῖ; τοῖς δὲ κρατοῦσιν ὑπουργεῖν ἄξιον, κἂν παρανομῶσιν, Τρῶες; κἂν ἀποσφάττωσι τοὺς ἀρχομένους; κἂν παῖδας καὶ γυναῖκας ἀνδραποδίζωνται, κἂν πυρπολῶσι τὴν πόλιν;
4.65
ταῦτα τοίνυν Ἀλέξανδρος ἐπενήνοχεν Ἰλίῳ. ὁ γὰρ τὴν ἀνάγκην παρεσχηκὼς τοῦ ταῦτα ποιεῖν ἑτέροις οὗτος ἂν αὐτόχειρ νομίζοιτο τούτων ὧν καθέστηκεν αἴτιος. εἶτα τοῦτον βασιλέα προσερεῖ τις εὖ φρονῶν τὸν οὐ καταλιπόντα ὧν βασιλεύσει; οὐκ οἶσθ’ ὅτι τὸ τῆς ἀρχῆς ὄνομα τοῦ κρείττονός ἐστι, καὶ τοῦτ’ ἔστ’ ἴ’ βασιλεύς, εἰ μὴ τὴν προσηγορίαν ἀ ρνοῖτο τοῖς ἔργοις, εὐδαιμονίας’ π’ πρύτανις, δικαιοσύνης κανών, τῶν ἀρίστων παράδειγμα;
4.66
ὁ δὲ χείρω τῶν ὑπηκόων παρέχων ἑαυτὸν εἰκότως ἂν ἀφεὶς τὴν βασι λείαν εἰς τοὺς ἀρχομένους τάττοιτο. οὐ καλῶ κυβερνήτην ἐγὼ τὸν καταδύοντα τὸ σκάφος οὗ τοὺς οἴακας ἐπιστεύθη οὐδὲ τὸν ἐν οἷς ἐπιτηδεύει δεικνύντα τοῖς ναύταις ὡς ἀμελητέον εἴη τοῦ πλοίου οὐδέ γε τὸν ἃ μηδεὶς τῶν ναυτῶν πλημμελεῖ, περὶ ταῦθ’ ἑκόντα πο νηρὸν ὄντα. Ἀλέξανδρος τοίνυν ἄρχειν ἀξιῶν τῶν ἄλλων Τρώων ἃ μηδεὶς τῶν ἀρχομένων ἐτόλμησε, ταῦτα ἑαυτῷ προσήκειν ἡγήσατο.
4.67
Ἔοικα δὲ τηνάλλως μακρολογεῖν ἕτοιμον ὄν ἐπιστομίσαι τὸν ταῦτα προφασιζόμενον. νῦν γὰρ οὔτ’ Ἀλέξανδρος οὔθ’ Ἕλενος οὔτε Δηίφοβος οὔτ’ ἄλλος οὐδεὶς τῶν Πριάμου παίδων κρατεῖ τῶν ὑμετέρων πραγμάτων, ἀλλὰ Πρίαμος αὐτός. καὶ τοῦτο οὐκ ἀκοῇ μόνον ἔστιν εἰδέναι, ἀλλὰ καὶ τοῖς ὁρωμένοις δῆλον καθίσταται καὶ χωρὶς τούτων τοῖς ἁπανταχοῦ Ι νενομισμένοις. ταῦτα δέ ἐστι τί; τοὺς παῖδας τοῦ βασιλέως περιόντος μὲν αὐτοῖς τοῦ πατρὸς ἰδιωτεύειν, ἀπελθόντος δὲ εἰς τὴν ἐκείνου τάξιν παριέναι τὸν πρεσβύτατον, ἄλλως τε εἰ καὶ δεινὸς εἴη χρήσασθαι πρά γ μασιν, ἅπερ ἀμφότερα τὸ σκῆπτρον εἰς Ἕκτορα περιά ξειν ἔοικε. τοσοῦτον οὖν ἀπέχει τοῦ νῦν βασιλεύειν, ὥστε οὐδὲ ἐν ἐλπίσιν ἐστὶ τοῦ πράγματος, εἰ γε ζῶντος μὲν καὶ ὄντος Πριάμου οὐδεὶς εἰς τοῦτο τῶν ἐκείνου παίδων κληθήσεται, τελευτήσαντος δὲ Ἕκτωρ γένεται τῆς ἀρχῆς τοῦ πατρὸς κληρονόμος.
4.68
οἶδα δὲ ὡς, εἰ καὶ Πρίαμος οἷαπερ Ἀλέξανδρος ἠσέλγαινεν, ἠσέλγαινε δὲ ἐπ’ ὀλέθρῳ τῆς πόλεως, οὐκ ἂν ἠνέσχεσθε τῆς ἀκολασίας ἐκείνου τὴν δίκην αὐτοὶ διδόντες, ἀλλ’ ἔσχετ’ ἂν εἰπεῖν πρὸς αὐτὸν μέτριά τε καὶ δίκαια καὶ αὐτῷ πεισθῆναι συμφέροντα· ὦ βασιλεῦ, ἡμεῖς μὲν ἡμᾶς αὐτοὺς ἐνεδώκαμέν σοι καὶ τῶν ὅλων προὐβαλόμεθά σε πραγμάτων ἐπὶ τῷ κακῶς ὑπὸ σοῦ παθεῖν, ἀλλ’ ἐπὶ τῷ κἂν εἴ τις ἕτερος τολμήσειε, σὲ διακωλύειν, οὐδ’ ἔνα πρὸς ἡδυπάθειαν ἀποχρήσῃ τῇ βασιλείᾳ, ἀλλ’ ἔνα τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἐπιτεί νῃς τῇ προνοίᾳ· σὺ δὲ οὐκ εἰς καλὸν ἔοικας ἀπολαύειν τῶν δοθέντων σοι οὐδὲ τὰς ἐλπίδας ἡμῖν βεβαιοῦν, ἀλλ’ ἃ μηδεὶς ἂν ἤλπισε, τούτοις ἐπιχειρεῖν καὶ δύο τὰ χείριστα ἐ ργά ζεσθαι. σαυτὸν μὲν γὰρ πονηρότατον ἀποφαίνεις, δι’ ὧν δὲ αὐτὸς ἀδικεῖς, τούτοις ἡμᾶς ἀ πολλύεις.
4.69
ταῦτα καὶ ὑμᾶς ἂν εἰπεῖν οἶμαι καὶ Πρί αμον αἰσχυνθῆναι καὶ δευτέραν ποιήσασθαι τὴν ἑαυτοῦ ῥᾳστώνην τῆς τῶν ὅλων σωτηρίας. μὴ τοίνυν ἃ τὸν βασιλέα τολμῶντα ποιεῖν ἐκωλύετ’ ἄν, ταῦτα τοῖς οὔπω τοσοῦτον ἰσχύουσιν ἐπιτρέψητε μηδὲ εἰς τοσοῦτον συγχέητε τὰ πράγματα ὥστε βασιλέα γε νομίζειν τὸν οὐκ ἔχοντα τὴν ἀρχὴν καὶ πλείω τούτῳ παρέχειν ἐξουσίαν ἢ παρ’ οἶς ἐστι τὸ κρατεῖν.
4.70
Οἶμαι τοίνυν ἐρεῖν τινας, ὧς ἑκοῦσα συνη κολούθησεν ἡ γυνὴ καὶ οὔτ’ Ἀλέξανδρος οὐδὲν ἀδικεῖ Μενέλεώς τε πραγματωδέστερός ἐστι τοῦ προσήκοντος τὴν ἀποφυγοῦσαν ἀγαπῶν. ἔστι δὲ πρόχειρον μὲν εἰπεῖν ὡς Ἀλέξανδρος μὲν ἀ δικεῖ τὴν οὐ βουλομένην ἀκολουθεῖν ἁρπάσας, Μενέλεως δὲ τὰ προσήκοντα ποιεῖ τὴν ἄκουσαν ἀπελθοῦσαν ἀξιῶν ἔχειν, ἀλλ’ ἵνα μὴ ἀπέραντος ὁ λόγος εἴη, δεδόσθω βεβουλημένην ἀκολουθῆσαι. οὐκοῦν ἐ ξαπατή σαντος Ἀλεξάνδρου τοῦτ’ ἐποίησεν. οὐ γὰρ πρότερόν γε οὐδὲν τοιοῦτον εἰργασμένη φαίνεται.
4.71
ἔστιν οὖν Ἀλεξάνδρου καὶ τοῦτο ἀδίκημα. καὶ πολύ γε δεινότερον τὸ πεῖσαι γενέσθαι φαύλην τοῦ πρὸς ἀνάγκην καταισχῦναι. ἡ μὲν γὰρ βιασθεῖσα τὸ μὲν σῶμα ὕβρισται, τὴν δὲ γνώμην οὐ διέφθαρται καὶ προσέτι μισεῖ τὸν τὴν ἀνάγκην ἐπενεγκόντα, ἡ δὲ πεισθεῖσα θαυμάζειν ἃ φεύγειν ἄξιον συνεπείληπται τῶν ἀδικημάτων καὶ γέγονε κοινωνὸς πονηρίας καὶ οὐδ’ ἂν ἐπανόρθωσις εἴη τῷ πράγματι διεφθαρμένου τοῦ τρόπου. οὕτω κατ’ ἀμφότερα Ἀλέξανδρος ἄδικος καὶ ἐν θατέρῳ πονηρό τερος δείκνυται.
4.72
ὑπερβολῇ δ’ ἔγωγε χρήσομαι’ οὐ παρεκρούσατο τὸ γύναιον Ἀλέξανδρος, ἀλλ’ ἐκείνη μὴ βουλόμενον ἠνώχλησε. καλῶς. ἔδει τοί νυν ἐπισχεῖν ἁμαρτάνουσαν, ἀλλ’ οὐ συλλαβεῖν ἀ δικούσῃ καὶ ταύτην ἀντιδοῦναι τῷ ξενίσαντι τὴν χάριν, τὸ μὴ συμπράττειν εἰς ἃ μὴ προσῆκε τῇ γυναικί. οὐ γὰρ ἡ κοινωνία τῶν ἀδικημάτων ἐν τοῖς τοιούτοις ἐξαιρεῖται τὸν μετασχόντα τῆς μέμψεως, ἀλλ’ εἰς ταὐ τὸν τίθησι τῷ παρακεκληκότι τὸν ὑπακούσαντα καὶ τοσοῦτον αὐτῷ νέμει τῶν αἰτιῶν ὅσον καὶ τῶν ἔργων μέτεστιν. ὁ τοίνυν λόγος ὁ τοιοῦτος οὐ τοῦτον ποιεῖ καθαρὸν ἐγκλημάτων, ἀλλ’ ἐκείνῃ συνδιαβάλλει, οὐδὲ Ἀλέξανδρος μετριώτερος, εἰ καὶ τὸ γύναιον ἐν αἰτία.
4.73
Ἀλλὰ μὴν πρός γε τὸν φάσκοντα θαυμάζειν εἰ μὴ αἰσχύνοιτο Μενέλεως Ἑλένην ἀπολαμβάνειν ἐ πιχειρῶν ἐκεῖνο λέγω· ἡμῖν μέν, ὦ Τρῶες, μελήσει τῆς τέρας αὐτῶν δόξης, ὑμῖν δὲ τῆς ὑμετέρας αὐτῶν φροντιστέον. θαυμάζω δὲ εἰ ἡμῖν μὲν τὸ τὰ οἰκεῖα κομί ζεσθαι ζητεῖν αἰσχρόν, ὑμῖν δὲ τὸ τῶν οὐ προσηκόν τῶν ἀμφισβητεῖν καλόν, καὶ Μενέλεως μὲν Ἑλένῃ συνοικῶν γέλωτα καὶ χλευασμὸν οἴσει, Ἀλέξανδρος δὲ κρείττων ἔσται κατηγορίας πάντα ἐκείνην ἡγούμενος.
4.74
πάντων δὲ ἀτοπώτατον ἣν ἑκοῦσάν φατε τοῖς χειρίστοις ἐπιδραμεῖν, ὑπὲρ ταύτης ἀποθνήσκειν ἐπιθυ μεῖν’. τίς δ’ ἂν εἰδείη, τί ποτε χρήσεται τῇ γυναικί, εἴτ’ ἐπὶ τιμωρίᾳ λαβεῖν βούλεται εἴτ’ ἀποσφάξαι εἴτε καταποντίσαι εἴτε συνειδὼς αὐτῇ παρὰ γνώμην ἡ ρπασμένῃ τοῦ πεποιηκότος, ἀλλ’ οὐ τῆς παθούσης τὸ ἀ δί κημα κρινεῖ. τί ἄν τις περιεργάζοιτο ταῦτα περὶ ὧν ἀφεῖναι δεῖ δοκιμάζειν τὸν κύριον;
4.75
Ἤδη τοίνυν τινὸς ἤκουσα τὸν Ἀλέξανδρον ἐπαινοῦντος, ὅτι βούλοιτο γυναικὶ συνοικεῖν καὶ γένει καὶ κάλλει διαφερούσῃ. τοῦτο δὲ κατηγορία μεγίστη τῶν ἀπασῶν ἐστιν. εἰ γὰρ σεμνόν τι τοῦτο καὶ πολλῆς εὐδαιμονίας γέμον καὶ ζηλωτὸν δεῖ κεκρίσθαι τὸν Ἑλένῃ συνοικοῦντα, μεγίστων ἀγαθῶν δήπουθεν ὁ Μενέλεως ἐστέρηται καὶ ὧν παρόντων εὐδαίμων ἦν, τούτων ἀπόντων ἠδίκηται, ὥστε ὁ τοῦτο λέγων ἡμῖν μὲν εὔλογον τὴν στρατείαν ἀποφαίνει, τὴν δ’ ἀπολογίαν Ἀλεξάνδρου παραιρεῖται.
4.76
εἰ μὲν γὰρ οὐδενὸς ἄξιον Ἑλένη, τὸ κινδυνεύειν ὑπὲρ ταύτης εὔηθες, ἀνόητον, τὸ δὲ ἄδικον. εἰ γὰρ οὗτος ἑκάστῳ παρασταίη λογισμὸς καὶ τὰς τῶν πλησίον γυναῖκας σκεψόμεθα καὶ τὰς ἀρίστας ἡμῶν αὐτῶν εἶναι μᾶλλον ἢ τῶν ἐχόντων βουλησόμεθα, ὁρᾶτε, ὦ Τρῶες, μὴ καὶ πρὸς ἀλλήλους τοῦτο πάθητε καὶ τὸ νόσημα πάσας ἐπέλθῃ τὰς πόλεις καὶ πονηρὸν ἔθος παρ’ ὑμῶν ὁρμηθῇ.
4.77
θαυμάζεις τὴν παῖδα τοῦ Δῖός. ἀλλ’ οὐ σοὶ δί δωσιν αὐτὴν ἡ Τύχη, ἀλλ’ ἐξ ἁπάντων κηδεστὴν ποιεῖται Μενέλεων, τουτέστιν ὁ κλῆρος, ἡ γνώμη τοῦ Δῖός τοῦτον αἱρεῖται, τούτῳ τὸ θυγάτριον ἐγγυᾷ. πάντων δὲ σχετλιώτατον, εἰ οἱ μὲν ἐν Πελοποννήσῳ κατοικοῦ ντες καὶ πάντες ἀπλῶς οἱ τότε μνηστεύσαντες ἔστερξαν τῇ τύχῃ καὶ τοῦ δικαίου τὴν αὑτῶν ἰσχὺν οὐκ ἠ ξί ωσαν προθεῖναι, ὁ δὲ μηδὲ μνηστεύειν τολμήσας πλέον ἔξει τοῦ λαχόντος.
4.78
Ἀλλ’ ἵνα μὴ διατρίβωμεν ἐν λόγοις τὸν χρό νον μηδὲ στρατόπεδον τοσοῦτον ἐν ἀργίᾳ καθέζηται πράξεως ἐπιθυμοῦν, τοσοῦτον εἰπὼν ὑμῶν ἀπαλλάξομαι· κατέχοντες μὲν Ἑλένην πολεμηθήσεσθε, διδόν τῶν δὲ ὑμῶν αὐτὴν καὶ δίκας ἀνεξόμεθα. καὶ νῦν ἐφ’ ὑμῖν ἐστιν ἢ ζῆν ἀδεῶς ἢ κινδυνεύειν. δότε οὖν ἡμῖν ἤδη τὰς ἀποκρίσεις καὶ τὴν ταχίστην ἀποπέμψατε. ὧς ἔγωγε πάντας μέν, μάλιστα δὲ τὸν Αχιλλέα καὶ τὸν Αἴαντα ζημίαν ἡγοῦμαι πεποιῆσθαι τὴν μέλλησιν καὶ νῦν μετέωρον εἶναι τὸ στρατόπεδον εἴς τε τὰ ὅπλα ἀποβλέπον καὶ τὴν ἀκοὴν ἀναμένον. εὖ δὲ ἐπίστασθε ὧς τὸ τῶν πρέσβεων ἄπρακτον προσθήκη πρὸς ἀγανάκτησιν τοῖς ἀπεσταλκόσι καθίσταται. ὁ γὰρ ἐπιεικείᾳ πρὸς τοὺς ἠδικηκότας χρησάμενος, ἐπειδὰν ὑπερφρονηθεὶς τύχῃ, χαλεπώτερος γίνεται τῶν ἀπ’ ἀρχῆς εἰς χεῖρας ἰόντων πρὸς τοῖς ἀδικήμασιν ὑπὸ τῆς ὕβρεως κινούμενος.
4.79
καὶ νῦν εἰ μὲν ἄπο τῶν δυσχερῶν ἠρξάμεθα καὶ τῇ ἀποβάσει τὸ ἔργον ἠ κολού θησε, τάχα ἂν ὕστερον δεομένοις σπονδῶν ἐνεδώκαμεν καὶ τοὺς ἔχοντας τραχέως ῥᾷστον ἂν ἦν καταπραΰνειν, οὐ γὰρ διελέχθημεν τοῖς ἀνθρώποις οὐδ’ αἱρέσεως κύριοι κατέστησαν· εἰ δ’ ἄκοντες ἐπεσπάσαντο τὰ χείρω, Ἀλεξάνδρου τὸ πονήρευμα γέγονεν, ἡ δὲ πό λις οὐ συνηδίκηκε καὶ πολλὰ ἂν ἦν ἱκανὰ μετα στῆσαι τὴν ὀργὴν εἰς φιλανθρωπίαν. νυνὶ δὲ τίς ἂν ὕστερον εὑρεθείη λόγος μέτριος, δι’ οὗ καταθήσεσθε τὸν πόλεμον, εἰ μὴ νῦν ἐθελήσετε;
4.80
ἄνθρωποι τοσοῦτοι τὸ πλῆθος καὶ τοιοῦτοι τὰς ἀρετὰς ἐγκαλεῖν ἔχοντες τὰ μέγιστα, ὅπλα ἐν ταῖς χερσὶ φέροντες, ἐφε στηκότες τῇ τῶν λελυπηκότων γῇ, σαφῶς εἰδότες ὡς, εἰ μὴ τὰ πρῶτα τῶν ἀδικημάτων ἐπιστροφῆς τύχοι, φανεῖται ταχέως καὶ δεύτερα, ὅμως κατέχουσιν ἑαυτοὺς καὶ νικῶσι τῇ πρᾳότητι τὸν θυμὸν καὶ παρέχουσι τοῖς ἠδικηκόσιν ἀφορμὴν εἰς σωτηρίαν.
4.81
ἂν οὖν ὑμεῖς μὴ δέχησθε τὸ ἕρμαιον μηδὲ ἁρπάζητε τὴν δωρεάν, ἀλλ’ ἀποστρέφησθε τὴν εὐτυχίαν, εἶτα πταίσαντες ὕστερον πάνθ’ ἕτομοι συγχωρεῖν ἦτε, ὧν καὶ πολλοστὸν μέρος ἤρκει τὴν πρώτην, ἀνταιτῆτε δὲ τοσοῦτον μὴ τὴν πόλιν ὑμῖν ἀπόλλυσθαι, ἆρ’ ἂν ἀνασχέσθαι νομίζετε τοὺς ἐγγὺς ὄντας ἤδη τοῦ τὴν πόλιν ταῦτ’ οὖν ἐνθυμηθέντες καὶ παραθέντες ταῖς ἡδοναῖς Ἀλεξάνδρου τὸν περίβολον τοῦτον τοῦ ἄστεος, τοὺς νεώς, κάλλη δημοσίων οἰκοδομημάτων, κατασκευάς, ἰδίας εὐπορίας, πλοῦτον, ῥᾳστώνην, γεωργίας, παῖδας, γονεῖς, γυναῖκας, τὰ παρόντα ἀγαθά, τὰς μελλούσας ἐλπίδας ἐρωτήσατε ὑμᾶς αὐτούς γε, εἰ τοσούτων ἄξιον πρίασθαι τὴν πρὸς Ἀλέξανδρον χάριν.
4.82
Ἔστι δὲ ὑμῖν μάλιστα πάντων ἀνθρώπων οἰ κείοις σωφρονίζεσθαι παραδείγμασι καὶ τὸ γινόμενον κερδαίνειν ἀπὸ τῶν συμφορῶν. τοῦτο δέ ἐστι τῇ πείρᾳ τῶν προλαβόντων τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν εἰδέ ναι φυλάττεσθαι. τίς γὰρ οὐκ οἶδεν ὅτι Λαομέδων ἀγνωμοσύνῃ πρὸς Ἡρακλέα χρησάμενος καὶ ὧν μὲν ἐδεήθη τυχών, ἃ δὲ ὑπέσχετο δώσειν οὐ παρασχὼν πολέμου καὶ κακῶν ἐπειρᾶτο καὶ ἡ πόλις ἔκειτο καὶ χρήματα ἤγετο καὶ σώματα εἵλκετο καὶ τῶν ἀπολλυ μένων οἱ λειπόμενοι δυστυχέστεροι τῇ τῶν δεινῶν αἰσθήσει τῶν ἀπελθόντων πλεονεκτοῦντες;
4.83
τοῦτο μέντοι τὸ δεινὸν καὶ φρικῶδες Πρίαμον εἰσιὸν ταραττέτω καὶ μὴ βουλέσθω πολλὰ τοιαῦτα ποιεῖν παραδείγματα μηδὲ ῥᾳθυμότερον ἐχέτω περὶ τὴν πόλιν ἢ κυβερνήτης περὶ τὸ σκάφος. ἐκεῖνοι τὰς ὑφάλους αἷς ἂν προσβαλόντες τρώσωσι τὸ πλοῖον ἐπὶ τῆς δευτέρας ἀναγωγῆς φυλάττονται καὶ γίνεται τὸ πρότερον πάθος σωτηρία πρὸς τὰ δεύτερα. ὑμεῖς δέ, εἰ μηδ’ ἐξ ὧν πεπείρασθε σωφρονήσετε, πάνυ ἂν εἴητε δυστυχεῖς.
4.84
Καίτοι τί τοσοῦτον ἐπεστράτευσε; τότε ἕξ νεῶν Ἡρακλῆς ἐδεήθη πρὸς τὴν ἅλωσιν Ἰλίου, τὰ δὲ νῦν εἰς ἐπίδειξιν μᾶλλον ἢ χρείαν παρεσκεύασται χιλίαις ναυσὶ πελαγῶν καλυπτομένων καὶ τῆς ἠιόνος οὐκ ἀποχρώσης. καὶ μὴν καὶ τὸ ἀδίκημα μετριώτερον τὸ Λαομέδοντος τοῦ νῦν τετολμημένου. πολὺ γὰρ ἔλαττον, οἶμαι, δοῦναί τι δέον μὴ βουληθῆναι ἢ τὰ μὴ προσήκοντα μηδαμόθεν ἁ ρπάσαντα ἔχειν. οὐδὲ φὰν εἶτ’ αἰ τοσοῦτον χείρων ὁ Τελαμώνιος Αἴας τοῦ πατρὸς τοῦ συνεξελόντος Ἡρακλεῖ τὴν Τροίαν, ὥστ’ ἐκείνου συνοργισθέντος ἐπ’ ἐ λά ττοσιν αὐτὸς ἐφ’ οὕτω μείζοσι μὴ μιμήσασθαι τὸν γεννή σαντα.
4.85
πάντων δὲ σχετλιώτατον, εἰ Θησέως μὲν αὐτὴν τολμήσαντος λαβεῖν νέαν οὖσαν κομιδῆ καὶ βουλομένου γυναῖκα ποιήσασθαι πρὸς τῷ μηδένα λυπεῖν, οὐ γὰρ συνᾀῴκει γε οὐδενί, ἴδει μὲν κινεῖσθαι τὴν Πελοπόννησον, ἔδει δὲ πολέμου τὴν Ἄττ’ Ἀττικὴν ἐμπίπλασθαι καὶ τὰς Ἀφίδνας πορθεῖσθαι καὶ πάλιν Ἑλένην ἐπὶ Λακεδαίμονος εἶναι, τῶν δ’ ἀλλο φύλων ταὐτὰ εἰργασμένων μετὰ γάμον, ὦ Ζεῦ, καὶ παῖδα μὴ πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν πρὸς τιμωρίαν ζητῆσαι.
4.86
Οἶμαι δὲ οὐ μόνον τοῖς ἄλλοις, ἀλλὰ καὶ αὐτῷ καλῶς ἔχειν Ἀλεξάνδρῳ πείθεσθαι. νῦν μὲν γὰρ τοῦ σεσωκέναι τὴν πόλιν δόξαν ἀποίσεται· ἐὰν δὲ φιλονεικῶν πέρα τοῦ δέοντος ἐπάγη τὰ δυσχερῆ, ὀνείδη μὲν ὅσα ἀκούσεται σιωπῶ, ἀλλὰ καὶ συμφοραὶ δειναὶ παροξῦναι καὶ κατὰ τῶν οἰκείων τοὺς ἀνιωμένους. οὕτω τοῖς μὲν ἄλλοις ὁ πρὸς τοὺς ἔξω πολεμίους μόνος ἐστὶν ἀγών, τούτῳ δὲ καὶ πρὸς ἐκείνους καὶ πρὸς τοὺς οἰκείους καὶ τὸ τῆς ἀδοξίας ἐν ἐπιθήκῃ.
4.87
Ι Ταῦτα ἐχρῆν, ὦ Τρῶες, πρὸς ὑμᾶς διελθεῖν, ἴνα πολλὴν τὴν ἐπιείκειαν προδείξαντες μετὰ τῆς ἀγαθῆς τύχης ἁπτώμεθα τῶν ὅπλων, εἰ τοῦθ’ ὑμῖν αρεσκοι.