Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Declamations
LibaniusDeclamatio 7 · textus-receptusMore by Libanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius"> —
⋯
More
Original / primary: Textus receptus
7.1
Ἀπολωλεκώς, θεοί, τὸν ἐμαυτοῦ παῖδα Ἁ λιρρόθιον, ὃν ἴστε, διὰ τὴν ὠμότητα τοῦ ῥᾳδίως τούτου κινοῦντος τὸ ξίφος ἥκω δίκην παρ’ αὐτοῦ ληψόμενος, ὅ μόνον τοῖς ἠδικημένοις εἰς παραμυθίαν λείπεται. δεῖ δὲ ἕκαστον ὑμῶν ἢν ἂν εἶχεν ὀργὴν αὐτός τι τοιοῦτον πεπονθώς, ταύτῃ χρήσασθαι καὶ νῦν ἐν τῷ δικάζειν ἐπὶ τοῦτον. τὸ γὰρ αὐτὸ καὶ δίκαιον καὶ λυσι τελοῦν καὶ φυλάττον τῇ τιμωρίᾳ τοῖς ἄλλοις θεοῖς τοὺς ἑαυτῶν.
7.2
Τὴν μὲν οὖν ἐπιείκειαν τὴν ἐμὴν ἐξ αὐτοῦ τοῦ νῦν γινομένου πάρεστιν ὑμῖν ὁρᾶν. δικαστηρίῳ χρῶμαι παρὸν τῇ χειρί. καὶ γὰρ εἰ θεὸς καὶ οὗτος, ὥσπερ ἡμῶν ἕκαστος, ἀλλ’ ἔνι μοι πολλαχόθεν τὸ δύνασθαί τι πλέον. ὅμως δὲ οὐκ ᾠήθην δεῖν ἐπ’ ἔργον ἐλθεῖν ἀντὶ λόγων. ὃ δὴ δίκαιον ὑμᾶς αἰσχυνθέντας βοηθῆσαι τῷ τὴν τιμωρίαν ἐφ’ ὑμῖν πεποιημένῳ.
7.3
ἡ μὲν οὖν ἀγανάκτησις ὑμῶν, ἥν, ὧς ἠκούσατε τὸ πρῶτον εὐθὺς τετολμῆσθαι τὸν φόνον, ἐσχήκατε, καλή τε καὶ πρέ πουσα θεοῖς, ὧν ἐστιν, οἶμαι, μηδὲν ὠμὸν ἐπαινεῖν, ἄξιον δὲ κἀν τῇ ψήφῳ τηρῆσαι τὴν γνώμην τήμερον καὶ μὴ πρὶν μὲν δεῦρ’ ἥκειν μισεῖν τὸ πεπραγμένον, ἑτέρους δὲ ἐν τῷ δικαστηρίῳ γενέσθαι καὶ φανῆναι τῷ κρινομένῳ παραπλησίους τὸν τρόπον. ὂν εἰ ἀφήσετε νῦν, τὰ αὐτὰ ἂν τούτῳ καὶ αὐτοὶ δρᾶσαι πρὸς ἅπαντας ὡμολογηκότες ἔσεσθε.
7.4
Ἀκούσατε δὲ τὰ τῷ νεανίᾳ τούτῳ περί τε ἐμὲ καὶ τοὺς ἐμοὺς πεπραγμένα καὶ σκέψασθε εἰ φορητά. Ἦν μοι παῖς Ἁλιρρόθιος, ὃν οὐδὲ ὑμεῖς ἀγνοεῖτε. οὗτος ἤκουε πολλάκις μου λέγοντος μεμνῆσθαι τοῦ πατρὸς καὶ πειρᾶσθαι κτᾶσθαι τήν τε παρὰ τῶν θεῶν τήν τε παρὰ τῶν ἀνθρώπων εὔνοιαν τῷ τοὺς μὲν αἰ δεῖσθαι, τοὺς δ’ ὅ τι δύναιτο εὖ ποιεῖν. καὶ ἦν οὐ κακός. θυγατέρα δὲ ὧς εἶδε τούτου καλήν τε καὶ μεγάλην καὶ λάμπουσαν καὶ οἵαν αὑτῆς ἐμβαλεῖν ἔρωτα νεανίσκῳ ἔπαθέ τι καὶ ἐθαύμασε καὶ ἦν ἐραστής.
7.5
τὸ μὲν οὖν πρῶτον ἀπάγειν ἐπειρᾶτο τοὺς ὀ φθαλμοὺς ἀπ’ αὐτῆς καὶ κρείττων γίνεσθαι τοῦ πάθους καὶ ἐπέπληττεν αὐτὸς αὑτῷ καὶ τὰ μὲν ἔπειθε, τὰ δὲ οὐκ ἴσχυεν, ἀλλὰ νῦν μὲν ἐκράτει, νῦν δὲ ἐκρατεῖτο. καὶ πάλιν νικῶν ἠλέγχετο πάλιν καὶ πολλάκις ἑκάτερον, ὦ δικασταί, τελευταῖον δὲ εἶξεν. οὐκ ἀντέσχεν. ἀ πεῖ πεν. ἔκαμε μαχόμενος τοσούτῳ θεῷ. συνεχώρησε τῷ πεφυκότι κρατεῖν. προσῆλθεν. ἔδρασε. δράσας ᾐσχύνετο. κατηγόρει τῶν πεπραγμένων. οὐκ εἶχεν ὅστις γένηται λογιζόμενος πῶς μὲν ἐμέ, πῶς δὲ τοῦτον ὄψεται.
7.6
ἐγὼ μὲν οὖν ὡς ἐπυθόμην, ἠχθέσθην καὶ περὶ τιμωρίας πρεπούσης τοῖς τοιούτοις ἐβουλευόμην, ὁ δὲ εὐθὺς ἐπὶ τὸ ξίφος χωρεῖ ὑπερβὰς μὲν ἐμὲ καὶ τὸ μέμψασθαι παρ’ ἐμοὶ τὸν υἱόν, ὑπερβὰς δὲ ὑμᾶς καὶ τὸ παρ’ ὑμῖν, ὑπερβὰς δὲ καὶ τὸ δι’ ἑτέρων τινῶν δίκην λαβεῖν ὄντων μυρίων. ἆρ’ ὑμῖν οὐκ ἠδικῆσθαι δοκῶ; ἆρ’ οὐκ ἐπεξιέναι δικαίως; ἆρ’ οὐ πολλῷ τούτου μετριώτερος εἶναι τὸ δικάσασθαι προκρίνας ἢ ῥώμῃ χρήσασθαι;
7.7
Εἶτ’ ἀξιώσει τὴν αἰτίαν ἐξετάζεσθαι τοῦ φόνου, εἰ φθονῶν μοι τοῦ παιδὸς τοῦτ’ ἔδρασεν ἢ μηδὲν ἔχων δίκαιον ἐγκαλεῖν; εἰ δὲ οὐ φθονῶν μέν, Ἄρες, ἀπέκτεινας δέ, ἧττον ἐγώ τι παρὰ τοῦτο τοῦ παιδὸς ἐστέρημαι; καὶ εἰ φαυλοτέρα γνώμη τῆς σφαγῆς ἡγήσατο, σκοπεῖν ἀξιώσει. πάνυ γε, φαίην ἄν, εἰ φαύ λῆς ἐστὶ γνώμης ἐρᾶν φόνων καὶ σφάττειν εὐχερῶς. ἀφ’ ἧς γάρ, οἶμαι, γνώμης ἥδεται πολέμοις καὶ μάχαις, ἔνθα πολλοὶ μὲν νεκροί, πολὺ δὲ αἷμα γῆν τε φοι νίττον καὶ χρωννυον ποταμοὺς καὶ ποιοῦν ρυακας, ἀπὸ ταύτης καὶ αὐτὸς ὃν ἂν τύχῃ κτείνει. καὶ δεινὸν οὐδὲν οἴεται ποιεῖν, ἂν ἀφελόμενός τινα τὴν ψυχὴν δείξῃ κείμενον, ἀλλ’ ἔστι μεγίστη τοῦτ’ αὐτῷ φιλοτι μία, κἄν τις αὐτὸν προσείπῃ βροτολοιγὸν ἢ μιαιφόνον, ἐπῄνεσε. ταῦτά σε ποιεῖ φονέα πολλῶν καὶ οὐκ ἂν ἀρνηθείης οὐκ εἶναι φιλαίματος.
7.8
Ἐπὶ τούτοις ἐρεῖς τὴν Ἀλκίππην καὶ ὡς ἥπτετο αὐτῆς, ἐγὼ δὲ τὸν Ἔρωτα καὶ ὡς ἦγεν ἐπ’ αὐτήν. εἰ μὲν γὰρ ὕβρει τοῦτο Ἁλιρρόθιος ἐποίει καὶ ἀσελγείᾳ καὶ λυπεῖν ἐθέλων, ὧς ἄν τις ὑπερορῶν καὶ καταφρονῶν, καλῶς τέθνηκεν, οὐκ ἀντιλέγω· εἰ δ’ οὐχ οὕτως ἐμαίνετο καὶ παρεφρόνει ὥστ’ οὐκ οὔσης ἀνάγκης τῇ μὲν προσιέναι, σὲ δὲ μὴ δεδιέναι, μὴ τοῦ δράσαντος μᾶλλον ἡγώμεθα τὸ ἔργον ἢ τοῦ ἀναγκάσαντος.
7.9
τὴν δὲ τοῦ Ἔρωτος δύναμιν ὧς ἄμαχος ὁ θεός, ὡς ἀ νί κητος, ὧς πάντας αὑτοῦ ποιῶν ἀσθενεστέρους, τίς ἀγνοεῖ; ὅς γε ἴσον δύναται κατὰ ἀνθρώπων καὶ θεῶν. ἴσμεν δὲ ὅσοι ἠράσθημεν, οἵ τε ἄλλοι καὶ ὁ κορυφαῖος αὐτός, καὶ ὅτι γε τῶν ἀνθρώπων ἄρχοντες ὑπ’ αὐτοῦ μετ’ αὐτῶν ἀρχόμεθα καὶ οὐκ ἀντιτείνομεν οὐδὲ ὅπλα ἀνταιρόμεθα, ἀλλ’ ὁ δεξάμενος τῶν τῶν ἐφ’ ὅπερ ἂν ὐπ’ αὐτοῦ κινηθῇ κάλλος, ἐπὶ τοῦτο φέρεται. οὕτω δὲ ἴσμεν αὐτοῦ τῆς δυναστείας τὸ μέγεθος καὶ ὡς τὸν ἁλόντα πάντα ἀνάγκη ποιεῖν, ὥστε καὶ ὀμόσας ἐρᾶν παραβὰς τὸν ὅρκον δίκην οὐ δίδωσιν, ἀλλὰ καὶ τούτῳ τετίμηται τὰ ἐρωτικά.
7.10
καὶ τί δεῖ τἄλλα λέγειν; οὐδὲ γὰρ αὐτὸς σύ γε δυνατώτερος εἷ ἡμῖν ὁ ὁπλίτης τοῦ τοξότου. οὐ βούλομαι πάντα ἀκριβῶς ἐξετάζειν ὅσα σοι διὰ τουτονὶ πέπρακται τὸν θεόν, ἐν οἷς ἐστι καὶ τὰ πρὸς τὴν Ἀλκίππης ταυτησὶ μητέρα, καὶ οὐκ ὀνειδίζω. μέγας γὰρ ὁ θεός, μέγας ἐν ἅπασι γένεσι, καὶ ἐμὴ μὲν ἡ θάλαττα, Δῖός δὲ οὐρανός, ἡ γῆ δὲ κοινή, τού του δὲ πάντα. διὰ πάντων γὰρ ἡ τοῦδε διήκει δύ ναμις μετὰ Χάος τε καὶ Γῆν γενομένου θεοῦ, πρεσβυτέρου μὲν σοῦ, πρεσβυτέρου δὲ τοῦ σοῦ πατρὸς καὶ ἔτι γε τοὐκείνου πατρός, καὶ τί θαυμαστόν, ἐπεὶ καὶ αὐτοῦ γε Οὐρανοῦ;
7.11
ὑπηρετηκότα οὖν τοσούτῳ δαί μονι τὸν ἐμὸν Ἁλιρρόθιον ἔδει τεθνάναι καὶ μήτε συγγνώμης μήτε ἐλέου μήτε φιλανθρωπίας μηδεμιᾶς παρὰ σοῦ τυχεῖν; ἃ κἀν τοῖς ἀνθρώποις ὁρῶμεν τιμώ μένα, καί τις ἴς τινα ἁμαρτών τι μέγα πολλάκις ἀθῷος ἀπῆλθε καταφυγὼν εἰς οἶνον ἢ θυμὸν ἢ προπέτειαν ἢ λήθην ἤ τι τοιοῦτον. καίτοι τί τῶν ἄλλων ἃ συγγνώμην δύναται φέρειν οὐκ Ἔρωτος εἰς ἀνάγκης λόγον λείπεται; ἡδέως οὖν ἄν σε ἐροίμην, πότερον οὐδενὶ τῶν ἀπάντων ἐπ’ οὐδενὶ συγγνωσόμεθα; χείρους μέν, ὧς ἔοικε, τῶν ἀνθρώπων, ὅμοιοι δὲ ἐσόμεθα τοῖς θηρίοις οἱ θεοί. ἀλλ’ ἐπ’ ἄλλων τοῦτο ποιοῦντες ἐνταῦθα ἐσόμεθα πικροί; καὶ τίνα ἂν ἔχοι τὸ πρᾶγμα λόγον;
7.12
Ἀλλ’ ἔδει πάντως δίκην λαβεῖν καὶ οὐκ ἦν τὸ πρᾶγμα ἐνεγκεῖν. καλῶς. λάμβανε τοίνυν ἢν τῶν τοιούτων εἰκός· δῆσον, μαστίγωσον, λιμῷ καὶ δίψει καὶ πολλοῖς ἑτέροις πιέσαι δυναμένοις παράδος. ὃ δὲ πεποίηκας τοῦτο τὸ νῦν, ἀπείλησον μέν, ποιήσῃς δὲ μή· οὕτω γὰρ καὶ δίκην ἂν εἰλήφεις καὶ τὸν αἰ τιασόμενον οὐκ εἶχες. νῦν δ’ οὐ μείνας ἐν ὅροις αὐτὸς τῶν ὀφειλόντων δίκην γεγένησαι. ὁ γὰρ ἐν τῷ πράττε σθαι τιμωρίαν ἐκβὰς τὸ μέτρον ἀδικεῖ τῷ πλείονι.
7.13
τί δ’ ἂν ἐποίεις ἕτερον, εἰ ἀπεκτόνει τὴν Ἀ λκί ππην ταύτην Ἁλιρρόθιος; ἆρ’ οὐκ ἂν ἐπὶ ταὐτὸ ᾔεις; δεινὸν δέ, εἰ τὸν μὲν Ἁλιρρόθιον τὴν Ἀλκίππην ἀπεκτονότα ταύτην ἀπαιτήσεις τὴν δίκην, νῦν δ’ οὐ τοῦτο πεπραχότα τὴν αὐτὴν ἀπαιτήσεις. εἶθ’ ἣν ἂν ἀπῃτεῖτο φόνου δίκην, ταύτην δέδωκε τῶν νῦν. καὶ σὺ μὲν ἔχεις τὴν σαυτοῦ, ὁ δὲ ἐμὸς οἴχεται.
7.14
πόσῳ βελτίων ἂν ἦσθα τὸν μὲν καθείρξας, ἐμοὶ δὲ προσιὼν καὶ λέγων· Πόσειδον, ἀδικεῖ με Ἁλιρρόθιος· οὐκ ἔστι μοι παρθένος Ἀλκίππη. δότω μοι δίκην τοῦ τολμήματος. αὐτὸς ἡμῖν δίκασον. εἰ ταῦτα ἤκουον, οὐκ ἂν ὑμῖν τοῦτον μὲν ἐπαινέσαι δοκῶ, χαλεπὸς δ’ ἂν ἐκείνῳ γενέσθαι καὶ πλὴν τοῦ κτεῖναι πᾶσιν ἂν ἐπ’ αὐτὸν χρῆσθαι λύων τούτῳ τὴν λύπην τοῖς ἐκείνου κακοῖς;
7.15
ὁ δὲ τοῦτο μὲν ταπεινὸν ἡ γή σατο καὶ οὐ τῆς αὑτοῦ φύσεως καὶ τό γε καθίσαι δικαστήριον αὑτῷ θεῶν, ὅπερ ἐγὼ τούτῳ νῦν, ὥσπερ δὲ ἀτιμίας μου κατεψηφισμένης ὐφ’ ἀπάντων θεῶν καὶ δεδομένης τοῖς βουλομένοις ἐξουσίας κακῶς ποι εἰν καὶ ἐμὲ καὶ τοὺς ἐμούς, συνελόντι δὲ εἰπεῖν, ὡς ὄντος ὄντος ἐμοῦ Ποσειδῶνος οὗτος οὐδὲ ῥήματος ἀξιώσας ἐμὲ δραμὼν ἐπὶ τὸν υἱὸν ἀπέκτεινε. διὰ τί; δεινὸν ἦν τὸ πεπραγμένον καὶ οἷον οὐχ ἕτερον; ἄ νθρωπος ἡμίθεον ἐβιάζετο κόρην; ἄνθρωπος ἀνώνυμος, ἄδοξος τὴν οὐκ ἐκ τοιούτων; οὐχ ἡ μὲν ἐξ Ἄρεος ἦν, ὁ δὲ ἐκ Ποσειδῶνος; οὐκοῦν συγγενεῖς, οὐκοῦν ἴσοι, οὐκοῦν ὁμότιμοι. δεδόσθω γὰρ καὶ οὐκ ἂν προσθείην ὅ λέγειν, εἴπερ ἐβουλόμην, εἶχον ἄν.
7.16
τί οὖν ἐκ τῶν νῦν εἰρημένων δείκνυται; τὸ δίκης μὲν μὴ εἶναι καιρὸν μήτε μείζονος μήτε ἐλάττονος, γάμων δὲ καὶ παστάδων, ὃ καὶ παρὰ τοῖς ἀνθρώποις, ὁπόταν τι πραχθῇ τοιοῦτον, κρατεῖ καὶ χρῶνται τῷ συμβάντι πρὸς γάμον. πάντως οὐκ ἔμελλες ἐρυθριάσειν Ἁ λιρροθίου κηδεστὴς καλούμενος οὐδέ γε πάππος τῶν ἐκ τούτου φύντων.
7.17
Καὶ διὰ τί, φησίν, οὐκ ἐρᾶν ὁμολογῶν διὰ σοῦ γαμεῖν ἠξίου; ὅτι ᾐσχύνετο, φαίην ἄν, ὅτι ἐδεδίει. τὰ δὲ τῶν παίδων πρὸς τοὺς πατέρας ἴσμεν. αἰσχύνης οὖν καὶ φόβου τοσαύτην ἔδει γενέσθαι τιμωρίαν; ὁ δὲ καὶ σεμνολογήσεται καὶ φήσει βελτίους φόνῳ πεποιηκέναι τοὺς ἐκ τῶν θεῶν. οἱ δέ, ἴως μὲν ἂν ᾖ κάλλη τε σωμάτων καὶ ἵρως καὶ τὰ ἔρωτος, καὶ θαυμάσονται τὰς ἐν ὥρᾳ καὶ προσίασιν, ὁ δ’ ἐμὸς τηνάλλως τέθνηκεν οὐκ ὢν ἐπὶ τοιούτοις ἄξιος, ὧς ἄρτι διδάσκων ἑώρων ὑμᾶς προσιεμένους τὸν λόγον.
7.18
Οὗτος μὲν ὑμῖν ὡς συμφέροντα τοῖς ἡμιθέοις ἐπαινεῖ τὸν φόνον, ἐγὼ δ’ αὐτὸν ἀποφαίνω χεί ρους τούτῳ πεποιηκότα καὶ τούτους καὶ τοὺς ἀνθρώπους. τὸ γὰρ ἑτοίμως ἔχειν πρὸς τὸ ψυχῆς ἀποστερεῖν καὶ ἀποκτιννύναι πολλῷ δήπου δεινότερον ὧν οὗτος παῦσαί φησιν οὐ παύσας. τούτου τοίνυν τοῦ τοσούτου κακοῦ γέγονεν Ἄρης διδάσκαλος μονονοὺ κηρύττων εἰς ἅπαντας καὶ θεοὺς καὶ ἡμιθέους καὶ τὸ τρίτον αὖ γένος, ὅτι πάσης αἰτίας μία ἔστω δίκη σφαγὴ καὶ θάνατος.
7.19
ἀλλ’ ὑμεῖς αὐτοὺς διδάξατε ταῖς ψήφοις ὡς οὐ δεῖ προσέχειν τῷ κακῷ τούτῳ διδασκάλῳ. εἰ γὰρ διδοίη δίκην καὶ πονηρὸν ὑμῖν εἶναι δόξειε τὸ γεγενημέ νον, καὶ περιέσται τῶν τοῦδε τὰ παρ’ ὑμῖν καὶ μᾶλλον ὑμῖν οὖσι περ τοσούτοις οἰήσονται δεῖν ἀκολουθεῖν ἢ ἑνὶ τούτῳ καὶ βελτίους γε ἐλπίδας ἕξουσιν ὑπὲρ αὑτῶν, εἰ τουτονὶ γνοῖεν κατεγνωσμένον, ὅτι ἔσται καὶ αὑτοῖς ἁμαρτοῦσι σωθῆναι.
7.20
ὅ καὶ νῦν, δικασταί, γίγνεται. οἱ μὲν οὐκ ὀλίγα πλημμελοῦσιν, οἱ κεραυνοὶ δὲ τοῦ Δῖός οὐχ ἑκάστῳ κινοῦνται, ἀλλ’ οὐδὲ ἡ γῆ παρ’ ἐμοῦ. καίτοι τὸ φῦλον ἐξαλήλιπτο ἄν, εἰ πάντως ἐχρῆν ἁμαρτόντα τινὰ κεῖσθαι, ἀλλ’ ἔστι μὲν ἐν οἷς δεύονται, τοῖς δὲ ἀφεῖνται. διὰ τοῦτο καὶ πρὸς ἄλλη λους οὕτω τὰ πολλὰ προσφέρονται καὶ τὸ ἀποθνήσκειν τοῖς ἀνηκέστοις τετήρηται.
7.21
φέρε, εἰ θέατρα ἀ νθήσειε τοῦ χρόνου προἰ· όντος καὶ παννυχίδες καὶ ποι ητῶν ἀγῶνες καὶ περὶ κόρας γίγνοιτο θεωμένας νεανίσκων ἔργα τοιαῦτα, καλὸν τοῖς τῶν κορῶν νομοθετῆσαι πατράσι ξίφη λαμβάνειν ἐπὶ τοὺς μωραίνοντας; τοῦτο δὲ γένοιτ’ ἂν Ἄρεος ἀποφυγόντος. εἶ δὲ ἁλοίη, τοὐναντίον. τὰ γὰρ παρὰ τοῖς θεοῖς κριθέντα καλῶς ἔχειν καὶ παρὰ τοῖς ἀνθρώποις εὐδοκιμεῖν ἀνάγκη.
7.22
εἰ δὴ προσήκει τῆς τῶν ἀνθρώπων ἐπιεικείας ἐπιμέλειάν τινα ποιήσασθαι, πρῶτοι τιμῶντες αὐτὴν φαινώμεθα. οὐκ ἦν μοιχὸς Ἁλιρρόθιος, Ἂρες, οὐδὲ ἐ λυμαίνετο γάμον οὐδὲ γονὰς ἠδίκει οὐδ’ ὕβριζε τὰς ἀπὸ τῶν σπερμάτων διαδοχὰς οὐδὲ τοῦ συνοικοῦντος ἠξίου κρείττων εἶναι παρὰ τῇ γυναικί, ἀλλ’ εἰς οὔπω γημα μένην ἅπαν ἦν τὸ δρώμενον γάμον, ὅπερ ἔφην ἤδη, ποιῆσαι δυνάμενον. σὺ δ’ οὐδὲν διακρίνων πανταχοῦ ταῖς ψυχαῖς ἐπιπηδᾷς.
7.23
ὢ τῶν λόγων, οὓς ἀφεῖναί φασιν Ἁλιρρόθιον πληττόμενον· μή, πάτερ Ἀλκίππης τῆς καλῆς, μή, πρὸς τῆς συγγενείας. ἐξ ἀδελφῶν γεγόναμεν, σὺ μὲν ἐκ Δῖός, ἐγὼ δὲ ἐκ Ποσειδῶ νος. δὸς ταύτην τῷ θείῳ τῷ σεαυτοῦ τὴν χάριν. μικρὸν ἐπίσχες. ἂν μή σε ἐλθὼν μεταπείσῃ, χρῆσαί μοι τότε ὅ τι βούλει. ὁ μὲν ταῦτα ἔλεγεν, ὁ δὲ κατέκοπτεν ὁ χρηστός. ἀκούω καὶ τὴν Ἀλκίππην αὐτὴν δακρύσαι τούτων γιγνομένων καὶ τολμῆσαι μὲν πρὸς τοῦτον εἰπεῖν οὐδέν, δρᾶσαι δὲ μετὰ τοῦ πειρᾶ σθαι λανθάνειν ὁπόσα ἐπὶ νυμφίῳ κειμένῳ.
7.24
Εἶτ’ ἀπὸ τοιούτου μιάσματος εἰς οὐρανὸν ἀ ναβήσεται καὶ βουλῶν ὑμῖν κοινωνήσει καὶ ἀμβροσίας καὶ νέκταρος, ἄνθρωπος δὲ τὴν χεῖρα οὐ καθαρὸς ἱερῶν εἴργεται νόμῳ; καθήρατε τοίνυν τουτονὶ τῇ δίκῃ καὶ ποιήσατε σωφρονέστερον, εἰ δύνασθε, καὶ παραμυθήσασθε μὲν ἐμέ, φανῆτε δὲ ἀλγοῦντες ὑπὲρ Ἁλιρροθίου, φυλάξατε δὲ τοὺς οὔπω τεθνεῶτας. παρ αινῶ δὲ καὶ τούτοις τοῖς Ἀθηναίοις ἁγνίσαι τουτονὶ τὸν πάγον ὅν μύσους ἐνέπλησεν ὁ φονεὺς οὗτος ἐπ’ αὐτοῦ σταθείς.

Intertext edge

Open linked passage

Note