Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orations
LibaniusOrations 1 · textus-receptusMore by Libanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Τοὺς δὲ περὶ τῆς ἐμῆς τύχης οὐ τὰ εἰκότα δοξά σαντας, οὔθ’ ὅσοι με ἀνθρώπων εὐδαιμονέστατον εἶναί φασιν ἀπὸ τούτων δὴ τῶν ἐπὶ τοῖς λόγοις θορύβων οὔθ’ ὅσοι τῶν ὄντων ἀθλιώτατον ἀπὸ τῶν συνεχῶν δὴ ὀδυνῶν καὶ πόνων, τούτοιν τοίνυν ἑκατέραν ταῖν ψήφοιν τῆς ἀληθείας ἀπενηνεγμένην ἐπανορθῶσαι πειρατέον διηγήσει τῶν τε ὑπαρξάντων ἐμοὶ τῶν τε ἔτι νῦν ὄντων, ὡς εἰδεῖεν ἅπαντες, ὅτι μοι τὰ τῆς τύχης ἐκέρασαν οἱ θεοὶ καὶ οὔτε εὐδαιμονέστατος οὔτε ἀθλιώτατος ἐγώ, Νεμέσεως δὲ ἡμᾶς μὴ βάλοι βέλος.
1.2
Πρῶτον τοίνυν, εἰ καὶ τόδε εἰς εὐτυχίαν φέρει πόλεως πολίτην εἶναι μεγάλης τε καὶ ὀνομαστῆς, ἀθρείτω μέν τις τῆς Ἀντιόχου τὸ μέγεθος καὶ οἵα τις αὐτὴ καὶ πόσην νέμεται γῆν καὶ ὀίων μὲν πίνει πηγῶν, οἵοις δὲ ζεφύροις τρυφᾷ, ἔστι δὲ καὶ οὐκ ἰδόντι τὴν πόλιν ἀκοῇ πάντα ἐπίστασθαι. ποῖος γὰρ ἠπείρων ἢ ποῖος θαλάττης μυχός, οἷ τὸ κλέος οὐ πεπόρευται τοῦ ἄστεος; ἐν δὴ μεγίστῃ μεγίστους εἶναι συνέβη γένος τοὐμὸν παιδείᾳ τε καὶ πλούτῳ καὶ χορηγίαις καὶ ἀγῶσι καὶ λόγοις, ὅσοι φοραῖς ἀρχόντων ἀπαντῶσιν.
1.3
οἴ οντᾶι δέ τινες τὸν ἐμὸν ἐπίπαππον ἐξ Ἰταλίας ἥκειν ὑπὸ λόγου τινὸς τῇ’ κείνων γλώττῃ ποιηθέντος ἠπα— τημένοι. ὁ δὲ ἄρα τὸ μὲν εἶχε ποιεῖν, ἦν δὲ οὐκ ἄ λλοθεν. ἐκοσμεῖτο δὲ οὐ μᾶλλον φωνῇ τῇ’ κείνων ἢ μαντικῇ, ᾗ δὴ καὶ ἀπολουμένους προῄδει τοὺς υἱεῖς τοὺς ἑαυτοῦ σιδήρῳ καλούς τε ὄντας καὶ μεγάλους καἰ· εἰπεῖν ἱκανούς. τοῦτο ἡμῖν χρημάτων μεγάλων ἐκένωσε τὸν οἶκον, ὥστε ὁ πατὴρ οὑμὸς ἀδελφὰς ἐπιγάμους ἐλεούμενος ἔτρεφε. τῷ δ’ αὖ πρὸς μητρὸς πάππῳ τἄλλα τε ὄντι λαμπρῷ καὶ ῥητορικῷ μόλις διαφυγόντι τὸν ὅμοιον θάνατον ἡ τελευτὴ συνέβη νόσῳ δύο προμά χοις τὴν βουλὴν παραδόντι, οἱν ὁ μὲν ἐπ’ ἀρχῇ κατέ λῦσε τὸν βίον, ὁ δὲ ἀρχὴν ἀπωσάμενος. οὐκοῦν ἐν τούτοις τὰ μὲν ἡμέρου, τὰ δὲ οὐ τοιαύτης τύχης.
1.4
Γήμας δὲ τὴν ἐκ τοιούτων οὑμὸς πατὴρ τρεῖς παῖδας ποιησάμενος, ὧν ἐγὼ μέσος, ᾤχετο πρὸ ἀκμῆς μικρὰ ἐκ πολλῶν κεκομισμένος, καὶ εὐθὺς τῆς μητρὸς ἐπ’ ἐκείνῳ ὁ πατήρ. δείσασα δὲ ἡ μήτηρ ἐπιτρόπων κακίαν καὶ ὑπὸ σωφροσύνης τὰς τοῦ δεῖν εἰς λόγους ἰέναι σφίσιν ἀνάγκας αὐτὴ πάντα ἡμῖν ἀξιοῦσα εἶναι τῶν μὲν ἄλλων εὖ μάλα εἴχετο σὺν πόνῳ, τελοῦσα δὲ ἀργύριον τοῖς ἐπὶ τοῦ παιδεύειν οὐκ ᾔδει χαλεπῆναι πρὸς καθεύδοντα παῖδα φιλούσης εἶναι νομίζουσα τὸ μηδαμῆ μηδαμῶς ἀνιᾶν τὸν ἑαυτῆς, ὥστε τοῦ ἔτους τὸ πλέον εἰς ἀγροὺς ἡμῖν μᾶλλον ἢ λόγους ἀ ναλοῦ σθαι.
1.5
τεττάρων δή μοι τουτονὶ διελθόντων τὸν τρόπον ἐνιαυτῶν πέμπτου τε ἐπὶ τοῖς δέκα ἡπτόμην καί με εἰσήρχετο δριμύς τις ἔρως τῶν λόγων· ὥστε ἠμέληντο μὲν αἰ τῶν ἀγρῶν χάριτες, ἐπέπραντο δὲ περιστεραί, δεινὸν θρέμμα καταδουλώσασθαι νέον, ἅμιλλαι δὲ ἵππων καὶ τὰ τῆς σκηνῆς πάντα ἀπέρριπτο, καὶ ᾧ δὴ διαφερόντως ἐξέπληξα καὶ νεότητα καὶ γῆρας, ἀθέατος ἔμεινα μονομαχιῶν ἐκείνων, ἐν αἷς ἔπιπτόν τε καὶ ἐνίκων ἄνδρες, οὓς ἔφησθα ἂν μαθητὰς εἶναι τῶν ἐν Πύλαις τριακοσίων. ὁ μὲν δὴ ταῦτα λειτουργῶν ἦν θεῖος ἐμὸς πρὸς μητρὸς ἐκάλει τέ με ὀψόμενον, ἐγὼ δὲ ἄρα ὑπὸ τῶν βιβλίων εἰχόμην. λόγος γε τὸν σοφιστὴν ἐκεῖνον μαντεύσασθαι περὶ ἐμοῦ πόρρωθεν, ὅ δὴ καὶ τετέλεσται.
1.6
ποῦ δὴ τὴν ὀρφανίαν θή σομὲν; καὶ ἥδιστα μὲν ἂν ἐπεῖδον τὸν πατέρα ἐν γήρᾳ, εὖ μέντοι τοῦτό γε οἶδα, ὡς νῦν ἂν ἦν ἐν ἑτέρᾳ ἀτραπῷ βίου τοῦ πατρός μοι προβάντος εἰς πολιάν. ἀντεξετάζων δή τις τὰ νῦν τὰ παρόντα ἐκείνοις, λέγω φροντίσιν ἢ δίκαις ἢ καὶ νὴ Δία γε θρόνοις ἀρχῶν, οὐ χαλεπῶς ἂν καὶ οὕτω γ’ ἀνεύροι, ποτέρωσε τοῦτο τιθεὶς ὀρθῶς ἂν εἴη τεθεικώς.
1.7
ἀλλὰ μὴν τήν γε τῆς μητρὸς σωφροσύνην, ἣ μυρίους ἀπὸ τῶν θυρῶν ἀπήλασεν, οὐδ’ ἂν ὁ σφόδρα ἡδονῶν ἥττων τολμῆσαί μοι δοκεῖ μὴ συγχωρῆσαι παίδων εἶναι εὐτυχῶν, εἰ δὴ καλὸν μὲν τὸ σὺν παρρησίᾳ ζῆν, ποιεῖ δὲ ταύτην οὐ τὰ αὐτῷ τινι βεβιωμένα μόνον, ἀλλὰ καὶ τὰ’ κείνοις ἐξ ὧν ἔφυ, ὡς πολλοί γε ἀμέμπτους σφᾶς αὐτοὺς παρασχόμενοι γονέων ἐπεστομίσθησαν ὀνείδεσι.
1.8
Πάλιν τοίνυν τὸ μὲν παρ’ ἄνδρα πεφοιτηκέναι λόγων προχέοντα κάλλος εὐδαίμονος φοιτητοῦ, τὸ δὲ μὴ ὁπόσον ἄξιον, ἀλλ’ ὁπότε μὲν ἀφωσιούμην, φοιτᾶν, κινοῦντος δὲ ἤδη πρὸς μαθήσεις ἔρωτος οὐκ ἔχειν τὸν μεταδώσοντα θανάτῳ σβεσθέντος τοῦ ῥεύματος, τουτὶ δὲ ἀθλίου. ποθῶν μὲν τοίνυν τὸν οὐκέτ’ ὄντα, χρώ μενος δὲ τοῖς οὖσιν, εἰδώλοις γέ τισι σοφιστῶν, ὥσπερ οἱ τοῖς ἐκ κριθῶν ἄρτοις ἀπορίᾳ γε τοῦ βελτίονος, ἐπειδὴ ἤνυτον οὐδέν, ἀλλ’ ἦν κίνδυνος ἡγεμόσι τυφλοῖς ἑπόμενον εἰς βάραθρον ἀμαθίας πεσεῖν, τοῖς μὲν χαίρειν εἶπον, παύσας δὲ τὴν μὲν ψυχὴν τοῦ τίκτειν, τὴν δὲ γλῶτταν τοῦ λέγειν, τὴν δὲ χεῖρα τοῦ γράφειν ἒν ἔδρων μόνον, μνήμῃ τὰ τῶν παλαιῶν ἐκτώμην συνὼν ἀνδρὶ μνημονικωτάτῳ τε καὶ οἵῳ τῶν παρ’ ἐκείνοις καλῶν ἐμπείρους ἀπεργάζεσθαι νέους. καὶ οὕτω δή τι αὐτῷ προσεκείμην ἀκριβῶς, ὥστ’ οὐδ᾿ ἀπαλλαττομένου τῶν νέων ἀπηλλαττόμην, ἀλλὰ καὶ δι ἀγορᾶς, ἐν χεροῖν τε ἡ βίβλος. καὶ ἔδει τι τὸν ἄνδρα καὶ πρὸς ἀνάγκην λέγειν, ἣν ἐν τῷ παραχρῆμα μὲν δῆλος ἦν δυσχεραίνων, χρόνοις δὲ ἐν ὑστέροις ἐπῄνει.
1.9
πέντε ταῦτα ἔτη ἦν ἁπάσης μοι τῆς ψυχῆς ἐκεῖσε τετραμμένης, καὶ συνέπραττεν ὁ δαίμων οὐδενὶ νοσή ματι τὸν δρόμον ὑποσκελίζων, ἐπεὶ καὶ ὃ προσέπεσε τῇ κεφαλῇ— ἦν δὲ τοιόνδε· ἐν τοῖς Ἀχαρνεῦσι τοῖς Ἀριστοφάνους ἦν καθημένῳ τῷ γραμματιστῇ παρεστηκώς, ὁ δὲ ἥλιος οὕτω παχέσιν ἐκέκρυπτο νέφεσιν, ὥστ’ ἤδη τινὰ νύκτα ἐκείνην τὴν ἡμέραν προσειπεῖν. μέγα δὲ κτυπήσαντος τοῦ Δῖός καὶ ἅμα κεραυνὸν ἀφέντος ἐπέπληκτο μὲν τῷ πυρὶ τὰ ὄμματα, ἐπέπληκτο δὲ ἡ κεφαλὴ τῇ βροντῇ. καὶ ᾤμην μὲν οὐδὲν ἐνιδρῦσθαι μοι δεινόν, ἀλλ’ αὐτίκα λήξειν τὴν ταραχήν, ἀπελθὼν δὲ οἴκαδε καὶ ἐπ’ ἀρίστῳ κατακλιθεὶς βροντῆς τε ἐκείνῆς ἐδόκουν ἀκούειν κεραυνόν τε ἐκεῖνον τὴν οἰκίαν παραθεῖν ἱδρῶτά τ’ ἐκίνει τὸ δέος καὶ ἀναπηδήσας ἐκ τῶν σιτίων ἐπὶ τὴν κλίνην καταφεύγω. σιγᾶν δὲ ᾤμην δεῖν τοῦτο καὶ φυλάττειν ἄρρητον, ἀλλὰ μὴ κοινώσας ἰατροῖς εἰς φάρμακά τε καὶ τὰ ἀπὸ τῆς τέχνης ἐκ τῶν εἰωθότων ἑλκυσθεὶς ἀνιᾶσθαι.
1.10
τοῦτο καὶ εἰς ῥίζας ἤγαγε τὴν συμφορὰν ἐκβληθεῖσαν ἄν, ὥς φασιν, ἐν προοιμίοις οὐ σὺν πόνῳ. διὰ τοῦτο καὶ συναπεδήμησέ μοι τὸ κακὸν αὐξόμενον τὴν αὔξην τὴν ἑαυτοῦ δεῦρό τε ἀφῖκται πάλιν τροπὰς μέν τινας τρεπόμενον, οὐ μὴν τοῦ γε ἐλαύνειν παυόμενον, ἐπεὶ καὶ ὁπότε δοκεῖ χαλᾶν, οὐ παντάπασι λήγει λήγει— ἀλλ’ ὅπερ ἔφην, πλὴν τοῦδε τηνικαῦτα τἄλλα ἦν ἄνοσος, καὶ οὐδὲ τοῦτο εἶργε μὴ ἀπολαύειν τῶν παιδικῶν.
1.11
Συνειλεγμένων τοίνυν εἰς τὴν ψυχὴν τῶν ὑπὲρ τοὺς ἄλλους κατὰ λόγου δύναμιν θαυμαζομένων ἀνδρῶν ὁρμῆς τε με ἐπὶ τοῦτον εἰσελθούσης τὸν βίον— ἦν γάρ τις ἑταῖρος ἐμοὶ Καππαδόκης, Ἰασίων ὄνομα αὐτῷ, βραδέως μὲν ἥκων ἐπὶ λόγους, φιλοπονίᾳ δέ, εἴπερ τις ἄλλος, ἡδόμενος— οὗτος ὁ Ἰασίων, ἃ παρ’ ἀνδρῶν πρεσβυτέρων Ἀθηνῶν τε πέρι καὶ τῶν αὐτόθι δρωμένων ἐδέδεκτο, καθ’ ἡμέραν ὡς εἰπεῖν πρὸς ἐμὲ ἐμυθολόγει Καλλινίκους τέ τινας καὶ Τληπολέμους ἑτέρων τε οὐκ ὀλίγων σοφιστῶν διηγούμενος σθέ νος λόγους τε οἷς ἀλλήλων ἐκράτησάν τε καὶ ἐ κρατήθησαν, ὑφ’ ὧν τις ἐπιθυμία τοῦ χωρίου κατελάμβανέ μοι τὴν ψυχήν.
1.12
τοῦτο μὲν δὴ ὕστερον ἔ μελλον ἐκλαλήσειν, ὡς εἴη μοι πλευστέον, τῆς φήμης δὲ τῶν πόνων οὓς ἐπόνουν, κατεχούσης τὴν πόλιν καὶ τῆς γε ἐν ὥρᾳ σωφροσύνης— λέγω γὰρ οὖν σωφροσύνης πέρι θαρρούντως ζώντων ἔτι μοι μαρτύρων, οἱ βουλομένων ὑμῶν ἀναστάντες μαρτυρήσουσιν, ὁρῶ γὰρ αὐτῶν οὐκ ὀλίγους ἐνταυθοῖ καθημένους, ἦν δὲ ἀνάλωτος οὐ φρουρᾷ καὶ φόβοις παιδαγωγῶν, οὓς ἀσθενεῖς πέφυκεν ὀρφανία νέου ποιεῖν, ἀλλὰ προνοίᾳ Τύχης, δι’ ἣν αὐτός τε ἐμαυτοῦ φύλαξ ἦν ἄλλους τε ἐρρυόμην παιδιάς τε ἔπαυον ἐπιζημίους, ἐφ’ ἃς τοὺς λόγους ῥ ί ψαντες οὐκ ὀλίγοι τῶν νέων ἐφέροντο— γεμούσης δὴ τοῦ περὶ ἀμφοῖν τοῖν ἀγαθοῖν λόγου τῆς πόλεως ἁπάσὴς οἱ παρθένους τρέφοντες πατέρες διὰ τοῖν θείοιν τοῖν ἐμοῖν ᾔεσαν ἐπ’ ἐμὲ πλήθει προικὸς ἕτερος ἕτερον παριόντες, ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, οἶμαι δὲ κατὰ τὸν Ὀδυσσέα καὶ θεῖον ὑπεριδεῖν ἂν γάμον πρὸς τὸν Ἀθηνῶν καπνόν.
1.13
ἡ μὲν οὖν μήτηρ ἐδάκρυεν οὐδὲ τὸν λόγον ἀνεχομένη τοῦ ἔργου, τοῖν θείοιν δὲ ὁ πρεσβύτερος τῇ μὲν ᾤετο βοηθεῖν δεῖν, ἐμὲ δὲ ἐκέλευεν ἀδυνάτων ἀφεστάναι, μηδὲ γὰρ εἰ σφόδρα ἐρῴην, ἐπιτρέψειν αὑτόν. τὰ Ὀλύμπῖα δὲ τοῦ νεωτέρου ποιήσαντος τῷ Διὶ καὶ ἐμοῦ τῆς ἀνάγκης ἡττημένου ζημιοῖ μὲν ὁ δαίμων τὴν πόλιν, μᾶλλον δὲ πᾶσαν τὴν γῆν τῇ Πανολβίου τελευτῇ, τουτὶ γὰρ ὄνομα τῷ πρεσβυτέρῳ τῶν θείων, τῆς μητρὸς δὲ πρὸς τὸν ἕτερον οὐκέτι τὰ αὐτὰ τοῖς δάκρυσι δυναμένης, ἦν γὰρ δὴ ὁ Φασγάνιος οἷος οἴκτῳ βλαβερῷ μὴ ἐνδιδόναι, τὴν μὲν πείθει λύπην οὐ μακρὰν καρποὺς μεγάλους ὑπισχνουμένην ἐνεγκεῖν, ἐμοὶ δὲ ἀνοίγει τὰς πύλας.
1.14
Ἐν τοῖς εἰρημένοις οὐκ ἄδηλον, ὅ, τι μὲν εὔ δαιμον, ὅ, τι δὲ οὐ τοιοῦτον. ἐξεληλακὼς δὲ ἤδη τότε ἄρα ᾐσθανόμην, ὡς δεινῶς πικρὸν ἀπολιπεῖν οἰκείους. ἐ φερόμην οὖν σὺν ὀδυρμοῖς τε καὶ ὀδύνῃ, πυκνὰ φόμενος πόθῳ τῆς τῶν τειχῶν ὄψεως. μέχρι μὲν Τυάνῶν δάκρυα, ἐντεῦθεν δὲ σὺν πυρετῷ δάκρυα. δυοῖν δὲ ἐπιθυμίαιν μαχομέναιν ὁ τῆς αἰσχύνης φόβος θατέρᾳ προσγενόμενος ἐκεῖσε ἐποίησε τὴν ῥοπήν, ὥστε ἔδει νοσοῦντα ὁδοιπορεῖν. τοῦ νοσήματος δὲ ὑπὸ τῆς πορείας αὐξανομένου διαπλέω μὲν τὸν Βόσπορον μικρόν τι νεκροῦ διαφέρων, καὶ οἱ ὀρεῖς δὲ ταὐτὸν ἐπεπόνθεσαν, ἐν ᾧ δὲ εἶχον ἐλπίδας ὡς βασιλείοις με πέμψοντι παρὰ τὴν Ἀθηνᾶν ζεύγεσιν, οὗτος μὲν ἐ ξεπεπτώκει τῆς πολλῆς ἐκείνης ῥώμης καὶ τἄλλα δὴ προθυμότατα ξενίζων ἒν τοῦτο ἔφη μὴ δύνασθαι.
1.15
ἐγὼ δὲ εἰς τὴν θάλασσαν ἔβλεπον ἤδη κεκλεισμένην ὑπὸ τῆς ὥρας ναυτίλοις, ἐντυχὼν δέ τινι λαμπρῷ κυβερνήτῃ μνησθείς τε χρυσίου πείθω ῥᾳδίως καὶ ἐμβὰς χὼν τοῦ Ποσειδῶνος ἐκομιζόμην τερπόμενος, Πέρινθόν τε παραπλέων Ῥοίτειόν τε καὶ Σίγειον καὶ τὴν τὰ δεινότατα παθοῦσαν, τὴν Πριάμου πόλιν ἀπὸ τῶν καταστρωμάτων ὁρῶν τόν τε Αἰγαῖον διέδραμον οὐ χείρονι πνεύματι χρησάμενος Νέστορος, ὥστε μοι κέρδος γενέσθαι τὴν ἀδυναμίαν τοῦ ξένου.
1.16
καταπλεύσας οὖν εἰς Γεραιστόν, ἔπειτα εἰς λιμένα τινὰ Ἀθηναίων, οὗ δὴ καὶ ἐκοιμήθην, τῆς ἐπιούσης ἐν ἄστει τε ἦν ἑσπέρας καὶ ἐν χερσὶν ὧν οὐκ ἂν ἐβουλόμην, ἔπειτα τῆς ὑστεραίας ἐν ἑτέρων αὖ χερσὶν ὧν οὐδὲ τούτων ἐ βουλόμην· οὗ δὲ ἦλθον μετασχήσων, τοῦτον οὐδ’ ὁρᾶν εἶχον ἐν πίθῳ μικροῦ καθειργμένος, οἷα τὰ’ κείνων εἰς τοὺς ἀφικνουμένους τῶν νέων. ἐβοῶμεν δὴ διεστηκότες, ὁ σοφιστὴς μὲν ἐμοῦ,’ κείνου δὲ ἐγὼ στερόμενος· τοῖς ἔχουσι δὲ λόγος οὐδεὶς τῆς βοῆς, ἀλλ’ Ἀριστόδῆμος μέχρι τῶν ὅρκων ἐτηρούμην ὁ Σύρος. ὀ μωμοκότι δὲ ἤδη τοῖς παροῦσιν ἀγαπήσειν ἀνοίγει τις τὴν θύραν, καὶ ἠκροώμην τοῦ μὲν εὐθὺς ἐν τάξει μαθητοῦ, τοῖν δυοῖν δὲ κατὰ νόμον δὴ τὸν τῶν ἐπιδείξεων.
1.17
καὶ ὁ μὲν κρότος πολὺς εἰς ἀπάτην τῶν τότε πρῶτον γευομένων ἐγειρόμενος, ἐγὼ δὲ ᾐσθανόμην ἐπ’ οὐδὲν σεμνὸν ἀφιγμένος τῆς ἀρχῆς τῶν νέων ὑπ’ ἀνδρῶν οὐ πολύ τι νέων διαφερόντων ἡρπασμένης. καὶ ἐδόκουν δὴ πλημμελεῖν τε εἰς τὰς Ἀθήνας καὶ δίκην ὀφλεῖν οὐχὶ θαυμάζων τοὺς ἄρχοντας. μόλις οὖν τὴν ὀργὴν καταπραύνω σφίσι σιγῇ φήσας θαυμάζειν, κεκωλῦσθαι γὰρ ὑπὸ τῶν νοσημάτων τὴν βοήν, δεικνυμένων δὲ ἤδη τῶν ἐμῶν ἔκ τε γραμματίων καὶ ἄλλως εἰκός τι παθεῖν ἐδόκουν οὐχὶ θαυμάσας.
1.18
Κἀν τοῖς εἰρημένοις δὴ τούτοις ἄξιον ἐξετάσαι τὴν θεόν. οὐκοῦν αἱ μὲν νόσοι καὶ τὸ ὥσπερ κὰτ ἐμπορίαν πεπλευκότα χείροσι τῆς ἐλπίδος ὁμιλῆσαι λιμέσι δόξαν μὲν ἔχουσι θαυμαστήν, πεῖραν δὲ οὐ τοιαύτην τουτὶ μὲν οὐκ εὐτυχοῦς ἀνθρώπου, τὸ δὲ χειμῶνι μὲν οὐδὲν χαλεπωτέρῳ θέρους χρήσασθαι πρὸς τὰ πελάγη, γενέσθαι δὲ οὐχ ὥσπερ ἔσπευδον, ἀλλ’ ὡς ἐβεβίαστο, ταυτὶ δὲ δῶρα Τύχης. ἐοίκατε τὸ μὲν τῆς εὐπλοίας δέχεσθαι καὶ κατὰ μέλος εἰρῆσθαι συγχωρεῖν, τὰ δ’ αὖ περὶ τὼ σοφιστὰ ἀλλοκότως εἰρῆσθαι, εἰ δὴ ἅπερ ἠναγκαζόμην, ἐν τούτοις εὐτυχηκέναι φημί. δεῖ δή με λῦσαι τὸ αἴνιγμα, καὶ ἐπὶ τοῦτο εἶμι.
1.19
Ἀκούων ἔγωγε ἐκ παιδός, ὦ ἄνδρες, τοὺς τῶν χορῶν ἐν μέσαις ταῖς Ἀθήναις πολέμους καὶ παλά τε καὶ σίδηρον καὶ λίθους καὶ τραύματα γραφάς τε ἐπὶ τούτοις καὶ ἀπολογίας καὶ δίκας ἐπ’ ἐλέγχοις πάντα τε τολμώμενα τοῖς νέοις, ὅπως τὰ πράγματα τοῖς ἡγεμόσιν αἴροιεν, ἀγαθούς τε αὐτοὺς ἐν τοῖς ἡγούμην δικαίους τε οὐχ ἧττον τῶν ὑπὲρ τῶν δων τιθεμένων τὰ ὅπλα εὐχόμην τε τοῖς θεοῖς γενέσθαι καὶ ἐμαυτῷ τοιαῦτα ἀριστεῦσαι καὶ δραμεῖν μὲν εἰς Πειραιᾶ τε καὶ Σούνιον καὶ τοὺς ἄλλους λιμένας νέων ἐφ’ ἁρπαγῇ τῆς ὁλκάδος ἐκβάντων, δραμεῖν δὲ ὑπὲρ τῆς ἀρπαγῆς αὖθις εἰς Κόρινθον κριθησόμενον, δεῖπνα δὲ δείπνοις συνείροντα ταχὺ τῶν ὄντων ἀ νηλωμένων εἰς δανείσοντα βλέπειν.
1.20
εἰδυῖα τοίνυν ἡ θεὸς εἰς τὸν εὐπρεπῆ με τοῦτον ἐκπεσούμενον ὄλεθρον, ᾧ τοὔνομα μάλα εὔφημον; ὁ τοῦ χοροῦ προστάτης, ὑπὲρ ὅτου μὲν ταῦτα ἡγούμην μοι προσήκειν ὑ πενεγκεῖν σοφιστοῦ, τούτου μέν με σοφώτατα, ὥσπερ εἴωθε ποιεῖν, ἀπήγαγε, φέρουσα δὲ ἑτέρου ποιεῖ, παρ’ ὅτῳπερ ἔμελλον μόνους εἴσεσθαι τοὺς ὑπὲρ τῶν λόγων μό χθους. ὅ δὴ καὶ ὧδε ἔσχεν. αὐτός τε γὰρ ὡς ἂν ὑ βρισμένος ταῖς ὅρκων ἀνάγκαις οὐδὲν ὧν ἔφην ἠξίουν λειτουργεῖν, ἄλλος τ’ ἂν οὐδεὶς ἐπέταττε διὰ τὸ οὐχ ἑκόντα δεδεκέναι, καὶ ἅμα δέος ἦν, μὴ δυσχεραίνων τὸ φορτίον ἕτερόν τι βουλεύσω πρὸς τὸν ὅρκον ἀ πολογησάμενος οἷς προσηναγκαζόμην.
1.21
ἦν οὖν ἀτελὴς ἐξόδων τε καὶ στρατειῶν καὶ ἀγώνων, ἐφ’ οἶς ἔρχεται Ἄρης, καὶ παρατάξεων, καὶ δὴ κἀν τῇ μεγάλῃ μάχῃ πάντων συμπεπτωκότων καὶ ὅσους ὁ χρόνος ἀφίει. μόνος πόρρω που καθήμενος ὅ, τι ἕκαστος λάβοι κακὸν ἤκουον πληγῶν τε διεγενόμην καθαρός, ὅσας ὀργαὶ ποιοῦσιν ἑνὸς πρὸς ἔνα, οὐ δούς ποτε, οὐ λαβὼν οὐδὲ μελλήσας οὐδέτερον καίτοι ποτὲ Κρὴς λελουμένος ἐντυχών μοι λουσομένῳ, μέσος δὲ ἐπορευόμην δυοῖν, τὸν μὲν ἔνθεν καὶ ἔνθεν ἐπάταξεν ἀσελγαίνων, οὐκ ἀμυνόμενος, ἐμοὶ δὲ οὐδὲ ἀντέβλεψεν, ἐδόκουν δὲ ὅμως ἠδικῆσθαι τῷ ἐν ἐμοῖς τὰ τοιαῦτα ὀφθαλμοῖς τετολμῆσθαι.
1.22
οὕτως ἅπαντες ἅπαντας ἠξίουν ἐμοῦ παρόντος σωφρονεῖν τοῦ γε οὐδὲ σφαίρας Ἀθήνησιν οὐδεπώποτε ἁψαμένου τοσοῦτόν τε ἀποσχόντος τε καὶ κοινωνίας τῶν ἐν νυξὶν ἐπὶ τὰς τῶν πενεστέρων πορευομένων οἰκίας· ἐπεὶ καὶ Σκύλλης κεφαλὰς ἢ εἰ βούλει γε, Σειρήνων δεινοτέρας γείτονας, ἑταίρας μελῳδούσας, αἱ πολλοὺς ἐξέδυσαν, μάτην ᾀδούσας ἀπέφηνα.
1.23
Ἀλλ᾿ ὅθεν ἐξέβην, ἐκείνων γε τῶν πολλῶν κῶν διὰ τὴν Τύχην ἀπελελύμην, ὥστε τὴν Κόρινθον εἶδον οὐ φεύγων οὐδὲ διώκων, ἀλλὰ νῦν μὲν ἐφ’ ἑορτὴν Λακωνικήν, τὰς μάστιγας, ἐπειγόμενος, νῦν δὲ εἰς Ἀργὸς τὰ παρ’ αὐτοῖς μυησόμενος. καὶ τοῦτο δὲ τοσοῦτον. καὶ κατ’ αὐτοὺς δὴ τοὺς λόγους μιμητὴς ἂν ἐκείνου, παρ’ ὂν ἠρχόμην, γενόμενος, τὸ γὰρ δὴ ἐρᾶν καὶ τοῦτο ἂν ἔπραξεν, εἱπόμην ἂν ἴχνεσιν, οὓς αὐτοὶ μὲν ἐπίστασθε, σιγᾶσθαι δὲ ἐμοὶ κάλλιον. οἷος ἂν οὖν ἦν, εἰ ἀνθ’ ὧν ὑμᾶς νῦν ἐν τοῖς ἐμαυτοῦ λόγοις ἀναμιμνήσκω, τοῦ δεῖνος ἀ νεμί μνησκον ταπεινοῦ τινος καὶ πένητος ῥήτορος;
1.24
Ταυτὶ μὲν οὖν οὕτως εὖ καὶ καλῶς ἐ στρατή γηται τῷ δαίμονι. καὶ προσῆν τὸ οἶς ἐχρῆν ἡγεμόσιν ἀ κολουθοῦντα μηδὲν ἰατρῶν ἐν τῷ σώματι δεδεῆσθαι, ὥστε ὁπόσαι ἡμέραι, τοσοῦτοι πόνοι, πλὴν ὅσας αἱ πανηγύ ρεις αὑτῶν ἐποιήσαντο, οὐ πολλάς τινας οἶμαι. ἐπεὶ δὲ ἐδόκει μέγιστον εἶναι θρόνων ἄξιον τῶν παρ’ Ἀ θηναίοις κεκρίσθαι, καὶ τοῦτο φροντίσασα ἡ Τύχη δέδωκε τοῦτον τὸν τρόπον.
1.25
ἦν τις ἄρχων ἀνὴρ τῶν ἐξ Ἰταλίας φρονήματός τε πλέως οἰόμενός τε δεῖν ἆμαρ, τάνεσθαι μηδὲν ὑπὸ τῆς ἐκεῖ νεότητος. ἐν δὴ μανίᾳ τῶν νέων παύει μὲν τοὺς ποιμένας, ὡς δὴ κακοὺς ποιμένας, τοὺς δὲ ἀντ’ ἐκείνων ἄρξοντας ἀνεζήτει τρεῖς ἀντὶ τοσούτων ἐκείνων. ἐπῃνεῖτ’ οὖν Αἰγύπτιός τέ τις εἰς τὴν ἀρχὴν πολίτης τέ τις ἄμφω παρόντε. τῆς ἰσορρόπου δὲ αὐτοῖς εὐτυχίας ἀπέλαυον εἰς πόνους ἔτη πέντε καὶ εἴκοσι γεγονώς, ὁ δὲ Αἰγύπτιος πλείω δέκα, τούτου δὲ ἦν ἅτερος πρεσβύτερος, ἔδει δὲ παρεῖναι καλούμενον. καὶ τῷ μὲν τὸν θυμὸν ὁ χρόνος ἐκοίμιζε, καὶ εἶχον οἱ σοφισταὶ τὰ αὑτῶν, ἐγὼ δὲ οἷς ᾑρέθην ἐκεκοσμήμην. μεστὰ δὴ τἀπὶ τούτοῖς ὑποψίας καὶ οὐκ ἦν οὔτ’ ἐκείνοις οὔτε ἡμῖν καθεύδειν, ἀλλ’ ἠνάγκαζε τοὺς μὲν τὸ ἐπιβουλεύειν ἀγρυπνεῖν, ἡμᾶς δὲ ἡ τοῦ τι δεῖν πείσεσθαι τῶν ἀηδεστέρων ἐλπίς. οὐ μὴν οὐδ’ ἐνταῦθά με προήκατο θρασύτητι νεωτέρων ἡ Τύχη, κατεῖχε δὲ αὐτοὺς καὶ μάλα ὀργῶντάς τε καὶ παρωξυμμένους.
1.26
Φέρε δὴ καὶ ἑτέρας οὐκ ἀγεννοῦς μνησθῶμεν ἀποδείξεως, ὡς ἦν ἐν ἐπιμελείᾳ τῇ Τύχῃ. ἔμελλέ μοι πεπράσεσθαι τὰ πατρῷα, καὶ τοῦτο ἡ θεός, οἷα δὴ θεός, προηπίστατο, γνώμην δὲ εἶχον ἕτερα τέτταρα ἔτη τοῖς ἠνυσμένοις προσθεὶς οὕτως Ἀθήνηθεν ἀ πελθεῖν, ὡς τῆς μοι ψυχῆς δεομένης γενέσθαι βελτίονος· καὶ γὰρ εἰ ὅτι μάλιστα ἀποχρώντως ἐδόκουν τοῖς ἄλλοις ἔχειν, ἀλλ’ οὐκ αὐτός γε ἐφαινόμην ἐμαυτῷ, δέος δέ με ἐξετάραττεν, ὡς περιστάντες οἱ ἑκασταχοῦ σοφοὶ μυρίᾳ βασάνῳ κατενεγκεῖν ἐθελήσουσι· δεῖν οὖν ἔτι ἐπιζητοῦντα μανθάνειν.
1.21
ἐπὶ δὲ ἀγγελίᾳ τῇ περὶ τῆς πράσεως Ἀθήναζε ἡκούσῃ πάντως ἂν αὐτοῦ κατέμενον οὐδέν τι τοῖς κτηθεῖσι χρώμενος, ὃ δὴ πολλοὺς τῶν νέων κατέλαβε θρόνων τε οὐ δυνηθέντας ἀντιλαβέσθαι τῶν αὐτόθι πρὸς γῆράς τε μετ’ ἀφωνίας ἥκοντας. μηχανᾶται δή τι τοιόνδε. Κρισπίνῳ μάλα ἐχρώμην Ἡρακλεώτῃ νεανίσκῳ τὸν ἴσον ἐκεῖ μοι διατετρφότι χρόνον, ᾧ τὸ δύνασθαι λέγειν μετὰ μικρῶν ἡ φύσις ἐχαρίσατο πόνων, ἡλικιώτης δὲ ὢν ἐμὸς πατέρα με ᾤετο προσορᾶν καὶ τοῖς ἐμοῖς νόμοις ἐν μείζοσί τε καὶ ἐλάττοσι πειθόμενος πατρῴας οὐ κατῄσχυνεν ἀ ρετὰς ἡγουμένου πάντων αὐτῷ ῥημάτων ἐρυθήματος. οὗτος οἴκαδε καλούμενος ὑπὸ τοῦ θείου,— θείου τινὸς ὡς ἀληθῶς ἀνθρώπου καὶ πλείω γε θεοῖς ἢ ἀνθρώποις ὁμιλήσαντος ἐν γῇ, καίτοι νόμος γε εἶργε καὶ ἦν ἡ δίκη τῷ τολμῶντι θάνατος, ἀλλ’ ὅμως σὺν αὐτοῖς ἐκείνοῖς πορευόμενος τὸν βίον νόμου τε πονηροῦ καὶ νομοθέτου δυσσεβοῦς κατεγέλα— ὡς οὖν ἐκέκλητο καὶ μένειν οὐκέτ’ ἦν, ἡ καρδία οἱ καθ’ Ὅμηρον γάλα στήθεσσι πάτασσε καὶ μᾶλλόν γε ἢ εἰ ἤρχετο πολεμίοις συμμίξων· ἐν πολίταις γὰρ αὖ δεξιοῖς καὶ περὶ σοφίαν διατρίβουσι μέλλων δείξειν τὰ Ἀθήνηθεν ἀγωνίσματα νεανίσκος εὐλαβής τε καὶ τοιούτων ἄθλων ἄγευστος εἰκότως ἐδείμαινε.
1.28
δεόμενος δὴ συμμάχου τε καὶ φίλου παραστησομένου τε καὶ θαρρυνοῦντος ἐγγύθεν οὐκ ἔμελλε τοῦτον δὴ τὸν τοιοῦτον ζητήσειν ὄντος ἐμοῦ, καὶ εἰπόντος δὴ τό τε αὑτοῦ πάθος ὅτου τε χρῄζοι, πρὸς μὲν τῆς ὁδοῦ τὸ μῆκος, οἶμαι, κατώ κνουν, ἐνίκα δὲ ὅμως ἡ φιλία τὸν ὄκνον, καὶ ἅμα ἐ νενόουν, ὡς εἴ του φαινοίμην ἐν συνουσίαις ἐπιδεής, ἐκ τῆς αὖθις ἐπὶ ταῦτα πορείας ἀπολογήσομαι.
1.29
τουτὶ μέν με ἐπὶ τὸ ζεῦγος ἀνεβίβαζεν, Ἑρμοῦ δὲ 1 1 εὐνοίᾳ καὶ Μουσῶν ἀπὸ Πλαταιῶν ἀρξάμενοι χρῆ σθαι οἶς εἴχομεν ἐπαινούμενοί τε καὶ μακαριζόμενοι τῶν τε Ἀθηνῶν εὐεργέται προσαγορευόμενοι διὰ παντὸς ἐχωροῦμεν ἄστεος, καὶ οὐδὲ ὅστις εἰώθει τοῖς διὰ Μακεδονίας Ἰοῦσιν ἐπιτιθέμενος ἐκταράττειν ἀνὴρ κεδὼν ἐτάραξεν· ἐπέθετο μὲν γάρ, ἀπῆλθε δὲ ὃ ποιεῖν εἰώθει, πεπονθώς.
1.30
τούτων οὐδὲν φαυλότερα τἀν τῇ Κωνσταντινουπόλει πολλῶν ἁπανταχόθεν παιδείᾳ διαφερόντων ἐκεῖσε μετοικούντων, οἳ ἐπῄνουν τε ἡμᾶς καὶ ἐπῃνοῦντο. διαβάντες δὲ τοῦ Πόντου τὸν αὐχένα, καθ’ ὂν πάλαι ποτὲ τὴν Ἱὼ λόγος ἐν εἴδει βοός, ἐλθόντες τε διὰ Χαλκηδόνος διά τε Ἀστακίας τρίτης τε ἑτέρας πόλεως μικρᾶς μὲν ἐκ μεγάλης τῆς πρίν, ἐχούσης δέ τι παντὸς μεγέθους μεῖζον, γέροντα γλώττης ἡδονῇ τῷ Νέστορι παρισούμενον καὶ αὐτὸ δὴ τοῦτο διὰ τοῦτο καλούμενον μᾶλλον ἢ ὅπερ ὁ πατήρ τε αὐτῷ καὶ ἡ μήτηρ ἔθεντο, ἐνταῦθα ξενίων τυχών, τοῦ Κρισπίνου δὲ ἄρα κηδεστὴς οὗτός ἤη ἔρχομαί τε εἰς τὴν Ἡρακλέους, ἣν ἔκτισεν ἐκεῖνος τοῦ τῶν κάτω θεῶν κρατήσας κυνός, καὶ τὴν ἀνάβασιν εἶδον.
1.31
τετελεσμένων δὴ τῷ Κρισπίνῳ πάντων ὑπὲρ ὧν με ἀφῖκτο λαβών, πάλιν τε ἦν ἀναστρέφων ἐν τῇ τοῦ Κωνσταντίνου πόλει καὶ καταβὰς εἰς λιμένα τὸν μέ γαν ἐγὼ μέν, ὅστις Ἀθήναζε πλέοι, περιιὼν ἐπυνθανόμην, λαβόμενος δέ μου τοῦ ἱματίου τῶν τις διδασκαλῶν, ἴστε αὐτόν, Νικοκλέα λέγω τὸν Λακεδαιμόνιον, οὗτός με ἐπιστρέψας πρὸς ἑαυτόν, οὐ τοῦτόν σε, ἔφη, δεῖ πλεῦσαι τὸν πλοῦν, ἀλλ’ ἕτερον. καὶ τίνα ἄν, ἔφην, ἕτερον ὁ τῶν Ἀθηνῶν γλιχόμενος ἢ τοῦτον πλέοι; ὅτι, ὦ μακάριε, παρ’ ἡμῖν σε, ἔφη, μένοντα χρὴ κυβερνῆσαι τῶν πολλῶν τουτωνὶ καὶ εὐδαιμόνων τοὺς παῖδας. ἔα δὴ τὴν ναῦν καὶ ἐμοὶ πείθου καὶ μήτε σαυτὸν μήτε ἡμᾶς ἀδίκει μηδὲ ἀγαθὰ πολλά τε καὶ μεγάλα προσιόντα φεῦγε μηδ’ ἄρχειν ἐξὸν ἀρξόμενος πλέε· ταυτηνὶ δὲ ἐγώ σοι παραδώσω τὴν βασίλειαν αὔριον, τετταράκοντα νέους, τὰ πρῶτα τῶν τῇδε· ἡ κρηπὶς δὲ εἰ καταβληθείη, πολὺν τὸν ὄλβον ἐπιρρέοντα ὄψει. καὶ διηγεῖτο, ἃ Βημαρχίῳ τῷ σοφιστῇ τελέσειεν ἡ πόλις. ἐδεῖτο δέ μου καταπολεμῆσάι δι’ ἐμοῦ βουλόμενος ἀνθρώπιον ἐκ Κυζίκου μιαρόν τε καὶ ἀ χά ριστον, δι’ ἐκείνου μὲν τῆς πόλεως μετασχόν, κριοῦ δὲ τροφεῖα κατὰ τὴν παροιμίαν ἐκτῖνον.
1.32
ἐγὼ δὲ οὕτω μὲν ἔφην ποιήσειν καὶ οὐκ ἀπειθήσειν, λαθὼν δὲ ᾠχόμὴν πλέων. τοῦ δὲ Αἰγαίου κινηθέντος τῶν τε ναυτῶν οὐδὲν εἰδέναι τοῦ πελάγους λεγόντων στὰς ἐγὼ παρὰ τὸν κυβερνήτην ὑπὸ τοῦ κακοῦ νικώμενον εὔχομαι Νηρεῖ τε καὶ ταῖς Νηρέως κόραις, νὺξ δὲ ἦν, ἐν ᾗ τὰ δεινὰ ταῦτα παρῆν, καὶ ἀνίσχει ἥλιος διὰ νεφῶν προσβάλλων τὴν θάλασσαν, σημεῖον μὲν ἀγριωτέρων πνευμάτων, καὶ τὰς τρίχας ἅπαντες ἐτίλλομεν, ἦν δὲ ἄρα τι τῶν εὐχῶν ἔργον, καὶ πάντα τὰ λυποῦντα ὀξέως ἐλέλυτο θεῶν θαλαττίων ἡμερούντων τὴν θάλατταν.
1.33
ἔπλεον δὲ μένειν ὑποσχόμενος οὐ ψεύστης οὐδ’ ἀπατεών τις ὤν οὐδὲ τῷ παρακρούεσθαι τερπόμενος, ἀλλὰ ὅρκον ἐμπεδῶν, ἐφ’ ᾧ τὴν Ἀθήνηθεν ἐπεποιήμην ἔξοδον, ἐπάνοδον ἔχοντα· οὔκουν ἐδόκει μοι χρηστὸν ἔσεσθαι τῇ ἐπιτηδεύσει προοίμιον ἡ ἐπιορκία. διὰ ταῦτα ἔπλεον. ἐλθὼν δὴ καὶ οὐκ ἐπιορκήσας ἐπ’ ματος δικύκλου χειμῶνος ἀρχομένου τῶν τῆς ὥρας ἀνεχόμενος ἀνιαρῶν ἤλαυνον, ὅπως αὖθις λόγῳ προσθείην ἔργον.
1.34
τούτου δὴ τοῦ νέων τε ἐπιστατεῖν# x003E; ἐν τοσούτοις ἔθνεσι καὶ τῆς τῶν λόγων ἀπεργασίας οὐκ ὀλίγων δημιουργηθέντων καὶ ὅλως ὧν τοῦ νῦν ἀπολέλαυκα σχήματος ἒν ἐκεῖνο αἰτιατέον, τὴν τῷ φίλῳ μὲν ἐν κοινωνίᾳ τῆς ἐξόδου δεδομένην χάριν, τὸν ἐμὸν δὲ πρὸς τοὺς ἔξω τόπους ἀφελοῦσαν φόβον. εἰ γὰρ αὖ μὴ τότε με ἐξήγαγεν ὁ δαί μων, ἐκράτει ἂν τὸ ἀεὶ δεῖν μένειν.
1.35
ἤδη μὲν καὶ ἄλλον τινὰ ἀνθρώπων δι’ ὁδοῦ τραχείας ἐπὶ γλυκὺ τέρμα προήγαγεν ἡ θεός, ἀτὰρ οὖν καὶ ἐμὲ τότε. ὡς γὰρ δὴ ἐνέβαλον εἰς τὴν ἀγοράν, ὁρῶ τινα Καππαδόκην ἥκοντα ἐπὶ θρόνον βασιλέως πέμποντος, καὶ γὰρ ἐ τύ γχανεν ἡ βουλὴ τὸν ἄνδρα ᾐτηκυῖα, ῥήτορα ἄκρον ἐξ οἶμαί τινος ἀγῶνος ἑνὸς αἰτησαμένη. ὁ μὲν δὴ σεμνὸς σεμνῶς εἰστήκει, γνοὺς δὲ ἐγὼ παρά του γέροντος, ὅστις τε εἴη καὶ ὅθεν καὶ ὅπως καὶ ἐφ’ ὅτῳ παρείη, πληγεὶς τὴν ψυχὴν τοῖς εἰρημένοις ᾔειν παρ’ ἐκεῖνον, ὅς μοι προὐξενήκει τὴν πόλιν, ὡς δὲ ἀνέμνησα τῶν λόγων, παῖς εἶ, ἔφη, μάλα παῖς, εἰ δὴ ὁπόσον ἐστὶ καιρός, οὐκ οἶσθα καὶ ταῦτα ἥκων εἰς Δελφούς. ὑποσχέσων δὲ ἐκείνων, ἃς τῷ πλῷ κεκίνηκας, αὐτόν τε σὲ μεμνῆσθαι μάταιον ἕτερόν τε ἀναμιμνήσκειν. πληγῇ ταύτῃ δευτέρᾳ πληγεὶς ἀπεχώρουν Ἀθηνῶν τε ὁμοῦ καὶ ἐλπίδος ἁμαρτών.
1.36
ἦν δέ τις αὐτόθι Διονύ σιος, ἀνὴρ Σικελιώτης, οὕτω μέγας τε καὶ δυνατὸς ἔκ τε τῶν ἐν δίκαις ἄθλων ἔκ τε τῶν ἐν ἀρχαῖς ἐπαίνων ἔκ τε φιλοξενίας ἔκ τε τοῦ ῥᾳδίως τὸν λυποῦντα ἐ πικλύζειν, ὥστε ἐλυσιτέλει τῷ τὴν ἀρχὴν ἔχοντι χρῆσθαι Διονυσίῳ. οὗτος ὧν τε εἴην, εἰδώς, ἡνίκα ἐπετρόπευε Σύρους, τῷ τε Νικοκλεῖ τούτῳ τῶν πρὸς ἐμὲ πρότερον συνεφαψάμενος λόγων ἔκειτο τηνικαῦτα ἀσθενῶν, ᾧ δὴ μάλιστα ἐβλαπτόμην. ἐπεὶ δὲ ῥαί· σας τὸν ἅπαντα ἤκουσε λόγον καὶ ὡς χειμαζοίμην, δυοῖν γὰρ ἕνα οὐκ εἶναι κρατεῖν, οὐδὲ γὰρ τὸν Ἡρακλέα τὴν παροιμίαν λέγειν, ἑαυτῷ τοῦτ’ ἔφη μελήσειν, μὴ χρῆναι δὲ ἀ θυμεῖν ἐμέ, καὶ τὸ τοῦ Πλάτωνος προσέθηκεν, ὡς ὑπ’ ἀνδρῶν οὐκ ἄν ποτε τρόπαιον ἀθυμούντων σταθείη.
1.37
Τρεπόμεθα δὴ πρὸς τὰ ἀγωνίσματα, καὶ ἔδει μὲν ἕτερον τὸν ταῦτα διηγούμενον εἶναι, περὶ ἑτέρου γὰρ ἂν ἕτερος ἀποκεκαλυμμένως διῄει, λόγοι τε ὁπόσοι παρ’ ἑκάστου καὶ οἵτινες τὰς μορφάς, νικῶντάς τε καὶ νικωμένους, ὅστις τε ὁ τὴν πόλιν ἐφειλκυσμένος, καὶ ὡς οὐδὲν ἐλάττωμα εἰς τὸν στέφανον τὸ μὴ τῶν βασιλέως ἐσθίειν. τοῖς μὲν οὖν ἡ τροφὴ παρ’ ἐκείνου πολλή, πατέρες δὲ ἡμᾶς τῶν φοιτητῶν ἔβοσκον ἄλλοι ἄλλους παρακαλοῦντες, καὶ ἐν οὐ πολλαῖς ἡμέραις ὑπὲρ τοὺς ὀγδοήκοντα ὁ χορὸς ἐπιρροῇ τε τῶν ἔξωθεν καὶ ταῖς τῶν ἔνδον ἀποστάσεσιν, οἵ τε ἐπτοημένοι περὶ τὰς τῶν ἵππων ἁμίλλας καὶ τὰ τῆς σκηνῆς θεάματα πρὸς τὰς ὑπὲρ τῶν λόγων μετερρυήκεσαν σπουδὰς δόγματά τε ἐγράφετο παρὰ τοῦ κρατοῦντος ἐ παγγέ λλοντα τὴν ἐμὴν αὐτοῦ μονήν. ἦν γὰρ δὴ δέος, μὴ ἐν ἐξουσίᾳ τοῦ ἀπαίρειν ὢν μνησθείην τῆς ἐμαυτοῦ.
1.38
τὼ μὲν δὴ σοφιστὰ ἐπενθείτην, ὁ μὲν οὐδὲ ἀνθήσας ἀρχήν, ὁ δὲ ἀπηνθηκώς· ὁ μὲν γὰρ οὐδὲ παρῆλθεν εἰς τὸ δύνασθαι, ὁ δὲ ἐξεπεπτώκει. ἐ πενθείτην μὲν οὖν καὶ τἄλλα ἐλοιδορείσθην βίαιον, πλεονέκτην, ἀκόρεστον, οὐδαμοῦ στῆναι δυνάμενον, τὰ τοιαῦτα ἀναισχυντοῦντες. οὐ γὰρ δὴ χειρῶν ἔργον ἦσαν οἱ ἀφιστάμενοι τῶν νέων, ἀλλ’ ἕτερον τὸ πεῖθον. ὥσπερ οὖν τοὺς καλοὺς οὐκ ἂν γράψαιτό τις βιαίων, εἰ πολλοὶ σφῶν ἐρῷεν, οὕτως οὐδ’ ἡ ἐν λόγοις ὥρα τὸ τῆς μαγνήτιδος πράττουσα πονηρὸν ἂν τὸν πατέρα τῆς ὥρας ἐλέγξαι.
1.39
Οἰμώττουσι δὴ τοῖς ὧδε πεπραγμένοις ἔρχεται Βημάρχιος σύμμαχος μηνὶ ἑβδόμῳ, μάλα δὴ τὸν Κωνστάντιον ᾑρηκὼς ἀνὴρ καὶ τῶν περὶ ἐκεῖνον τοὺς ἀμυήτους, ψόφῳ τε καὶ κτύπῳ παρανόμων ῥημάτων δόξαν ἐπὶ λόγοις ῥωμαλέου λαβὼν φίλοις τε τοῖς ἀπ’ καὶ τὰ μέχρι μέθης συμπόσια φιλίας ἰσχυρὰς κεράσαι. διέβη μὲν δὴ τὸν πορθμὸν κυδιόων τε καὶ ὑψοῦ κάρη ἔχων κρότῳ τε ἐπηρμένος καὶ οἷς εἰργάσατο χρήμασι, λόγον ἕνα μέχρι Νείλου δεικνύων τόν τε ἐναντία τοῖς θεοῖς τεταγμένον ἐγκωμιάζων, αὐτὸς θύων θεοῖς, διδάσκων τε καὶ διηγούμενος, οἷον αὐτῷ τὸν νεὼν ἐγείραι Κωνστάντιος. διέβη μὲν δὴ μειδιῶν, ὡς δὴ οὐδενὸς αὐτὸν ὑπομενοῦντος, ἀλλ’ ἀμαχεὶ τά τε αὑτοῦ κομιούμενος καὶ καταδύσων αὐτόν τε ἐμὲ καὶ ὅ, τι ἐμοὶ συνέπνει.
1.40
πρῶτον μὲν οὖν τὸ μηδεμίαν ἐς αὐτὸν ἐπάνοδον γενέσθαι τῶν νέων ὠδύνα καὶ ἐκέντει τὴν ψυχὴν· ἔπειτα ἐμοῦ λόγον εἰς σύλλογον εἰσαγαγόντος παρών τε καὶ ἀκροώμενος οὐχ ὡς ἥδιστα διετέθη, τῶν φίλων δέ οἱ παραινούντων βροντᾶν καὶ ἀποκρύπτειν λόγῳ λόγον γράψαντα περὶ ὧνπερ ἐγώ, πάντως δ’ ἄν με τῇ πρώτῃ κατασῦραι προσβολῇ, πλὴν εἰ μήπου τὴν δύναμιν ἣν εἶχεν ἀπολώλεκε, τοιούτοις ἀναπτερωθεὶς ῥήμασι μηνὶ ὕστερον ἧκε κομίζων λόγον. ὃς ἐκεῖνον ᾧ προσεπολέμει, καὶ πρόσθεν ἐ παινούμενον θαυμαστότερον ἀπέφηνεν.
1.41
ἡττημένος δὴ τοῦτο οὐδ᾿ ἂν θεοῦ προειπόντος ἐλπίσας ἧκεν ἀναμαχούμενος τὴν ἥτταν τῷ τὸ πολὺ χρυσίον αὐτῷ πεποιηκότι λόγῳ, καὶ διεξιόντος αὐτοῦ κίονας δὴ τινας καὶ κιγκλίδας ὁδούς τε ὑπ’ ἀλλήλων τεμνομένας ἐμπιπτούσας τε οὐκ οἶδ’ ὅποι, βλέποντες ἀλλήλους οἱ καθήμενοι, συνεῖναι αὐτὸς ἕκαστος οὐκ ἔχων, νεύμασι τοὺς ἀφεστηκότας ἠρώτων, εἰ τὸ αὐτὸ πάθοιεν, καὶ ταὐτὸ τοῦτο τοῖς ἄλλοις ἐγὼ παθὼν 15 σαφηνείας δόξαν οἷς ἐθορύβουν ἐπειρώμην περιάπτειν τῷ λόγῳ χαριζόμενος τῇ φάλαγγι.
1.42
δευτέρῳ δὴ τούτῳ τρώσας αὑτὸν λόγῳ λόγον ἐμὸν ἕτερον φανῆναι διακωλύει τὸν ἄρχοντα πείσας οἱ χαρίσασθαι τὸ μὴ ἀφικέσθαι μοι. ἦν δὲ ἐκεῖνος οἷος καὶ πεισθῆναί τῳ. τῆς τοίνυν πόλεως τοσούτῳ μειζόνως τἀμὰ ἑλομένης, ὅσῳπερ μᾶλλον ἐώρα τῶν δικαίων ἀποστερούμενον, εἶδεν ὁ γενναῖος ἐκεῖνος καὶ πρὸς τῷ Νικοστράτῳ τοῦ Ἰσοκράτους καταφρονῶν, ὅτι λόγοις μὲν οὐκ ἂν ἔτι παρέλθοι λόγους οὐ μᾶλλόν γε ἢ ποσὶ πόδας τοὺς ἐμοὺς τοῖς ἑαυτοῦ, μία δὲ ἀπαλλαγὴ κυρία, εἰ μηκέτ’ εἴην.
1.43
εἰ μὲν δὴ φαρμάκῳ οἷός τ’ ἦν ἀπενεγκεῖν, ἐπὶ τὸ ἔκπωμα ἧκεν ἄν, τοῦτο δὲ οὐκ ἔχων γοήτων ἡττῆσθαι περιιὼν ἐτραγῴδει· ξυνεῖναί με γὰρ ἀνδρὶ τυραννοῦντι τῶν ἄστρων, δι’ ὧν ἐκεῖνον τὸν μὲν εὖ, τὸν δὲ κακῶς ποιεῖν ἀνθρώπων, ὥσπερ τοὺς ἐν ταῖς δυναστείαις διὰ τῶν δορυφόρων· τούτου δὲ εἶναι τὸν ἔλεγχον ἐν τοῦ βιβλογράφου ταῖς πλευραῖς, Κρητός τινος ἐπιεικοῦς πολλὰ τῇ δεξιᾷ καμόντος Ἀθήνησί τε καὶ πανταχοῦ.
1.44
γνοὺς δέ, ὡς μόνος μὲν ὑλακτῶν οὐδὲν περαίνοι, δέοι δὲ αὐτῷ καὶ συμμορίας, εὑ ρίσκει πόνου χωρὶς τοὺς συλληψομένους πρὸς τοῖς σοφισταῖς τοὺς ἀμφὶ τοὺς ποιητάς. ἐποίει δὲ αὐτῷ τοὺς συνεργοὺς λύπη τε καὶ φόβος καὶ φθόνος· τοὺς μὲν σοφιστὰς πάντα, τοὺς ἄλλους δὲ τὸ φθονεῖν. χρῶνται δὴ καιρῷ τῇ τοῦ δήμου μανίᾳ, ἣν ὁ μὲν ἄρχων τραυματίας φεύγων τῷ Περινθίων σώζεται τείχεῖ, συλλαβόντες δὲ τοὺς συκοφαντουμένους οἱ συνωμόται καθείρξαντες εἶχον ἀθάνατον ἔσεσθαι τὴν στάσιν οἰόμενοι.
1.45
ὡς δὲ οἱ μὲν ἑαυτῶν ἐγένοντο οἱ παραφρονήσαντες, ὁ δὲ ἄρχων ἐπανῆκεν, ὁ δεσμὸς δὲ ἦν παρὰ τοὺς νόμους, ὁ μέν, ὡς ἐμοί τε καὶ τοῖς νόμοις ἔμελλε βοηθήσειν αὔριον καὶ ὡς οὐ σμικρὰν λήψοιτο δίκην, παρεδήλου, τῶν δὲ ἐν τρόμῳ τε καταστάντων καὶ ἀλλήλους αἰτιωμένων, οἶα ἐβούλευσας, ὦ δαῖμον. περὶ μέσας νύκτας ἐξέβαλες τῆς ἀρχῆς τὸν Ἀλέξανδρον καὶ παρέδωκας ἅμα ἡμέρᾳ Λιμενίῳ τὸ ἄστυ, συνωμότῃ μὲν οὐκ ἂν φαίην, ἀνωμότῳ δὲ καὶ τὰ αὐτὰ βουλομένῳ· θεὸς μὲν γὰρ ἤθελεν εἶναι δοκεῖν, ἐγὼ δὲ αὐτὸν οὐδὲ σπουδαῖον ἐνόμιζον ἄ νθρωπον, ᾧ γε ἦν ἡ σπουδὴ γελασθῆναι.
1.46
οὗτος πρὸ τῆς ἀρχῆς ἐν ἀγορᾷ καθήμενος ᾔτησε παρὰ τῆς Τύχης εἰς τοσοῦτον τὴν ἀρχήν, ἐν ὅσῳ γένοιτ’ ἂν αὐτῷ κτεῖναι ἐμέ. λαβόντος οὖν τὸ δικάζειν ἔμενον ὁ ταῦτα εἰδὼς ἐγὼ πιστεύων εἶναί τι τἀληθές, τοῦ γραφομένου δὲ οὐκ ὄντος νοῦν γε ἔχων. τῶν ὀμωμοκότων οἱ μὲν ἐπαινοῦντες ἐκεῖνον λύσιν ἐμαντεύοντο τοῖς δεδεμένοις, ὡς οὐκ ἂν ἐκείνου παραβάντος τὸν περὶ ταῦτα νόμον, ὁ δὲ πρὸ τοῦ νόμου τοὺς κολακεύοντας αἰδούμενος οὐ διώκοντα ὁρῶν, οὐ φεύγοντα καλέσας ἀρχὴν ἐποιεῖτο τῆς κρίσεως τοῦ ταλαιπώρου τὴν βάσανον, ἐν ᾗ τον ἤκουσα βασανιστὰς ἀπειπεῖν.
1.47
πρίων δὴ τοὺς ὀδόντας καὶ τοῦ γε δευτέρου σώματος ἀποκρουσθεὶς ἀξιώματι πῦρ ἠπείλει τῷ κατατετμημένῳ φάσκων οὐ λήξειν πρὸ τῶν αὑτῷ φίλων ῥημάτων. καὶ ἅμα ἐμοὶ διὰ τοῦ παρέδρου παρῄνει πρὸς κέντρα μὴ λακτίζειν, ἀλλ’ ἀπελθεῖν, εἰ μὴ θανατῴην. ἔδοξέ μοι πολλῆς ἀποπληξίας εἶναι τηνάλλως ἀποθανεῖν καὶ ταῦτα ἐπὶ νίκῃ τῇ διὰ τῆς βασάνου.
1.48
προσπαρεκάλει δέ με καὶ τὸ χείρονος ἄμεινον ἀντιλήψεσθαι χωρίον, τὴν Νικομήδους πόλιν, λόγων τροφὸν τῆς τρυφῇ βαρυνο-. μένης. ὁ δὲ κἀκείνην ἔκλειέ μοι γράμμασιν, οὐ μὴν εἰς ἅπαν· ἧκον γὰρ ἐκεῖσε διὰ τῆς Διονύσου. Νικαίας γὰρ οἱ οἰκήτορες ἐπειδὴ ᾔσθοντο τὴν ἔξοδον, πρεσβείαις παρ’ ἑαυτοὺς ἐκάλουν ἅπασιν ἐπαίνοις ἐν ψηφίσμασι χρώμενοι. προσκυνήσας δὴ τὸν Διόνυσον εἱπόμην καὶ αὖθις ὢν ἐν νέοις τε καὶ λόγοις ψηφί σμασιν ἑτέροις ἐπὶ τὴν τῆς Δήμητρος ἠγόμην τοῦ τῶν Βιθυνῶν ἄρχοντος δεηθεῖσι χαριζομένου.
1.49
ἐδέοντο δὲ οὐκ ἀπορίᾳ σοφιστοῦ· πολίτης γὰρ δὴ ἦν τις σφίσι τῶν ἐπαινουμένων, ὁ δὲ λόγων μὲν οὐκ ἀπείρως εἶχε, θυμῷ δ’ ἐδούλευε καί ποτε τὴνβουλὴν ἅπασαν δούλους τῶν αὑτοῦ πατέρων ἐτόλμησε προσειπεῖν. τοῖς δὲ ὑπὲρ δίκης βουλευομένοις καὶ ὅτῳ χρὴ τὸν ὑ βριστὴν μετελθεῖν, ἀθανάτῳ τις εἶπε κακῷ, ὡς τῶν γε ἄλλων οὐ μακρῶν ἐσομένων· ἐρομένων δέ, τί τοῦτο εἴη τὸ ἀθάνατον αὐτῷ κακόν, ἐμέ τε ἴφη καὶ τοὺς ἀπ’ ἐμοῦ τοῖς ἀντιτέχνοις μόχθους.
1.50
ἐδεδίειν μὲν οὖν, μή με ἐντυχὼν δάκῃ, φυλαξάμενος δὲ λέγων σιγῶντα ἐτρεψάμην μὲν οὐδὲ πρότερον ταχύν, ὀργῇ δὲ βραδύτερος ἐγεγόνει. τῷ δὲ ἄρα κρεῖττον ἦν, ἐπειδὴ ἀφικόμην, σιγᾶν ἢ λέγειν οὐχ ὡς οὐ καλὰ ὑφαίνοντι, δεῖ γὰρ τό γε ἀληθὲς τιμᾶν, ἀλλ’ αὑτῷ φόβους τινὰς ἐντεκών, ὡς δὴ γοητεύοιτο, τοῖς δόγμασι τὴν μνήμην ἐξέπληττε καὶ ἀπῄει πᾶν μὲν δρῶν, πᾶν δὲ φθεγγόμενος, ὥστε ὑπ’ ἀλλήλοις κρύπτεσθαι τῶν διαλυθέντων πολλούς, μὴ ζέων ἔτι προσπεσών τῳ διασπάσαι.
1.51
Τοῦτον ἐγὼ τὸν χρόνον, ἔστι δὲ ἔτη πέντε, τοῦ παντὸς ὅν βεβίωκα, ταυτὶ δὲ σχεδὸν ἐξήκοντα, ἔαρ ἢ ἄνθος προσειπὼν οὐδ’ ἂν οὕτως εἴην συμμέτρως προσειρηκώς· ἔχω μὲν γὰρ καὶ ἕτερα πέντε καὶ πάλιν ἕτερα τοσαῦτα ἐπαινέσαι, τὸ νικᾶν δὲ τούτων ἐστὶ τῶν ὑπὸ τῇ Δήμητρι, νικώντων τοῖς ἅπασιν, ὑγιείᾳ σώματος, εὐθυμίᾳ ψυχῆς, ἐπιδείξεων πυκνότητι, τοῖς ἐν ἑκάστῃ πηδήμασιν, ὁρμαθοῖς νέων, ἐπιδόσει νέων, νυκτερινοῖς πόνοις, μεθημερινοῖς ἱδρῶσι, τιμαῖς, εὐνοίᾳ, φίλτρῳ.
1.52
τῶν δ’ εἴ τις ἤρετο ὁντινοῦν, ὅτῳ μεγίστῳ καλλωπίζοιτο ἡ πόλις, τὰς ἐμὰς ἦν ἐν αὐτῇ διατριβὰς ἀκοῦσαι. ἐκείνη γὰρ αὖ ἡ πρὸς τοσοῦτον ἥκουσα μεγέθους τε καὶ κάλλους τῶν τε ἄλλων ἀγαθῶν, ὅσα γῆ τε καὶ θάλασσα δίδωσιν, οὐδενὸς ἂν ἐν μνήμῃ μεγαλαυχίας πρὸ τῶν ἐμῶν ἐμνημόνευσεν, ἐπεὶ καὶ πρὸς τὴν εὐδαιμονίαν τῆς πλησίον πόλεως τοῦτο ἀντεξῆγεν, ὡς ἡ μὲν εὐθηνοῖτο θεάτρων ἡδοναῖς, αὐτὴ δὲ φορᾷ παιδείας καὶ ὡς ἡ μὲν οὐδὲ φυλάξαι παρὸν εἰδείη καλόν, αὐτὴ δὲ καὶ ἀπὸν κτήσασθαι.
1.53
ἐγὼ δὲ ἐῴκειν ἀνδρὶ κατακεκλιμένῳ πρὸς πηγαῖς τε διαφανῶν ὑδάτων καὶ ὑπὸ δένδρων παντοίας ὑπεραιωρούντων χάριτας, ἐστεφανωμένῳ τε καὶ συνεχῶς εὐωχουμένῳ κατὰ τὸν Αἰγύπτιον ἐκεῖνον, ὃς ἐσοφίσατο μακρὸν αὑτῷ τὸν βραχὺν γενέσθαι χρόνον. ἐποίει δέ μοι τὰς ἡδονὰς οὐ τὸ ἐσθίειν καὶ πίνειν, τὸ δὲ τὰ τῶν λόγων εὖ καὶ καλῶς χωρεῖν καὶ τὸ τὰς Ἀθήνας τῆς Βιθυνίας καταβοᾶν, ὥσπερ γεωργοὶ γεωργῶν ῥύακος ἀρχαίου κωλυθέντος ᾗ πρότερον ῥεῖν. οὕτω τὸν ἐκεῖσε δρόμον τῶν νέων παλαιόν τε καὶ ἐξ ὅσουπερ ἐμπορία λόγων, ἥδε ἔστησέ τε ἡ γῆ παρ’ αὑτῇ καὶ ἔπεισε μὴ πόρρωθεν πονηρὰ λαμβάνειν ἐξὸν ἐγγύθεν ἀμείνω.
1.54
καὶ μὴν ὅ γε ἀνὴρ ἐκεῖνος ὁ Ἡρακλεώτης σωροὺς ἐφ’ ἁμάξης ἧκεν ἄγων βιβλίων, ποιῶν με οἷς ἐβουλόμην πλούσιον· ἐπεὶ εἰ γῆν τε καὶ ὁλκάδας καὶ συνοικίας ἐδίδου, δοκῶ μοι τὸν ἄνθρωπον ἂν ἐπαινέσας αὐτὸν κελεῦσαι ἔχειν. οἷόν τι καὶ πρὸς ἐκεῖνον ἐποίησα τὸν ἐπὶ δεῖπνόν τε ἅμα καὶ αὐτὴν τὴν θυγατέρα καλοῦντα μόνην ἐν μεγάλοις αὐτῷ τρεφομένην χρήμασι, τὴν μὲν γνώμην ἐπαινέσας, κελεύσας δὲ ζητεῖν νυμφίον, ὡς ἔμοιγε οὔσης ἀντὶ γυναικὸς τῆς τέχνης.
1.55
περὶ ἧς οὕτω τὴν ἔνθεον ἐμεμήνει μανίαν ἡ Νικομήδους πόλις, ὥστε ἤδη με κἀν ταῖς, θερμαῖς κολυμβήθραις τἀν τῷ διδασκαλείῳ ποιεῖν καὶ μηδὲ ταῦτα ἔξω τοῦ νόμου τοῖς ἰδιώταις εἶναι δοκεῖν. οὕτως ἡμῖν ἅπασα ἡ πόλις καθειστήκει μούσειον· οἵ γε καὶ τοὺς γους παραλαμβάνοντες, τἄλλα ἐκβάλλοντες ᾄσματα, ᾄδοντες πανταχοῦ διετέλουν.
1.56
ἡ μεγίστη δὲ τῶν εἰς εὐφροσύνην ἀφορμὴ τὸ σαφεῖς κεκτῆσθαι φίλους, ὧν οὐδὲν ὅ, τι οὐ λείπεσθαι τῶν δοκούντων ἀγαθῶν ὁ Εὐριπίδης φησίν, εἰδώς, ὅτι οὗτοι οἱ σαφεῖς οὐκ οὐσίας μόνον ἀποσταῖεν ἂν ὑπὲρ τῶν ἐπιτηδείων, ἀλλὰ κἂν ἀποθάνοιεν, ὧν δὴ γενέσθαι καὶ τὸν τῆς Θέτιδος υἱόν, ὅς ἐπρίατο τῆς ψυχῆς τὴν ὑπὲρ τοῦ Πατρόκλου δίκην. ταύτης οὐδέν τι νωθροτέρας ταῦθα ἐκτησάμην φιλίας. 57 ὧν εἰ τὴν Ἀρι· σταινέτου φαίην ὑπερφέρειν φιλίαν, οὐδένα ἂν νεμεσῆσαί μοι δοκῶ τῶν τιθεμένων δευτέρων· ᾦ μοι καὶ ἡ μήτηρ καὶ εἴ τῳ ἄλλῳ λύπην ἐνεποίουν ἀπών, εἰκότως ἂν ἐγκαλοῖ. ἐκεῖνος γὰρ δὴ καὶ τὰ τοῦ’ κείνου τρόπου φάρμακα τῶν γλυκέων τούτων ἐφάνη γλυκύτερα.
1.58
Καίτοι τίς φιλομήτωρ μᾶλλον ἐμοῦ; τεκμηρίῳ δὲ μεγάλῳ τοῦτο ἀποδεικνύσθω. γῆν οὖσάν μοι πατρῴαν ἀπέδοτο, ὁ δὲ ἐωνημένος ἐπ’ Ἰταλίας πορευόμενος δείσας, μὴ παρακαλέσας ὕστερον τὴν συμμαχίαν τῶν νόμων ἢ ζώσης τῆς μητρὸς ἢ οἰχομένης ἐπιστρατεύσω τῇ πράσει, λύειν ἤδη ταύτην ἢ βεβαιοῦν ἐδεῖτο. ἠρόμην οὖν, εἰ αὐτὸς ἐν τοῖς πεπραμένοις εἴην, ὡς οὐδὲ τούτῳ μαχούμενος· καὶ ὃς τὸ βιβλίον προὔτεινεν, ὡς προσλάβοι ταυτησὶ τῆς χειρὸς γράμματα, καὶ ἡ μὲν ἔγραφεν, ὁ δὲ οἷς ἐώρα διηπίστει.
1.59
δεινὰ δὴ δοκῶν ἐμαυτῷ δρᾶν, εἰ τὴν οὕτω στεργομένην μὴ συνὼν γηροτροφοίην, ὁπότε ἀκούοιμι φθεγγομένου τοῦ φίλου, δεσμὸς τοῦτο ἦν, ὥστε καὶ ἡνίκα δεῦρ’ ἐπανῄειν, ἐπὶ μόναις ταῖς παρ’ ἐκείνου τοῦτο ἐπράττετο ἀνάγκαις ἀπειλοῦντος ἦ μὴν χείρω με, εἰ τούτῳ ἀτιμάσαιμι τὸ δίκαιον, νομιεῖν.
1.60
Πλείοσι τοίνυν καὶ μείζοσιν ἀγαθοῖς τὰ δυσχερέστερα ἠφάνιζεν ἡ Τύχη, καὶ ἡ λύπη μικρὰ διὰ τὸ πλῆθος ἦν τῶν ἡδονῶν, μᾶλλον δὲ οὐδὲν τοσοῦτον, ὁπόσον καὶ ἀνιᾶσαι δύνασθαι, ὥσπερ αὖ καὶ τοῖς ἀ ριστεύουσιν ἃ πλήττονται κοῦφα διὰ μέγεθος ὧν δρῶσι. λεγέσθω οὖν καὶ τὰ χείρω· τῇδε γὰρ ἂν καθαρώτερον φανείη τὰ βελτίω δεικνυμένων τῶν ὑπ’ αὐτῶν νενικημένων.
1.61
Ὁ μὲν δὴ παῖς ἄνηβος ἐλπίσιν ἀπατηθεὶς ὑπὸ τῶν οὓς ἀναπείθουσιν ἀποκτιννύντων πεντακοσίους τε καὶ χιλίους ὑφελόμενος στατῆρας ᾤχετο, ὡς εἰκός, ἀποθανούμενος μέλλοντός μοι δέξεσθαι τοῦ ἄρχοντος λόγον, καὶ ἐπεδεικνύμην κινούμενος τὰ εἰωθότα τῶν ἀκροατῶν τῇ κλοπῇ τεταραγμένων, ὥστε εἶναί μοι πλοῦν τὸ θαῦμα, τὸ μὲν ὡς λέγειν ἐπισταμένῳ, τὸ δὲ ὡς τὰ τοιαῦτα φέρειν· καὶ τρίτον γε ἕτερον προσεγεγόνει διωθουμένου μου τὸν ἠθροισμένον ἐκ τῶν πόλέων ἄργυρον παριόντα τὸν ἐξεληλυθότα χρυσὸν θεραπεύειν πειρωμένων τοῖς παρὰ σφῶν τὴν βλάβην.
1.62
Ταυτὶ μὲν ἀφείσθω τὴν ζημίαν ἔχοντα ἐν χρή μασιν, ὅ δὴ διαπτύσειεν ἂν ἀνὴρ ἐλεύθερος. ἀλλ’ ἐνόσει μὲν ἡ γυνὴ τῷ σοφιστῇ τὰς φρένας, ὁ δὲ οὐ βουλόμενος ταῦτ’ εἶναι τῆς τοῦ σώματος πονηρίας ἐπ’ ἐμέ τε ἦγε τὴν αἰτίαν καὶ κακοῖς ἑπόμενος μασι βιβλογράφον καὶ αὐτὸς εἷλκε καὶ οἰχομένης δὴ τῆς γυναικὸς ἀπὸ τοῦ τάφου μετὰ δακρύων εἰς τὸ δικαστήριον ἐλθὼν κατήγορος μὲν κατὰ τοὺς νόμους οὐδὲ οὕτως γίνεται, τοσοῦτον δὲ εὗρε, τὸ δῆσαι τὸν ἄνθρωπον.
1.63
ἐπὶ τούτοις τὸ πρᾶγμα ἀνέστραπτο τοῦ μὲν φεύγοντος τὴν κρίσιν, ἐμοῦ δὲ ἐ παναγκά ζοντος. ὁ δικαστὴς δὲ ἄρα ἐγέλα, εἰ περὶ γυναῖκα ἐγὼ παρανήλισκον τὸν θάνατον ὑπερβὰς τὸν σοφιστήν, ὥσπερ ἂν εἴ τις ἀθλητὴς κτεῖναι ἔχων τὸν ἀντίπαλον τούτῳ μὲν ἠρνεῖτο συμπλέκεσθαι καὶ διέσωζε, τὴν τεκοῦσαν δὲ αὐτὸν ἥρπαζε διὰ δαιμόνων. τῷ μὲν δὴ ἔργον ἦν φεύγειν, ὁ δικαστὴς δέ, οὐδὲ γὰρ ἀνίην, εἷλκέ τε διὰ τῶν ὑπηρετῶν καὶ ἐπηνάγκαζεν ἢ λαβεῖν ἢ δοῦναι δίκην, τὸν γὰρ αὖ νόμον οὐκ ἐᾶν κεναῖς αἰτίαις ὑβρίζειν. ὁ δὲ πεσὼν ἱκέτευε μὴ ἄτιμος ἀπελθεῖν μηδὲ αὑτοῦ μᾶλλον ἢ του πένθους ἐκεῖνα νομισθῆναι.
1.64
ἐλεεῖ τὸν σοφιστὴν ὁ δικαστής, καὶ οὐκ ἐμεμψάμην τὸν οἶκτον· ἐμοὶ γὰρ εἴη τὸν ἐχθρὸν εἰς συγγνώμην καταφεύγοντα ἰδεῖν καὶ οὐδὲν ἂν ἑτέρας δέοι δίκης, καὶ δὴ καὶ φίλον εἶναι βουλόμενον οὐκ ἀτιμάσω· ὅστις δὲ αἰσχυνόμενον τὸν ἡμαρτηκότα ὁρῶν προσαπολέσαι βούλοιτ᾿ ἄν, θηριώδης τε οὗτος καὶ οὐκ αἰσθανόμενος, ὡς ἀνθρώπῳ γε ὄντι γένοιτ᾿ ἄν ποτε ἴσως εἰς τὴν τῶν ὁμοίων χρείαν πεσεῖν. ἀλλ’ οὐχ οἱ πρὸς πρὸς ἐκεῖνον οὕτως, ἀλλ’ ὁ μὲν ἀπαντῶν ἐξετρέπετ’ αὐτόν, τῷ δὲ πρόνοια μὴ ἀπαντῆσαι, τὸ δὲ μὴ κεκολάσθαι τοῖς προσήκουσι τὸν ὑβριστὴν ἤδη τινά τι καὶ ἀπορρῖψαι εἰς τὸν ἐψηφισμένον καίτοι σφόδρα ἀγαπώμενον ἠνάγκασε.
1.65
πιεζόμενος δὴ πολλαχόθεν καὶ οὐκ ἀποχρώντων οἱ τῶν λόγων ἄλλως τε καὶ τοῦ τρόπου προσδιαβεβλημένου τρέπεται ἐπ’ ὠνὴν τῶν νέων, χρημάτων οὐ φειδόμενος πολλῶν οἱ προσιόντων ἐκ γῆς· οἱ δὲ δέχονται μὲν τὸ διδόμενον, σφᾶς δὲ αὐτοὺς οὐ προΐενται, ἀλλ’ εἰς μέσον τε τὸ ἀπόρρητον ἤγετο καὶ γέλως διὰ τῆς πόλεως ἐχώρει, οἷα μὲν ἐμεμηχάνητο, οἷα δὲ ἤλπισεν, οἷα δὲ ἐπεπόνθεῖ.
1.66
ὡς δὲ αὐτῷ μόνος Βιθυνῶν συνελάμβανεν ἀνὴρ εἰς ὅ, τι ὁρμήσειεν ἀπαύστῳ φιλονεικίᾳ χρώμενος φήσας ἐν τῷ περὶ τουτωνὶ τῶν δώρων λόγῳ τε καὶ ἐλέγχῳ καὶ γέλωτι μηδὲ τὸ τῆς αὐτοῦ γυναικὸς ὄνομα σεσιγῆσθαι ὡς δὴ τοῦ τε ἔργου κεκοινωνηκυίας τῶν τε ἀνηλωμένων, ἐπὶ ζεῦγος ὁρικὸν ἀναβὰς ἤλαυνεν ἐπὶ Καππαδοκίας παρὰ ἄρχοντα φίλον εἰδότα χάριτι βλάψαι νόμον, νέω δὲ ἄρα τώδε πάντα ἀλλήλοιν Ἀ θή νησι κεχαρισμένω διὰ τέλους ἔμελλον τοῦτο ποιεῖν. ὁ δὲ παρασκευῆς τε αὐτὸν τῆς πρὸς τὸν Περσικὸν πόλεμον ὃς τότε ἦν, ἑτέρων τε προμηθείας οὐ μείονος ἀξίων μένειν ἀναγκαζόντων πάντα τὰ μέγιστα μικρὰ ἡγησάμενος ἀναστὰς ἐφέρετο γυμνῷ τῷ ξίφει προπέμψας στρατιώτην, ᾧ χρῆν με εἰς Νικαίαν ἕπεσθαι τῶν νέων ἄγοντα ἑπτὰ τοὺς ὅτι μὴ σφᾶς αὐτοὺς ἀπέδοντο, ἠδικηκότας.
1.67
Νικομηδεῖς μὲν οὖν ἡμᾶς ἔτι ζῶντας ἐπένθουν, ὥσπερ οὖς εἰς τὸν λαβύρινθον ἔπεμπον Ἀθηναῖοι. σωτὴρ δὲ ἄρα ἡμῖν ἔμελλε τῆς Τύχης βουλομένης Ἡρακλῆς ὁ Δῖός ἔσεσθαι καὶ προὐδήλου γε, ὅ ποιήσει καὶ ὡς σβέσει τὴν πυράν, ὀνείρατι· πυρὰν γὰρ δὴ μεγάλην ἐν μέσῃ τῇ Νικαίᾳ τῶν τινα Ἀ ντισθένους μιμητῶν ἐδόκουν ἐφιζάνοντα σβεννύειν καὶ εἶναι κρεῖττον τοῦ πυρὸς τὸ σῶμα. θαρρῶν δὴ τοῖς τε ἀπὸ τῆς ἀληθείας τῇ τε ἐπαγγελίᾳ τῆς ἐπικουρίας ᾔειν· οἱ συνήγοροι δὲ ἡμῖν μέχρι Λίβου μὲν ἧκον, αὐτοῦ δὲ καταδύντες ἀπεσκόπουν, ὅπη τὸ πρᾶγμα πεσεῖται, καὶ ἀναφανέντες ἐπὶ τῷ τέλει συνέχαιρον, ὥσπερ οἱ Λακεδαιμόνιοι μετὰ τὴν ἐν Μαραθῶνι μάχην τοῖς Ἀθηναίοις.
1.68
ἦν δὲ ἄρα κἀκεῖνο Ἡρακλέους τὸ ἔργον, ὃς καὶ ἡμῖν τὸ νέφος ἀπέωσεν· ᾖδον μὲν γὰρ ἀλεκτρυόνες καὶ ἐκήρυττον οἱ κήρυκες, ἐκρούετο δὲ ἡ θύρα καὶ ὅτῳ μέλει τῶν τοιούτων ἐβόα καταβαίνειν. ἐκαθήμεθ’ οὖν ἐν μυροπωλείῳ τινὶ τὸν καιρὸν ἀ ναμένοντες Ἄλκιμός τε καὶ ἐγώ τὸν Ἄλκιμον τοῦτον θεοῦ τινος ἔγωγε παῖδα ἡγοῦμαι γεγονέναι, μὴ γὰρ ἂν ἐξ ἀνδρὸς φῦναι τοιοῦτον. σμικρὸν δὴ πρὸ μεσημβρίας οὐδενὶ κόσμῳ κεκραγὼς ὁ συκοφάντης ἔστειχεν ἡμιμανὴς κεκρατῆσθαι τῇ βαφῇ καὶ Φιλάγριον λέγων, ἡμῖν γε οὐ συνετὰ λέγων.
1.69
καὶ αὐτίκα ὁ δικαστὴς ἐξῄει, καὶ φαιδροὺς ἑωρῶμεν τοὺς φίλους ὡς δὴ ἐπ’ ἀγαθῷ τῳ, τουτὶ δὲ ὅ, τι τε ἦν ὅτῳ τε τρόπῳ συμβάν, εἰδέναι οὐκ ἦν, πρὶν δή τις τῶν ἡμῖν εὔνων πόρρωθεν ἐσήμηνε τῇ χειρὶ τὸν πολέμιον πεφευγέναι, τῷ δικαστῇ γὰρ ἀγάγκην ἐξαίφνης τῆς τοῦ νόμου φυλακῆς ἐπιπεσεῖν· ἐγνωκότι γὰρ ἐπὶ πρόδηλον εἰσάγειν σφαγὴν ἥκειν τινὰ ἄγγελον τῆς Φιλίππου κινήσεως καὶ δεῖν ἤδη θεῖν καὶ δέχεσθαι τοῖς ὅροις τὴν βλοσυρὰν ἀρχήν.· καὶ τὸν δείσαντα εἰπεῖν ἀπολωλέναι τὸν καιρὸν τῇ χάριτι καὶ εἶναι τοῦ νόμου τὸ κράτος, δεῖν οὖν ἢ γραφὴν ἀπενεγκεῖν ἢ μὴ ἀγανακτεῖν ὑπὸ ἀνάγκης νικώμενον. διὰ ταῦτα ἐκεῖνον μεμνῆσθαι τῆς βαφῆς ὡς δὴ μεταπεπεισμένου.
1.70
καὶ ὁ μὲν ὂν θυμὸν κατέδων ᾤχετο οἴκαδε στένων, ὁ δὲ οἷς ἔδωκεν ἂν ἐρυθριῶν καλέσας ἐμὲ καὶ παρ’ αὑτὸν καθίσας ἐν τῷ δικαστηρίῳ τρίβων τῇ χειρὶ τὸ πρόσωπον διασύρων τε τοὺς ὑπὲρ τοῦ σοφιστοῦ παρὰ τοῦ φίλου λόγους ἠξίου με πρᾴως τε ἔχειν τῇ παρ’ αὐτὸν ὁδῷ καὶ μηδὲν οἴεσθαι τῶν πεπραγμένων πεπρᾶχθαι, φήσαντος δέ μου καὶ πρὸ τῶν αὐτοῦ λόγων ὧδε ἔχειν πίστιν ἀπῄτει τῶν εἰρημένων, εἶναι δὲ πίστιν, εἰ ποιησαίμην αὐτὸν ἀκροατὴν ἐν μέσοις Νικομηδεῦσι λόγου τινός. καίτοι ὅ γε Φίλιππος, ἔφη, καλεῖ, ταυτὶ δὲ ὅμως προτετιμήσθω.
1.71
νεύω καὶ ὑπισχνοῦμαι, καὶ ἦμεν ἐν τῇ Νικομήδους καὶ εἰσῆγον τὴν ἐπίδειξιν. ἔπειτα ἧκέ ποθεν, ὥσπερ πνεῦμα, ὁ συκοφάντης ἄγων τὸν ὑπόπτην ἐκεῖνον καὶ ἔφασκε δεῖν τὸν ἐκείνου φθάσαι λόγον, πρὶν ὑπὸ κρότου πολλοῦ καταληφθῆναι τὸν δικαστήν. ὁ μὲν οὖν ἤσχαλλεν, ἐγὼ δὲ συνεχώρουν. ὁ δὲ εἰσελθῶν ἦν αὐτὸς καίτοι γε λέγων ἐν πεντεκαίδεκα ἀνθρώποις αὐτὸς δεηθεὶς τὴν ἐμὴν ἀπεῖναι μερίδα. ὡς γὰρ εἶδε τὸ στάδιον, ἰλιγγιάσας ἐξενήνεκτο τῆς μνήμης καὶ ἐβόα μηδὲ τότε πεπαῦσθαι τὸν γόητα ἐμέ· του δὲ ἀναγνῶναι κελεύσαντος, εἰσελθεῖν γὰρ λόγον, οὐ μνήμὴν κρινῶν, οὐδὲ τοὺς ὀφθαλμοὺς ἔφη δύνασθαι τὸ αὑτῶν ὑπὸ τοῦ αὐτοῦ ποιεῖν. ἀλλ’ ὁ δεῖνα λαβὼν ἀναγνώσεται, δείξας τῶν ῥητόρων τὸν ἄριστον. ὁ δὲ ὡς τοῦτο ἤκουσε, ῥίψας τὸ βιβλίον ἀπῄει πιμπλὰς τὴν ἀγορὰν ἀνοήτων ῥημάτων.
1.72
τῆς δὲ ὑστεραίας ὁ μὲν ὄχλος ἐν τῷ βουλευτηρίῳ, τοῦ δὲ ἐγγὺς ἐγὼ τὴν φωνὴν ἀνακινῶν τε καὶ ἀποπειρώμενος, ὁ δὲ ἄρχων περὶ ἔξοδον, ὁ δὲ αἴσχιστα ἀπηλλαχὼς ἐκεῖνος ἐξ ἀκροπόλεως ἐπὶ τὸ σῶμα τοὐμὸν ὡπλισμένος παρῆν, καὶ ἐμὲ μὲν αί θύραι ῥύονται τοῦ νεὼ τῆς Τύχης, οὗπερ καὶ ἐκαθήμην. τὸν ἄρχοντα δὲ καὶ πρὸ τῶν λόγων τῇ’ κείνου τόλμῃ κτῶμαι, καὶ σὺν εὐνοίᾳ μὲν εἰσέρχεται, γενόμενος δὲ ἐραστὴς ἀνίσταται καὶ παραχρῆμα γράμμασι συγγενεῖς τε, οἱ αὐτῷ παρ’ ἄλλοις διέτριβον, φίλων τε παῖδας εἰς ἒν τοῦτο διδασκαλεῖον ἤθροιζε τῷ λόγῳ τε ὂν ἠκηκόει, συνῆν αἰτήσας τε καὶ λαβών, τῷ συκοφάντῃ τε οἵαν οὐχ ἑτέραν ὀφείλειν ἔλεγε χάριν γνῶναι δόντι ταῦτα, ἃ ἀγνοεῖν ζημία.
1.73
Ὧν λεγομένων τε καὶ πραττομένων φερομένης τε εἰς ἐκείνους παρ’ ὧν ἀπεληλύθειν, τῆς φήμης, οἱ οὐχ ὅτι τὰ ἄστη, ἀλλὰ καὶ τοὺς σμικροτάτους τῶν ἀγρῶν ἀβάτους ᾤοντό μοι ταῖς διαβολαῖς ἐργάζεσθαι, τίς Τέλλος, τίνες Ἀργεῖοι νεανίσκοι διὰ τῶν περὶ τὴν ἅμαξαν τῇ μητρὶ κεχαρισμένοι, τῇ σφῶν αὐτῶν τὴν ἐμὴν εὐδαιμονίαν παρῄεσαν; ὥστε μοι δοκῶ καὶ τῆς αἰτίας ἣν ἐπὶ τῇ γενέσει τούτων ᾐτιασάμην τὴν Τύχην, ἀφήσειν τὴν θεόν, εἴπερ ἐκ τῆς βασάνου ταῦτα. οὐδὲ γὰρ Μέλανθος δήπουθεν ἠτύχει φεύγων μέλλων ἀντὶ τοῦ Μεσσήνην οἰκεῖν βασιλεύειν Ἀθηνῶν.
1.74
Ηὐξημένης δὴ τῆς δόξης μυρίων τε ἡμᾶς ἐ παινούντων στομάτων ὄντων τε τῶν καὶ τοῦτο λεγόντων, ὡς συνείην ἀνθρώποις οὓς ἐξέβαλεν ἂν κατὰ τὸν Ἀρχιλόχου φονέα τοῖς χρησμῖς ὁ Πύθιος, ἐπικειμένων τε τῶν ἔξω τῆς αἰτίας τοῖς ἐν αὐτῇ γίνονται πρὸς τὸν ὕπαρχον ἱκετεῖαι τῆς ἐμῆς ἀποδόσεως πέρι· ὡς δὲ ἀδικήσειν τοὺς ὑποδεξαμένους ἔφην καὶ ἅμα ἐδεόμην μή με αὖθις ἐμβαλεῖν εἰς ἀηδῆ σιγήν, ἀπελθὼν ὡς δὴ οὐκ ἐπαναγκάσων, ἀνάγκῃ μεταφέρει μείζονι, βασιλείοις γράμμασιν.
1.75
ἐγὼ μὲν δὴ τὴν τῶν αἰχμαλώτων ἐλυπούμην λύπην, οἱ πατρίδα καὶ ἐλευθερίαν ἀποβαλόντες ἔρχονται ἐν ἀλλοτρίᾳ δουλεύσοντες. καὶ ἐμὲ τοίνυν κατελάμβανε τὸ τῶν μὲν ἡδίστων τε καὶ λυσιτελεστάτων στέρεσθαι, εἰς δὲ τὰ ἀνιάσοντά τε καὶ ζημιώσοντα ἄγεσθαι· χρῆν γὰρ δὴ ἢ συμπίνειν τοῖς δυνατοῖς καὶ περὶ τραπέζας ἡμέρας τε καὶ νυκτὸς διατρίβειν τὸ πλέον ἢ ἐχθρόν τε κεκρίσθαι καὶ πολεμεῖ σθαι. ταυτὶ δὲ ὡς ἐναντιώτατα τοῖς τῆς ψυχῆς ἀγαθοῖς, πᾶς ἄν μοι συμφήσαι μεθύσας τε αὐτὸς καὶ ἕτερον Ἰδῶν τοῦτο πάσχοντα.
1.76
τὸ μὲν οὖν δεικνύναι γους οὐδὲ ὣς κατέλυσα, καὶ συνῄεσαν οἱ μὲν ἀκουσόμενοι λόγων, οἱ πλείους δὲ θεασόμενοι κινούμενον, οἷα δὴ τὰ τῆς βουλῆς ἐκείνης ἐξ ὅπλων ἢ μουσείων τὸ πλέον. τουτὶ μὲν οὖν οὐ παντάπασιν εἶχε κακῶς, χορὸς δὲ ὂν ἦλθ· ον ἄγων, ὡς τάχιστά μοι διέρρει, τῶν μὲν ἡδοναῖς γοητευθέντων, οἷς δὲ αἰ γνῶμαι βελτίους, οὗτοι δὲ δείσαντες, οἶμαι, ὡς δὴ πεφυκότα νέων ψυχὰς διαφθείρειν τὸν τόπον οἱ μὲν εἰς Φοινίκην ἱστία πετάσαντες, οἱ δὲ Ἀθήναζε ᾤχοντο, ἐμοὶ δὲ τοὔνομα ἐλέλειπτο, ὥστε ἐδάκρυσεν ἄν τις, ὑπὲρ ὁπόσων ὁμιλητῶν πρὸς ὁπόσην χιόνα παραταξόμενος ἐξῄειν.
1.77
Περιῄειν οὖν πενθοῦσιν ἐοικώς, τοῖς τε παροῦσιν ἀχθόμενος τά τε ἀπόντα ποθῶν, καί μοι οὕτως ἀκριβῶς ὁ τῶν Βιθυνῶν ἔρως ἐνῴκει μηδὲν ἕτερον ἐπιτρέπων θαυμάσαι, ὥστε ἐπειδὴ θέρος ἦν, αὖθις ἐκεῖσε ἐκομιζόμην ἀφιέντος μὲν οὐδενός, ἀπειλούντων δὲ πολλῶν, κρατοῦντος δὲ τοῦ θεοῦ. λοιμοῦ δὲ ἐλαύνοντος τοὺς ἀνθρώπους μετασχών πως τοῦ κακοῦ καὶ αὐτὸς παραινέσεσιν ἰατρῶν πάλιν ἦν, ἐξ ἦς ἐπεφεύγειν. δευτέρου θέρους ταὐτὰ καὶ ἐτόλμων καὶ ἠναγκαζόμην λιμοῦ ποιοῦντος, ἃ πρότερον ὁ λοιμός. καὶ κατὰ ταύτην γε τὴν πορείαν ἐν Λιβύσσῃ— σταθμὸς δὲ ἡ Λίβυσσα τάφῳ τε καὶ λόγῳ τῷ περὶ τοῦ κειμένου κοσμούμενος— ἐνταῦθα ἐξ αἰθρίας τε ἀκριβοῦς καὶ δριμυτάτης ἀκτῖνος νέφη συνδραμόντα σκηπτὸν καὶ ποιεῖ καὶ ἀποστέλλει, κὰδ δὲ πρόσθ’ ὀρέων Διομήδεος ἧκε χαμᾶζε, καὶ ἐπεπόνθειν μὲν δὴ ὅσα εἰκὸς ὑπὸ τοῦ τοιοῦδε πυρός.
1.78
τοῦ δὲ χάριν ἐραστὴν πόλεως ἠδικημένον ἀπεκώλυεν ἀπὸ τῶν παιδικῶν ἡ Τύχη; τὸ πτῶμα ᾔδει γενησόμενον, ὑφ’ ᾧ με καὶ αὐτὸν κεισόμενον. λυποῦσα δὴ τοιαῦτα τὴν σωτηρίαν ἐ πό ριζε καὶ ἀποστεροῦσα τόπου τινὸς ἐχαρίζετο γῆρας, ἐπεὶ καὶ τὸ εἰς τὴν μεγίστην με πόλιν αὖθις φέρουσα ἐμβαλεῖν οὐ κακοῦν ἐθέλουσα ἔπραττε, κακὸν δέ τι κἀνταῦθα ἰωμένῆ.
1.79
ὁρῶσα γὰρ αὖ τοὺς μὲν κακοηθείᾳ, τοὺς δέ τινας καὶ ἀγνοίαι τὴν ἐκεῖθεν ἀ ναχώρησιν οὐχ ὅπερ ἦν, καλοῦντας, τιμωρίαν δὲ νομάζοντας καὶ ψῆφον τῆς πόλεως, ἀλλ’ οὐκ ἐργαστηρίου πονηροῦ τινος ἐπήρειαν, εἶδεν, ὡς ἐνὶ μόνῳ τοῦτ’ ἂν ἐξαλειφθείη τὸ αἰσχρόν, εἰ ὑπὸ τῆς πόλεως αὖθις θηραθεὶς ἐχοίμην ἐν ἅπασί τε οἷς ἔμπροσθεν εἴην νέων τέ τινων ἐκεῖ περιεστηκότων θεάτρων τέ μοι πληρουμένων ὑφ’ ἡλικίας ἁπάσης.
1.80
καίτοι καὶ πλέον τι τὰ τότε εἶχε· τῶν γὰρ δὴ ἀρχόντων ἀεὶ τοῦ δευτέρου τὸν πρότερον ταῖς εἰς ἐμὲ σπουδαῖς τε καὶ τιμαῖς παριόντος ὁ τέταρτος Φοῖνιξ ἀνὴρ ὑπὸ Χαρίτων κυβερνώμενος δόγμα ἠμελημένον ἀνανεοῦται τῆς βουλῆς, καὶ βασιλεὺς συνησθεὶς τῇ πόλει τοιαῦτα ψηφιζομένῃ μυρίαις με κατακοσμεῖ δωρεαῖς, ὧν αἰ μὲν ἀξίωσιν, αἰ δὲ πρόσοδον ἔφερον, ὥστε ἄνευ τῶν περὶ γῆν φροντίδων τὰ τῶν γεωργούντων ἔχειν.
1.81
ὃ δὲ δὴ τῶνδε μεῖζον ἔργον τῆς Τύχης, μᾶλλον δὲ ὅτου τις ἂν φήσειεν ἀνδρὶ δόξαν τὴν ἀπὸ λόγων οἵωνπερ ἡμεῖς, διώκοντι, μετὰ γὰρ τὴν τῶν τυράννων κατάλυσιν, ὧν τὸν μὲν λόγῳ, τὸν δὲ χειρὶ Κωνστάντιος ἔπαυσε, δωρεῖται μὲν τοὺς Ἕλληνας τῇ Στρατηγίου πρᾳότητι κόσμον τῆς αὑτοῦ βασιλείας τὴν ἐκείνου νομίζων ἐν ἀρχαῖς χρηστότητα.
1.82
ὁ δὲ οὐκ ἀπείρως μὲν ἡμῶν ἔχων, εἰς πεῖραν δὲ τῶν Ἀθήνησιν ἐρχό μένος καὶ τὰ μὲν δακρύων, τῶν δὲ οὐκ ἀμνημονῶν ἐπέπληξεν Ἀθηναίοις, εἰ ἀξιοῦντες διὰ κάλλη λόγων ἐκεῖσε ἅπαντας καταπλεῖν οὐκ ἐπεισάγουσι τῶν ὄντων σφίσιν ἀμείνω· ἀλλὰ σίτῳ μὲν ἐπεισάκτῳ χρώμενοι διδάσκαλοι τῶν περὶ τὸν σῖτον αὐτοὶ καταστάντες ἅπασιν οὐδὲν ἡγεῖσθε δεινόν, εἰ δὲ περὶ τοὺς λόγους τοῦτο δράσετε, τὰ σεμνὰ ὑμῖν οἰχήσεται; ἐγὼ μὲν οὐδ’ εἰ πάντας ὑμῖν κατεχρύσουν νεώς, μᾶλλον ἂν ἦν της ἢ τοιαῦτα εἰσηγούμενος.
1.83
οἱ δὲ πάλαι μὲν ἔφασαν καὶ αὐτοὶ ταυτὶ διανενοῆσθαι, παθεῖν δὲ ὃ πολλοὶ πολλάκις, αἰδοῖ βεβλάφθαι, προσλαβόντες δὲ νουθεσίαν βελτίους ἔσεσθαι. καὶ αὐτίκα τὸ μὲν ψή φισμα ἐγέγραπτο· τοὺς σοφιστὰς δὲ πρὸς σφᾶς αὐτοὺς διήλλαττεν ὁ φόβος, καὶ πυκναὶ μὲν αἰ βουλαί, πολλοὶ δὲ οἱ δρόμοι, καὶ ᾗ χρὴ τοὐπιὸν διενεγκεῖν, ἐσκόπουν. τοῦτο οὔπω πρόσθεν Ἀθηναίους ἀκήκοα δράσαντας οὐδ’ αὖ ἑτέρῳ τοιαῦτα εἰς δόξαν παρὰ τῆς Τύχης εὑρημένα. καίτοι καὶ πρότερόν ποτε λόγοι λόγων ἡττῶντο τῶν παρ’ ἑτέροις οἱ παρ’ αὐτοῖς, ἀλλ’ ὅμως οὐ φαίνονται κεκληκότες ἑτέρωθεν ῥήτορα.
1.84
τουτὶ μὲν δὴ κεφάλαιον τῶν παρὰ τῆς δαίμονος ἀγαθῶν νομιστέον· εἰ γὰρ αὖ καὶ παρ’ ἑτέρων κλητὸν Ἀθήνηθὲν ἐλθόντα νέων ἀρχὴν κτήσασθαι μακαριστόν, πηλίκης εὐδαιμονίας τὸ Ἀθηναίους εἶναι τοὺς μεταπεμπομένους; ἐγὼ δὲ ἥσθην μὲν κατὰ τὸν Κρῆτα ἐκεῖνον ἐπὶ τὴν κατέχουσαν τὰ πράγματα τῶν λόγων νόσον καλούμενος, οὐ μὴν οὕτω γε ἐπιλήσμων τις ἦν, ὥστ’ εἰρήνην τε καὶ ἀσφάλειαν ἐλπίσαι μετὰ τοὺς πολέμους ἐκείνους οὓς ἐτύγχανον ἑωρακώς, ἐν οἷς τραύματα πόνον πολλοῖς ἰατροῖς παρασχόντα συνέβη.
1.85
Ἦν οὖν δεινῆς ἠλιθιότητος τοὺς ἐπ’ ἀλλήλους ὅπλα ἀναιρουμένους, οἷς ἰσχὺς παραπλησία δι᾿ ἴσου πᾶσι παραγενομένη τοῦ χρόνου, τὸν ἄρτι ἥκοντα τὰ σφῶν ἐλέγξοντα τούτους οἴεσθαι μετὰ θυσιῶν τε καὶ αὐλῶν καὶ χορῶν ἐπιστήσειν ταῖς ἀγέλαις ταῖς αὑτῶν. ἤκουον δέ γε πρὸς οἷς ἐτεθεάμην τῷ μὲν Ἀραβίῳ λελουμένῳ τε καὶ ἐπ’ ἄριστον ἰόντι δύο τινὲ μισθωτὼ βορβόρῳ κρύψαι τὸ πρόσωπον, Παφλαγόνας δὲ τρεῖς ἅπαντα ἀδελφούς, τὴν φύσιν, τὴν ἀμαθίαν, τὴν τό λμαν, τοῦ σώματος τὸ πάχος, τὸν Αἰγύπτιον ἀπὸ τῆς εὐνῆς ἁρπάσαντας ἐπὶ τὸ φρέαρ κομίσαντας ἐμβαλεῖν ἀπειλῆσαι καὶ μέλλειν, εἰ μὴ ὀμεῖται τὴν πόλιν ἐ κλεί ψειν, καὶ ἐξέλιπεν, ὥστ’ εἰς Μακεδονίαν ἥκων ἕτερόν τι ποιῶν ἐτελεύτησε τὸν βίον.
1.86
Τούτοις ἐμαυτὸν κατεῖχον τοῖς λογισμοῖς. τῶν δὲ οὐκ ἀντεχόντων σοφιστῶν οὐκ ἂν οἴκοι με ταὐτὰ λεγόντων δυνηθῆναι, χαλεπὸν γὰρ εἶναι πολίτου τυχεῖν ἐπαινέτου, οἵ γε, κἂν σὺν δόξῃ παρὰ σφᾶς ἀφίκηταί τις, περιαιρεῖν τε ἐπιχειροῦσι καὶ πάσῃ τέχνῃ μικρὸν ποιεῖν, καὶ ταῦτα αὐτοὺς ληροῦντας ἐπιδεῖξαι βουλομένη ἡ Τύχη κινεῖ μέν με πρὸς αἴτησιν μηνῶν τεττάρων, ἐφέντος δὲ βασιλέως καὶ πρὶν ἢ χειμῶνα ἄρχεσθαι δεῖν ἐπανήκειν εἰπόντος ὁρῶ μὲν ὁδούς τε καὶ πύλας τὰς ἐμοὶ φιλτάτας, ὁρῶ δὲ ἱερά τε καὶ στοάς, ὁρῶ δὲ τοίχων τῶν ἐμαυτοῦ γῆρας, ὁρῶ δὲ μητρὸς πολιάν, ὁρῶ δὲ τὸν ἐκείνης ἀδελφὸν οὔπω ἀφῃρημένον τὸ τοῦ πατρὸς ὄνομα, ὁρῶ δὲ ἀδελφόν τε πρεσβύτερον ἤδη πάππον κεκλημένον συμφοιτητῶν τε ἔθνη, τοὺς μὲν ἐν ἀρχαῖς φανέντας, τοὺς δὲ δικαζομένοις συμμάχους, φίλους τε πατρῴους ὀλίγους γε ἐρρωμένην τε πλήθει σοφῶν τὴν πόλιν, ὥστε ἡδόμην τε ὁμοῦ καὶ ἐδεδοίκειν, τὸ μέν, ὅτι τῆς τοσαύτης τε καὶ τοιαύτης πολίτης εἴην, τὸ δέ, ὅτι παγχάλεπόν ἐστιν οὕτω μεγάλην λαβεῖν.
1.87
ἡ Τύχη δὴ κἀνταῦθα ἐβοήθει πρός τε τὰ πολλαχόθεν ἐρωτήματα, ἐν ἐργαστηρίοις δὲ τοῦτο ἦν γιγνόμενον. ἀπαντῶντι καὶ ἐπειδὴ δι’ ἀγῶνος αὐτοῖς ποτε ἔδει τίς ποτε ἦν φανῆναι· πρῶτον μὲν γὰρ ἐδεήθησαν οὐδὲν τῶν σὺν θωπείᾳ συλλεξόντων ἕκαστον, ἀλλ’ ἐξήρκει γενέσθαι δῆλον, ὡς ἐροίην. ἔπειτα οὐκ ἀ ναμείναντες ἥλιον ἐνεπεπλήκεσαν τὸ βουλευτήριον, καὶ ἔδοξε τότε πρῶτον εἶναι οὐκ ἀποχρῶν, ὥστε ἐγὼ μὲν ἐπυνθανόμην, εἰ ἥκοι τις, ὁ παῖς δὲ ἔφη τινὰς καὶ αὐτοῦ κοιμηθῆναι.
1.88
τοῦ θείου δέ με εἰσάγοντος τρέμοντος μειδιῶν τε αὐτὸς εἱπόμην θάρσος ἐμβαλούσης τῆς Τύχης καὶ βλέπων εἰς τὸν ὄχλον, ὥσπερ ὁ Ἀχιλλεὺς εἰς τὰ ὅπλα, ἐτερπόμην, τούτῳ δὲ οὔπω λέγων ἐκπλήξας πῶς ἂν ἀξίως εἴποιμι περὶ τε τῶν ἐπὶ τῷ προλόγῳ δακρύων, ὂν καὶ ἐκμαθόντες ἀπῆλθον οὐκ ὀλίγοι, περί τε τῆς ἐπὶ τοῖς δευτέροις βακχείας; οὐδεὶς γὰρ εἴς γε τὸ πηδᾶν καὶ ἅπαντα δρᾶν οὐ γέρων ἦν, οὐ φύσει βραδύς, οὐκ ἀσθενής, ἀλλὰ καὶ οἷς ἔργον ἑστάναι διὰ νόσον ποδῶν, εἱστήκεσαν καὶ ἐμοῦ καθί ζοντος αὐτοὺς οὐκ ἐᾶν ἔφασαν τὸν λόγον, ὃν δὴ καὶ διακόψαντες δεήσεσιν ἐδεήθησαν ἀποδοῦναί με τοῖς ἐμοῖς βασιλέα.
1.89
τοῦτ’ οὖν, ἕως ἀπεῖπον, ποιή σαντες αὖθις ἐπὶ τὸν λόγον μετέβαινον μακάριον ἐμέ τε καὶ σφᾶς αὐτοὺς ἀποφαίνοντες, ἐμὲ μὲν ὡς τέχνῃ λέγοντα, σφᾶς δὲ αὐτοὺς ὡς ἀρεταῖς πολιτῶν ἡδομένους, καλῶς ἐλέγξαντες ἔργῳ μάταιον λόγον, ὡς οὐκ ἀνάγκη τοῖς ἀλλήλων ἀγαθοῖς φθονεῖν τοὺς κοινωνοῦντας πατρίδος. οὐ φαιδροτέραν Ἀγαμέμνων ἡμέραν, ἐν ᾐ Τροίαν εἷλεν, ἢ ἐγὼ ταύτην, ἐν ᾐ ταῦτα ἃ διῆλθον ἔλαβον. οἵ γε καὶ ἐπὶ λουτρὸν ἰόντι συνηκολούθουν θιγεῖν ἕκαστος ἐπιθυμοῦντες τοῦ σώματος.
1.90
Ἦν δέ τις τῇδε Φοῖνιξ θαυμαζόμενος ἐπὶ τῇδε τῇ τέχνῃ, σοφιστοῦ μὲν υἱός, σοφιστοῦ δὲ υἱιδοῦς, καὶ τὸ τιμᾶσθαί γε οὐχ ἦττον ἐντεῦθεν ἦν ἢ παρὰ τῶν λόγων αὐτῷ. οὗτος νόμῳ μὲν τῆς ὡραίας ἐτύγχανεν ἀφιγμένος οἴκαδε, δειχθέντων δέ μοι τῶν λόγων καὶ πάντων οἰχομένων γράμματα πέμπεται πρὸς ἐκεῖνον φράζοντα τὴν ταχίστην ἐπιστῆναι τοῖς νέοις, ὡς ᾑ ρημένοις· εἰ δὲ μελλήσεις, τὰ γράμματα ἔλεγεν, ἐπὶ κενὸν ἥξεις τὸ διδασκαλεῖον. οὕτως ἅπαντας ἀπαγαγὼν Ὀρφεὺς οἰχήσεται.
1.91
καὶ ὃς αὐτίκα παρῆν γυναῖκα καὶ οἶκον θέρους ἀφεὶς καί με ὡς εἶδεν ὠχρὸν καὶ ἰσχνόν, ἅ με ἡ νόσος εἰργάσατο— νόσος γὰρ δὴ κατειλήφει τὴν ἐπίδειξιν— ἀλγεῖν μὲν ἔφη, πολέμου δὲ ἤρχετο καὶὡς δὴ οὐκ ἐγνωσμένος λέγει τε ὡς περιεσόμενος καὶ εἰπὼν ᾐτιᾶτο τοὺς μεταπεμψαμένους. τοιαῦτα ἠθέριζε, κειμένῳ δὲ ἐπενέβαινεν, ὃς ἀεί ποτε πρὸς αὑτὸν ἤριζε, καὶ ἐπιλαβόμενος εἷλκε πρὸς τὸ βασίλειον παλαίειν ἀξιῶν. ἐγὼ δὲ Ἰδῶν τε τὸν βασιλεύοντα καὶ λόγῳ τιμήσας μὲν ἂν καὶ μὴ αἰτοῦντα τὸν λόγον, νῦν δὲ ᾐτηκότος ἔφερον αὖθις ἑτέροις τισὶν ἑστιάσας τὴν πόλιν, ὧν νῦν κλέος νὸν ἵκει.
1.92
καὶ δὴ κλάων κλάοντας ἀπελίμπανον, οἱ δὲ οὐκ ἔκλαον οἱ βέλτιστοι μόνον, ἀλλὰ καὶ μεγάλα ὑπισχνοῦντο δώσειν, εἰ διαπραξαίμην τὸ παρὰ σφίσι ζῆν. ἐμοὶ δὲ ὧν ὑπισχνοῦντο τῶν μεγάλων μεῖζον ἦν τὸ οἴκοι ζῆν.
1.93
Ἀναβαίνων δὴ τὸ μετὰ τὸν πρῶτον τῶν σταθμῶν ἄναντες, οὗ λόγος κατακαυθῆναι τοὺς Γίγαντας μαχομένους τοῖς θεοῖς, μικροῦ τῇ ῥάβδῳ τοῦ τὸ ζεῦγος ἐλαύνοντος τὸν ὀφθαλμὸν ἐξεκόπην, ὥστε καὶ τοῖν βλεφάροιν τὸ κάτωθεν ῥαγῆναι, τὸν ὀφθαλμὸν δὲ αὐτὸν ἡ Τύχη διέσωσεν.
1.94
ἀνύσας τοίνυν τὴν πολλὴν ὁδὸν μᾶλλον ἢ πρὶν ἐδυσχέραινον τὸ χωρίον. εἰπὼν δὴ πρὸς τὸν ἄρχοντα ἃ φρονῶ, καὶ βοηθεῖν παντὶ θυμῷ δεηθεὶς καὶ πείσας αὐτόν τε καὶ τοὺς ἰατρούς, τοὺς μὲν λέγειν, ὡς τῇ κεφαλῇ μοι φάρμακον μὲν ὁ παρ’ ἡμῖν ἀήρ, ἐχθρὸς δὲ ὁ παρ’ ἐκείνοις, τὸν δὲ ἁπλῶς οὕτω προσίεσθαι, πείθω πάλιν τῶν τινα ἐν βασιλείοις νατῶν τῇ τῶν ἰατρῶν γνώμῃ συναγορεύοντα πεῖσαι βασιλέα μὴ φθονῆσαι τῇ κεφαλῇ· ὁ δὲ ἐβοήθει μέν, ἐβοήθει δὲ οὐ μέν, διειστήκει γὰρ τοῖς τρόποις, ἐνδεικνύμενος δέ, ὡς οὐδὲν ἂν αὐτὸν ἐ γχειρή σαντα διαφύγοι.
1.95
δίδωσι μὲν δὴ ὁ βασιλεὺς ἐ πανελθεῖν οὐδὲ τότε εἰς ἅπαξ, λαβὼν δὲ ἐγὼ τα γράμματα καὶ συσκευαζόμενος δέχομαι πικρὰν ἀγγελίαν τεθνάναι μοι τὴν ἀνεψιάν, κεῖσθαι δὲ τὸν θεῖον ἐν τέφρᾳ τῆς Τύχης τὴν αὑτῆς διαφθειρούσης δόσιν· οὐ γὰρ ἔτ’ ἦν μοι βουλομένῳ τὴν πόλιν ἔχειν μέλλοντί γε ἀντὶ τῆς γυναικὸς τὸν ἐκείνης ὄψεσθαι τάφον. αἰσθομένου δὲ ἄμφω τοῦ θείου καὶ ὡς εἴην κύριος ἐπανελθεῖν καὶ ὡς οὐκ ἐθέλοιμι, καὶ τρίτον γε, διότι, καὶ δακρύσαντός γε, εἰ μηδ’ ὃ μόνον αὐτῷ παραμύθιον λείποιτο, τῆς ἐμῆς ἀκούοι φωνῆς, καὶ κατηγοροῦντος ἐν γράμμασιν, εἰ μὴ κινοίμην, ἔρχομαι μέν, οὐχ ὁμοίᾳ δὲ καὶ πρότερον τῇ ψυχῇ, ἀλλὰ τότε μὲν ἱλαρᾷ τε καὶ εὐ θυμουμένῃ, ὕστερον δὲ ἄχους τε πλέᾳ καὶ διατεθυμμένῃ.
1.96
καὶ γὰρ αὖ πρὸς τοῖς ἰδίοις ζάλη τις κατειλήφει τὸ κοινόν, ὀργὴ βασιλέως εἰς φόνον προελθοῦσα· καὶ οἱ μὲν ἔκειντο, τοὺς δὲ ὡς κτείνειεν, ἔδησεν, ἅπαντας ἀγαθούς· ἐν οἷς καὶ τὸν ἐμαυτοῦ διδάσκαλον ἑώρων· ἦλθον γὰρ δὴ οὗπερ ἐδέδεντο, καὶ τὸν οὐδὸν ὑπερβὰς πεσὼν ὠλοφυρόμην ἐν πᾶσιν ὀδυρομένοις. καὶ τῆς ὑστεραίας ἐλέλυντο καὶ ἐγένετο δόξα συνεισελθεῖν τινά μοι τῶν βελτιόνων δαιμόνων, ὑφ’ οὗ στορεσθῆναι τὰ κύματα.
1.97
τῆς δὲ ἐπιούσης προσειπὼν τὸν βασιλέα δεύτερον αἰτηθεὶς λόγον, ἄκων μέν, φόβῳ δὲ μιάζω κύκλῳ περιερχόμενος· καὶ παρῆν μὲν ὁ διδάσκαλος οὔπω καθαρῶς ἀναπεπνευκώς, εἰσάγω δὲ αὐτὸν εἰς τὸν λόγον ὡς δὴ ἐπῃνεκότα πρός με πολλάκις τοῦ βασιλέως τὴν γλῶτταν, ὁ δὲ ἡσθεὶς ὀρέγει τὴν δεξιὰν τὸ διηλλάχθαι δηλῶν, καὶ ὁ μὲν κατεφίλει προσκεκυφώς, ἡμεῖς δὲ ἐβοῶμεν, ὁπόσα ἐν τοιούτοις εἰκὸς εἰς βασιλέα δέους ἠλευθερωκότα διδάσκαλον γέροντα.
1.98
Τῶν τοίνυν ἐν μέσῳ μοι γιγνομένων ἐ πιδεί ξεων συχνῶν τε οὐσῶν καὶ οἵων ἐφέλκεσθαι νέους νεανίσκος πολλὰ δεῖπνα δεδειπνηκὼς ἐπὶ τῷ σώματι μισθῷ μεγάλῳ παρὰ τοῦτον τὸν βασιλέα δραμὼν δυοῖν γυναίοιν ἔφη με κεφαλὰς ἀποτεμόντα κεκτῆσθαι τῇ μὲν ἐπ’ ἔκρινον χρώμενον, θατέρᾳ δὲ ἐπὶ τὸν πρεσβύτερον. ἦν δὲ τοῦ ψεύδους ὁ μισθὸς συγκοίμησις ὀρχηστοῦ τινος πάντα πειθομένου τοῖς ἀμφ’ ἐκεῖνον τὸν σοφιστήν. εἰ μὲν δὴ καὶ ἐκομίσατο τὸν μισθόν, ὅ τε λαβὼν ὅ τε δοὺς οἶδεν, ἐφ’ ᾧ δ’ οὖν ἐτόλμα ἅπερ ἐτόλμα, τοῦτο ἦν.
1.99
ὁ δὲ αὐτὸν ἔπεμπεν εἰς τὸ δικαστήριον οὐ τοῦτο οἰόμενον, ἀλλ’ αὐτός τε νος ὑφ᾿ ὧν τε ἐμεμίσθωτο ταῖς αἰτίαις ἤλπιζον ἀ κολουθήσειν τὸ ξίφος. οὔκουν ἐδίωξεν, ἀλλ’ ἐν τοῖς ἐσχάτοις τῆς πόλεως περὶ τὰς ὑπωρείας ἔκειτο συγκεκαλυμμένος. ἐδόκει δὲ ὅμως ὁ βασιλεὺς ὑπὸ ψιλῆς τῆς αἰτίας φαυλότερόν με ἡγεῖσθαι καὶ τοῦτο πάντὼς ἐπιδείξειν προπεμπόμενος, οὐδὲ γὰρ βλέμματός με ἀξιώσειν.
1.100
ὁ δὲ ἐκ μέσων τῶν ἱππέων ἐπὶ τῆς τάφρου τὸ χεῖλος οὗπερ εἱστήκειν, τὸν ἵππον ἐξελάσας εἶδέ τε οἷον πρότερον ἐκέλευέ τε μὴ μέλλειν, ἀλλὰ μεμνῆσθαι τῆς Θρᾴκης. ἐγὼ δὲ οὕτω μὲν ἔφην ποιήσειν, ἐποίουν δὲ τὰ πάλαι δεδογμένα μένων τε καὶ τῆς πατρίδος ἐχόμενος. καίτοι τῶν τε ὑποσχέσεων ἔργον οὐδὲν ὅς τέ με ἐπὶ διαδοχὴν ἐκάλει τῶν περὶ τοὺς νέους πόνων ὁ Ζηνόβιος ἕτερος ἐγεγόνει πόνων τε αὐτὸς ἐρᾶν λέγων καὶ ἐμὲ μὴ δεῖν ἐπείγεσθαι.
1.101
ὃ δή μοι καὶ τὰ πράγματα οὐχ ἥκιστα ἔβλαψε, τὸ μὴ εὐθὺς προσπεσόντα τρέψασθαι τοὺς τεταραγμένους· καθ’ ἡσυχίαν γὰρ τὰ αὑτῶν ἐβεβαιοῦντο, ἐγὼ δὲ οἴκοι μὲν πεντεκαίδεκα νέοις συνῆν, ὧν ἧκον τὸ πλέον ἄγων, οὔπω δὲ ἦν ἐν τῷ τοῦ δημοσιεύοντος σχήματι, καὶ κατεῖχε μὲν ἀθυμία τοὺς ἐμούς, κατεῖχε δὲ αὐτὸν ἐμέ, καὶ τῷ ἀργεῖν, ὥσπερ ὁ τοῦ Πηλέως, ἀχθόμενος ἄχθος τε ἀρούρης ἐμαυτὸν ὀνομάζων εἰς τοῦτο ἀπεφερόμην, ὥστε φαρμάκων πόσει διεσωσάμην τὰς φρένας τοῖς μὲν χείροσι τῶν ἐλπίδων χρώμενος, ἐπὶ δὲ τοὺς οὐκ ἔχων ἄνευ γέλωτος ἐπανελθεῖν.
1.102
Ἐνταῦθά μοι γέρων τις προσελθὼν οὐδὲν ἔφη θαυμαστὸν εἶναι μὴ εὖ πράττειν ἐν τῇ κλίνῃ κείμενον· πλεονεκτεῖν γὰρ δὴ τοὺς ἐν τῷ μέσῳ καθημένοῦς· ἀλλ’ εἰ βούλει, ἔφη, μαθεῖντῶνδιψώντων τὸ πλῆθος, ὅρμησον ἐπί τι τῶν ἱερῶν. ἐγὼ δὲ τοῦτο μὲν οὐχ ὑπακούω τῷ γέροντι, τῶν ἀγοραίων δέ τινα μεταστήσας ἄλλοσε τῆς συνοικίας καταβὰς αὐτὸς ἐκεῖσε ἐκαθήμην ψαύων τῆς ἀγορᾶς, καὶ ἔδρασέ τι τὸ χωρίον προστεθέντων οἷς ἔφην ἄρτι πλειόνων ἢ δὶς τοσούτων νέων, τὸ Μούσειον δὲ τῶν ἄλλων ἦν, ῥοπὴ τοῖς ἔχουσι μεγάλη. λέγω δὴ πρὸς τὴν Καλλιόπην, ὅτι ω Μουσῶν μὲν ἀρίστη, τὴν πόλιν δὲ ἡμῖν ἄγουσα, τίνων ταύτας σὺ πράττῃ δίκας; τί με ἐδελέαζες οὖσα θεός; τέ τῶν μὲν ἐξέβαλες, τὰ δὲοὐΙδίδως; ἀλλ’ ὁ μὲν ἠπατηκὼς τρυφᾷ, τὸν ἠδικημένονδὲἀπερριμμένονπεριορᾷς; 103. τοιαῦ τα μὲ ν πρὸ ς τὸ ἕ δος πό ρρωθεν ἀ πὸ τῆ ς στοᾶ ς διεμὲν πρὸς τὸ ἕδος πόρρωθεν ἀπὸ τῆς στοᾶς διεδιελέχθην, ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἐγὼ μὲν οἴκοι τι καθήμενος ἐδημιούργουν, βοὴ δ’ οἵα γίνοιτ’ ἂν ἐξ ὄχλου νόμων ὑπερορῶντος, προσέβαλεν, ὥστε με στήσαντα τὴν χεῖρα, τί τὸ ταῦτα ποιοῦν, παρ’ ἐμαυτῷ σκοπεῖν· ἐν τούτῳ δε ὄντος ἀναβὰς οὑμὸς ἀνεψιὸς ἀσθμαίνων τὸν μὲν ἄρχοντα ἔφη τεθνεῶτα ἕλκεσθαι παιδιὰν ποιουμένων τῶν κτεινάντων τὸν νεκρό νΑΕὔ βουλον δὲ σὺν τῷ παιδὶ δρασμῷ τοὺς ἐκείνων γόντα λίθους εἰς ὁρῶν ποι κορυφὰς ἀναφυγεῖν, τοὺς λίθους εἰς ὁρῶν ποι κορυφὰς ἀναφυγεῖν, τοὺς δὲ ἁμαρτόντας τῶν σωμάτων εἰς τὴν οἰκίαν τὴν ἐκείνου ἀφεῖναι τὸν θυμόν. καὶ καπνὸς οὑτοσί, τοῦ πυρὸς ἄγγελος, αἱρεταὶ καὶ ὁρᾶν ἔξεστιν.
1.104
οὕτω μὲν ὁ Πάτροκλος πληγῇ τῆς ψυχῆς ἀπολωλέκει τὰ ὅπλα, τὸν δὲ ἀπόντα μὲν καλοῦντα, παρόντα δὲ ἀπωθοῦντα φεύγειν μὲν ἠνάγκαζεν οὐδέν, νόσος δὲ καταβαλοῦσα μακρὰ τῶν νέων ἀφίστη, καὶ δυοῖν ἐβιάζετο κακοῖν, πυρετῷ τε καὶ λύπῃ πυνθανόμενος ἱδρῦσθαι με ἐν τῷ βουλευτηρίῳ τοσοῦτόν τε εἶναι τὸ ποίμνιον, ὥστε μὴ οἷόν τε εἶναι, πρὶν ἥλιον δῦναι, διὰ πάντων ἰέναι.
1.105
τὸν δὲ καὶ οὕτως ἔχοντα γνώμης ἐρχόμενος ἐ θεράπευον καὶ οὐκ ἦν εἰπεῖν, ἣν οὐκ ἦλθον ἐπισκεψόμενος ἡμέραν. καίτοι που καὶ ἀπηλαυνόμην, ἀλλ’ ὅμως οὐκ ἀνίην, καὶ τελευτήσαντι δέ οἱ δακρύων μετέδωκα καὶ λόγον ἐποίησα.
1.106
Πρότερον δὲ ἦν ἀφιγμένος ἀρχὴν ἔχων ἣ τῶν ἄλλων ἄρχει, Στρατήγιος πάλαι προειρημένον αὐτῷ. προσλαβὼν δὴ φίλον οὕτω μέγαν, οὑτοσὶ δὲ ἦν ἐκεῖνος ὁ τὰς μὲν Ἀθήνας ἐμοί, ταῖς Ἀθήναις δὲ ἐμὲ διδούς, κατέστην οὖν ἥκοντος εἰς τὸ βοηθεῖν ἐκείνοις ὧν ἐ δό κουν δεήσεσθαι βοηθῶν.
1.107
οὐκ ἔτ’ οὖν ἡμῖν ὁ λόγος μόνον ἔργον ἦν, ἀλλ’ ἔδει τὴν μὲν ἡμέραν εἶναι λόγων, τὴν δὲ ἐσπέραν πράξεων· οἵ τε γὰρ δὴ ὑπὸ δυνατωτέρων ἀδικούμενοι οἵ τε κατ’ ὀργὴν μένοι, τῆς ἀρχῆς δὲ εἰς ἀπαλλαγὴν δεόμενοι οἵ τε ἐπιθυμοῦντες ὡς τάχιστα ψήφου τυχεῖν— πολλὰς δ’ ἂν καὶ ἄλλας ἀρχὴ δοίη χάριτας οὐ λυποῦσα τὸν νό μον— οὗτοι, οἱ μὲν αὐτοί, τῶν δὲ γυναῖκες, ᾔτουν καὶ ὑπὲρ σφῶν ἐλθεῖν ἐκεῖσε.
1.108
ἐγὼ δὲ μέχρι μὲν μεσημβρίας ταὐτὸν ἐποίουν τοῖς ἄλλοις διδασκάλοις, ἔπειτα τῶν μὲν οἱ μὲν εὐθὺς ἠρίστων, οἱ δέ, ἐπεὶ λούσαιντο, ἐγὼ δὲ ἦν ἐν οἷσπερ πρότερον. σκότους δέ με ἀνιστάντος ἐφοίτων παρὰ τὸν φίλον ἐκ γραμμά τῶν δή τινων ἐν τῇ χειρὶ κειμένων, ὑπὲρ ὧν δεηθῆναι χρῆν, ἀναμιμνησκόμενος. ὁ δὲ τὰ μὲν ἐπείθετο, τὰ δὲ οὐ πειθόμενος, ὡς οὐκ ἐῴη τὸ δίκαιον, διδάσκων ἐξέπεμπε, μᾶλλον δ’ ἐκέλευεν ἀναμένειν λουσόμενον, ὡς οὐ τῷ λουτρῷ μᾶλλον ἢ τῇ’ μῇ θέᾳ δυναμένων αὐτῷ κουφίζεσθαι τῶν πόνων. ὃ δὴ ἐγὼ γνοὺς ἐ χαριζόμην αὐτῷ ταῖς καθ’ ἡμέραν εἰσόδοις, ἀνάγκης δὲ εἰργούσης πέμπων ὅ, τι τὸ κωλῦσαν, ἀνεπυνθάνετο.
1.109
ἠνία μὲν δὴ καὶ ταῦτα τὸν ἀντικαθήμενον τό τε εὖ πάσχειν οὐκ ὀλίγους τό τε ἀμισθί. τουτὶ γὰρ δὴ καὶ τὸ πολλοὺς εἶναι τοὺς παρ’ ἐμὲ καταφεύγοντας ἐποίει τὸ μὴ δεῖν τιθέναι τιμὴν ὥσπερ λαχάνων ἢ κρεῶν. ἤγχετο δὲ διαφερόντως τῷ τῶν ἐπιδείξεων ἀριθμῷ καὶ αὖ πάλιν τῷ ταῖς μορφαῖς διαφέρειν λήλων καὶ ἠπορεῖτο καθήμενος, ὁπότε ἄρα πλάττοιμι τοὺς λόγους, οὐκ εἰδώς, ὅ, τι ἐστὶ καὶ τὸ ὕπνου περιεἶναι.
1.110
σιγῶν τε οὖν ὠδυνᾶτο καὶ οὐ σιγῶν, ὅτι σιγᾶν εἴη βέλτιον, ἐμάνθανε. μέχρι μὲν δὴ μέσου θέρους ἄκων τε καὶ μόλις, ὥσπερ ἵππος ὑπὸ τοῦ ζυγος ἑλκόμενος, ἐχώρει, τοῦ καιροῦ δὲ τὸ συνεῖναι παύοντος ἐξῄει μὲν ἐπανήξειν εἰπών, ἀπελθὼν δὲ ἔμενεν, ὡς δὴ ὑπὸ τῆς οὔσης τῷ’ μῷ θείῳ δυνάμεως κεκακωμένος. ἕλκω δὴ τὸν ἄνδρα πρὸς τοὺς ἀγῶνας ἀπειλαῖς τε ταῖς τοῦ ἄρχοντος καὶ ἅμα ἐπὶ πλείοσι πυροῖς, ᾔδει δὲ ὁ ἀνὴρ κερδαίνειν, καὶ ἐπειδὴ ἧκε, φίλος ἦν διὰ τοὺς πυρούς, αὖθις δὲ ἀφισταμένων ὁμιλητῶν καὶ ἑτοιμότερον ἢ πρόσθεν, ἤσθιέ τε ἅμα καὶ ἦν ἐχθρὸς καὶ κατὰ τοὺς λόγους ἀμείνων μέν, ἀφελών τι τῆς ῥᾳθυμίας, οὐ μὴν ἐφ’ ὅσον γε ἄξιον, ἦρτο.
1.111
καὶ δή τι καὶ τοιοῦτον γίνεται· ὁ ὕπαρχος τοῦ ἐπαινεῖσθαι ἐπιθυμῶν μᾶλλον ἢ ἕτερος τοῦ ἄρ χεῖν χρέος μέ τι τοιοῦτον εἰσέπραττεν, ὡς ἂν ἔχων τὴν ἀρχήν, ἧς ἐπιβάντα αὐτὸν ὑπεσχήμην ἐπαινέσεσθαι. προσείρητο μὲν οὖν μοι καὶ φανεὶς εὐθὺς ἐν βραχέσ. ιν, ὁ δὲ αὐτά τε ἐκεῖνα διεργασθῆναι καὶ τῶν ἐνόντων ῥηθῆναι σιωπηθῆναι μηδὲν ἐβούλετο.
1.112
ἐγὼ δὲ ὡς μὲν οὐχ ὑπεσχήμην, οὐκ ἐξηρνούμην, ἔφην δὲ ἀ ποδώσειν, εἴ μου οἴκοθεν ἐξελθὼν ἐν τῷ βουλευτηρίῳ δέχοιτο τὸν πόνον· καινὸν μὲν γάρ τι ποιήσειν τὸν ὕπαρχον, ἔσεσθαι δὲ καὶ τοῦτο τοῦ λόγου μέρος τὸ πρῶτον ὧδε τετιμηκέναι τοὺς λόγους. ἔφη τιμήσειν, οἱ πολλοὶ δὲ ἠπίστουν· ὁ δὲ καὶ δὴ παρῆν, δεομένου δὲ τοῦ μήκους αὖθις αὐτὸν παρεῖναι πάλιν παρῆν, δεομένου δὲ καὶ τρὶς οὐδὲ τότε ἀπῆν. καὶ νῦν τοῦτο ᾄδεται παρὰ πόντων, τίς καὶ τίνος καὶ τί καὶ ποῦ τῆς πόλεως ἀκήκοε.
1.113
βουληθεὶς δὴ τῶν πόλεων εἰς τὰς ἀρίστας ἀφικέσθαι τὸν λόγον, οὕτω γὰρ ἂν καὶ ἐπὶ πάσας ἐλθεῖν, τρέπει μὲν ἐπὶ τοῦτο τῶν βιβλογράφων δέκα. τούτων δὲ ἐνὶ χρυσὸν δείκνυσιν ὁ σοφιστὴς καὶ διαφθείρας μετ’ ἐκείνου τὴν παροιμίαν κοινὰ τὰ τῶν ἐχθρῶν ποιησάμενος καὶ ῥήματα τὰ πολλὰ μὲν εἰς χώραν τὴν ἀλλήλων μεταθεὶς, σμικρὰ δὲ ἄττα ἐμβαλὼν καλεῖ μὲν ἐπὶ τὸ αὐτὸ χωρίον παραλυθέντα τῆς ἀρχῆς, ὡς δὴ τὸ ἴσον οἰσόμενον.
1.114
τέρατος δὲ εἶναι τοῦ πράγματος δοκοῦντος χελώνης ἵππου τάχει χρωμένης μηνύει τις τοῦ λόγου τὴν πρᾶσιν, καὶ ὁ τὸ χρυσίον ἔχων ὡς εἶδε τὰς μάστιγας, ὁμολογεῖ τε καὶ ἱκετεύει συγγνώμην ἔχειν αὑτῷ μεγάλῆς ἡττηθέντι τιμῆς. ὡς οὖν μὴ ὀλίγοι ταῦτα εἰδεῖεν, ἄγω τὸν πρατῆρα τοῦ λόγου παρὰ τὸν Νικέντιον, οὗ ἦν ἡ ἀρχὴ Σύρων, καὶ ὁ ἄνθρωπος καίτοι μένης ζημίας ὅμως ὁμολογεῖ ταῦτα καὶ ἀθῷος ἀπῆλθεν οὐδὲν ἐμοῦ προσδεηθέντος δίκην λαβεῖν.
1.115
ὁ δὲ ἀνδρειότατος σοφιστῶν ἐκεῖνος οὐδ’ οὕτως ἡσύχασεν, ἀλλ’ αὖθις τὰ εἰρημένα ἐμυθολόγευε, καὶ ταῦτα ἐν τῇ τοῦ Στρατηγίου καταγωγῇ. καὶ ὁ μὲν ἐ ξή λασεν, Ἑρμογένη δὲ τὸν τὴν ἀρχὴν ἐκδεξάμενον αὐτῷ δεινόν τε καὶ ἄγριον ἦγεν ἡ φήμη, καί, ἦν γὰρ ἡμῖν ἀγνώς, ἐδόκουν οὖν οὐκέθ᾿ ὅ πρότερον ἰσχύσειν. ἦν δὲ ἄρα ὁ Ἑρμογένης βέλτιστος ἀρχόντων καὶ οὐ πολλοῖς μὲν ὁμιλεῖν ἀξιῶν, πρᾷος δὲ καὶ λόγῳ μᾶλλον ἢ θυμῷ χρώμενος.
1.116
οὗτος εὐθὺς μὲν εἰσκαλέσας τὴν βουλὴν εἰπόντων ὅ, τι ᾤετο τῇ πόλει λυσιτελήσεν ἑκάστου, τὸν θεῖον τὸν ἐμὸν ἀπὸ τῶν λεγομένων εὑρὼν οὗτος ἐκεῖνος, ἔφη, Φασγάνιος, ὥστε τὸν Εὔβουλόν τε καὶ τὴν ἐκείνου μοῖραν μικροῦ πεσεῖν. ἔπειτα ἐμὲ καλέσας φίλον ἐδεῖτό οἱ γενέσθαι τοιοῦτον, ὥστε μηδὲν εἶναι πλέον ταύτῃ Ἀρισταινέτῳ καὶ Σελεύκῳ, παρ’ ὧν δὴ καὶ εἰς ἐπιθυμίαν κεκινῆσθαι τοῦ κτήματος. ἀλλὰ δίκαιον μέντοι, ἔφην, τὸν φιλοῦντα ἐκείνω καὶ ὑπ᾿ ἐμοῦ φιλεῖσθαι.
1.117
Ταυτὶ μὲν εὐπότμου, δυστυχοῦς δὲ τὰ ῥηθησόμενα. τὴν γὰρ δὴ πάντ’ ἐμοὶ μητέρα καὶ τὸν τῆς μὲν Ἀσίας ὀφθαλμόν, ἐμοὶ δὲ ἀντὶ πύργου, τὸν θεῖον ἥρπασεν ἡ Τύχη, τὸν μὲν πρότερον, ἡ δὲ οὐκ ἐ νεγκοῦσα ἐπαποθνήσκει. καὶ οὐδὲν ἔτι μοι τῶν ἡδέων ἡδὺ οὐδ’ αὐτό γε τὸ πάντων ἥδιστον, αἰ ἐπιδείξεις· καὶ γὰρ καὶ αὐτὸ τοῦτο ἥδιστον ὑπ’ ἐκείνοιν ἐγίνετο, τοῦ μὲν οἷον ἀνηβῶντός τε ἐν τοῖς κρότοις καὶ τῆς αὑτοῦ πληγῆς ἐπιλανθανομένου, τῆς δὲ ὑπερχαιρούσης, ὁπότε αὐτῇ τὸν ἐκ τῶν ἄθλων ἱδρῶτα κομίσαιμι.
1.118
μετ’ ἐκείνας τὰς ταφὰς καὶ τὴν Εὐσεβίου γε τοῦ πρὸ ἀμφοῖν ἀπελθόντος ἦν μὲν γὰρ καὶ τὸ Νικομηδείας πτῶμα καὶ ὃν ἡ πόλις ἐκάλυψε πεσοῦσα δεινά τε καὶ οἷα λύπην τὴν ἐσχάτην ἐμβαλεῖν, ὑφ’ ἦς δὴ καὶ πολιὰς ἐξαίφνης ἔδειξα, κακὰ δὲ προστεθέντα κακοῖς, ταῦτα ἐκείνοις φίλῳ τε φίλος καὶ πόλει φίλῃ μήτηρ τε καὶ ὁ ταύτης ἀδελφός, πάντα ἐμοὶ δι’ ἃ ζῆν βούλοιτ’ ἄν τις, ἀποφαίνουσι πικρά, πρὶν δὴ τὴν γῆν ἅπασαν ἀμαχεὶ παραλαβὼν ὁ παντὸς φιλοσόφου λον ἐν βασιλείοις τὴν σοφίαν ἀγαπήσας κατήγαγεν ὥσπερ ἐκ φυγῆς εἰς τὸ αὖθις ἀσπάζεσθαι τὰ δυσχεραινόμενα.
1.119
καὶ ἐγέλασά τε καὶ ἐσκίρτησα καὶ σὺν ἡδονῇ λόγους καὶ συνέθηκα καὶ ἔδειξα βωμῶν μὲν ἀπειληφότων αἷμα, καπνοῦ δὲ φέροντος πρὸς οὐρανὸν τὴν κνίσσαν, θεῶν δὲ ἑορταῖς τιμωμένων, ὧν ὀλίγοι τινὲς ἐπιστήμονες λελειμμένοι γέροντες, μαντικῆς δὲ εἰς ἐξουσίαν παριούσης, λόγων δὲ εἰς τὸ θαυμάζεσθαι, Ῥωμαίων δὲ εἰς τὸ θαρρεῖν, βαρβάρων δὲ τῶν μὲν ἡττημένων, τῶν δὲ μελλόντων.
1.120
οὗτος ὁ σωφρονέστατός τε καὶ δικαιότατος καὶ ῥητορικώτατος καὶ πολεμικώτατος, ὁ μόνοις τοῖς δυσσεβέσιν ἐχθρὸς τῶν μὲν παρ’ ἡμῶν πρέσβεων οὐ μετ’ ἐμῶν ὡς αὐτὸν ἡκόντων γραμμάτων ἤλγησε καὶ ὦ Ἡράκλεις, ἔφη, ὁ τοὺς ἐκ τοῦ γράφειν ὑπομείνας κινδύνους ἐν ἀσφαλείᾳ σιγᾷ. τῆς δεῦρο δὲ ὁδοῦ καὶ τοῦτο κέρδος ὠνόμαζεν, εἰ ἐμέ τε ἴδοι καὶ ἀκούσαι λέγοντος. καὶ ἐπ’ αὐτῶν δὴ τῶν ὅρων ἐπὶ τῆς πρώτης ὄψεως πρῶτον τοῦτο ἐφθέγξατο· πότε ἀκουσόμεθα; ὁ δὲ ἀνταγωνιστὴς ἐκεῖνος ἤδη ἦν οἴκοι τεθνηκυίας μὲν αὐτῷ τῆς γυναικός, θυγατέρων δὲ ὡραίων γάμου τῶν ἐκείνου δεομένων ὀφθαλμῶν, ἐλέγετο δέ, ὡς καὶ ζώσης τῆς γυναικὸς ᾤχετο ἄν.
1.121
Ὁ τοίνυν βασιλεὺς προοίμιον μὲν τῶν λόγων καθ’ ἑκάστην ἐποιεῖτο τὴν ἡμέραν θυσίας ὑπὸ τοῖς ἐν τῷ κήπῳ τοῦ βασιλείου δένδροις, πολλῶν δὲ φοιτώντων τε καὶ διὰ τῶν περὶ τοὺς θεοὺς ἐκεῖνον θεραπευόντων αὐτὸς ἦν οὗπερ ἀεί, καὶ οὔτε ἐκαλούμην τό τε ἄκλητον ἰέναι μετέχειν τινὸς ἀναιδείας ὑ πελά μβανον καὶ τὸν μὲν ἄνδρα ἐφίλουν, τὴν ἀρχὴν δὲ οὐκ ἐκολάκευον.
1.122
ἧκε δέ ποτε εἰς Δῖός Φιλίου θύσων καὶ τοὺς ἄλλους κατιδών, ἐβούλοντο γὰρ καὶ πᾶν ἐποίουν, ὅπως ὀφθήσονται, μόνον οὐ τεθεαμένος ἐμὲ τοῖς πολλοῖς ἐμμεμιγμένον δείλης διὰ δέλτου τινὸς ἠρώτα τε, ὅ, τι εἴη τὸ κεκωλυκός, καὶ μετὰ χαρίτων καθήπτετο. ἃ μὲν δὴ ἀπεκρινάμην διὰ τῆς αὐτῆς δέλτου καὶ ὡς οὐκ ἐδήχθην μᾶλλον ἢ τοῦτο ἐποίησα καὶ αὐτὸς σὺν χάρισιν, οἶδεν ἀναγνούς τε ἐκεῖνος καὶ ἐρυθριάσας.
1.123
ἀπεχομένου δέ μου καὶ μετὰ τὴν δέλτον οὐδὲν ἦττον τοῦ τε κήπου καὶ τῶν ἐν τῷ κήπῳ δρωμένων καὶ ἀπημελῆσθαι δοκοῦντος καὶ οὔτε ἀθυμοῦντος ἐπισταμένου τε, ὅστις ἦν ὁ τὴν φιλίαν διορύξας, Πρίσκος, Ἠπειρώτης ἀνὴρ ὅτι πλείστοις ἐπὶ σοφίᾳ συγγεγονὼς ἀνδράσι, πλημμελεῖσθαι ταῦτα ἡ γησάμενος τῷ βασιλεῖ παύει τὴν ἁμαρτίαν· οἵοις μὲν λόγοις, οὐκ οἶδα, καλοῦμαι δὲ πληθούσης ἀγορᾶς, καὶ διηπορεῖτό τε καὶ εἰς γῆν ἔκυπτεν ὁ κεκληκὼς κατηγορῶν οἷς ἔπασχεν ὧν ἐδεδράκει.
1.124
μόλις δ’ οὖν ποτε αὑτὸν ἀναλαβὼν καὶ τὸ πολλὰ κατηναγκάσθαι πράττειν αἰτιασάμενος, ἐπειδὴ καλῶν μὲν ἐπ’ ἄριστον ἤκουσεν, ὡς δειπνοίην, καλῶν δὲ ἐπὶ δεῖπνον ἤκουσεν, ὡς καὶ τοῦτο ἐξὸν ποιεῖν ἡ κεφαλὴ κωλύοι, σὺ δ’ ἀλλὰ θαμίζειν ἡμῖν, ἔφη. καλοῦντός γε, ἔφην· ἄλλως δὲ οὐκ ἐνοχλήσειν. ὁ δὲ πείθεταί τε καὶ οὕτως ἐποίει. 125, αἱ δὲ συνουσίαι λόγους τε ἡμῖν τοὺς ὑπὲρ λόγων εἶχον καὶ ἐπαίνους τῶν εὖ πραττομένων ἐκείνῳ καὶ μέμψεις τῶν ὠλιγωρημένων, ᾔτουν δὲ οὐδὲν οὐ τῶν ἐν θησαυροῖς, οὐκ οἰκίαν, οὐ γῆν, οὐκ ἀρχάς, καὶ τὸ τοῦ Ἀριστοφάνους λόγος ἦν οὐκ ἐῶν κακὸν τὸν οὐ τοιοῦτον δοκεῖν, καὶ τοῦτο ἐδίδου τὴν ἀρχὴν, ἐγὼ δὲ οὐδ’ ἀπολαβεῖν ἠξίουν ὄντων μοι παππῴων οὐ μικρῶν ἐν τοῖς ἐκείνου κτήμασιν. ὁρῶν δὴ κέρδος τε ἅπαν ὑπ’ ἐμοῦ καταπεπατημένον ζητοῦντά τε οὐδὲν ἕτερον ἢ ὅπως ἐκεῖνος ἀποκρύψει τὰ ὑμνούμενα, τοὺς μὲν ἄλλους ἔφασκε τὸν αὑτοῦ πλοῦτον φιλεῖν, ἐμὲ δὲ αὐτόν, καὶ μηδ’ ἂν τὴν τεκοῦσαν αὐτὸν ὑπερβαλέσθαι τὸ φίλτρον τὸ παρ’ ἐμοῦ.
1.126
διὰ τοῦτο καὶ τὴν ὑπὲρ τῆς βουλῆς παρρησίαν ὑπέμενεν, ὅτε ἡ γῆ μὲν οὐδὲν ἐδεδώκει στερηθεῖσα τοῦ ἄνωθεν ὕδατος, ὁ δὲ ἠξίου γέμειν τε ὠνίων τὴν ἀγορὰν καὶ μένειν ἐντὸς ὄρων οὓς ἔστησε ταῖς τιμαῖς· δαίμων δὲ ἄρα ταῦτα ἠνάγκαζε φθονερὸς ὤσων εἰς ὅπερ αὖ καὶ τέλος τὰ πράγματα ἔωσε. τότε οὖν ὁ μὲν ᾠδει καὶ μάχεσθαι τοῖς ἑαυτοῦ βουλήμασι τοὺς βουλευτὰς ἐβόα, κόλακός δὲ ἔνθεν καὶ ἔνθεν παρεστηκότες ἐρρίπιζον τὸν θυμόν, ἐγὼ δὲ οὐδὲν τρέσας, τὴν δὲ τοῦ πράγματος ἐξετάζων φύσιν διετεινόμην ἀδικοῦσάν τε οὐδὲν ἀπέφαῖνον τὴν βουλήν. καίτοι τις τῶν καθημένων παραρρεῖν τὸν Ὀρόντην ἔφασκε τῷ ποταμῷ με φοβῶν, ἀναξίοις ἀπειλαῖς τὴν βασιλείαν ὑβρίζων. ὁ δὲ οὕτως ἦν ὡς ἀληθῶς ἀγαθός, ὥστε κρατῆσαι μὲν ἐπεχείρησεν, ἡττηθεὶς δὲ οὐκ ἐμίσησε.
1.127
μᾶλλον μὲν οὖν ἢ πρόσθεν ἠγάπησεν ὑπὲρ πατρίδος ὥσπερ ὅπλα θέμενον τοὺς λόγους, ὕπατον δὲ αὑτὸν ἀποδεικνὺς αἰ σθανό μενός τε τῶν τε ἤδη παρόντων τῶν τε ἡξόντων μυρίους σὺν ᾠδαῖς σφίσι παραστησομένων κελεύει μοι τιμῆσαι λόγῳ τὴν ἑορτὴν· ἐγὼ δὲ ἑτέρων εἶναι τοὖργον εἰπὼν κατὰ θατέραν φωνὴν οὐκ ἤργουν, ὡς μηδένα μηδὲν ἱερὸν δόξαι λέγειν, μηδ’ ὃς λαμπρῶν ἀπολελαύκει θορύβων.
1.128
καί πως συμβαίνει ἐν τῷ προτέρῳ λόγῳ τύχης, οἶμαι, τινὸς τοὺς αὖθις βοηθησομένους τε καὶ χαριουμένους ἑτέρωσε πεμψάσης· οἷς ἐλυσιτέλει μὴ τἀμὰ διαβάλλειν· ὁ δὲ αὑτὸν μὲν ἔνδον οὐδενὸς ἐπαινοῦντος ἐπῄνει, δευτέρῳ τούτῳ παρέχων ἀφορμὴν γέλωτι, τοὺς δὲ ἐπ’ αὐτῷ γελάσαντας οὐκ ἀνίει λοιδορῶν, οἱ δ’ ἂν αὖθις ἐγέλων, καὶ τὸ δι’ ἀπάτης πορισθὲν ἐξεκέχυτό οἱ οὐ φωραθὲν ἄν, εἰ τοσοῦτόν γε ἠπίστατο, ὅτι δόξαν οὐχὶ δικαίαν ἡσυχίᾳ φυλάττειν δύναιτο ἄν.
1.129
οἱ μὲν δὴ ἀλλήλοις εἰς παραμυθίαν ἤρκουν, ὡς δὲ ἀπέδυν ὕστατος αὐτοῦ τοῦ βασιλέως, ὅπως ὅτι πλεῖστοι συνέλθοιεν, φροντίσαντος, τὸν Ἑρμῆν ἔφησαν τοῦ θεράποντος κηδόμενον τῇ ῥάβδῳ κινεῖν τῶν ἀκροωμένων ἕκαστον, ὅπως μηδ’ ὁτιοῦν ὄνομα θαύματος ἄμοιρον ἀπέλθῃ. βασιλεὺς δὲ τὰ πρῶτα μὲν τῇ διὰ τῆς μορφῆς ἡδονῇ μηνυομένῃ συνετέλει, ἔπειτα τῷ μέλλειν ἀναπηδᾶν, ἔπειτα, οὐ γὰρ δὴ κατεῖχεν αὑτὸν καὶ σφόδρα πειρώμενος, ἥλατο μὲν ἐκ τοῦ θρόνου, τῆς χλαμύδος δὲ ὁπόσον ἐξῆν, ταῖν χεροῖν ἀνεπέτασεν, ὡς μὲν ἂν εἴποι τις τουτωνὶ τῶν ἀγγάρων, ἐκφερόμενος τοῦ σχήματος, ὡς δ’ ἂν ἀνὴρ εὖ εἰδώς, οἷς ἂν σεμνὴ βασιλεία γένοιτο, ἄρα ἐν τοῖς προσήκουσι μένων· τί γὰρ δὴ βασιλικώτερον τοῦ βασιλέως ψυχὴν πρὸς κάλλη λόγων ἀνίστασθαι;
1.130
τῷ δὲ οὐδὲ ἄλλως οἷόν τ’ ἦν μὴ τὰ τοιαῦτα πά σχειν, πατρὶ πολλῶν λόγων πρό τε δὴ τῆς ἀρχῆς καὶ ἐν αὐτῇ γεγενημένῳ· αἱ γὰρ ἀγρυπνίαι τοῦ βασιλέως ἡμῖν λόγους ἐποίουν ἤδη, καὶ μᾶλλον ἑτέρων ὑπὸ τῆς ἐν αὐτοῖς ὥρας οὐδὲν ὅ, τι οὐκ ἔδρα.
1.131
Τὸν δὴ ἐντεῦθεν μέχρι τῆς ἐπὶ Πέρσας ἐξόδου χρόνον τοῖς μὲν ἄλλοις ἄλλ’ ἄττα, πλέον δὲ ἐμοὶ παρ’ ἐκείνου τὸ φίλτρον, καὶ διετέλει δὴ λέγων, ὅτι δώσω σοι δῶρον ἐξελαύνων, ὃ οὐκ ἂν ὥσπερ τἄλλα φύγοις. δεδειπνηκότες οὖν, ἐβιάσθην γὰρ παρ’ αὐτοῦ, ὦ ἄνθρωπε, φησίν, ὥρα σοι τὸ δῶρον δέχεσθαι. καὶ ἐγὼ μὲν οὐκ εἶχον, ὅ, τι αὖ τοῦτό ἐστιν, εἰκάσαι· ὁδὲ δοκεῖς μοι, φησίν, εἰς μὲν τορας κατὰ τοὺς λόγους τελεῖν, ἀπὸ δὲ τῶν ἔργων ἐν φιλοσόφοις γεγράφθαι. καὶ ἥσθην εἰπόντος, ὥσπερ ὁ Λυκοῦργος ἐπὶ τοῖς εἰς αὐτὸν παρὰ τοῦ θεοῦ· καὶ γὰρ ταῦτα ὑπὸ τοῦ θεοῖς συνοικοῦντος εἴρητο.
1.132
προπεμπούσης δὲ τῆς βουλῆς καὶ δεομένων ἀφεῖσθαι τὰ ἐγκλήματα, Ταρσοῖς, πόλει Κιλίκων, δώσειν αὑτὸν εἰπών, ἢν ὁ θεὸς ἀποσώζῃ, καίτοι μοι δῆλον, ἔφη, τὸ πρὸς ταῦτα γενησόμενον, ὡς ἐν πρεσβεύσοντι τὰς ἐλπίδας ἔχετε, τὸν δὲ καὶ αὐτὸν ἐκεῖσε μετ’ ἐμοῦ δεήσει βαδίζειν. ἀσπασάμενος δή με δακρύοντα οὐ δακρύων ἤδη βλέπων τὰ τῶν Περσῶν κακά, γράμματα ὕστατα πέμψας ἀπὸ τῶν τῆς ἀρχῆς ὅρων ἤλαυνε γῆν τέμνων, κώμας ἁρπάζων, φρούρια λαμβάνων, ποταμοὺς διαβαίνων, τείχη κατασείων, πόλεις αἰρῶν·
1.133
καὶ τούτων ἕκαστον ἤγγελλε μὲν οὐδείς, τὴν δὲ τῶν ὁρώντων ἡμεῖς ἡδονὴν ἡδόμεθα πιστεύοντες, ὅ δὴ καὶ ἐγίγνετο, γε· νήσεσθαι, πρὸς τὸν ἄνδρα ἀποβλέποντες. ἀλλ’ ἡ Τύχη γὰρ τὰ αὐτῆς, κωμάσαντος γὰρ κατὰ Περσῶν τοῦ στρατοῦ φόνοις τε καὶ τροπαῖς ἀγῶσί τε γυμνικοῖς καὶ ἱππικοῖς, ἃ κατεθεῶντο ἀπὸ τῶν ἐπάλξεων οἱ Κτησιφῶντος οἰκήτορες οὐδὲ τῷ πάχει τοῦ τείχους πιστεύειν ἔχοντες, τοῦ τε Μήδου διὰ πρεσβείας τε καὶ δώρων ἐγνωκότος ἱκετεύειν, μηδὲ γὰρ νοῦν ἔχειν πρὸς δαίμονα ἄνδρα μάχεσθαι, τῶν δὴ πρέσβεων ἐπὶ τοὺς ἵππους ἀναβαινόντων αἰχμὴ τοῦ σοφωτάτου βασιλέως τεμοῦσα τὴν λαγόνα βρέχει τῷ τοῦ νενικηκότος αἵματι τὴν τῶν ἡττωμένων γῆν καὶ ποιεῖ τὸν πεφρικότα τῶν διωκόντων κύριον.
1.134
τῷ μὲν δὴ Πέρσῃ παρ’ αὐτομόλου τινὸς μαθεῖν ὑπῆρξεν, ἐν ὅτῳ εἴη τύχης, ἡμῖν δὲ τοῖς Ἀντιοχεῦσιν ἀνθρώπων μὲν οὐδείς, σεισμοὶ δὲ ἐγίγνοντο τοῦ κακοῦ μηνυταὶ πόλεων τῶν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ τῶν μὲν μέρη, τὰς δὲ ὅλας κατενεγκόντες· ἐδόκει γὰρ ἡμῖν ὁ θεὸς μεγάλοις πάθεσι μέγα σημαίνειν. εὐχομένων δὲ μὴ τὰ ὄντα δοξάζειν πικρὸν διὰ τῶν ὤτων τρέχει τῆς ἀγγελίας βέλος, Ἰουλιανὸν μὲν ἐκεῖνον ἐν σορῷ φέρεσθαι, τοῦ δεῖνος δὲ γεγενῆσθαι τὸ σκῆπτρον, Περσῶν δὲ Ἀρμενίαν τῆς τε ἄλλης ὁπόσον ἐβούλοντο γῆς.
1.135
εὐθὺς μὲν οὖν εἰς ξίφος εἶδον, ὡς ἁπάσης σφαγῆς τέρας τῆς ζωῆς ἐσομένης. ἔπειτα ἐνενόησα τὸν τοῦ Πλάτωνος νόμον καὶ ὡς αὐτὸν οὐ λυτέον τὴν τοιαύτην δὴ λύσιν καὶ ὡς οὕτως ἐλθὼν εἰς Αἵδου τε καὶ παρ’ ἐκεῖνον ἐν αἰτίαις ἂν εἴην ὧδε τετελευτηκώς· πάντως γὰρ ἂν ἐμέμφετο μὴ τὰ ἀπὸ τοῦ θεοῦ περιμείναντι. πρὸς δὲ καὶ ἐδόκει μοι χρῆναι λόγοις ἐπιταφίοις τὸν ἀπελθόντα τιμᾶν.
1.136
Τοῦτο μὲν οὖν οὕτω διὰ ταῦτα ἔσχε, λόχον δέ τινα διαφεύγω βουληθείσης τῆς Τύχης. οἱ γὰρ αὖ τῶν μὲν πρὸ τοῦ καιρῶν ἐν βασιλείοις πρὸς ἰσχὺν ἀ πολαύσαντες, τότε δὲ τὰ αὑτῶν ἠναγκασμένοι πράττειν ὑπὸ Φρυνώνδου τινὸς ἀναπεισθέντες, ὡς ἐμὲ δεινὰ αὐτοὺς εἰργάσθαι δι’ ἐπιστολῆς εἰς Βαβυλῶνα ἡκούσης, ὑφ’ ἦς ἂν αὐτοῖς δυσμενὴς ἐπανῆκεν ἐκεῖνος, ζονται παρὰ συγγενῆ με γυναῖκα εἰσιόντα συλλαβόντες εἰς τὸν κῆπον, οὗ τὰς βουλὰς ἐβούλευον, εἰσαγαγόντες κτεῖναι· καὶ γὰρ ἂν δῶρα σφίσι παρὰ τοῦ τὰ σκῆπτρα λαβόντος γενέσθαι.
1.137
τοῖς μὲν δὴ ἡτοίμαστο τὰ ῥόπαλα, τῶν δέ τις ταυτὶ μὲν συνειδότων, τοῦ δὲ ἔργου κοινωνεῖν οὐκ ἐθελόντων, πρὸς ἐμὲ δὲ οὐ μάλα οἰκείως ἐσχηκότων τῆς θεοῦ πεμπούσης ἀφεκτέον εἶναί μοι τῶν παρὰ τὴν γυναῖκα ἐκείνην ὁδῶν ἔφη, κερδανεῖν γάρ, ὅ, τι δὲ ἦν τὸ δεινόν, ἀπαιτοῦντι τουτὶ δὲ οὐ προσέθηκε. θαυμαζούσης οὖν, ὡς οὐ τὰ αὐτὰ ποιοίην, τῆς γυναικὸς ἀπεκρινάμην ἀφ’ ὧν ἠκηκόειν. καὶ ἣ διερευνωμένη νοῦν τε ἔχοντα καταμαθοῦσα τὸν φόβον παύσασά τε ἐξαπατωμένους ἐπῄνεσε τὸν ἐξελόμενον αὐτῇ τοιούτου μύσους τὴν οἰκίαν δαίμονα.
1.138
Μετὰ ταῦτα τοίνυν ἀνὴρ βάρβαρος ἐξώργιζε τὸν κρατοῦντα ἐπ’ ἐμὲ λέγων, ὡς οὐ παυοίμην θρηνῶν τὴν τοῦ πεσόντος πληγήν. ὁ δὲ ἔμελλε μὲν ἀπολεῖν με κακῶς δίκην ὀδύνης πραττόμενος, ἀνὴρ δέ τις Καππαδόκης ἀγαθός, συμφοιτητὴς ἐμός, παρ’ ἐκείνῳ δὲ μέγας, καὶ τίνα ἂν ἔχοις, ἔφη, ψυχήν, εἰ ὁ μὲν κέοιτο ἀποθανών, ζῶντες δὲ οἱ λόγοι περιφοιτῷεν τὴν γῆν ὑπ’ ἐκείνου περὶ τῆς σῆς γεγραμμένοι φύσεως; τοσαῦται μὲν αἰ τρικυμίαι, τοσαῦται δὲ αἱ ἀρωγαί.
1.139
Τὰ δὲ ἐπὶ τούτοις ἦν μὲν Ὀλύμπια τὰ παρ’ ἡμῖν, ἔτος δὲ ἐμοὶ πεντηκοστόν ἐπιθυμία τε τῆς πανηγύρεως ὑπερφυής· παρακύψας δὲ ἐπὶ τὰ πρῶτα τῆς ἑορτῆς δεσμώτης ἦν, οὐκ ἄρχοντος δήσαντος, ἀλλὰ ποδάγρα τότε πρῶτον πολλή τις ἐπιπεσοῦσα καὶ χαλεπὴ πυνθάνεσθαι τῶν εἰσιόντων ἠνάγκαζε ῥώμης τε πέρι καὶ τέχνης τῶν ἀθλητῶν, ἡ δὲ ὥσπερ ἐν ἐκεχειρίαις μικρὸν διαλιποῦσα πάλιν ἠκόντιζε καὶ πολλάκις γε ἑκάτερον.
1.140
ἰατροὶ δὲ νενικῆσθαι μὲν ὡμολόγουν, παρεμυθοῦντο δὲ μετατιθέντες ἀπὸ τῆς κεφαλῆς ἐπ’ ἐκείνους τῷ λόγῳ τὴν νόσον· τὸ γὰρ αὐτὸ ποσὶ μὲν κακόν, τῇ δὲ ἔσεσθαι ἀγαθόν. ἦν δὲ ἄρα τοῦτο φλυαρία, ἐπεὶ τό γε ἐκείνην κατειληφὸς εἴχετο τῶν ἄνω καὶ τοσοῦτόν γε ἀπέσχον οἱ πόδες ὀνῆσαί τι τὴν κεφαλήν, ὥστε ὥσπερ ἂν ἀπὸ τῶν ἐν αὐτοῖς κακῶν μοῖράν τινα ἐκεῖσε πέμψαντες χαλεπώτερα τἀκείνης ἐποίησαν.
1.141
οὔκουν ἐπὶ τοῖς πρὸ τοῦ φόβοις ἐ ταραττόμην μόνοις, ἐν οἶς καὶ τοῦτο ἦν, μὴ τὴν πόλιν ἡμῖν ἁρπάσαντες ἄνεμοι φέροντες εἰς τὸν Ὠκεανὸν ἐμβάλωσιν, ἀλλ’ ἔδεισα μέν, ὦ ἄνδρες, καὶ τὸν τῶν ἀπαντώντων ὄχλον, ἔφυγον δὲ τὰ μέσα τοῦ ἄστεος, ἔδεισα δὲ μεγέθη λουτρῶν, ἔδεισα δὲ οἰκίας πλὴν τῆς ἐμαυτοῦπάσας νεφέλης μὲν ἐπὶ τὰ ὄμματα ἐρχομένης, τοῦ πνεύματος δὲ εἰς μικρὸν συστελλομένου, τὴν φαλὴν δὲ ἰλίγγων κατεχόντων, δόξης δὲ ἀεὶ τοῦ πεσεῖσθαι παρούσης, ὥστε ἐσπέρας ᾔδομεν ἐπ’ αὐτῷ τὴν Τύχην ἐν κέρδει τὸ μὴ πεπτωκέναι ποιούμενοι.
1.142
ἓν ἐνῆν ἐκείνοις μέτριον, ὅτι μήτε τοὺς λόγους μήτε τοὺς νέους ἐφεύγομεν· αὐτὸ γὰρ δὴ τοῦτο ἦν ἡ παραψυχὴ τὸ ὡς ἥδιστα περὶ ταῦτα πονεῖν οἴκοι τε ἐπὶ τῆς κλίνης ἐπί τε τοῦ σκίμποδος ἐν τῷ διδασκαλείῳ· τὸ δὲ ἐφ’ ἑκάτερον κομισθῆναι παρακινδύνευσις, αἱ δὲ ἐπιδείξεις ἐκποδών, ἀηδὴς δὲ φίλος προσιών. ὥσπερ δὲ οἱ πελάγη διαβάλλειν μέλλοντες καλοῦσι Διοσκού ρους, οὕτως ἡμῖν οἴκοθεν ἐξιοῦσιν ἐκαλοῦντο θεοὶ κωλυταὶ γενέσθαι τῶν ἐν ἐλπίσιν ἀσχημόνων.
1.143
καὶ ὁ κλύδων οὗτος ἔτη τέτταρα ἐπεκράτει, καὶ καταφεύγω δι’ πρὸς πρὸς τὸν ἕτοιμον ἀμύνειν, τὸν μέγαν Ἀσκληπιόν, καὶ φράσαντος οὐ καλῶς ἀφεστάναι με τῶν εἰωθότων πίνω τε οὗ πάλαι φαρμάκου, καὶ ἦν μέν τι κέρδος, οὐ μὴν παντελῶς γε ἐξελήλατο τὸ κόν. ἴφη δὲ ὁ θεὸς καὶ τοῦτο χαριεῖσθαι. ἐγὼ δὲ ᾔδειν μέν, ὡς οὐκ εὐσεβὲς ἀπιστεῖν ἐγγυητῇ τοιούτῳ, θαυμάζειν δὲ ὅμως παρῆν, εἰ καὶ ταύτης εἶναί ποτε δόξαιμι τῆς χάριτος ἄξιος. καὶ ἦν μὲν ἔτος ἕβδομον ἐπὶ τοῖς πεντήκοντα λῆγον ἤδη, τρισὶ δ’ ἐνυπνίοις ὁ θεός, ὧν τὼ δύο μεθημερινώ, μέρος οὐ μικρὸν ἑκάστῳ τοῦ νοσήματος ἀφῄρει καὶ κατέστησεν εἰς τοῦτο, ὃ μήποτε ἀφέλοιτο.
1.144
οὕτω δὴ τοῦ βασιλέως ἥκοντος τὴν αἴγλην τήν τε ἀπὸ τῶν ὅπλων τήν τε ἀπὸ τῶν δρακόντων ἠχώ τε ὀργάνων ὑπέμεινα συμμιγῆ, μηδ’ ἂν διηγουμένου πρότερον ἀνασχόμενος. καὶ οὐ πολὺ ὕστερον δῶρον αὐτῷ λόγον εἰσῆγον, ἐφ’ ᾧ πλέον ἢ ὅτε τὰ ἔργα ἔπραττεν ἡσθῆναι βασιλεὺς ἐδόκει. καίτοι τῶν μειζόνων γε ἀνήκοος ὧν ἐν Σκύθαις ἐπεδέδεικτο ἐμεμενήκει. τοῦ γὰρ δὴ ἡμίσεος διὰ μῆκος ἀ ναβεβλημένου δείσαντες οἶς οὐκ ἄμεινον τέρπεσθαι λειμῶσιν ἀληθινοῖς τὸν βασιλέα Μουσῶν, ἐν τοῖς εἰρημένοις ἱστᾶσι τὴν ἀκρόασιν, λεγόντων δὲ ἑτέρων φόβος δείς, ταυτὶ δὲ αὐτοῖς τῆς Γοργοὺς φοβερώτερα. βασιλεῖ γε μὴν καὶ ἀπὸ τούτων οὐκ ἐν ἀγνοουμένοις ἐγώ.
1.145
Σὸν ἔργον, ῶ δαῖμον, καὶ τὸ τεθῆναι νόμον τῶν παίδων τοῖς νόθοις ἐπίκουρον. τὸ μὲν οὖν ἐπὶ νοῦν τε αὐτὸν τῷ πρεσβυτέρῳ τοῖν βασιλέοιν ἐλθεῖν ἕνα τε τῶν κρατούντων τοῖς ἐκείνου γεγονέναι γράμμασι, κοινῆς τοῦτο ἔστω τῆς τῶν ἐν χρείᾳ τοῦ νόμου καθεστηκότων τύχης, τὸ δὲ τὸν νεώτερον ἥκιστα αὐτὸν ἐπαινοῦντα μάλιστα ἐπαινοῦντα φανῆναι ποιῆσαί τε κύριον, ἐπειδή με ἐξουσίας τῆς ἀπ’ αὐτοῦ δεόμενον ᾔσθετο, πῶς οὐκ ἂν ἐν δίκῃ τῆς ἐμῆς κριθείη τύχῆς; ἥ με πολλῆς τε καὶ βαρείας ἠλευθέρωσεν ἀνίας, ὡς τῆς αὐτῆς ἡμέρας τελευτὴν μὲν ἐμοί, πτωχείαν δὲ ἐκείνῳ τὴν ἐσχάτην οἰσούσης.
1.146
Ἀλλὰ μὴν τό γε ἐχθρούς— καὶ μή με οἰ έ σθω τις τὴν Ὁμήρου συμβουλὴν παραβαίνειν τὴν οὐκ ἐπιτρέπουσαν ἐπὶ κταμένοις ἀνδράσιν εὐ χετά ασθαι, οὐ γὰρ ἀπὸ τοιαύτης γε μνησθήσομαι τῆς γνώμης, ἀλλ’ ὅπως μηδὲ τοῦτ’ ἄρρητον εἴη τῶν πὰρ ἐκείνης δεδομένων— οἱ τοίνυν ἐπ’ ἐμὲ μηδενὸς μὲν λόγου, μηδενὸς δὲ ἔργου, μηδεμιᾶς δὲ ἀποσχόμενοι τέχνης, ἀλλ’ οἱ μὲν ὀνείδεσι περιβάλλειν ἀποχρῆν νομίσαντες, οἱ δὲ πᾶν μικρόν, εἰ μὴ καὶ ἀποκτείναιεν, οἱ δὲ οἶς ἦν ἡδὺ καὶ ταύρου τὸν νεκρὸν ἐκδήσαντας ἀφεῖναι διὰ πετρῶν φέρεσθαι, τούτους τοίνυν τοὺς πάλαι μὲν πολεμοῦντας, ἐγκαλεῖν δὲ οὐδὲν σὺν ἀληθείαι γε ἔχοντας προαπήνεγκεν ὁ δαίμων ἡμῶν γε ἡσυχαζόντων καὶ οὐδ’ ὅσον ἀραῖς ἀμυνομένων· τί γὰρ δὴ ἔδει καταρᾶσθαι πάντα ἐπισταμένου τοῦ δαίμονος, τὸν ἀδικοῦντα, τὸν ἀδικούμενον, τὸν ὀφείλοντα δίκην, ᾧ τὴν δίκην ὤφειλεν.
1.147
ἦν δέ τι καὶ πρὸ τοῦ θανάτου τοῖς πολλοῖς θανάτου παρά γε σώφροσιν ἀνθρώποις δεινότερον τὸ πολλὰ κακὰ ἐπιδόντας εἶτα οὕτως ἀπελθεῖν· ὧν ἔν τι καὶ τὸ τῶν αἰδοίων τοῦ μοιχοῦ λαβόμενον τῇ χειρὶ ξυρῷ τὰ πάντα ἀμῆσαι.
1.148
Τούτοις ἄξιον ἐκεῖνο προσθεῖναι σμικρόν τε καὶ οὐ σμικρόν· ὑμῶν μὲν γὰρ ἴσως τῳ μικρολογεῖσθαι δόξω, δηχθεὶς δὲ αὐτὸς τὴν ψυχὴν οἶδα καὶ ἐπὶ μεγάλῳ τοῦτο παθών. ἦν μοι ἡ Θουκυδίδου συγγραφὴ, γράμματα μὲν ἐν μικρότητι χαρίεντα, τὸ δὲ σύμπαν οὕτω ῥᾴδιον φέρειν, ὥστ’ αὐτὸς ἔφερον παιδὸς ἀκολουθοῦντος καὶ τὸ φορτίον τέρψις ἦν. ἐν τούτῳ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων μαθὼν ἐπεπόνθειν, ὅπερ ἴσως ἤδη τις καὶ ἕτερος· οὐ γὰρ ἂν ἐξ ἑτέρας βίβλου ταῦτ’ ἂν αὖθις ἐπῆλθον πρὸς ἡδονήν.
1.149
ἐπαινῶν δὴ πολλὰ καὶ πρὸς πολλοὺς τὸ κτῆμα καὶ εὐφραινόμενος μᾶλλον ἢ Πολυκράτης τῷ δακτυλίῳ κλέπτας αὐτῷ τοῖς ἐπαίνοις ἐπῆγον, ὧν τοὺς μὲν ἄλλους εὐθὺς ᾕρουν, ὁ δέ γε τελευταῖος πυρὰν ἀνῆψε τοῦ μὴ ἁλῶναι, καὶ οὕτω δὴ τοῦ ζητεῖν μὲν ἐπεπαύμην, τὸ μὴ λυπεῖσθαι δὲ οὐκ εἶχον. ἀλλὰ καὶ τὸ κέρδος μοι τὸ παρὰ τοῦ Θουκυδίδου μέγα ἂν γενόμενον μεῖον ἤρχετο διὰ τὸ σὺν ἀηδίᾳ γράμμασιν ἑτέροις ὁμιλεῖν.
1.150
ἀλλὰ καὶ τοῦτο μέντοι τὸ οὕτως ἀνιαρὸν βραδέως μέν, ὅμως δὲ ἰάσατο ἡ Τύχη. διετέλουν μὲν γὰρ πρὸς τοὺς ἐπιτηδείους γράφων αὐτὸ μετὰ λύπης, τῷ λόγῳ μέτρα τε διηγούμενος καὶ οἷον μὲν τὰ εἴσω, οἷον δὲ τὰ ἔξω καὶ ποῦ νῦν ἄρα καὶ ἐν τίνος χερσί. νέος δέ τις, πολίτης ἐμός, ἐωνημένος ἧκεν ἀναγνωσόμενος, καὶ ὁ διδάσκαλος ἀνεβόησε τοῦτ’ ἐκεῖνο, τοῖς γνωρί σμασιν ἐλῶν, καὶ ἧκεν ἐρωτῶν, εἰ μὴ ἁμαρτάνοι δόξης. λαβὼν οὖν ἐγὼ καὶ ποιήσας, οἷα ἄν τις ἐπὶ παιδὶ τὸν ἴσον μὲν ἀφανισθέντι χρόνον, φανέντι δὲ οὐ προσδοκηθέντι περιχαρὴς ἀπηλλαττόμην καὶ τότε εὐθὺς καὶ νῦν οἶδα τῇ θεῷ χάριν. γελάτω δὲ ὁ βουλόμενος, ὡς ὑπὲρ φαύλου μακρολογήσαντος, ἀδεὲς γὰρ δήπουθεν ἀπαιδεύτου γέλως.
1.151
Ἐφ’ ᾧ δ’ ἂν μάλιστα νομιζοίμην ἄθλιος, ἤδη φράσω. εἰ γὰρ αὖ πατὴρ ὅστις πολλοὺς μὲν παῖδας παρέδωκε μνήμασι, πολλαῖς δὲ κλίναις σώματα τούτων γε φερούσαις ἠκολούθησεν, ἄθλιος, πῶς οὐχὶ καὶ αὐτὸς ἂν ἐν δυστυχοῦσιν ἀριθμοίμην, οὐ πολλοὺς μόνον, ἀλλὰ καὶ ἀγαθοὺς παῖδας τοὺς μὲν αὐτὸς θάψας, τοὺς δὲ ἐν σοροῖς ξένους νεανίσκους εἰς τὴν οἰκείαν ἀποπέμψας.
1.152
ὥσπερ γὰρ ὁ Θρασύβουλος τοὺς τῶν ἀσταχύων ὑπερέχοντας ἐξέκοπτεν, οὕτως ἡ Τύχη τῶν ὁμιλητῶν τοὺς ἀρίστους ἥρπασεν, ἀρξαμένη μὲν ἀπὸ τῶν ἐν Βιθυνίᾳ διατριβῶν, προελθοῦσα δὲ εἰς τόδε, ἀεὶ φειδομένη μὲν οἱ οὐκ ἂν ἐξέλαμψαν, τοὺς δὲ ἤδη τε ἐν δόξῃ καὶ αὖ τοὺς ἐσομένους ἀφῄρει.
1.153
λέγω οὖν πρὸς τοὺς οἰομένους τι γειν, ἐπειδὰν ἐρωτῶσι τίνας δὲ ἡμῖν ἀπέφηνε ῥήτορας; ὅτι ἐλθόντες εἰς Αἵδου θεάσαιντ’ ἂν οὐκ ὀλίγους. ὧν οἰχομένων ἐζημίωνται μὲν βουλαὶ καὶ διοικήσεις πόλεων, ἐζημίωνται δὲ δίκαι λόγων τῷ δικαίῳ συμμάχων ἐστερημέναι, ἐζημίωνται δὲ θρόνοι, ὧν τοὺς μὲν Ἑρμῆς, τοὺς δὲ ἐφορᾷ Θέμις.
1.154
Καὶ μὴν καὶ τόδε δυστυχοῦς ἐν ἀσθενείαι τε καὶ ἀτιμίᾳ καὶ προπηλακισμῷ τῶν λόγων λόγους διδάσκειν καθήμενον ἑτέρων ὄντων, ἐν οἷς αἱ ἐλπίδες·?? οὓς εἰ μὲν μὲν μὴ ἠπίστασθε, τοῦ διδάξοντος ἂν ἔδει· νῦν δὲ ἴστε μὲν οὓς μακαρίζετε· παρ’ οἷς οἱ πλοῦτοι, ἴστε δὲ οὓς ἐλεεῖτε· παρ’ οἷς οἱ λόγοι.
1.155
εἴποι ἂν οὖν ἡ Τύχη καθάπερ ἐν δράμασι λαβοῦσα φωνὴν, ὅτι εἰ καὶ μυρίοις ἐναντιώμασιν ἡ τέχνη σοι πεπολέμηται, τοῦτό γ’ ἂν ὁμολογήσαις, ἒν πολλῶν ἀντάξιον πὰρ ἐμοῦ σοι γενέσθαι, τό τε εἰς πλῆθος ποιῆσαι λόγους τό τε οὕτω δόξαι τοὺς ποιηθέντας εἶναι καλούς, ὥστ ἔτι ζῶντος, ἐν ᾧ καὶ φθονεῖσθαι ἀνάγκη, τὰς τῶν βιβλογράφων δεξιὰς τὰς πολλὰς ὀλίγας ἐλέγχεσθαι τῷ πλήθει τῶν ἐραστῶν. τοιγάρτοι πᾶν ἐργαστήριον λόγῶν καὶ τούσδε δείκνυσιν ὁμοίως ἐν παιδευομένων τε καὶ παιδευόντων χερσί. καὶ τούτων, ὦ ἄνδρες, οἶδα τῇ Τύχη χάριν καὶ αἰτῶ γε παρ’ αὐτῆς ἀεὶ βελτίω παρέχειν τὰ δεύτερα.
1.156
Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως με διεφυγέτην Αἰθέριός τε καὶ Φῆστος, Σύρων μὲν ἄρχων ἑκάτερος, ἄρξαντες δὲ πρὶν ἢ Βάλεντα δεῦρ’ ἥκειν. ὁ μὲν οὖν φωνῆς Ἑλλάδος ἄπειρος ἦν, ὁ Φῆστος, παραπαίων ἄνθρωπος, ἀλλ’ ὅμως αὐτὸν οὐδὲ τοῦτο ἔπεισε διωσασθαι τὴν ἀρχήν, ἐλθὼν δὲ δείλης εἰσάγων ὡς ἑαυτὸν Εὔβουλον καὶ συνὼν αὐτῷ δι’ ἑρμηνέως πιστοῦ, ὁ δ’ ὡμολόγει τῆς ἐμῆς ἐπιθυμεῖν τελευτῆς, ὅπως αὖθις εἶναί τι δόξειεν. ἐπώλει οὖν Εὐβούλῳ τὸ μισεῖν ἐμὲ Φῆστος ὧν καθ’ ἑκάστην ἤσθιε τὴν ἡμέραν· ἦσαν δὲ χῆνες πίονες ἐκείνῳ καὶ οἶνος ἡδὺς καὶ φασιανοί.
1.157
ἔβλεπέ τε οὖν με οὐχ ὡς ἥδιστα ὁ Φῆστος καὶ ὡς περὶ κακοῦ τοὺς λόγους ἐποιεῖτο καὶ ὁπόσα ἐξῆν, ἔπληττε. καί ποτε θέατρον μέν μοι συνείλεκτο, λῦσαι δὲ τοῦτο πειρώμενος ἐπὶ γράμματα βασίλεια τοὺς καθημένους ἐκάλει, ὡς δὴ ἐπὶ τῷ τέλει τῆς ἀναγνώσεως ἐξελῶν, καὶ ὑπογραφεῖς ἅμα παρῆσαν γραψόμενοι τὰ τῶν οὐκ ἀναπηδώντων ὀνόματα· ᾤετο γάρ με μαχεῖσθαί τε καὶ οὐκ ἐπιτρέψειν ἀπελθεῖν, τὸ δὲ ἀρκέσειν εἰς θάνατον. ἐνταῦθα οἱ μὲν ὑπ’ ἀνάγκης ἐξῄεσαν πολλάκις μεταστρεφόμενοι πρὸς ἐμέ τε καὶ τὰ ῥ ηθησόμενα, οἷς δὲ ἐξῆν ἀκούειν, ἤκουον, ποθοῦντες δὲ τὴν οὐχ ἑκοῦσαν οἰχομένην μοῖραν.
1.158
ἐμίσει μὲν οὖν καὶ ἐπεβούλευε, τοῦ μίσους δὲ οἶδα τῇ Τύχῃ χάῥὶν, ἥ γέ με οὐκ ἐποίησε φίλον ἀνδρὶ δείσαντι μετὰ ταῦτα ὕστερον μὴ φθάσῃ τὸν ἐκείνου σίδηρον ἡ νόσος ἀπενεγκοῦσα τὸν Μάξιμον. ὁ δὲ ὡς ἐνίκησε ταύτην τὴν νίκην, ἐγάννυτο ὁ κακοδαίμων, οὐ μὴν ἐμέ γε ἴσχυσε, προσκυνῶ δὲ τὴν Ἀδράστειαν, καίτοι τοῦτό γε ῥάπτων διὰ Μαρτυρίου, Πισίδου τινὸς ἀνθρώπου, χαίροντος μὲν ἀθληταῖς, ἀμέμπτου δὲ ἄλλως, δοκοῦντος δὲ τῷ Φήστῳ γόητος διὰ τὸ προσκεῖσθαι παλαισταῖς.
1.159
περὶ τούτου μόνος πρὸς μόνον τὸν Βάλεντα εἰπών, ὡς ἐμέ τε ἂν ἐν αὐτῷ ῥᾳδίως καὶ τὸν Εὐτρόπιον ἕλοι, σπεύδων ᾤχετο εἰς Ἰωνίαν ἐπὶ τὴν ἀρχήν, ὥστε γέλωτα πολὺν ἐν τῷ δικαστηρίῳ τὸν Μαρτύριον παρασχεῖν οὐκ ἐχόντων τῶν δικαζόντων?? μαθεῖν, ἥτις ἡ ἀρχὴ τῷ τοῦτον ἀχθῆναι γένοιτο, τῆς ἀρχῆς τοῦ πράγματος ἐν σκότῳ γεγενημένης. Φήστῳ μὲν οὖν ἆθλον τῆς κακίας ἐγένετο γάμος, νέα μὲν γυνή, συχνὴ δὲ οὐσία, καὶ νῦν ἐν πόλεσιν ἃς ἐκένωσε, τρυφᾷ.
1.160
Αἰθέριος δὲ τέθνηκε μὲν πολλὰ δὴ καὶ μεγάλα πρότερον ἐπιδὼν κακὰ καὶ τό τε λαλεῖν τό τε ἀκούειν ἀποβαλών. γίνεται δὲ καὶ αὐτὸς εἰς ἐμὲ κός, ὥσπερ ἀχθόμενος, ὅτι με ἐν Βιθυνίᾳ προὐβέβλητο καὶ ὁπότε τι δείσειεν, ἐπ’ ἐμὲ κατέφευγε. τὰς μὲν δὴ εἰς τοὺς λόγους ὕβρεις αὐτοῦ παραλειπτέον, ἐν αἷς ἐχαρίζετο πάνυ μὲν ἀνδρὶ πλουσίῳ, παῖδας δὲ οὐ κεκτημένῳ.
1.161
ἀλλ’ οὗτός γέ ἐστιν ὁ στήσας με ἐν μέσῳ πολλῶν μὲν ἡνιόχων, πολλῶν ἱπποκόμων, οἷς τε ἔργον ἀναπεταννύναι τοῖς ἅρμασι τὰς θύρας· ὧν τοὺς μὲν ἔπαιε, τοὺς δὲ ἠπείλει κατακαύσειν, ἑνὸς δέ τινος ἡνιόχου γέροντος καἰ πλευράς, ἐφ’ ᾧ δὴ καὶ μέγα ἐβόησεν ὁ λεώς, κατέτεμνεν, ἐμοὶ δὲ ἦν πόνος οὐ μικρὸς μὴ τὸ αἷμα ἰδεῖν. καὶ ταῦτα ἀπὸ ψιλῆς αἰτίας ἀνδρὸς ἐποίει μαινομένου δεικνύντος τε τὴν μανίαν κἀν τοῖς ἐν αὐτῇ γιγνομένοις τῇ δίκῃ.
1.162
οὗτος ἦν ὁ κἀμὲ κελεύσας εἰσάγειν, ὡς δὴ τῆς Φιλουμένου τείας ἐν ἐμοὶ τὸν ἔλεγχον ἔχων· ὁ δὲ ἔλεγχος ἦν, παρῄνουν αὐτῷ μὴ συκοφαντεῖν, ἀλλ’ ἀπηλλάχθαι πραγμάτων. καὶ τοῦτο ἦν, ἐφ’ ᾧπερ ἐκαλούμην. τῷ δὲ οὐδὲν ἐδόκει δεινὸν ἐμὲ ἐφ’ οὕτως ἀνοήτοις εἰσελθόντα ἑστάναι. καὶ ἐγὼ μὲν ἐξῄειν ἐλεῶν τὸν δικαστήν, ὁπόσον ἀπέχων νοῦ δικάζειν ἠξίου, τῶν δὲ φίλων λοὶ συνέρρεον ἄλλος ἄλλο τι πρὸς παραμυθίαν μένος. ἐποίουν δὲ οὐδὲν αὐτοὺς δεῖσθαι τουτωνὶ τῶν σκεμμάτων. οὕτως οὐκ ἐτετρώμην.
1.163
Φιδήλιος δὲ ἦν μὲν Φήστου πολίτης, ἄγριος ἄνθρωπος, ἀρχὴ δὲ αὐτῷ τῶν βασιλέως ἐπιμελεῖσθαι χρημάτων, φιλία δὲ πρὸς τὸν Εὔβουλον ἀφ’ ὧνπερ καὶ τῷ Φήστῳ. ἔχων τοίνυν αὐτὸν πειθόμενον ἐκ πολλῶν δόρπων τε καὶ συμποσίων κινεῖ τε ἐπ’ ἐμὲ καὶ συνεβούλευε δίκην λόγου λαβεῖν. τὸν δὲ λόγον, τοῦ τυράννου μὲν ἐγκώμιον, γεγράφθαι, κεῖσθαι δὲ πὰρ ἐμοὶ τῷ συγγραφεῖ. ῥᾷστον δὲ εἶναι δι’ ὑπηρετῶν ἑλεῖν.
1.164
ἔδοξεν οὖν ἐκείνω κάλλιον εἶναι τὸν στρατηγὸν ἐπὶ τοῦτο προσλαβεῖν, πολλοῦ μὲν ἄξιον Ἰουλιανῷ γενόμενον, πολλοῦ δὲ ὄντα τότε τῷ Βάλεντι, φοβερὸν μὲν πολεμίοις, φοβερὸν δὲ τῶν οἰκείων τοῖς κακοῖς, αἰδούμενον δὲ καὶ σοφίαν καὶ λόγους, λόγου δὲ ἐν σοφῶν συνουσίαις οὐκ ἀποροῦντα· τουτὶ δὲ αὐτῷ παρὰ τῆς φύσεως ἦν.
1.165
οὗτος ὁ Λουπικῖνος αὐτὸν μέν με οὐδεπώποτε Ἰδῶν, παρὰ φήμης δὲ ἴσως τινὸς περὶ ἐμοῦ τι δεξάμενος πρὸς μὲν τὸν εἶπε· σίγα, ὦ φιλότης, καὶ ἐν ἡμῖν ταῦτα ἱστάσθω. μεταπεμψάμενος δὲ ἐμὲ ποιεῖταί τε φίλον καὶ ἐπαγγέλλειν, εἴ του δεοίμην, ἐδίδου παρεκάλει τε τοὺς τῶν ἑδῶν τούτους καταγελῶντας, τοὺς τοῦ οὐρανοῦ κληρούχους, ἀφέντας ἃ ἀλαζονεύονται, τἀμὰ ζηλοῦντας ὁρᾶσθαι. τοιαῦτα μὲν ἀνέσεισεν ὁ δαίμων, τοιαῦτα δὲ καὶ ἐ κοί μισεν, οὐχ ὡς πεποιημένου μοι τοιοῦδέ τινος λόγου, ἀλλ’ ὅτι τῆς πρώτης πείρας ἁμαρτὼν ὁ Φιδήλιος προὔ βαινεν ἂν ἐπιβουλεύων, ἕως ἔργου τύχοι.
1.160
ὑπῆρξε δέ μοι καὶ ἀμείψασθαι τὸν οὐχ ὑπαχθέντα ἄνθρωπον· παρὰ μὲν γὰρ τοῦ κρατοῦντος ἦν αὐτῷ τὸ ἐν ὑπάτοις εἶναι, παρ’ ἐμοῦ δὲ Ἀρχέλαος. καὶ ἐτιμώμην ἄλλοις τε οὐκ ὀλίγοις καὶ δὴ καὶ ᾠήθη δεῖν ἐλθὼν ὡς ἐμὲ προσειπεῖν πατὴρ γινόμενος τῆς τιμῆς, οὐ γὰρ ἦν ὃν ἐμιμεῖτο, ἀλλ’ ἐγὼ τοῦτο αἰσθανόμενος φθάσας ἐ δεή θην ἔν τι, προελέσθαι μεῖναι τὸν γέροντα, τὸν δὲ χρὴ νομίζειν ἀφῖχθαι.
1.167
Προτάσιον ἐνέπλησαν μὲν τῶν κατ’ ἐμοῦ λόγων ἄνδρες ἐν οὐδενὶ μὲν λόγῳ πρότερον ὄντες, κτησάμενοι δὲ ἰσχὺν ἐκ τῆς Ἰουλιανοῦ σφαγῆς. τοῦτον ἐφόβουν, ὡς αἴσχιστα ἂν ἄ ρξειεν, εἰ μὴ ἀπελαύνοι με τῶν θυρῶν, καὶ παρέζευξάν οἱ τῶν ἐκ τῆς συμμορίας κοινωνὸς τῆς πορείας τηρήσοντα ἐν ἐκείνῳ τὸν φόβον. ᾔει μὲν οὖν ὡς ποιήσων με μικρόν, νόσῳ δὲ πιεζόμενος ἐβάδιζεν αὐξομένης τῇ πορείᾳ τῆς νόσου. καὶ ἧκέ γε εἰς τὴν καταγωγὴν νυκτὸς οὐδενὸς τῶν ἐν τῷ νόμῳ τυχών, οὐ γὰρ εἴα τὸ νοσεῖν.
1.168
ὡς δὲ πολλῶν ἰόντων αὐτῶ μόνος ἀπελιπόμην, λέγει δὲ πρὸς τὸν Ζήνωνα, ᾧ μάλιστα ἐχρῆτο, τοὺς κατ’ ἐμοῦ λόγους ἐξεληλέγχθαι τοῖς ἔργοις. τὸν γὰρ δὴ λεγόμενον ἐνοχλεῖν τοὺς ἄρχοντας ἥκιστα προσιέναι. ὁ δὲ καὶ πάνυ ταῦτα ἐλπίζειν ἔφη· οὐ γὰρ ἰέναι μᾶλλον παρ’ αὐτοὺς ἢ καὶ τοὐναντίον· χαρίζεσθαι μὲν γὰρ ταύτῃ τοῖς ἐρῶσι· τοὺς δὲ οὐκ ἐρῶνοὐδὲ οὐδὲ ἐπίστασθαι. ταυτὶ μὲν ἤκουσε, δῆλος δὲ ἦν ἀτιμάσων, οὐ μὴν ἐπέτρεψέ γε ὁ θάνατος.
1.169
Ἕτερος Προτάσιος τά γε πρὸς ἐμὲ ῥᾷσθ’ οὗτος ἧκεν, ὃς καθάρμασι μὲν συνῆν, παρ’ ὧν δ’ ἄν τι καὶ ἐμάνθανεν, ἄβατον ἐποίει τὴν καταγωγήν. καὶ ᾤετο μὲν ζημιοῦν, ἐγὼ δὲ ἐκέρδαινον. καὶ κλῆσιν μὲν τὴν ἐπὶ τοὺς λόγους ἤλπιζεν, ἐγὼ δὲ ἄλλους εἰστίων διδάσκων αὐτόν, ὅτι οὐ λίαν αὐτοῦ δεοίμην. ὁ δὲ ᾤδει τούτοις γε τὴν καρδίαν, ἔδειξε δὲ ἔν τινι κατηγορίᾳ νέοιν· οἶν δέον, εἴπερ ἠδίκουν, ἐπιθεῖναι δίκην, ὁ δὲ τὸ διδασκάλων ἐσαγήνευεν ἔθνος οὐχ ἅπασιν ἐγκαλῶν, ἀλλ’ ὅπως ἐν τῷ παντὶ κρύπτοιτο αὐτῷ τὰ πρὸς ἐμέ.
1.170
καὶ τὼ μὲν νέω γυμνώ τε ἤστην καὶ μετεώρω πρὸς πληγάς, παρεκάθητο δέ τις Ὀλύμπιος. τοῦ δὲ οὐ μετεῖχον ἐγώ, ἠδικεῖτο δὲ ὁ νόμος. ὁ δ’ οὕτω δή τι ξυνετὸς ἦν, ὥστε οἷς ἐφθέγξατο μὴ μαστιγοῦν ἐκεκώλυτο. φρόνημα δὲ τὸ θράσος καὶ ἡγούμενος καὶ ὀνομάζων ὅπλα ἀνταράμενος τῷ στρατηγῷ γνῶναί τε αὑτὸν ἠναγκάσθη καὶ συνεσταλμένος ἔκειτο, καὶ τοῦτό οἱ τῆς ἀρχῆς πέρας.
1.171
Ἀλλ᾿ ἐπάνειμι δὴ πρὸς τὸν Βάλεντα· ὂν ἔδειξε μὲν χρηστὸν τὸ μὴ τῷ τυράννῳ τοὺς τοῦ τυράννου φίλους ἐπαποκτεῖναι· ἐπεὶ καὶ ὁ Ἀνδρονίκου τοὐμοῦ φίλου θάνατος Ἱερίου μᾶλλον, τῆς ἀλώπεκος, ἔργον ἢ τοῦ παρακρουσθέντος ἦν. ἀσφάλειαν δὲ τῆς πρᾳ ό τητος ἐωνῆσθαι νομίζων εὗρεν ἕτερον λόχον, Φιδούστιόν τε καὶ οὓς ἐκεῖνος ἐπανέστησε τῷ σκήπτρῳ, καὶ ἐχώρει μὲν διὰ τῶν ἠδικηκότων ὁ βασιλεὺς τὴν ἀρχήν, προσετίθετο δέ τις καὶ τῶν οὐδὲν τοιοῦτον ἐπισταμένων. μάντις τε ἅπας ἐχθρὸς ὅτῳ τε ἐδέησε τῆς τέχνης διδάσκεσθαί τι περὶ τῶν ἰδίων τῶν αὐτοῦ παρὰ τῶν θεῶν βουλομένῳ· χαλεπὸν γὰρ δὴ ἐδόκει εἶναι τος μάντεως μὴ ἄν τινα καὶ ἐπὶ τοῖς μείζοσι χρήσασθαι τῷ ἀνδρί.
1.172
τὴν ἐκείνου δὲ ὁρμὴν οἱ συκοφάνται λαβόντες πάντα ἐκύκων ἐπὶ πάντας ἰόντς. δόξα τε ἦν παρὰ τῷ Βάλεντι φθόνου τὴν δόξαν πεποιηκότος, πάντως ἂν εἰς ἔλεγχόν με πεσεῖν δι’ ἑνός γέ του τῶν ὑπὸ τὴν βάσανον ἀγομένων. λέγεται δὲ καὶ αὐτὸς ἐρέσθαι τὸν Εἰρηναῖον, εἰ μετεῖχον τοῦ ἐ πιβουλεύ ματος, θαυμάσαι τε οὐ μετασχεῖν ἀκούσας.
1.173
καὶ μαντικῇ μὲν οἷδα χάριν, ἥ μοι τὴν κεφαλὴν ἐν πρᾳοτέροις κατέστησεν, ὅτῳ τε χρηστέον καὶ ὅτῳ μὴ, φράζουσα, τὴν κεφαλὴν δ’ ἂν ἀπετεμνόμην, ὡς δεινότερον ὄν του ἀπολωλέναι τὸ ταύτῃ σεσῶσθαι. ἥ τις ἧκεν ἐπὶ Ἀδελφειόν, ὃς θεῖον μέν τι τὴν φιλίαν ἡγεῖτο, καρτερεῖν δὲ πρὸς ἀνάγκας οὐκ εἶχε καὶ ὡ μολόγει γέ τοι τοῦτο καὶ ὁμολογῶν ᾐσχύνετο.
1.174
ἐδεῖτο οὖν ἡμῶν αὑτῷ αὑτῷ παρὰ τῆς Τύχης τὸν θάνατον, οἷοι πολλοῖς ἐξαίφνης ἐπῆλθον. οἱ μὲν δὴ ἄλλοι πάντες εὔχοντο, ἐμοὶ δὲ ἡ τῶν δεινῶν ἐλπὶς ἦττον εἶναι κακὸν τοιαύτης εὐχῆς ἐφαίνετο. σιγῇ τοίνυν ἐδάκρυον. ὁ δὲ λουσάμενός τε καὶ δειπνήσας ὕπνον τε ὁμοῦ καὶ θάνατον δέχεται, ὥστε ἕωθεν ἡμεῖς μὲν παρῆμεν ἐπὶ τὴν ἐκφοράν, ἐκ δὲ τῶν βασιλείων τινές, ὡς ἐκεῖνον δήσοντες. ὁ δὲ αὐτοὺς διεπεφεύγει πτηνῷ τάχει.
1.175
σπινθήρων τοίνυν ἐξ ἐπιστολῶν, τῶν μὲν παρ’ ἐμοῦ πρὸς ἑτέρους, τῶν δὲ ἐμοὶ παρ᾿ ἄλλων ἀφιγμένων, ἐν αίς ἀδικία μὲν οὐδεμία, λαβαὶ δ’ ἂν ἐγένοντο συκοφάνταις ἀνθρώποις, ταύτας δὴ τὰς ἀφορμὰς μάλα εὐπετῶς ἀνεῖλεν ἡ Τύχη, ὥστε ἐν μυρίοις γράμμασι μὴ εἶναι γράμμα ἐμόν.
1.176
Τῆς αὐτῆς θεοῦ καὶ τὸ περὶ Περγάμιον πολὺ πρὸ τῶνδε τῶν κακῶν ἐγκαλέσαντά τι, ψεῦδος μέν, ᾤετο δὲ ἠδικῆσθαι. τοῦτο δὴ πείσας αὑτὸν ἐχθρὸς ἦν. εἰ δὲ οὐκ ἦν, κἂν ἐξελάλησέ τι τῶν οἰσόντων ἐμοὶ ζημίαν. καὶ τὴν Αὐξεντίου δὲ περὶ τούτων πρός με σιωπὴν τῆς Τύχης δῶρον νομιστέον, ὅτι οὐδὲν εἰδέναι ἀξιῶν ἄνθρωπος, ὅ μὴ καὶ ἐμὲ δεῖν, τοῦτό γε ἄρρητον ἐποιἥσατο.
1.177
ὁ μὲν δὴ βασιλεύς, ὥσπερ τις θηρατὴς ἁμαρτάνων θηρίου, δεινῶς ἤχθετο, κινεῖται δὲ δυνος ἐκ χαλεπότητός τε δεσπότου καὶ λύπης οἰκέτου. ὑπογραφεὺς μὲν ὁ οἰκέτης ἦν, οἰωνιστὴς δὲ ὁ δεσπότης. τοῦτον δή ποτε δι’ ἐπιστολῶν ἠρόμην φαρμάκου τινὸς πέρι, τοὺς μὲν θεοὺς οὐκ εἰπών, ἰατρῶν δὲ μνησθεὶς ἀσφαλείας εἵνεκα. ταῦτα ὁ μὲν οὐ κατέκαυσε τὰ γράμματα, ὁ δὲ κτησάμενος ἐφύλαττεν, ὅπως, εἴ τέ ποθ’ ὕστερον ἐπίοι δεινόν, σώζοιτο ταῖς ἐπιστολαῖς.
1.178
ὡς οὖν ἐκάκου τε καὶ ἐδίωκε τὸν δεσπότην ἐπὶ τοῖς οἰωνοῖς, ἐν τοῖς γράμμασι τούτοις εἶχε τὴν πίστιν· συνήσειν γὰρ δὴ τὸν δικαστήν, ὅ, τι ἐδήλουν οἱ ἰατροί· ἐμπεσόντι δὲ εἰς τὸ δίκτυον ὁπωσοῦν ἐπέκειτ’ ἂν εὐθὺς κεκραγὼς ὁ βασιλεύς. πολλαὶ μὲν δὴ παραινέσεις ἀπὸ πολλῶν πρὸς τὸν οἰκέτην μὴ τὸν εὐεργέτην ἀδικεῖν, εὐεργέτην δέ με ἐπεποιήκεσαν αὐτοῦ μέμψεις τε καὶ ὀργαὶ καὶ ἐπιτιμήσεις αἷς τὸν δεσπότην ἐπειρώμην ἀνείργειν, ὁ δὲ οὐκ ἀγνοεῖν μὲν ταῦτα, ἔλεγε δὲ οὐ μεγάλα νομίζειν, προέσθαι δ’ ἂν αὑτὸν μετὰ τῶν ἐ πιστολῶν. ἀπράκτων δὲ τῶν πολλῶν συμβούλων ἀπελδαίμων δαίμων αὐτὸν ἃ μηδεὶς ῥητόρων, ἔπειθε, καὶ τὰ γράμματα ἀποπέμψας εἰσελθὼν ἡττᾶτο τῶν ἰσχυρῶν ἐστερημένος.
1.179
καὶ τὰ μὲν περὶ τὴν πυρὰν ἐκείνην ἐλελωφήκει τῆς Θρᾴκης ἐφ’ ἑαυτὴν τὸν ἄρχοντα καλούσης, Σκυδῶν ἅπαντα πλὴν τειχῶν κατασυρόντων γενομένης δὲ τῆς μεγάλης μάχης καὶ τοῦ πολλοῦ φόνου καὶ πεσόντος ἐν μέσῳ τοῦ προθυμίᾳ μᾶλλον ἢ τέχνη συμβαλόντος ἔρχεται Ῥωμαίοις ὕπαρχος ἐν ὑπάρχου σχήματι τῇδε φαινόμενος, ἀρέσκοντα Ῥωμαίοις οὕτω ποιήσειν ἡγούμενος.
1.180
πᾶς δὴ μικροῦ λόγον ἐποίει, μία δὲ πᾶσιν ὑπόθεσις ὁ ἤπιος ἐκεῖνος. τὰ μὲν δὴ τῶν ἄλλων ἐδέδεικτο, Ἀνδρόνικος δὲ ὁ ποιητὴς λων ἀεὶ λέξειν εἰπὼν οὐδὲν ἀπῆλθεν. ἐμὲ δὲ ὁ καιρὸς εἰς τὸ μέσον ἐκάλει. καὶ ὁ μὲν εἷλκεν οὗ κατήγετο, τὸν λόγον, ἐν ὀλίγοις τοῖς ἀκροαταῖς φανούμενον, ἐγὼ δὲ τὸν ἄνδρα εἰς τὸ βουλευτήριον, ὡς πολυάνθρωπον. ὁμολογήσαντος δὲ γίγνεταί τι τὸ διακωλῦον, καὶ ὁ πόνος ἡμῖν, ὡς ἐδόκει, ζημία.
1.181
εὐθὺς μὲν οὖν βοή τε πολλὴ καὶ ἀθυμία, καὶ ἀπὸ τῆς φαυλοτέρας τύχης τῷ πράγματι τοὔνομα, μικρὸν δὲ ὕστερον ἐπῃνεῖτο τὸ δαιμόνιον πολέμου μεγίστης πόλεως ἐξελόμενον τὸν ποιητὴν. ὅ γὰρ δὴ εἶχεν ἀνάγκην τῷ ἐπαινέτῃ διελθεῖν, τῷ λόγῳ μὲν τὸ εἰκὸς ἐφύλαττε, πόλιν δὲ οὐ ῥᾳδίαν ἐνεγκεῖν ἐποίει πολεμίαν. οὕτω τὸ δοκοῦν κακὸν ἀγαθὸν ἀπεφάνη.
1.182
Οὐ μὴν ὅ γε ἐρῶ, τοιοῦτον, ἀλλὰ κακὸν καὶ δοκοῦν καὶ ὄν, κακῶν τὸ μέγιστον. τέτταρες ἄνδρες οἰκιῶν τῶν πρώτων, λαμπροὶ μὲν ἐν διδασκαλείοις, λαμπροὶ δὲ ἐν ἀρχαῖς, ἦν δὲ ἐν ταῖς ἐλπίσι τὸ μειζόωνς ἐκλάμψειν, οὗτοι οἱ τέτταρες ἐν μησὶ τοσούτοις ἐτάφησαν, καὶ τοῦτο βασιλεὺς ἀγνοῶν ἔπεμπεν ἀρχὰς τοῖς κειμένοις.
1.183
τούτους ἔτι μοι πενθοῦντι τὸ περὶ τὸν πόδα τὸν δεξιὸν συνίβη· περὶ οὗ ποία πόλις οὐκ ἀκήκοε τῶν ἐν ἠπείροις ἢ νήσοις; ὡς ἀπῄειν μὲν δειπνήσων λελουμένος, παύειν δέ τινα μάχην ἐπιχειρῶν ἐν μαινομένου τε ἀνθρώπου χερσὶν ἦν καὶ χαμαί. καὶ περιτειχισθεὶς ὁ ἵππος ὑπὸ τοῦ ὄχλου κατηναγκάσθη τῇ ὁπλῇ γυμνῶσαι τὸν πόδα τοῦ δέρματος. τούτῳ δὲ ἐπηκολούθησεν ὁ πολὺς ῥοῦς ἐπὶ πᾶν ὁμοίως μέλος χυθείς, ὥστε οὐδεὶς ἦν ὃς οὐκ ἐπέπειστό με αὐτίκα ἀποθανεῖσθαι, τῶν γε παρόντων, τοῖς ἀποῦσι δὲ καὶ ἐτεθνήκειν.
1.184
καὶ τοῦτο μεταξὺ συνεβεβήκει θανάτοιν παιδίου τε καὶ ἀνδρός, ἀνδρὸς μέν, ὅς μοι συνεῖχε τὸ ποίμνιον διακονίᾳ τε καὶ πόνοις, παιδίου δέ, ὅ μοι τὰ ἀπὸ τοῦ καμάτου λύον μετὰ ῥώμης πάλιν ἐπὶ τὸ κάμνειν ἦγε. τὰ μὲν δὴ Ὀλύμπια ἐποιεῖτο τῷ Ὀλυμπίῳ Διί, λόγος δὲ ὁ ποιηθεὶς εἰς τὴν πανήγυριν ἔκειτο, ἐμὲ δὲ τά τε ἄλλα ἔτηκε καὶ ἀγρυπνία.
1.185
διὰ πικροῦ δὴ τοῦ θέρους τοῦδε οἶδα ἐλθών. σκληρὸν δέ μοι καὶ τὸ ἐπὶ τούτῳ. παιδίον γὰρ ἕτερον, ὃ σὺν ἐκείνῳ τέ με ἐκούφιζε καὶ μετ’ ἐκεῖνο τὸ αὑτοῦ μέρος παρείχετο, γάμων εἵνεκα ἐλθὸν εἰς ἀγρόν, ἐν ᾧ καῦμά τε οὐ φορητὸν ὕδωρ τε πονηρόν, συλλέξαν νόσον, ἐπανῆκον θνήσκει. ἐπὶ δὴ τούτοις πολλάκις ἤκουσαν οἱ θεοὶ τὸ ὦ θεοὶ βοῶντος.
1.186
Τὴν Τύχην δὲ αὖθις ἐπῃνέσαμεν καρτέριόν τε καὶ τοὺς ἐπ’ αὐτὸν καταφυγόντας καταγελάστους ποιήσασαν. ὁ μὲν γὰρ ὡς ἐγκαταστήσων ἐνταυθοῖ διδάσκαλον τὸν λοιμὸν Γερόντιον γνώσει βασιλέως ἀναλαβὼν ἦγεν εἰς Θρᾴκην μέγας ἐλπίζων ἐν βασιλείοις ἔσεσθαι, τῆς ἀνοίας δὲ αὐτοῦ πολλαχόθεν ἐξελεγχθείσης, δι’ ἣν οὐδὲ ὑβρίζειν ὤκνει τοὺς βασιλεῖ τιμίους, ὁ μὲν ὠθούμενος ἐμβὰς εἰς πλοῖον ἐπ’ Ἰταλίας ἔπλει τῆς ἀτιμίας τῆς ἑαυτοῦ μηνυτής.
1.187
ὁ δὲ ὀρχηστῇ μισθώσας ἑαυτὸν ὁ σοφιστὴς εὐημερίας πραττόμενος χρυσίον, τελευτῶν φεύγων τοὺς ἀντιτέχνους τοὺς τὸν μισθὸν οὐ διδόντας εἰς Σελεύκειαν κομίζεται καὶ δεῦρ’ ἀναβὰς ἐν σκότῳ διὰ δέος ἐπὶ τὴν κεκλεισμένην αὐτῷ πατρίδα ψηφίσμασιν ὑπ’ ἀνάγκης ἔρχεται, τὸν ἠδικημένον ἱκετεύσων ῥήτορα.
1.188
ἐνταῦθα ἔφη τις μέλειν ἐμοῦ τε καὶ τῶν ἐμῶν τῇ Τύχῃ. ἡ δὲ ἐπεισήνεγκε τῇ ἑορτῇ πένθος, ἡλίκον οὐ πρότερον, Εὐσεβίου τελευτήν· ὁ δὲ ἦν τῶν ἐμῶν ἀγαλμάτων τὸ κεφάλαιον, ὥστε ᾤμωξε μὲν ἡ γῆ τεθνεῶτος, ᾤμωξαν δὲ αἰ νῆσοι· καὶ γὰρ ἀφῖκτο πανταχοῖ λόγος τρόπων τε πέρι τῶν ἐκείνου καὶ λόγων ἡγοῦντό τε οὐδένα ἐκείνῳ προσό μοιον ὑπὸ τῆς ἀκτῖνος ἐφορᾶσθαι τοῦ θεοῦ.
1.189
καὶ διείλεγμαι δέ, ἴσως οὐ φαύλως, περὶ αὐτοῦ λόγον ἀπελθόντι ποιήσας, ὥστε εἶναι τοῖς ἔπειτα μανθανεῖν, οἷός τις ἦν. τὸ δ’ οὖν τῆς λύπης μέτρον ἐξεπίσταται Εὐμόλπιος, ὅς μοι παρακολουθῶν ἐπανήγαγε τὸν νοῦν ὑπ’ αὐτῆς ἐξελαυνόμενον διεξιών, ὁπόσον τι ἀνθρώπῳ τὸ παραφρονεῖν κακόν.
1.190
Τί δέ; τὰ περὶ τὸν Σαβῖνον οὐ καλά; τάχ’ ἂν ἔροιτο ἡ Τύχη· πάνυ γε. ὁ δὲ ἦν μὲν ἀεὶ κακὸς πᾶν ἂν χρημάτων εἵνεκα γινόμενος, ἥδιστ’ ἂν παρὰ βασιλέως εὑρόμενος ἐξεῖναί οἱ πλοῦτον ἀπὸ τά φων ἀγείρειν· ἐξηπατήκει δὲ τοὺς πολλοὺς καὶ ἦν ἐν δόξῃ τὰ πρῶτα βελτίονι, ὥστε καὶ ἦσαν οἳ περιῄεσαν τὰ κάλλιστα αὐτῶ τῶν ὀνομάτων ἀνατιθέντες.
1.191
ὁ δὲ οὐκ ἄρα ἦν ἀγαθὸς ἥ τε σοφία αὐτοῦ πιστευθέντα ἀδικῆσαι τὰ μὲν τέχνῃ, τὰ δὲ καὶ ἀναιδείᾳ, ὥστε ἤδη τι λαβών, ὡς ἀποδώσων, ἐν μέσῳ μυρίων ὀμμάτων, εἶτα ἠρνήσατο ἐπί τε δικαστὴν ἧκε τῶν ἅπαντα εἰδότων ἀποθαυμαζόντων, λόγου δὲ ἀπορῶν, οὐκ ἔχων κρατῆσαι τοῦ δικαίου, πλασάμενος σκοτοδινιᾶν ἐξελθών, ὡς δὴ εὐθέως ἥξων αὖθις ἐπὶ τὴν δίκην, ἀναβὰς ἐπὶ τὸν ἵππον ἔρρωτό τε καὶ ἤλαυνε καὶ λαβόμενος τῆς κλίμακος ἐπὶ τραύματα τοὺς οἰκέτας ἔταττεν.
1.192
ἀλλ’ ὅμως οἱ κολακεύοντες καὶ ὣς ἦσαν κόλακες καὶ ἐ φενάκιζον, μέχρι δὴ καὶ ἐπ’ αὐτοὺς ἐκείνους τραπόμενος ἐχρήσατο καὶ ἐνταῦθα τῇ φύσει, ὥστε καὶ οἵδε συνεχώρουν εἶναι ἀνθρώπων Σαβῖνον ἀδικώτατον, καὶ νῦν ταὐτὸν ἀπὸ γλώττης ἁπάσης ἐστὶ λεγόμενον νενικῆσθαι τὸν Εὐρύβατον. οὐκοῦν οἷς ὀφείλει δίκην μείζω δέδωκε νῦν ἢ εἰ ἐτεθνήκει. ποθεινότερον γὰρ παρά γε ὀρθῷ κριτῇ μηκέτ᾿ εἶναι ἢ ζῆν ἐν ὀνείδεσιν. ἀλλ’ οὐ Σαβίνῳ γε φαίης ἄν.
1.193
οὐκοῦν καὶ τοῦτο δίκη. χθές τις ἧκε στρατιώτης γράμματα βασιλέως κομίζων Ὀργῇ δικαίᾳ γεγραμμένα, καὶ ἦν ἐν τοῖς γράμμασιν ἄτιμόν τε αὐτὸν εἶναι καὶ ἀποτῖσαι διπλάσιον, τοῦ πρώτου δὲ αἰσθομένου πολλοὺς εἰδέναι ποιήσαντος ἡδονὴ μισθὸν ἐποίει τῷ στρατιώτῃ, καὶ ἦν εὐεργέτης.
1.194
τοῦτό μοι πολλῶν δίκη παραμυθουμένου με τοῦ δαίμονος. καὶ τοῦτο μὲν ἀντὶ τῶν εἰς τὸν ἐμὸν μὲν ἀνεψιὸν ἕνεκεν, αὐτοῦ δὲ κηδεστήν, ὂν ἐξέβαλε τῶν ὄντων, ὥστε εἶναι τὸ δεῖπνον ἐκείνῳ φακῆν, τοῦτο δὲ ἀντὶ τῆς ἐν ἀγρῷ τῆς γυναικὸς τελευτῆς, ᾗ μία μὲν νύξ, μία δὲ ἀπέχρησεν ἡμέρα. ᾔδει καὶ τὰ περὶ τὴν τοῦ νεκροῦ κεφαλὴν ἡ Τύχη, ἣν ἀπεκάλυψέ τε νος καὶ ἐμὸν ἔργον οὖσαν ἐπειρᾶτο δεικνύειν, ἐπιστολῇ ψευδεῖ τοῦτο μηχανώμενος. καὶ ᾤετο μέν με πτήξαντα χωρήσειν εἰς σπονδάς, συμπλακέντος δὲ μάλα γενναίως ἔξω τε ἦν αὑτοῦ καὶ ἱκέτευε.
1.195
Καὶ τούτου οὖν ἰστέον τῇ Τύχῃ χάριν καὶ πρὸ τούτου γε ἐκείνου· καὶ γὰρ αὖ πρὸ τοῦδε γέγονεν. ὁ νόμος ἐπολέμει τῷ νόθῳ κληρονομεῖν οὐκ ἐῶν, ἀνελὼν παλαιὸν νόμον ποιοῦντα κληρονόμον. φίλων μὲν οὖν ἦν ἀφθονία μοι δικαίων, οἳ δώσειν ὅ λάβοιεν ἔμελλον, τοὺς δὲ τοῖς ὧδε δρωμένοις ἐπιθησομδένους ἦν οὐ ῥᾴδιον διαφυγεῖν γραφομένους τὴν ὁδὸν τῆς κτήσεως, ὡς ἀδικοῖ τὸν νόμον.
1.196
χρηστῷ δὴ βασιλεῖ τῆς ἡμετέρας βουλῆς εἰς τοῦτο χρησαμένης τῶν τε βασιλεῖ φίλων αἰτησάντων ἐπαινεσάντων τὴν χάριν νεύει τε ὁ καθήμενος, καὶ ἠνείχετο τῆς δωρεᾶς ὁ νόμος, ᾧ τε μάλιστα τὴν ψυχὴν ἐβαρυνόμην, ἐλέλυτο, τῶν ἐμῶν εἰς τὸν ἐμὸν ἐλευθέρως τε ἡξόντων ἐν βεβαίῳ τε μενούντων. ταυτὶ δὲ πεπεισμένον ἀφεῖναί τε τὴν ψυχὴν ἐλθεῖν τε εἰς Αἴδου πῶς οὐκ ἂν εὐ δαίμονος εἴη;
1.197
Ἐν οὖν τῇ ἀπὸ τούτων εὐφροσύνῃ διάγοντι πνεῦμα πολέμιον ἐπελθὸν ἐκβάλλει μὲν τὴν ἡδονήν, ἀντεισάγει δὲ τραῦμα, οἷον οὔπω πρότερον. ἦν μοι ἀδελφὸς νεώτερος οἰχομένου τοῦ πρεσβυτέρου, μέσος γὰρ δὴ ἦν ἐγὼ κατὰ τὸν τόκον ἀμφοῖν. οὗτος πρό τε τῆς ἀποδημίας μοι συνέζη, καὶ ἐπειδὴ παρὰ Βιθυνοῖς ἐκαθήμην, ἦλθεν ἵππον ἐλαύνων μέγα ποιούμενος ἰδεῖν ὑπ’ ἐμοῦ νεμομένους παῖδας.
1.198
ἔπειθ’ ὁ μὲν ἐ πανῆλθεν οἴκαδε, ἐγὼ δὲ ὑπ’ ἀνάγκης τῆς τοῦ τος ἦν αὖθις, ὅθεν δὴ καὶ ἀπῆλθον· οὗ δὴ πάλιν ἀδελφὸς ἀναφαίνεται καὶ χρόνου δὴ προϊόντος λόγοις τε πολλοῖς καὶ παρακλήσεσιν ἀναστήσας ἄγει τέ με οἴκαδε καὶ συνέζευκτο. καὶ ὁπότε δὴ κάμνοι τὰ ἄρθρα, πικρά μοι τὰ τῆς τραπέζης ἦν.
1.199
οὗτός ποτε συνδειπνῶν ἀρχομένου χειμῶνος πληγεὶς μεταξὺ ῥεύματι τὴν κεφαλήν, βοήσας οἷα εἰκός, χερσὶν οἰκετῶν ἄγεται πρὸς τὸ δωμάτιον, καὶ ἅμα ἡμέρᾳ ἧκέ τις ἀγγέλλων τοῖν ὀφθαλμοῖν αὐτῷ τὸν ἕτερον οἴχεσθαι ῥυέντος ἐπ’ αὐτὸν ἀπὸ τῆς κεφαλῆς ὕδατος, ἔπειτ’ οὐ πολλαῖς ἡμέραις ὕστερον ἐπικλύζεσθαι 003E; τὸν δεξιὸν ἤκουον.
1.200
καὶ ἦν πάντα τὰ πρὸ τοῦ δοκοῦντα ὑπέρδεινα μικρά τε καὶ κοῦφα πρὸς τοῦτο ἐξεταζόμενα, καὶ οὐδὲν ὧν ἔπραττον, ἄνευ δακρύων ἐπράττετο, ἐπεὶ καὶ γων μοι δεικνυμένων, ἦν γὰρ ἀνάγκη, μετὰ τῆς φωνῆς ἔρρει τὰ δάκρυα, καὶ ἐθαύμαζέ γε οὐδείς, οὐδεὶς γὰρ ἦν ὃς οὐχ ὅθεν ταῦτα ἦν, ἠπίστατο. δάκρυα ἐν τρῷ, συμβουλὴ γὰρ ἦν ἰατρικῆς λουτρόν, δάκρυα ἐν δείπνῳ· τοῦ γὰρ δὴ πρὶν συνδειπνοῦντος ἀπεστερήμην συνόντος ἐπὶ τῆς κλίνης, παρὰ τῆς ἐν τῇ ἡμέρᾳ νυκτὸς τῇ νυκτὶ παραδεδομένου.
1.201
πολλαὶ μὲν δὴ χεῖρες ἰατρῶν, μυρία δὲ φάρμακα, πλείω δὲ περίαπτα. ἔπειτ ἔδοξε τὰ μὲν ἄλλα χαίρειν ἐᾶν, καταφεύγειν δὲ ἐπί τε βωμοὺς καὶ ἱκετείας καὶ τὴν τῶν θεῶν ἰσχύν· οἷ δὴ καὶ αὐτὸς οἰχόμενος ἔκλαιον, καὶ τοῦτο ἡσυχῆ, οὔτε γὰρ οἷός τ’ ἦν ἰδεῖν οὔθ’ ὅλως χρῆσθαι λόγῳ πρὸς τὰ ἀγάλματα, τοῖς γόνασι δὲ τὼ χεῖρε περιθεὶς καὶ ἐπ’ αὐτοῖν τὴν κεφαλὴν βρέξας θοἰμάτιον τοῖς δάκρυσιν ἀπῄειν. τὸν δὲ οὔτε ὁρᾶν οὔτε μὴ ὁρᾶν φορητὸν ἐγίγνετο νῦν μὲν τοῦ πόθου, νῦν δὲ τῆς ὄψεως τοῦτο ποιούσης.
1.202
καί ποτε δείλης βιβλίων ἐγγύς μοι κειμένων καὶ ἰατροῦ γέροντος παρακαθημένου ἐρόμενος ὃ ἠπιστάμην, εἰ τυφλός μοι γέγονεν ἀδελφός, τῶν φρενῶν τε ἐξώσθην καὶ οὐκέτ’ εἶχον οὐδὲν ὧν τέως ᾔδειν εἰδέναι- οὔτε οὗ κατεκείμην οὔθ’ ὅ τι εἰρήκειν οὔθ’ ὅ τι χρὴ ποιεῖν οὔθ’ ὅ τι μή.
1.203
πειρωμένου δέ με ἐπανάγειν τοῦ γέροντος καὶ αὖθις ποιεῖν ὑ γιαίνειν, λόγῳ γε ὂν ἐτύγχανον συντιθείς, κελεύσαντος προσθεῖναί τι, τὸ γραμμάτιον ἀναιροῦμαι μὲν καὶ ἐ νεχείρουν, εἰς ἄγνοιαν δὲ τῆς ὑποθέσεως καταστὰς ἀπ’ οὐδενός τε τῶν γεγραμμένων ἐμαυτὸν ἔχων διδάξαι, τί ποτε ἦν μοι βουλόμενος ὁ λόγος, τὸ μὲν ἔρριψα, πρὸς δὲ τὸν ἰατρὸν εἰπών, ὡς οὐδὲν ἔτ’ εἴην, ἐκείμην ῥᾴων καὶ οὐκ ᾐσχυνόμην ἐπὶ τοῖς τοιούτοις μανείς.
1.204
οὐ γὰρ οἶδ’, ὅ τι ἂν τούτῳ παρεξετάσας κακόν, καίτοι μυρίοις βεβλημένος, ἢ μεῖζον ἢ ἴσον εὗρον ἄν. ὥστε καὶ ᾐτιώμην τοὺς δαίμονας, ὅτι μὴ θάνατος ἀντὶ τοῦ παρόντος ἐπῆλθεν. οὐδὲ γὰρ τῶν μοι γενομένων ἀγαθῶν ἔσθ᾿ ὅ τι ἂν ἀντίρροπον αὐτοῦ δόξειε. ποία γὰρ ἐπίδειξις; τίνες εὐφημίαι; τίς κρότος; τίνες ἐκ βασιλέων τιμαί; πλοῦτος μὲν γὰρ οὐκ ἐγένετο, καὶ τὸν Γύγου δὲ νικῶν ἡττᾶτο ἂν τοῦ πάθους.
1.205
Καίτοι Ἄι ἐν αὐταῖς ταύταις ταῖς τοῦ πάθους ἡμέραις ἀπ’ ἔργου τοῦδε θαυμαστὸς ἐδόκουν εἶναι καὶ ἅμα μακάριος. ἀπολελαύκει μὲν οὐ χρηστοῦ τοῦ τοῦ χειμῶνος ἡ γῆ, μετριωτέρα δὲ οὐδὲν ἡ μετ’ ἐκεῖνον ὥρα. καρπῶν δὲ τῶν μὲν οὐδ’ ἀναφύντων, τῶν δὲ ὡς ὀλι γίστων καὶ οὐδὲ αὐτῶν ὑγιῶν, ἐκεκίνητο μὲν ἐπὶ τὴν βουλὴν ὁ δῆμος οὐδενὶ δικαίῳ, οὐ γὰρ ὄμβρων ἡ βουλὴ κυρία, σῖτον δὲ οἱ ἄρχοντες πανταχόθεν ἐκάλοῦν, αἱ τιμαὶ δὲ τοῖς ἄρτοις ἐπὶ τὸ πλέον ἧκον.
1.206
Φιλάγριος δέ, ἀνὴρ ἐνδοξότατος, ἐπὶ τὸν μείζω θρόνον ἥκων, κρείττω μὲν οὐκ ἔχων τὰ πράγματα ποιῆσαι, ἀγαπῶν δέ, εἰ μὴ φαυλότερα, παρεκάλει μὲν τὸ τῶν σιτοποιῶν ἔθνος εἶναι δικαιοτέρους, ἀνάγκας δὲ οὐκ ᾤετο δεῖν ἐπάγειν, δεδιὼς τὴν ἐπὶ πλεῖον ἀπόδρασιν, ᾧ ἂν εὐθὺς ἐβαπτίζετο τὸ ἄστυ, καθάπερ ναῦς ἐκλιπόντων τῶν ναυτῶν.
1.207
ἐνταῦθα οἱ τῇ δόξῃ τῶν ἐν ταῖς ἀρχαῖς ῥηγνύμενοι τὸν ἄνδρα ἄνδρα τες ἰσόθεον νομιζόμενον αἰτιῶνται οἱ δυσσεβεῖς, τὴν περὶ τὸ πρᾶγμα σοφίαν οὐ σοφίαν εἶναι λέγοντες, πρᾶσιν δὲ ὀφειλομένης ὀργῆς. ἐγὼ μὲν οὖν αὐτός τε ἐγέλων ἐκεῖνόν τε ἠξίουν. ὁ δὲ τὴν πρώτην πειθόμενος ἐπειδὴ χωροῦσαν ἐώρα τὴν ἀπάτην, πάσχει τέ τι καὶ ἧκεν ἐπὶ μάστιγας, οὗ πλεῖστοι τοῦτο ἔμελλον ὄψεσθαι.
1.208
ὁ μὲν δὴ ἐπὶ τοῦ ζεύγους καθήμενος ἠρώτα παίων ἅμα, τῇ περὶ τίνα ἀνθρώπων δαπάνῃ τοιοῦτοι περὶ τὸν ἄρτον ἀναγκάζοιντο εἶναι. τῶν δὲ οὐδὲν εἰπεῖν ἐχόντων προβεβήκει μὲν ἐπὶ σῶμα ἕβδομον. οὐδὲν δὲ εἰδὼς ἐγὼ προσῄειν τὰ εἰωθότα πορευόμενος, κτύπου δὲ πληγῶν αἰσθόμενος τῷ δήμῳ κεχαρισμένων, ὃς ἐκεχήνει πρός τε τὸ αἷμα καὶ τὰ νῶτα, θέαμα ἐπιστὰς εἶδον πικρόν τε καὶ τοῖς ἐμοῖς οὐκ ἀνεκτὸν ὄμμασιν, οὐ μὴν εἰς ἀναβολήν· ἀλλ’ εὐθὺς ταῖς ἐμαυτοῦ χερσὶ διατεμὼν τὸν ὄχλον σιγῇ μὲν μεμφόμενος μέχρι τοῦ τροχοῦ προσῄειν, ἐκεῖ δὲ λόγοι τε πολλοὶ καὶ οὐκέτι σιωπὴ τοῖν δυοῖν ἁ πτομένου μόνοιν, ὡς οὔτε ἠδικήκασιν οἱ ἐν ταῖς πληγαῖς εἴ τε οὐ λήξει τὸ τῆς ὀργῆς, ὄψεταί τις ἡμέραν τὴν ἐπιοῦσαν, οἵαν οὐκ ἂν βούλοιτο.
1.209
ταυτὶ δὲ δίκαια μὲν καὶ λυσιτελοῦντα τῷ τε ἄρχοντι τῇ τε πόλει, θά νατον δέ, ὡς ἡ κοινὴ δόξα τῶν παρόντων, ἔχοντα τῷ λέγοντι, μαχόμενά γε τῇ τοῦ ὄχλου βουλήσει. καὶ γὰρ δὴ καὶ λίθοι ἦσαν οὐκ ἐν ὀλίγων χερσίν, εἴ τις ἐξαιτήσεται· οἱ ὅπως οὐκ ἐπὶ τοῖς πρώτοις ἐπέτοντο ῥ ή μασι, θαῦμα ἦν.
1.210
ἔπειτα θαῦμα ἕτερον, ὅπως οὐ καὶ συνεῖπον οἱ οὕτως ἡσυχάσαντες. τουτὶ δὲ ἔργον ἀνθρώπων μὲν οὐδενός, θεοῦ δέ τινος καὶ Τύχης, ἀφ’ ὧν καὶ θαλάττης μανία κοιμίζεται. ἐντεῦθεν εὐεργέτης ὠνομαζόμην τῶν τε οὐ βασανισθέντων τοῦ τε ἐπὶ τῆς ἀρχῆς τῶν τε ἐνοικούντων τοῦ τε τῆς λεως σώματος, τῶν μὲν οὐ πεινασάντων, τῆς δὲ οὐ κατακαυθείσης, τοῦ δὲ σχοινία διαφεύγοντος.
1.211
Οὓς δὲ ταῦτα ἀπέπνιγεν, ἐπένθουν. κακὸν δὲ αὐτοῖς οὐ τόδε μόνον, ἀλλὰ καὶ ἕτερα μυρία τιμὴν ἔχοντα μεγάλην, ἐπεὶ καὶ τοῦ νόμου κατεβόα μὴ δόντος οἱ βαδίζειν οἴκαδε ὡς ἐμέ· ᾧ πολλῷ μὲν ἐχρῆτο ὁ Ἠπειρώτης ἐκεῖνος, πλείονι δὲ ἢ ἐκεῖνος ὁ ἐκ Κύρου·· τῷ μὲν ὄνομα Πελάγιος, Mαρκελλῖνος δὲ τῷ προτέρῳ. πλεῖστα ἀνθρώπους εὖ ποιήσας τόνδε οἶδα τὸν χρόνον τῶν μὲν ἐν χρείᾳ φαρμάκων ὄντων ἐπ’ ἐμὲ καταφευγόντων, ἐμοῦ δὲ αὐτοῖς διὰ τῶν ἐπὶ τῆς χῆς ἰωμένου τὰς πληγάς.
1.212
Πρόκλου δὲ μνησθεὶς χειμῶνός τε μέμνημαι καὶ αἰγίδος καὶ πληγῶν καὶ αἵματος. ἦν μέντοι τι καὶ ἐνταῦθα ἀγαθὸν ἐμοί, τὸ τοῖς δρωμένοις τούτοις καὶ ἄχθεσθαι καὶ δοκεῖν· οὐδὲ γὰρ ᾔειν ὡς αὐτόν, ὃ πρὸς οὐκ ὀλίγους ἐπεποίητό μοι τῶν ἐπὶ τῆς αὐτῆς τάξεως. εὐδοκίμουν οὖν τῷ μίσει τῷ τε ἐμῷ πρὸς ἐκεῖνον τῷ τε ἐκείνου πρὸς ἐμέ, τῷ μὲν ἐμῷ φανερῷ, τῷ’ κείνου δὲ βουλομένῳ μὲν λανθάνειν, ἀ δυνατοῦντι δέ.
1.213
Καὶ συμβαίνει δὴ τελευτῆσαί μοι τὸν ἀ δελφὸν ἐκεῖνον, ὂν ὥσπερ νέον τε καὶ εὐδαιμονίας ἐ στερημένον ἐπένθουν οὐκ ἀνεχόμενος τῶν ἐκ τῆς περὶ τὰ ὄμματα τύχης φερόντων τὴν παραμυθίαν.
1.214
κακὸν δὲ ἕτερον σεισμὸν ἐπενεγκὸν τῇ τέχνῃ, φυγὴ μὲν ἀπὸ τῆς τῶν Ἑλλήνων φωνῆς, πλοῦς δὲ ἐπ’ Ἰταλίας ζητούντων κατ’ ἐκείνους διαλέγεσθαι· τοὺς γὰρ δὴ λόγους τῶν λόγων γενέσθαι δυνατωτέρους καὶ Ι εἶναι μετ’ ἐκείνων δυνάμεις τε καὶ πλούτους, ἐν δὲ τοῖς πλὴν αὐτῶν οὐδέν. οὐ μὴν ἐπειθόμην γε ταῖς περὶ τοῦ με δεῖν λιπεῖν τὴν τάξιν παραινέσεσιν, ἀλλ’ οὐκ ἠγνόουν μέν, οἷ τὸ πρᾶγμα ἀφῖκται, δίκαιος δὲ ὅμως ἠξίουν εἶναι περὶ αὐτό, οὐδὲ γὰρ μητέρα ἀτυχοῦσαν ἀφεῖναι ἂν ἔρημον, τοῦτο δὲ οὐκ ἀτιμότερον.
1.215
καὶ ἐν αὐτῷ δὴ τῷ τῆς κακοπραγίας χρόνῳ διδάσκαλοι παρ’ ἡμῖν ῥητορικῆς ἐξετράφησαν, ὧν πολλοὶ μὲν διασπαρέντες κατέσχον τὴν Ἀσίαν, εἷς δέ τις τὸ τῆς Εὐρώπης ἄκρον, ἐφ’ οὗ πόλις ᾤκισται ἡ μεγάλη φῶσα τῷ Βοσπόρῳ.
1.216
Τῆς δ’ αὖ τῶν θεῶν ἐπικουρίας καὶ τὸ ῥ ηθησόμενον ἀπόδειξις. ἐξιόντι μοι τοῦ βουλευτηρίου μετὰ τοὺς εἰωθότας πόνους ἐπὶ τοῦ ἵππου Ι τοῦ μικροῦ φερομένῳ πρός τε τὴν θύραν ἀναβεβηκότι τὴν νέαν ἀπαντᾷ ζεῦγος ὁρέων εἰς ἀναστροφὴν περιαγομένων, καὶ ὁρῶν τὸ ζεῦγος ὁ ἵππος ἔδεισε μικρὸν δὴ γενέσθαι σφίσι τῶν προσώπων τὸ μέσον, καὶ οὔτ’ ἀναστρέψαι ἦν τῷ ἵππῳ διὰ τὴν στενότητα οὔτε ἐ ξελθεῖν διὰ τὸν φόβον. λοιπὸν οὖν κατὰ τῶν νώτων κατενεχθέντα τὸν ἵππον ἔχειν ὕπτιον ὑπὸ τοῖς νώτοις ἐμὲ καὶ τὸ μὲν ἄλλο ὧδε κεῖσθαι, τὴν κεφαλὴν δὲ ἔξω τοῦ ἵππου πεσοῦσαν καὶ τοῖς ἐν μέσῳ τῶν κιόνων λίθοις ἐνραγεῖσαν δεικνύναι τὸν ἐγκέφαλον.
1.217
ἦν οὖν βοὴ τῶν τε ὀρεωκόμων τῶν τε ἐν τῷ βουλευτηρίῳ, τῶν μέν, ὡς ἐπ’ ἀκουσίῳ τῷ κακῷ, τῶν Ι δὲ ἀ λλή λους ἀμύνειν παρακαλούντων· καὶ οἱ μὲν ὄπισθεν ἀνεῖχον τοὺς πόδας χερσὶ πολλαῖς, ὁ δὲ οὐ κατὰ τὴν ἑαυτοῦ φύσιν τάς τε χεῖρας ἀνέσχε καὶ ἡσύχαζε μων. ἄμφω δὴ τούτω τῆς θεοῦ νομιστέον, τό τῶν ἀνθρώπων τό τε τοῦ ἵππου.
1.218
Χειμῶνος δὲ ἀρχομένου πολλαί τε πολλαχόθεν ἀγγελίαι τελευτὰς ἑταίρων μηνύουσαι καὶ παρ’ ἡμῖν ἐκφορὰ νεανίσκου λύπην, ὁπόσην τῷ πατρί, πολλοῖς ἐνεγκοῦσα καὶ πολιτῶν καὶ ξένων κατά τε τὴν αὐτοῦ τοῦ τεθνεῶτος καλοκἀγαθίαν καὶ τὴν εἰς ἅπαντας τοὺς ἐν ταῖς χρείαις τοῦ οἴκου χρηστότητα.
1.219
νοσοῦντος δὲ ἔτι τοῦδε Ῥιχομὴρης ἔρχεται στρατηγός, ἱεροῖς τε καὶ θεοῖς προσκείμενος ἄνθρωπος, ὃς ἤρα μέν μου καὶ πρὶν ἰδεῖν, ὡς τότε ἐδιδασκόμεθα, ἰδὼν δὲ πάντα τἄλλα ἀφεὶς εἴχετό τε καὶ ἐδεῖτο φιλεῖσθαι καὶ εἰ τοῦδε τύχοι, τοῦ Ι μεγίστου ἂν ἡγεῖσθαι ἔλεγε τετυχηκέναι. γενομένης δὲ ἡμῖν φιλίας τοῖς οὐ φιλοῦσιν ἡμᾶς ἀ νιαρᾶς ἔρχεταί τε ὡς βασιλέα καὶ μέλλων τελεῖν εἰς τὸν τῶν ὑπάτων χορὸν διπλοῖς με ἐκάλει γράμμασι, τοῖς μὲν αὑτοῦ, τὸ τῶν ἄλλων ποιῶν, τοῖς δὲ τοῦ βασιλέως, ὅ οὔπω πρόσθεν ἐγεγόνει.
1.220
ἐγένετο δὲ αὐτῷ καὶ παρ’ ἡμῶν λόγος ἐπαινεῖν αὐτὸν βουλόμενος, εἰ μέν τι πλέον τῶν παρὰ τῶν ἄλλων ἔχων, οὐκ οἶδα, οἷς δ’ οὖν εἶχον. καὶ αὐτὸς ἐτίμων τὸν στρατηγόν. λέγεται δὲ καὶ ἐρωτώμενος ὑπὸ τοῦ χρηστοῦ βασιλέως, 15 ὅτῳ δὴ μάλιστα τῶν τῇδε ἡσθείη, τοὐμὸν εἰπεῖν ποιῆσαί τε ἐρῶντά μου τὸν ἄνδρα μᾶλλον ἐρᾶν φάναι τε καὶ τῆς δεῦρο ἐπιθυμεῖν ὁδοῦ ἐμοῦ χάριν.
1.221
Τοῦτο μὲν δὴ τοιοῦτον. εἰ δὲ καὶ τὸ εὐχῆς τυχεῖν εὐτυχές, εὐξάμην λῆξαι Πρόκλον τῆς ἀρχῆς, ἣν τυραννίδα ἀπέφηνε. καὶ οὐ μάτην γε εὐξάμην, Ι ἀλλ’ οἱ θεοὶ τοῦτό τ’ ἔδοσαν καὶ προσέθεσαν τὸ καὶ σὺν ἀσχημοσύνῃ. δραπέτης γὰρ δὴ ἦν, αὐτὸς ἑαυτὸν ἐ λαύ νῶν· τοιαῦτα ἑαυτῷ συνῄδει.
1.222
καὶ ὁ Ζεὺς ἐρρύετο τῶν ὀφθαλμῶν ἐκείνου τὴν ἑορτὴν τὴν ἑαυτοῦ. καὶ ἐτύγχανεν αὐτῷ τὴν δάφνην φόνῳ τε πολλῷ καὶ αἵματι μιάνας. καί μοι ἐδόκουν αὐτόν, ὥσπερ κύνες ὑ λακτοῦ σᾶι, φεύγειν καταναγκάζειν αἰ τῶν ὑπ’ αὐτοῦ πεσόντων ψυχαί, δόξαν ἀεὶ παρέχουσαι δήξεσθαι. τού τῶν οὐχ ὑπῆρξέ μοι τῶν Ὀλυμπίων μετασχεῖν, ὅτε δὴ καὶ τὸν λόγον ὃν ὕφηνα μέν, οὐκ ἐπέδειξα δέ,. φέρων ἀνέθηκα τῷ Διί, στύρακος ἅμα ὀσμῇ θεραπεύσὰς τὸν θεόν.
1.225
τὸν μὲν δὴ τῆς ἀρχῆς ἐκείνης χρόνον πάντα ἐπεβουλευόμην ὑπὸ τῶν αὐτῷ χρωμένων, αὐτὸς οὐ χρώμενος, ἐδόκουν δέ τισιν εἶναι φιλοκίνδυνος, οὐ δεδιὼς τοὺς ἐκείνου κεραυνούς, θεῶν δέ, οἶμαι, βοηθούντωνὑπ’ ἐκείνων τε δεινὸν οὐδὲν σὺν παρρησίᾳ τε ζῶντες καὶ τῶν πραττομένων ἐπιλαạβανόμενοι πλείοσιν ἢ καὶ πρόσθεν ἠγωνισάμεθα λόγοις, οὐ δοεῖς εἰς Πρόκλον ἀνηλωκότες χρόνου, πολὺν δέ γε ἕτεροι μαρεστῶτες, παρακαθήμενοι, κολακεύοντες, αΙτοῦντες, λαμβάνοντες, χρηματιζόμενοι ὧν οὐδὲν ἐμοὶ ποιοῦντι ποιεῖν τε ἐνεγίγνετο λόγους φέρειν τε εἰς συλλόγους.
1.224
καίτοι πολλαὶ μὲν ἐγίγνοντο πρεσβεῖαι περὶ εἰρήνης, πολλαὶ δὲ ὑποσχέσεις, ἀλλ’ οὐ προὐδίδουν γε αὐτοῖς ἐμαυτὸν οὐδὲ ἀνεπειθόμην. τοιγαροῦν ἐπῃνούμην τε καὶ ἀνὴρ εἶναι ἐδόκουν ἔν τε ἠπείροις καὶ νήσοις, δεῖγμα τρόπου βελτίονος ἐ κφέρων τὴν ἀπὸ τῆς ὁμιλίας τῆς ἐκείνου φυγήν.
1.225
Δοῦσα δὲ ἡμῖν ἄρχοντα ἀγαθὸν ἀντὶ κακοῦ τὸν Θεοδώρου τοῦ οὐ δικαίως ἀποθανόντος ἡ Τύχη ἔδωκε μὲν σωτηρίαν, ἔδωκε δὲ ἐλευθερίαν, ἔδωκε δὲ ἀναπνεῦσαι λυπήσασα μόνους τοὺς σοροπηγούς. ὁ δὲ Μουσῶν τε ἦν τρόφιμος καὶ τὴν ἀρχὴν ἆθλον εἶχεν ἐπῶν λέγειν τε ἐκ τῆς ἀρχῆς κεκωλυμένος λεγόντων ἀπολαύειν ἤθελε ταῖς τε εἰς ἐμὲ τιμαῖς παῖδα ἐμὸν ἑαυτὸν ἐπεποιήκει, ὥστ’ εἶναί μοι καὶ σὺν ὀργῇ φθέ γγεσθαι, ὃ καὶ Θεοδώρῳ ἄν, εἴπερ ἐτύγχανε ζῶν.
1.226
οὗτος ἐν λιμῷ κατειλήφει τὴν πόλιν. τοῦτον μείζω τὸν λιμὸν ἐποίουν αἰ κατὰ τῶν σιτοποιῶν ἀπειλαί. εἶθ’ οἱ μὲν ἀποδράντες ἔσωζον ἑαυτούς, ἄρτος δὲ οὐδαμοῦ, πυροῦ δὲ ἐλπίδες, καὶ κακῶς δ’ ἂν ποιήσειε τὸ πεινῆν. ἡ μὲν οὖν πόλις οὐδὲν διέφερε χειμαζομένης νεώς, ἐγὼ δὲ εἰσδραμὼν παρὰ τὸν ἄ ρχοντα μετὰ πόνου μέν, παύω δ’ οὖν βλαβερὰν φιλονεικίαν. ἀπιστία δὲ εἶχε τοὺς σιτοποιούς, ὡς οὐχ ἁλώσονται φανέντες, καὶ ἅπασαι ὑποσχέσεις ἀσθενεῖς πλὴν μιᾶς τῆς ἐμῆς.
1.227
ὡς δὲ εἷπον δεῖν θαρρεῖν ἐκβαλόντας τὸ δέος καὶ ἧκεν οὗτος εἰς τὰ ὄρη τε καὶ τὰς νάπας ὁ λόγος, ἦσαν πρὸ ἐσπέρας ἐν τοῖς αὑτῶν ἕκαστος, καὶ πρᾶγμα οὐκ ἂν ἐλπισθὲν ἕωθεν ἑωρᾶτο, δρόμος οὐδεὶς ἐπ’ ἄρτους· αἴτιον δὲ τὸ πλῆθος τῶν. τοῦτο μετὰ τῆς Τύχης πεπρᾶχθαί μοι φαίην ἄν. διὸ τῶν λελειτουργηκότων χρησιμώτερος ἐκεκρίμην τῇ πόλει· τοὺς μὲν γὰρ ἐν σωζομένῃ πεποιῆσθαι τῇ πόλει τὴν δαπάνην, ὑπ’ ἐμοῦ δὲ αὐτὴν σεσῶσθαι.
1.228
πάλιν τοίνυν βουλῆς κακῆς ὑπ’ ἀνθρώπῳ μεθύοντί τε καὶ ὀλέθρῳ θείσης τοὺς σιτοποιούς, ὅς ὁμοῦ μὲν ἔτυπτεν, ὁμοῦ δὲ ἔμελλε καὶ οὐ τούτους δὲ μόνον, ἀλλ’ ἔθνος ἅπαν, καὶ τρίτον ἐπῆν κακόν, τὸ γεγυμνωμένοις τοῖς νώτοις ἄγεσθαι διὰ τοῦ ἄστεος. τούτοις ἐγὼ μὲν ἤλγουν, ὁ δὲ ἔχαιρε καὶ κατ’ αὐτό γε τοῦτο τὸ ἀλγεῖν ἐμέ.
1.229
τὴν ἀρχὴν δὲ ἦσαν οἱ ὀρθῶς ταῦτα τῇδε πράττεσθαι ἔπειθον καὶ ὡς, εἴ τις ἐκεῖνον ἀφέλοι, χείρω ποιήσει τὴν ἀγοράν. ἦν οὖν ὁ μὲν ἐν τῷ τοῦ νενικηκότος σχήματι καὶ αὐτός τε ἤσθιεν οἵ τε ταῦτα ἐπαινοῦντες, ἡμῖν δὲ κεκρατῆσθαί τε συνέβαινεν ἔχειν τε πλὴν ἀθυμίας οὐδέν.
1.230
τῇ Τύχῃ δέ, ὡς ἔοικεν, αἰαχρὸν εἶναι ἐφαίνετο τοιαύτην νίκην τε καὶ ἥτταν περιορᾶν, καὶ τὸ πρᾶγμα μετέθηκεν οὐδὲν ἡμῶν πραγματευσαμένων· ὁ γὰρ δὴ ἀεὶ οἴνου γέμων ἐκεῖνος ἐξέωστό τε τῆς περὶ τὰ τοιαῦτα ἐξουσίας οἴκοι τε καθῆστο ἐγκεκαλυμμένος πεποιημένης τε τῷ Ποσειδῶνι τῆς ἱπποδρομίας περὶ τῇ οἰκίᾳ τῇ αὑτοῦ δεδιὼς ἔτρεμε· τοσοῦτο κῦμα παίδων ἐπ’ αὐτὴν ἐφέρετο, κελεύοντες ἐμεῖν ἃ ἐδηδόκει κακῶς, καὶ αἱ δᾷδες ἐν χεροῖν. ταπεινὸν δὲ ἦν καὶ ὅσον αὐτῷ συνύβριζε πρότερον, ὅ τε ἐξηπατημένος αὑτὸν ἀπῄτει δίκας διὰ τῶν ἐν τῇ κεφαλῇ τριχῶν.
1.231
Ἧκε δὲ ἐν ταῖς αὐταῖς ἡμέραις ἡμῖν καὶ τοῦ ὑπάρχου γράμματα πολλαῖς καὶ μεγάλαις τιμῶντα εὐφημίαις· ἐν αἷς καὶ τὸ πάνυ μ’ ἐθέλειν ἰδεῖν Ι ἐνεγέγραπτο, ὣστε τοῖς νύκτωρ ἐκτεθεικόσιν ἐκεῖνα τὰ ματα, ὅτου μὲν ἦν, οὐκ ἔλεγεν, ὅσα δὲ ἐσυκοφάντει, πένθος εἶναι τὴν ἐπιστολήν.
1.232
ὀλίγαις δὲ ἡμέραις ὕστερον ὃν ἐποίησα λόγον αἰτήσαντι στρατηγῷ, καὶ γὰρ τοῦτό μοι παρὰ τῆς θεοῦ τὸ εἶναι τοὺς τὰ τοιαῦτα αἰτοῦντας, τοῦτον οὖν τὸν λόγον δεικνύων εὐ δοκίμουν, καὶ ἦν παραμύθιον ὁ κρότος τελευτῆς ἀνδρός, οὗ τὰ γράμματά μοι πρὸς ἐπιδείξεις συνέπραττε βελτίω τε ὄντα τῶν ἐμῶν ἃ ταῖς ὠδῖσιν ὑπήκουε, καὶ παρέχοντα τρέχειν τοῖς ὀφθαλμοῖς δι’ αὐτῶν. ἐπὶ τούτοις ἐβοήθουν φίλοις γονεῦσι παίδων παιδευομένων ὀργήν τε ἄρχοντος ἐξαιρῶν καὶ λύων τινὰ δεσμῶν καὶ χων οἴκαδε ἀπιέναι.
1.233
Τὴν δὲ ἀπὸ τοῦ λιμοῦ καὶ ἅμα ἀπὸ τοῦ λοιμοῦ λύπην, ἐξ ὧν πολύ τὸ θνῆσκον, οὐδ’ ἂν εἰπεῖν ὅση μοι κατέσχε τὴν ψυχήν, δυναίμην. ὅτε φόβος ἠνάγκαζε πατέρας καλεῖν τοὺς αὑτῶν παρ’ ἑαυτούς, ὥσπερ ἐκ πυρός, οἱ μὲν δὴ ὑπήκουον, μεῖον δὲ ἐμοὶ τὸ ποίμνιον, ἐγὼ δ’ ἔχαιρον σωζομένων ἄλλοσε ἰόντων. πάντα μέντοι τὸν χρόνον τοῦτον ἄνευ γέλωτος διῆγον ἱκετεύων θεοὺς δοῦναι μὲν καρπούς, δοῦναι δὲ ὑγίειαν. καὶ τὸ μὲν ἔδοσαν, καὶ ὁ λοιμὸς ἔστη, καρποὺς δὲ ἐλπίζειν μὲν ἔνι, τύχοι δὲ ἡ ἐλπὶς τοῦ τέλους.
1.234
Ἀλλὰ τά γε τῶν ἡμετέρων λόγων νῦν πλέον ἢ πρότερον ἥττηται τῶν ἑτέρων, ὥσθ’ ἡμῖν καὶ φόβον ὑπὲρ αὐτῶν γενέσθαι, μὴ ἐκκοπῶσιν ὅλως, νόμου τοῦτο ποιοῦντος. γράμματα μὲν οὖν καὶ νόμος τοῦτο οὐκ ἔπραττεν, ἡ τιμὴ δὲ καὶ τὸ τῶν τὴν Ἰταλὴν σταμένων γενέσθαι τὸ δύνασθαι. θεοῖς δὲ ἄρα τοῖς δοῦσι τούσδε τοὺς λόγους καὶ ὑπὲρ τῆς νίκης ὧν ἔδοσαν μελήσει καὶ τοῦ τὸ κράτος ὅ ποτε ἦν ἐν αὐτοῖς, κομίσασθαι.
1.235
Παρὰ τούτων δὲ ἄρα τῶν θεῶν ὑπῆρξε καὶ ἐμοί ποτε σωτηρία πολλοῖς μὲν πρότερον ἔτεσι, λεγέσθω δέ, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν, ὁ λόγος δὲ παρὰ τὸν χρόνον οὐδὲν ἀδικήσεται. παρεφρόνει τις τέχνης καὶ τοὺς μὲν πόρρωθεν ἐτάραττεν, ἔστι δ’ ὧν καὶ ἥπτετο, χαλεπώτατος δὲ ἦν ἐμοί, καθάπερ τι πεπονθὼς κακόν, καὶ ὁπότε ἴδοι με, λίθους ἀφίει καὶ ἐπεθύμει κτεῖναι βαλών.
1.236
τὸ δὲ αἴτιον οὔτε τότε ᾔδειν νῦν τε εὑρεῖν οὐκ ἔχω. πρὸς δὲ τὰς βολὰς βοαὶ μὲν τῶν ὁρώντων ἦσαν, οἵας ἄν ποιήσειαν ὑπὲρ τοιούτων φόβοι, χεῖρες δὲ ἔδρων οὐδέν, αἰ δὲ τῶν θεῶν καὶ πάνυ, δι’ οὓς ἅπας λίθος μάταιος, τῶν μὲν οὐκ ἐφικνουμένων, τῶν δὲ ὑπερπετομένων.
1.237
καί ποτε θέρος μὲν ἦν καὶ μεσημβρία, καὶ ἐκαθήμην ὑφ’ ᾧπερ εἰώθειν κίονι, τῷ Δημοσθένει προσκείμενος, παρῆν δὲ οὐδείς, οὐκ ἐλεύθερος, οὐ δοῦλος. ὁ δὲ ἦλθέ τε ὡς ἐμέ, καὶ ὁ λίθος ἐν τῇ δεξιᾷ. προσελθὼν δὴ ταῖς μεγάλαις θύραις, αἱ οὐκ ἐκέκλειντο καὶ δι’ ἦν τἄνδον ἰδεῖν, ἐπειδὴ εἶδεν ἔνδον ὄντα οὐδένα, ἀπῆλθε τὴν αὐτὴν μετὰ τοῦ λίθου, καὶ ταῦτα αὐτὸς ἑώρων οὐ κινηθείς, ὁ δὲ οὐκ ἤνεγκεν ἐπ’ ἐμὲ τὸν ὀφθαλμὸν θεῶν του κεκωλυκότος. ἢ οὐκ ἂν πληγῆς εἰς θάνατον ἐδεήθην δευτέρας, τοσοῦτος ἦν ὁ λίθος.
1.238
τὸν τοίνυν ἐκεῖθεν εἰς τήνδε τὴν ὥραν χρόνον δόσιν θεῶν λογίων νομιστέον. ἐφρόντισα μέντοι καὶ τοῦ σωφρονίσαι τὸν ἄνθρωπον, δῆσαί τε αὐτὸν τῷ πατρὶ συμβουλεύσας καὶ μετενεγκεῖν ἐφ’ ὕδωρ ἀπ’ οἴνου, καὶ γὰρ δὴ καὶ ἐπεπύσμην οἴνῳ νοσῆσαι τὸν ἄνθρωπον.
1.239
Ἀλλ’ ἐπάνειμι δή· τῶν τις ἐμοὶ πεπλησιακότων ἀνὴρ ἀεί τινας ἑστιῶν καὶ τούτῳ χαίρων ὤν τέ τις ἐν τῷ μεγάλῳ συνεδρίῳ, κιβδήλοις ὀνείρασιν ἐξαπατηθεὶς ὑπισχνουμένοις τὰ οὐκ ἐσόμενα, γελῶν ἅμα πρὸς πολλούς, ἅττα ἴδοι, ἔλεγε. τοῦτο προιὼν ὁ χρόνος ἐποίησε κίνδυνον. καὶ ἀδικεῖν ἐδόκουν, ὁ μὲν οἷς εἶπεν, ὁ δὲ οἷς ἤκουσεν.
1.240
ὧν εἷς τις ἐν τῷ δικαστηρίῳ καὶ ἐμὸν ὑπογραφέα κεκοινωνηκέναι τῆς ἀκοῆς ἔφασκεν, ὁ δὲ ἄρα ἐτεθνήκει, καὶ τοῦτο ἀκούσας ὁ δικαστὴς ἐξέβαλε τὸν λόγον. πάλιν ἐν τούτῳ τὶ θανάτῳ βασάνου μὲν ἐκεῖνος, ἐγὼ δὲ ὁδοῦ τε καὶ θορύβων καὶ πόνων οὐ φορητῶν ἀφείθην. ὁ γὰρ δὴ ἐπὶ τεθνεῶτα ἥκων τίς ἂν ἦν ζῶντος; ἔλεγε δὲ ταῦτα οὐχ ὡς τὸν νεκρὸν παραδώσων τοῖς νόμοις, ἀλλ’, οἶμαι, τι προσεδόκησε, τοῖς οὐ μετ’ αὐτοῦ δεδεμένοις τοῦ μὴ δεδέσθαι φθονῶν. τύχης τοίνυν ἀγαθῆς τὸ μὴ κακωθῆναι συκοφαντίας ὀδοῦσιν, ἀλλὰ τοῖς ἡδίστοις τε καμάτοις καὶ εἰωθόσιν ἀντὶ τῶν οὐκ εἰωθότων διὰ τοῦδε ἐλθεῖν τοῦ χρόνου.
1.241
Ἐκείνῳ μὲν δὴ τῷ χειμῶνι πέρας ἐπιεικέστερον ἐπέθηκε βασιλεύς, οἷον οὐκ ἂν ἕτερον, ἐμοὶ δοκεῖν. θανάτῳ μὲν γὰρ οὐδένα, φυγῇ δὲ δύο, πληγαῖς δὲ οὐ πολλαῖς ἐποίησε τοὺς ἄλλους βελτίονας, ἐμοὶ δὲ γίγνεταί τις ἑτέρωθεν ταραχὴ τῆς ἐν τῷ διδασκαλείῳ νεότητος οὐ πάσης ἐν τῇ τάξει μενούσης, ἀλλ’ ἐν σωφρονοῦντι τῷ πλείονι μοίρας τινὸς θρασυνομένης, τῷ λυπεῖν φιλοτιμουμένης, ἐνδεικνυμένης, ὡς εἰ ἐθελήσουσι, καὶ πλέον τι δράσουσιν.
1.242
ἐμοὶ δὲ μὴ ἀλγεῖν μὲν οὐκ ἦν, σιωπᾶν δὲ ἠξίουν, ἕως αὑτῶν ἀδικεῖν καταγνόντες ἦσαν ἐν τοῖς προτέροις. τῆς γνώμης δὲ οὐκ ἀρκούσης εἰς πίστιν προσεγένετό τι τὸ τὴν ἀνάγκην ἔχον, ὥστε μηδὲ βουλομένοις ἀπεῖναι ἐξεῖναι. ὅ δὲ τοῦτο ἦν, ἔδοξέ μοι μὴ λέγειν.
1.243
Τὸ δὲ πάθος ἐκεῖνο τὸ τῆς κεφαλῆς τὸ ἀ ρχαῖον, ὃ βροντῆς ἔργον ἐγεγόνει, διαλιπὸν ἑκκαίδεκα ἔτη, πάλιν ἐνέκειτο καὶ ἦν χαλεπώτερον ἀρξάμενον εὐθὺς μετὰ τὴν μεγίστην ἑορτήν, ἥ γε κοινὴ τῶν ὑπὸ Ῥωμαίοις ὄντων, δέος τε ἦν, μὴ κατενεχθείην ἐπὶ συνουσίᾳ τῶν παίδων καθήμενος, ἦν δὲ καὶ ἐπὶ κλίνης κειμένῳ δέος, ἡμέραι τε ἅπασαι πικραί, νυξὶ δὲ χάριν ᾔδειν τοῦ ὕπνου, φανεῖσα δὲ ἡμέρα τὸ κακὸν ἐκόμιζεν, ὥστε καὶ ᾔτουν παρὰ τῶν θεῶν ἀντ’ ἄλλου τινὸς ἀγαθοῦ τὸν θάνατον, καὶ πιστεύειν μὲν οὐκ εἶχον, ὡς οὐ διαφθερεῖ μοι τὸν νοῦν ἡ νόσος.
1.244
οὔπω δὲ τοῦτο, ὅτε ταῦτα ἔγραφον, ἐπεπόνθειν, θαρρῆσαι δὲ ὑπὲρ τοῦ μέλλοντος οὐ παρῆν. καὶ αὐτὸ δὲ τοῦτό μοι τὸ μήπω παρὰ τῶν θεῶν, οἱ διὰ μάντεως με αἷμα οὐκ εἴων ἐξάγειν φλέβα τεμόντα, καίτοι σφόδρα γε ὡ ρμηκότα. ἔλεγε δὲ ὁ ἰατρός, εἰ ταῦτα ἐγεγόνει, διὰ τοῦ ῥυέντος αἵματος ἰσχὺν λαβόντος τοῦ ῥεύματος ἡ ττηθεῖσαν τὴν κεφαλὴν πάντως ἄν με καὶ καταβαλεῖν.
1.245
ἐν τούτοις δὲ ὄντι μοι γίνεται ὄναρ τοιόνδε· ἐδόκουν μοί τινες θύσαντες δύο παῖδε τοῖν νεκροῖν τὸν ἕτερον θεῖναι ἐν ἱερῷ Δῖός ὄπισθεν τῆς θύρας, ἀγανακτοῦντος δέ μου τῇ τοῦ Δῖός ὕβρει φάναι τινὰς μέχρι τῆς ἐσπέρας τοῦθ’ οὕτως ἕξειν, ἡκούσης δὲ δοθήσεσθαι τάφῳ. φάρμακα δὲ καὶ μαγγανεύματα καὶ πόλεμον ἀπὸ γοήτων ἀνδρῶν ταῦτα ἐδόκει δηλοῦν.
1.246
καὶ εἵπετο δὲ τὸ ἔργον, φόβοι τε ἐκεῖνοι καὶ πλὴν τελευτῆς οὐδενὸς ἐπιθυμία. ἀλλὰ περὶ τούτου λόγοι τε πρὸς τοὺς ἀεὶ παρόντας εὐχαί τε πρὸς θεούς. ἐχθρὸς μὲν ὁ λουτροῦ μεμνημένος, ἐχθρὸς δὲ ὁ δείπνου, καὶ φυγὴ μὲν ἀπὸ βιβλίων ἐν οἷς οἱ τῶν ἀρχαίων πόνοι, φυγὴ δὲ ἀπὸ γραφῆς τε καὶ ποιήσεως λόγων, κατελέλυτο δὲ τὸ λέγειν, καὶ ταῦτα τῶν νέων βοαῖς τοῦτο ἀπαιτούντων. ὁπότε γὰρ δὴ πρὸς αὐτὸ γιγνοίμην, ἀπεφερόμην, ὥσπερ ἀκάτιον ἐναντίῳ πνεύ ματι, καὶ οἱ μὲν εἶχον ἀκροάσεως ἐλπίδας, ἐγὼ δ’ αὖ ἐσίγων. ἰατροὶ δὲ τὴν τούτων ἴασιν ἄλλοθι ζητεῖν ἐκέλευον, ὡς οὐκ ὄντων σφίσι τῶν τοιούτων ἐν τῇ τέχνῃ φαρμάκων.
1.247
ἐδόκει δὲ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἀπὸ τοῦ αὐτοῦ καὶ τὸ δίς, ὃ μήπω πρότερον, νοσῆσαί μοι τὰ ἄρθρα, χειμῶνός τε καὶ θέρους, δοῦναί τε τοῖς ἐπισκοπουμένοις ἀεὶ λέγειν, ὡς τῆς ἐπιούσης οἰχήσομαι. ταῖς δὲ δὴ ἄλλαις πόλεσι καὶ ἐδόκουν τεθνάναι, καὶ τὰς πολλὰς δὴ ἠρώτων πρεσβείας, εἰ τοῦτο ὧδε ἔχοι.
1.248
ἦσαν μὲν οὖν τῶν φίλων οἱ ἐμέ τε καὶ σφᾶς αὐτοὺς ἐπί τινας ἐκίνουν, οἷς δόξα τούτων εἶναι τεχνίτας, ἐγὼ δὲ οὔτ’ αὐτός τι τοιοῦτον ἔπασχον ἐκείνους τε κατεῖχον, εὔχεσθαι δεῖν εἰπὼν μᾶλλον ἤ τινας ἕλκειν ὑπὲρ τῶν ἐν σκότῳ συντεθέντων.
1.249
καί τοι χαμαιλέων ἀναφανείς, οὐκ οἶδ’ ὁπόθεν, ἐν τῷ τῶν λόγων χορῷ, πολὺς μὲν τούτῳ τῷ χαμαιλέοντι χρόνος καὶ μηνῶν ὁ νεκρὸς οὐκ ὀλίγων, ποδῶν δὲ ἐν μέσῳ τῶν ὀπίσω κειμένην ἑωρῶμεν τὴν κεφαλήν, τῶν δὲ ἑτέρων ὁ μὲν ἦν οὐδαμοῦ, τὸ στόμα δὲ ἅτερος εἰς σιωπὴν ἔκλειεν.
1.250
ἀλλ’ ὅμως οὐδ’ ἐπὶ τηλικούτοις τοῖς ἀποκεκαλυμμένοις ὄνομά τινος ὑπῆγον τῷ φανέντι, δέος μέντοι μοι ἐδόκει τοὺς αὑτοῖς τι συνειδότας εἰσελθεῖν καὶ τοὺς μὲν ὑφεῖναι τῆς συνεχείας, ἐμοὶ δὲ αὖθις ἐγγενέσθαι κινεῖσθαι. τύχης τοίνυν ρας ἃ κατωρώρυκτο κεῖσθαι ὑπὲρ γῆν τοῖς βουλομένοις ὁρᾶν.
1.251
Ἡκεν ἐπὶ τούτοις ἄρχων, ἥκιστα τὸν αὑτοῦ πάππον ἐν τοῖς πρὸς ἐμὲ μιμούμενος. ὁ μὲν γὰρ οὐκ. ἐπαύσατο τιμῶν, οἷα ἀνὴρ ἐπιστάμενος λέγειν, ὁ δὲ οὐκ ἐβουλήθη με εἰδέναι, ἐν αἰτήσει τε χάριτος δικαίας τε καὶ οὐ μεγάλης ἐξελεγχθεὶς ἀνόητός τε εἶναι κῶν. καὶ τῶν μὲν ματαίων ἐπιμελῶς, τῶν δὲ καίων ἀμελῶς εἴχετο, διαμένων ἡμετέρων ἄγευστος λόγων· οὐ γάρ μοι τοῦδε τοῦ γέρως ἄξιος ἐφαίνετο. μία μὲν ἥδε δίκη, ἑτέρα δὲ πρὸς τὰ τέρματα τῆς ἀ ρχῆς, ὑπάρχου πέμποντος ἥκων έν ἐρημίᾳ τε καθῆστο καὶ ἡλίῳ φλέγοντι διψῶν τε ἀεὶ καὶ πίνων.
1.252
ἕτερος ἄρχων, ἐφ’ οὗ τὰ δεινότατα πολέμῳ πονηρῶν δαιμόνων δόξαντα κεκινῆσθαι, λίθοι τε ἐπὶ τοὺς ἐν ταῖς γραφαῖς βασιλέας ἐκ χειρῶν ἐρχόμενοι, καὶ ἦν πολὺς ὁ ψόφος, χαλκαῖ τε εἰκόνες διὰ γῆς ἑλκόμεναι ῥήματά τε ἐπὶ τοὺς τῶν ὅλων κυρίους πικρότερα παντὸς ἀφιέμενα λίθου· δι’ ἃ πολλαὶ δὴ μεταναστάσεις, ὡς οὐκ ὄν μένοντι σωθῆναι, καὶ ὁ φεύγων τὸν οὐ φεύ γοντα ἐθρήνει. ἐν μὲν οὖν ταῖς ἐλπίσι κατασκαφαί, τὸ δὲ ἐλπίδος ἔξω σωτηρία.
1.253
τούτου δὲ καὶ αὐτὸς αἴτιος εἶναι ἐδόκουν· λόγοις τε ἡμερώσας καὶ δάκρυσι τοὺς ἐπὶ τὴν κρίσιν ἥκοντας γραμμάτων ἐρᾶν ἔ πειθον, καὶ ἐν οὐ πολλῷ χρόνῳ πανταχοῦ γράμματα. καὶ τοῦτο ἔργον ἡγούμεθα τῆς Τύχης καὶ προσέτι γε τοὺς πολλοὺς λόγους περὶ μὲν τὴν αὐτὴν πεποιημένους ὑπόθεσιν, μορφὴν ἄλλην ἄλλος ἔχων, δόξαντας δὲ εὖ ἔχειν.
1.254
θέατρα δὲ ἡμῖν, οὐχ οἷα πρότερον, ἄρχων τε καὶ οὓς τότε συνῆγε πολλοὺς ἀπὸ πολλῶν τῶν ἐθνῶν. τὸ δὲ αἴτιον, ἐν μὲν τῷ δουλείαν ἐνεώρων, τὸ δ’ εἶχεν ἐλευθερίαν, καὶ τὸ μὲν φίλους, τὸ δὲ καὶ οὐ φίλους, ζημίαν τῷ λέγοντι.
1.255
ἄλλος δέ τις ἀντὶ τοῦ οὐκ εἰδότος θεούς, εἰδὼς οὐδ’ αὐτὸς θεούς, παραλαβὼν τὴν ἀρχὴν τρυφῇ μὲν εἰς σάρκας ἐπιδούς, οἷα ἐκ πολλῆς οὐσίας, ἡ δὲ ἀδικίας ἔργον ἦν, τοῦδε ἀνοητότερος, ἀκούσας μὴ χείρω ποιεῖν τὴν Δάφνην μηδὲ ἐπιφέρειν κυπαρίττοις σίδηρον ἐχθρός τε ἦν καὶ ἐπειρᾶτο τἀμὰ καθελεῖν, πρῶτα μὲν Ἰταλῶν φωνῇ, μετὰ ταῦτα δὲ καὶ Ἑλλάδι, καί τινα ἀ σθενέ στατον, ὡς δὴ ἰσχυρότατον, ἀποδύσας ἐκέλευε θεῖν.
1.256
ὁ δὲ ἄρα ἐπεπέδητο καὶ ἦν ἄφωνος εὐθὺς ἐν προοιμίοις, κερδαίνων μὲν ἐν τῇ σιωπῇ, κινεῖν δὲ ὅμως γλῶτταν ἀποθανοῦσαν πειρώμενος. ἡ δὲ ἔκειτο, καὶ ἀχλὺς ἐν ἑκατέρου τοῖς ὄμμασι, τοῦ μὲν ἀπιόντος, τοῦ δὲ καθημένου. ταύτης τῆς δίκης οὐδ’ ἂν τὴν διὰ θανάτου προτέραν ἐποιησάμην.
1.257
Περὶ δὲ τοὺς χρόνους τούτους ὑποψία μέν τις ἄδικος τῶν τινα ἐμοὶ πεπλησιακότων ἐξέμηνεν ἐπ’ ἐμέ, καὶ προσπεσὼν ὕβριζε μόνον- οὐχ ἕλκων τὸν ἐξ ἐμοῦ. διέφυγον δὲ αὐτὸν οὐδὲ ἐγὼ καὶ ταῦτα ἀπὼν λέγοντά γε ἀδικεῖν με τῇ ἀτελείᾳ τὴν βουλήν, ἥ μοι μετὰ συχνῶν ὑπῆρχε παρὰ τοῦ νόμου.
1.258
καὶ πρεσβεύων μίν ἐπὶ τούτοις ᾤχετο, ταῖς δ’ εἰς ἐμὲ τοῦ βασιλέως τιμαῖς ταπεινωθεὶς ἐπανήρχετο, καὶ ἧκέ τις μετὰ τῶν συμπρέσβεων βασίλειον ἡμῖν κομίζων ἐ πιστολὴν αὔξουσαν τὸν δεξάμενον, ηὐξημένον πως καὶ τοῖς Εὐδεβίου, τῶν πρέσβεων δὲ καὶ οὖτος λόγοις, ὧν μὲν τὸν πατέρα, τῷ δὲ ἐκόσμησε τὸν υἱόν, ὥστε τοὺς Ἀθήνηθεν ἀντὶ τοῦ ἐρίζειν θαυμάζειν αὐτόν τε νον καὶ ἐμέ, τοῦ δοῦναι μὲν ἐμέ, τοῦ λαβεῖν δὲ ἐκεῖνον.
1.259
Γνοίη δ’ ἄν τις κἀντεῦθεν τὴν περὶ ἐμὲ τῶν θεῶν εὔνοιαν. ἐπανῄειν ποτὲ λελουμένος ἐσπέρας· ἵπποι δὲ ἐοικότες μὲν θηρίοις, τοῦτο δὲ οὐ δοκοῦντες, εἱστήκεσαν περιμένοντες τοὺς δεσπότας, οἱ μὲν εἰς τοὺς κίονας ὁρῶντες, οἱ δ’ εἰς τὸν τοῖχον τετραμμένοι. καὶ ἦν οὐδὲν κακὸν εἰκάσαι, τὸ δ’ ἄρα ἦν μέγα. χωροῦντι οὖν μοι διὰ μέσου τοὺς ὀδόντας ἐδείκνυσαν ἀντὶ βελῶν τοῖς ποσὶ χρώμενοι, τὸ δ’ ἤρκεσεν ἂν εἰς θάνατον. νῦν δ’ ὁ ἱπποκόμος με ἐξαρπάσας, μεθεὶς ὂν ἦγεν ἵππον, φέρων εἰς ἀσφάλειαν κατέστησε. τοῦ ἱπποκόμου μὲν αἱ χεῖρες, τὸ βούλευμα δὲ τῶν θεῶν· 260, οἱ δὴ καὶ πόλεως γείτονος ἐξήλασαν ἄνθρωπον ὀλίγα μὲν εἰδότα, πολλὰ δὲ φάσκοντα, χρώμενον δὲ αὐτοῖς οἷς εἶχεν ἐπὶ τὸν δόντα, ἐφ’ ᾧ τις ἀλγήσας νεανίσκος τῶν μὲν ἠπατημένων τὴν ἀχλὺν ἀφεῖλε, τὸν δὲ ἐλέγχοις ἐξέβαλεν.
1.261
Ἐξεβέβλητο δὲ καὶ Σαβῖνος οὐ πόλεως τινος, ἀλλ’ αὐτοῦ τοῦ ζῆν, εἰς κομιδῆ βραχύ τι συσταλεὶς οὕτως, ὥσθ’ ὁπότ’ ἀμείβοι κλίνην, ἐξαρκεῖν χεῖρα μίαν εἶναί τε αὐτῷ δεινὸν τὸ μὴ τεθνάναι. καίτοι δεσπό την αὑτὸν τῶν ἐμῶν ἐπεποιήκει πολλάκις τὴν αὐτὴν ἡμέραν ἐμὲ μὲν εἰς Αἵδου λέγων ἄξειν, αὑτὸν δὲ εἰς τὴν οὖσάν μοι γῆν.
1.262
Ἀρχὴ πικρὰ τοῦ μεγίστην ἔχοντος τὴν γαστέρα, δι’ ἀπάτης παρωξυμμένου. ἦν δὲ ἡ ἀπάτη, κυπαρίττοις μὲν ἐν τῇ Δάφνῃ σίδηρον ἐπενεγκεῖν ἐ γνώ κει, τουτὶ δὲ εἰδὼς ἐγὼ τῷ τέμνοντι τελευτῆσον οὐκ εἰς ἀγαθόν, πρός τινα τῶν αὐτοῦ συμποτῶν ἔλεγον, ὡς οὐ παροξυντέον τὸν Ἀπόλλω διὰ τῶν κυπαρίττων, καὶ ταῦτα αὐτῷ τῆς οἰκίας ἀφ’ ὁμοίας πεπληγμένης αἰτίας, καὶ παρακαλέσειν δὲ ἔφην τὸν βασιλέα πρόνοιαν τῆς Δάφνης ἔχειν, μᾶλλον δὲ μείζω ποιῆσαι τὴν οὖσαν· εἶναι γὰρ δὴ καὶ νῦν.
1.263
οὗτος ὁ ἄνθρωπος ψευδέσι γράμμασιν εἰς Φοινίκην ἐλθοῦσιν, ἀπειλῆσαι καὶ γὰρ δή με ἔλεγε κινήσειν τὸ σκῆπτρον ἐπὶ τὴν τοῦδε κεφαλὴν, τοῖς οὖν οὐκ ἀληθέσι τούτοις ὀργὴν ἐν αὐτῷ φυτεύσας ἦγεν ἐοικότα συὶ θήγοντι τὸν ὀδόντα. καὶ οὔτε ἀπόντα ἐπόθει παρόντα τε εἶδεν ἂν ἡδέως ἀ πιόντα.
1.264
καὶ πολὺ πανταχοῦ τοῦτο τὸ τὸν ἄρχοντα ἐκπεπολεμῶσθαί μοι. ὃ δὴ καὶ γέροντί τινι καταπεπωκότι μὲν πολλὴν οὐσίαν αὑτοῦ τε καὶ ἀδελφῶν, ἐν δὲ συκοφαντίᾳ τῆς τροφῆς ἔχοντι τὰς ἐλπίδας θάρσος τε ἐνέβαλε καὶ κατήγορον ἐποίησεν.
1.265
ἔπειτα καὶ ἦν τῆς αὑτοῦ κατηγορίας κατήγορος· οὕτω σφόδρα ταῖς πίστεσιν ἔρρωτο. καὶ ὁ μὲν ἐπ’ ὄνομα κατέφευγεν εἰσφορῶν, ὁ δ’ αὐτὸν ἐν τοῖς βασιλέως ἐγκλήμασι καθίστη τοῦτον εἶναι ἐθέλων, ἀλλ’ οὐκ ἐκεῖνον τὸν γέροντα. καὶ αὐτίκα γράμματα ᾔει, τὰ μὲν ὡς τὸν τῶν ὅλων κύριον, τὰ δὲ πρὸς τὸν πρῶτον τῶν μετ ἐκεῖνον, καὶ ἀνέγνωσάν τε ἄμφω τὰ γράμματα κατεγέλασάν τε ἄμφω τοῦ τρόπου τοὐμοῦ τὴν αἰτίαν ἀ ποκρουομένου. τῷ δὲ τοῦτο ἦν λύπη μείζων ἢ εἰ νόσημά τι τῶν ὡρῶν τὰς ἐν τῇ γῇ διεφθάρκει Τυρίων οἴνου μητέρας αὐτῷ.
1.266
τὸ οὖν μηδὲ κρίσει τό γε τοιοῦτὸν δοθῆναι, κεκρίσθαι γὰρ καὶ πρὸ δικαστηρίου τῇ τοῦ δικαστοῦ μωρίη μεῖναί τέ με κατὰ χώραν φυγόντα μακράν τε ὁδὸν καὶ χαλεπὴν τῶν τε ἡδίστων ἐμοὶ μὴ στερηθῆναι διατριβῶν, θεῶν τε ἔργον καὶ ὑφ’ ᾗ τὰ πάντα, Τύχης.
1.267
ὁ μὲν οὖν αὑτὸν τιμωρίαν εἰσπραττόμενος, ἐννοῶν, οἷος εἰς οἷον γεγένηται, ᾤχετο ποιήσων ἑτέρους κακῶς, ὁ πλούτῳ μὲν εἰσελθὼν εἰς τὴν ἀρχήν, ἀπειρίαι δὲ λυμηνάμενος ταῖς πόλεσιν. ὁ δὲ δὴ μετὰ τόνδε χρόνος, τιμαὶ μὲν εἰς ἐμέ, τιμαὶ δὲ εἰς λόγους. καὶ ἐδείκνυντο κατὰ τὸν παλαιὸν νόμον τῆς ἀρχῆς μοι δεχομένης τοὺς λόγους, ἀνδρὸς μὲν εὖ εἰδότος δικάσαι δίκην, πλέον δὲ πρᾳότητι δυνηθέντος ἢ ἕτεροι ξίφεσι, πείσαντος δὲ ἐρᾶν αὐτοῦ καὶ ἄνδρα καὶ οἰκίαν καὶ πόλιν καὶ ἔθνος βουλάς τε καὶ δήμους καὶ ὧν αἱ χεῖρες περὶ τὴν γῆν.
1.268
τοῦ τὸν δὴ τὸν χρόνον τὰ μὲν τῶν εἰωθότων ἡμῖν πολεμεῖν τόξα ἦν ἐν παττάλοις, ἡ κεφαλὴ δὲ ἰσχυρῶς ἐ πολεμεῖτο τῷ παλαιῷ κακῷ. καὶ δὴ καὶ τοῦ καταπεσεῖσθαι ὁ φόβος οἴκοι παρῄνει μένειν χαίρειν εἰπόντα τῷ περὶ τοὺς νέους ἔργῳ. ἀλλὰ κἀνταῦθα θεῶν τις χεῖρα ὑπερέσχε δι’ ἀγαθοῦ μάντεως λύσας ἐλπίδι τὸν φόβον· μᾶλλον δὲ ὁ μὲν προσέπιπτεν, ἡ δὲ ἐμάχετό τε καὶ ἐπειρᾶτο νικᾶν.
1.269
Ἄρχων ἕτερος, ὀργὴ, θυμός, δειμός τε φόβος τε, ὕβρις, ἀσέλγεια, πᾶν μὲν φθέγξασθαι, πᾶν δὲ τολμῆσαι, τὰ τυράννων ἐν νόμοις ἐργάσασθαι. οὗτος οὐ δοκεῖν μὲν τολμᾶν ἐβούλετο, πᾶν δὲ τοὐναντίον ἔπραττεν, ἐν ἑτοίμοις ὑποσχέσεσι πανταχοῦ ψευδόμενος, ὥστε μετά τινας ἡμέρας καὶ τοιαύτην ἐπ’ ἐμὲ δόξαν ἐλθεῖν, πλάττοντα λόγους ἔξω κομίζειν ἀκηκοότα οὐδέν.
1.270
αἰτοῦμεν δὴ παρὰ τοῦ Δῖός ἀπαλλαγήν, ὁ δὲ ἤκουσέ τε καὶ ταχέως ἔδωκε προσθεὶς τὸ μετ’ αἰσχύνης. καὶ γὰρ ἤγχετο καὶ εἵλκετο, καὶ φυλακαὶ καὶ ὕπνος νικώμενος, ἔκειτό τε τὸν πανδοκέα πριάμενος, οἱ θηραταὶ δὲ καὶ οὗτοι τῶν λόγων ᾑρήκεσαν, ἔν τε τῇ μεγάλῃ πόλει μέσος ὢν πρακτόρων ἐπὶ μέσης ἀγορᾶς σφαίρας δίκην πανταχοῖ πανταχόθεν ἐπέμπετο. των δὲ τὰ μὲν ὁρῶν, τὰ δὲ ἀκούων ἐγὼ προσεκύνουν τὴν Τύχην, δι’ ἣν οὐκ ἔστιν ὅτε μοι δίκης νης ἐστερήθην.
1.271
Τὰ δ’ αὖ μετὰ τοῦτον, ἀνὴρ τὴν ἑαυτοῦ μὲν ἐκλιπών, ἑτέρωσε δὲ οἰκῶν, κέρδεσι δὲ τοῖς ἐν τρισὶν ἀρχαῖς ἐκ πενίας εἰς πλοῦτον ἐλθών, καὶ λογογράφος ἥκιστα μὲν ὤν, πάνυ δὲ εἶναι νομίζων εὔχετο μὲν τήνδε παραλαβεῖν τὴν ἀρχήν, ὅπως, ἔφη, διδάσκαλος γενοίμην τοῖς ἄρχουσιν, ὁποίους τινὰς εἶναι χρὴ πρὸς τοὺς διδάσκοντας λέγειν. καὶ λέγων ταῦτα συνῆν τε τὸ πλέον τῆς ἡμέρας καὶ τῆς νυκτὸς οὐκ ὀλίγον ἀνήλισκε, καὶ εἴ τῳ διακωλυθείη, ζημία τοῦτο ἦν.
1.272
ὁ δὴ τὰ τοιαῦτα ὑπὲρ τῶν τοιούτων παρὰ τῶν ὅ τι ἂν ἐθέλωσι δοῦναι κυρίων αἰτῶν, βὼν καὶ ἔχων οὐκέτ’ ἦν αὐτός. ἀλλὰ πέντε μὲν ἢ. μικρῷ τῳ πλείους ἡμέρας μόλις κατέχων αὑτὸν οὐκ ἐγυμνοῦτο. ἔπειτά ποτε ῥημάτων ὑπ’ ἐμοῦ ῥηθέντων τῶν πειρωμένων ἀμύνειν ὀρφανίᾳ τε καὶ πενίᾳ καὶ νεότητι μαθητοῦ τινος ἡμετέρου πῦρ ἐν μοσίᾳ τρέφοντος τότ’ οὖν θυμῷ καλυφθεὶς καὶ τε ὀφθαλμὼ κινήσας τήν τε ῥῖνα χειρὶ πιέσας μέγα φθεγξάμενος, ἔα με, εἶπεν, ἄρχειν, ὡς νῦν γε οὐκ ἐᾷς. τῷ δ’ ἄρα καπηλεύειν ἐδέδοκτο καὶ ταλάντων ἐ̓ μελεν, ᾧ τὴν ἐμὴν ᾔδει φύσιν ἐναντιωσομένην.
1.273
ἐγὼ μὲν οὖν αὐτὸν εἴων ἄρχειν καὶ γίγνεσθαι Κινύραν, ὁ δὲ τοιαύτην κρηπῖδα βαλόμενος ἐπῳκοδόμει, πᾶσι μὲν οἷς ἐνῆν ὑβρίζων, μηχανώμενος δὲ καὶ θάνατον, ξίφος μὲν οὐκ ἀναιρούμενος ἐπ’ ἐμέ, ὂν δ’ ᾤετο πεινῶντα συκοφαντήσειν, πεινῆν ποιῶν. ἧκε δ’ ἡ δίκη παρὰ τῶν θεῶν πάλιν, καὶ οὐκ ἀπερρίμμην, ἀλλ’ ἀπεδεικνύμην ὢν αὐτοῖς ἐν ἐπιμελείᾳ.
1.274
τὸ γὰρ σκότος ἀφελόντες πως τῆς δωροδοκίας ὑπ’ αὐγὰς ἤγαγον τὴν μισθαρνίαν, χρυσόν, ἄργυρον, ἐσθῆτα· ὧν τὰ μὲν εἰς χεῖρας αὖθις ἧκε τῶν παρακεκρουσμένων, οὐ ῥᾳδίως, ἀλλὰ βοῇ τε καὶ ἀπειλαῖς, τὰ δ’ ἦλθεν εἰς Τυρὸν, ἦδος τῷ κεκτημένῳ. ὁ δ’ ἦλθεν, ὡς ἀναψυχῆς αὐτόθι τευξόμενος, γενόμενος δὲ ὑπὸ χεῖρα Τυρίοις, τοὺς λίθους μόλις διαφυγών, κλείσας τὰς θύρας ἐ πολιορκεῖτο, χρήμασι δὲ αὐτοὺς διαλλάξας τὴν πολιορκίαν ἔλυσε, τὰς ὀφρῦς ἐκείνας κατενεγκών. ἐδίδου δὲ ἐν Τυρῷ Τυρῷ τε αὐτῇ δίκην καὶ Ἑρμῇ, λογίων θεῶν ταῦτα πρυτανευόντων ἄγαν ἀγανακτούντων τῇ τῶν λόγων ὕβρει, καλοῖς αἰσχρῶν ἐπιθεμένων διὰ τοῦδε παροινίαν.
1.275
Ἔτι δὲ τοῦδε ἄρχοντος Ὀλύμπιος τελευτᾷ, πάνυ μὲν φίλος εἶναι δοκῶν, διὰ παντὸς δὲ τοῦ χρόνου γονεῦσιν ἀκολουθῶν· ἐπεὶ κἀκεῖνος τῶν ἐμῶν ἁ μαρτῶν δὲ οὐκ οἶδ’ ὅπως τῇ τιμῇ, γράφει μὲν γὰρ κληρονόμον, ὃ τὸν φθόνον ἤγειρε, δώσειν δὲ φίλοις καὶ οὐ φίλοις εἶπεν ἔνδον οὐκ ὀλίγοις, ἐν οἷς ἦν καὶ δυσμένεια. καὶ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς γράμμασι διερριπτεῖτο πολύς, ἥξων ἐπὶ κεφαλὴν ἐμήν· χρήστας μὲν γὰρ ἐδόκει καταλελοιπέναι χρημάτων, τοῖς δὲ ὑπῆρχε πολλαχόθεν ἀντειπεῖν, καὶ ἦν ὀνόματα ταῦτα χρεῶν, οὐ χρέα.
1.276
ἐγὼ μὲν οὖν τὴν ἐμαυτοῦ πορευόμενος καὶ ἅμα τοῦ πράγματος παραινοῦντος χαίρειν ᾤμην δεῖν τὸν κλῆρον ἐᾶν, οἱ δὲ σεμνολογούμενοι πλείους ὄντες καὶ πιθανώτεροι στένοντες, εἰ ἄτιμος Ὀλύμπιος κείσεται φυγόντος ἐμοῦ τό τε ὄνομα τό τε ἔργον. καὶ προσῆν τις ἐλπὶς εἶναί τι ἐν τοῖς δανείσμασιν ἰσχυρόν, ἦν δὲ οὐδὲν οὐδαμοῦ.
1.211
ἐ μβαίνω τοίνυν εἰς τὴν πυράν, καὶ πολὺ τὸ ξυροῦν καθ’ ἡμέραν ἐπέρρει, καὶ ἐξεπεπτώκειν δὲ τῶν ὅρων τῶν ἐμαυτοῦ διατρίβων μὲν οὐκ ἐν ἐμοῖς χωρίοις, διατρίβων δὲ ἐν ἀλλοτρίοις, λόγοις εὐχομένοις δικαστὰς ἐν αἰδοῖ τὴν Θέμιν ἔχειν, καὶ πολλὰ ταῦτα τὰ οὐκ ἐμά, καὶ ἐδάκρυσα ὡς δὴ μετακεκινημένου μοι τοῦ βίου καὶ τῆς τέως περὶ τοὺς λόγους σπουδῆς ἐπ’ ἄλλα μεταβάσης.
1.278
καὶ τοῦτο μὲν δὴ τοιοῦτον, πολλὰ δὲ πωλεῖν ἐπαναγκαζόντων τῶν ἀπὸ τῆς διαθήκης μένων, ἐπὶ τοὔνομα πηδώντων οὐδὲ ἀναπνεῖν των ἕτερον πολὺ μεῖζον εἰς λύπην, ἐξ ἦς ἐτύγχανον πεπαιδοποιημένος, νόσῳ μακρᾷ τελευτή, γυναικὸς λῶν ἀνταξίας διακόνων. ἀντὶ τοῦ τὴν δραμουμένην ἔχειν ἐλείπετό μοι βοᾶν. τῇ δὲ ἦν μὲν ἀνιαρὰ τὰ γενησόμενα, καὶ γὰρ εὖ ᾔδει, ἦν δὲ τὸ μὴ τὸν υἱὸν ὁρᾶν.
1.279
ὁ δ’ ἄρα ἦν ἐν Θρᾴκῃ τε καὶ Θρᾴκης πόλει τῇ τῶν ἄλλων πόλεων τρυφώσῃ τοῖς ἱδρῶσι. κατηγόρουν δὲ τῆς ὁδοῦ καὶ προδεδομένης ὕθλῳ φιλίας ὕβρεων τε κατακλυζομένης ῥεύματι. πονηρᾶς μὲν καὶ ταῦτα δὲ τύχης ἔργα, ἐπειδὴ τῆς ἀπήνης ἐξέπεσεν, περὶ τὸν πόδα ζημία, χρηστῆς δὲ καὶ βελτίονος οἰκία τε τῶν Κιλίκων ἀδελφῶν ἀνεῳγμένη τῷ πάθει πλῆθός τε ἰατρῶν ἐκείνων εἰσαγόντων περί ετ τὴν καθημένων οὐκ ἐώντων τι ποθεῖν εἰς ἴασιν λόγων τε ἑστιάματα.
1.280
ἐμοὶ δὲ ἀκούοντι ταῦτα καὶ μετὰ ταῦτα ὁρῶντι δεῦρο κεκομισμένον περιειστήκει μὲν ὁ τῆς τοῦδε μητρὸς θάνατος, περιειστήκει δὲ τὸ μηδὲ ἐπὶ κλίνης τὸ γένος ἐξεῖναι ἀπ’ ἐκείνης κινεῖσθαι† πόδες τε καὶ χεῖρες, εἶπέρ ποτε, ἀπειρήκεσαν. θεῶν δὲ δωρεαί, λόγων ἔμενον ἐν τῷ στόματι τύποι, ὁποῖοι πρό τερον, καὶ τοῦτ’ ἦν τὸ μὴ παρασχὸν τοῖς πολεμίοις λαμπρῶς ἤδη παιανίζειν. θεάτροις μὲν οὐκ ἦν χρῆσθαι, ὅ δὲ πρὸς τοὺς ἐν τῷ μανθάνειν, ἐπληροῦτο κατὰ τὸν νόμον.
1.281
πολλῶν δὲ ἀπὸ πολλῶν φερομένων γῶν δακρύων ἀσθενέστερός τε ἅτερος γίνεται τοῖν ὀφθαλμοῖν καὶ παρεῖχε δέος οἰχήσεσθαι τελέως. τουτονὶ μὲν οὖν οἱ θεῶν τῶν ἀστέρων ἅπαντα ἐξαρτῶντες ἀπολεῖσθαί φασιν Ἄρεος εἰς διαλλαγὰς ἐλθόντος, τὰ δ’ ἄλλα προσεγένοντο μὲν ὁμιληταὶ πολλαχόθεν, λόγοι δὲ ἐργασθέντες ἔμειναν εἴσω θυρῶν.
1.282
ἄρχουσι δὲ οὐ μάλα συνεγενόμην, τὸν μὲν ὁρῶν ὄντα κάπηλον καὶ οὐδὲν ὅ τι οὐ πωλοῦντα, τὸν δὲ ἀναπετάσαντα τὴν καταγωγὴν καὶ περιφόβους οἷς ἦσαν δίκαι ποιοῦντα, τοῦ δὲ ἁμαρτάνων τὸν Μούσαις ποιητὸν ἐν λόγῳ καὶ τὸν διὰ τῆς γαστρὸς οὐσίαν ὡς πλείστην ἀνηλωκότα, ζῶντα δὲ ἐν λύσσῃ τῇ κατ’ ἐμοῦ ἐλέγχων ἀπήλασεν, ὥστε ἐκεῖνον ταπεινωθέντα μηκέτ’ εἶναι ἐν τοσαύτῃ μανίᾳ. κἀν τοῖς ἐπαίνοις τοῖς εἰς τὸν Ἴβηρα τοῦτο ὡς μέγιστον ἥδετο αὐτός τε αὐτῷ συγχαίρειν ἔφασκε τούτων δὴ τῶν πρὸς ἐμὲ, καὶ ταῦτα αὐτῷ τῆς τραπέζης ἐντεῦθεν οὐδὲν ἐπιδούσης παρ’ ἄλλων τοῦτο ἐχούσης.
1.283
ἔστω δὴ καὶ τοῦτο τῆς ἀγαθῆς τύχης, ἔστω δὲ κἀκεῖνο τῆς αὐτῆς. καίτοι με πρὸς τὸ μέγεθος τοῦ δοθέντος ὄκνος ἔχει τὸν λόγον. ἀλλ’ ὅμως, ὡς μὴ ἀδικοῖμεν τῇ σιωπῇ τὴν δοῦσαν, τολμητέον εἰπεῖν. κατηφείας γὰρ κατεχούσης τοὺς φίλους ἐνθυμουμένους τῆς παροινίας τῆς περὶ τὸν Κίμωνα, καθ’ ἣν αὐτοῦ τοῖν χεροῖν ἡρπάσθη τὸ γραμμάτιον, ὃ αὐτὸν ἐφίστη τῇ Κύπρῳ, ἐλθὼν οὖν τε καὶ αὐτός, τῶν δείων εἰδὼς τήν τε ἀχθηδόνα καὶ ὅθεν ἔφυ, ἀλλ’ ὦ ἄνδρες ἄριστοι, λήξατε, ἔφην, τῆς λύπης, ἔχοντες ὃ παύειν πέφυκε λύπην. τοῦτο δέ ἐστι δίκη, ἣν μείζω ποιεῖ τὸ διὰ τῶν θεῶν αὐτῆς τυγχάνειν τὸν πεπονθότα.
1.284
ἴστε, οἷόν τι τὸ τῶν εἰς Κρήτην ἀγομένων Ἀθήνηθεν δεῖπνον ἐσομένων τῷ ἐν λαβυρίνθῳ τέρατι. περὶ δὲ τοῦ βέλους τοῦ κεκομικότος τοῖς Ἀχαιοῖς τὴν νόσον καὶ παρὰ τῶν πρώτων τῆς Ἰλιάδος ἠκούομεν, ὡς ἀντὶ τῆς εἰς ἔνα ὕβρεως πολλῶν ἔδει πυρῶν τοῖς Ἕλλησιν εἰς τοὺς ἀποθνήσκοντας. καὶ ἦν μακάριος ὁ Χρύσης τοσούτῳ κακώ τιμώμενος.
1.285
ἕτερος τοίνυν οὗτος ἱερεὺς θεῶν λιμῷ μεγάλῳ τιμᾶται. Δήμητρος, οἶμαι, τοῦτο ἔργον οὐδὲ ἀρᾶς κατ’ αὐτῶν γεγενημένης, ᾧ τότε Ἀπόλλων ἐκινήθη· καὶ ἡ μὲν ἡμερῶν ἐννέα, μῆνας δὲ οὑτοσὶ τέτταρας ἀ ναλίσκει τὴν πόλιν. εἰ δὲ καὶ ἀνὴρ δοὺς δίκην μέγα παραμύθιον τῷ τετρωμένῳ, πόσον ἄν τι πόλεως καὶ τηλικαύτης εἴη.
1.1
Ἀμφοτέροις ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἐμοί τε τῷ ζῶντι περὶ τοὺς λόγους καὶ τοῖς ἀκροωμένοις ὑμῖν· ὑμῖν μέν, εἰ τὴν ἡμετέραν δύναμιν ἐν ταῖς ἄλλαις ὑποθέσεσιν ὡς ἥδιστα ὁρῶντες καὶ παρακαλοῦντές γε ἐπ’ ἐνίας αὐτῶν ἒν τοῦτο οὐκ ἐπετάξατε, κοσμῆσαι λόγῳ τὴν πόλιν, ἐμοὶ δέ, εἰ πλεῖστα δὴ τῶν νῦν ὄντων συγγράμματα πεποιηκὼς καὶ τοὺς μὲν ἐπαινέσας, τοῖς δὲ συμβουλεύσας, οὐκ ὀλίγα δὲ ἠγωνισμένος ἐν πλά σμασιν εἴς γε τὸν τῆς ἐνεγκούσης ἔπαινον ἄφωνος γέγονα.

Intertext edge

Open linked passage

Note