Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orations
LibaniusOrations 3 · textus-receptusMore by Libanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius"> —
⋯
More
Original / primary: Textus receptus
3.1
Οὔθ’ ὑμᾶς ἄν τις αἰτιάσαιτο τὸν εἰωθότα ἀ παιτοῦντας λόγον, ὦ δόξης ἐπιθυμοῦντες ὑμεῖς, ἐμοί τε τὴν σιωπὴν ἔχειν ἡγοῦμαι λόγον· ὂν ἀκούσαντες συγγνώσεσθε μὲν ἐμοί, κατὰ δὲ τῶν παρεσχηκότων τὴν ἀνάγκην οὐκ ἄδηλον ὅτι καλέσετε τῶν θεῶν οἶς ἐστὶ μάλιστα κεχαρισμένον καὶ ποιεῖσθαι λόγους καὶ λἐ γεσθαι.
3.2
θαυμάζω δέ, εἰ μὴ πρὸς ὑμᾶς αὐτοὺς ἐ λογίσασθε, τί τὸ κεκινηκὸς τουτονὶ τὸν νόμον, καὶ πάλιν, εἰ μὴ λογισάμενοι τοῦτ’ αὐτὸ κατείδετε, καὶ πάλιν, εἰ μὴ κατιδόντες ἀντὶ τοῦ τὴν ἡσυχίαν ἄγειν ἢ μά χεσθαί γε τοῖς τούτων αἰτίοις ἐτολμήσατε λόγου μνημονεῦσαι πρὸς ἐμέ.
3.3
εἰ δ’ οὖν οὔτε ἐζητήσατε οὔτε εὑρήκατε, λανθάνει δὲ ὑμᾶς τὰ παρὰ τῶν εἰς ἡμᾶς ἀδίκων, οὐδ’ ὑμῖν ἔνι διαφυγεῖν τὸ μὴ ταῦτα ἀδικεῖν, εἰ δέον ἐγρηγορέναι Ι καθεύδετε καὶ δέον εἰδέναι R 197 τῶν περὶ ἡμᾶς ἕκαστον ἠγνοήκατε, καὶ ταῦτα ἐν ταὐτῷ μὲν χωρίῳ διατρίβοντες, συνόντες δὲ καὶ λαλοῦντες καθ’ ἡμέραν ἀλλήλοις καὶ οὐ μᾶλλόν γε ἕκαστος αὑτὸν ἢ τὸν πέλας εἰκότως ἂν ἐπιστάμενοι. οὐ γὰρ ἀπραγ μοσύνης τοῦτ’ ἂν εἴη μᾶλλον ἢ περὶ ἡμᾶς ἀμελείας.
3.4
Διαλέξομαι τοίνυν ὑμῖν ὡς οὐδὲν τούτων ᾐ σθημἐνοις, ὃ τίς ἂν πιστεύσειεν; Εἰ μὲν οὖν ἀργίᾳ καὶ ῥᾳθυμίᾳ σιωπῶν ἠλεγχόμην,. ᾐσχυνόμην ἂν κακοῦ τινος ἀνδραπόδου νόσημα τοῦτο 10 ἡγούμενος, ᾧ τὸ κεῖσθαι καὶ ἢ μηδὲν ἢ μικρὰ κινεῖ σθαι ἑορτῶν ἡ μεγίστη.
3.5
νῦν δὲ τίς οὐκ οἶδεν, ὡς ἐν αἰτίαις μέν εἰμι παρὰ τοῖς φίλοις ἐπὶ τοῖς ἐν γήρᾳ πόνοις, τὸ ἀεί τι πλάττειν καὶ συντιθέναι λόγον λιτος ἥδιον ἄγων, καὶ τῆς περὶ τὰ ἄρθρα νόσου τοῦτ’ 15 ἔστι τὸ δεινότατον, ὅτι κωλύει γράφειν. τίνος οὖν εἵνεκα πολλοῖς λόγοις ἔχων πληροῦν τὸν νόμον οὐκ ἐβουλήθην, ἀλλ’ οἱ μὲν εἰδίν, ἐγὼ δὲ οὐ δεικνύω;
3.6
Ἴσως μέ τις ὀίεται τὴν περὶ τὰς ἀμοιβὰς ἐρεῖν ἀδικίαν. ἱκανὸν μὲν καὶ τοῦτο πρὸς ὀργὴν ἄνθρωπον 20 ἀγαγεῖν καὶ ποιῆσαι σιωπᾶν, νέος χρήματα Ι παρὰ R 198 τοῦ πατρὸς λαμβάνων, ὡς τῷ σοφιστῇ κομιῶν, ὧν τὰ μὲν εἰς πότους ἔτρεψε, τὰ δὲ εἰς κύβους, τὰ δὲ αἰδοίοις ἔδωκε θρασυτέροις ἔστιν οὗ τοῦ νόμου· ἔπειτα πρὸς αὑτὸν ὀνειδίσας τὴν ἀναίδειαν εἰσπηδᾷ, κέκραγεν, ἀπειλεῖ, τύπτει, πάντας ἡγεῖται καθάρματα, μισθὸν ἀξιοῖ νομίζεσθαι τὴν εἴσοδον αὑτοῦ.
3.7
τῷ πένητι δὲ καὶ συγγνώμη καὶ μέμψις· τὸ μὲν γὰρ μὴ διδόναι τοῦ μὴ δύνασθαι, τὸ δὲ συντεταγμένους τοῖς ἑτέροις μετ’ ἐκείνων ὑβρίζειν ποῦ φορητόν;
3.8
εἰδὶ δὲ οἳ καὶ λον ἐκείνων παροινοῦσιν, ὡς ἐν τούτῳ κρύψοντες τὸ μηδὲν τεθεικέναι, εἶτ’ ἐκείνοις ὑποπεπτωκότες τὸν μὲν χρόνον εἰς τὴν καλὴν ταύτην κολακείαν ἀναλίσκουσιν, ἀπελθόντες δὲ οἱ μὲν αὐτῶν οὐδὲ ἴσασι τὸν σοφιστήν, οἱ δ’ ὅ, τι καὶ δύναιντο, ποιοῦσι κακῶς.
3.9
Ἄλλος μὲν οὖν ἂν καὶ ταύτην ἐποιήσατο Ι τοῦ μὴ λέγειν αἰτίαν, οὐκ ὀκνῶν βοᾶν, ὡς ἀμύνοιτο τοὺς τοιούτους τῷ μὴ πάντα παρέχειν· ἐμοὶ δέ, πάλαι γὰρ ἐθάς εἰμι τοῦ μὴ λαμβάνειν, ἴσως μὲν ἀμφοτέρους ζημιῶν, τόν τε οὐ διδόντα τόν τε οὐ λαμβάνοντα, παλαιὸν δ’ οὖν τοῦτό γε καὶ ταύτῃ συγκεχωρημένον. τὰ μὲν οὖν περὶ ἀργύριον οὐκ αἴτια τοῦ μὴ τὰς τῇδε συνουσίας κατακλυσθῆναι λόγῳ.
3.10
Τί οὖν, εἰ μὴ ταῦτα; οὐχ ὁρῶ τοὺς νέους ἅπαντας ἐρῶντας τῶν ἐπιδείξεων οὐδὲ εἰδότας, ὅ τι ἐστὶ τὸ ἡμέτερον. καὶ τούτου λαμπρὰν ἐποιήσαντο τὴν ἀ πό δειξιν ἦρί τε καὶ χειμῶνος κἀν τοῖς ἐν ἑκατέρῳ λό γοις.
3.11
σκοπεῖτε δέ· καλεῖν κελεύω τοὺς νέους ἐπ’ ἀκρόασιν. δραμὼν ὁ παῖς τοῦτο ποιεῖ. οἱ δ’ οὐ μοῦνται τὸν ἐκείνου δρόμον, ὅν ἔδει τῷ παρ’ αὑτῶν καὶ νικᾶν, ἀλλ’ οἱ μὲν ἐν ταῖς ᾠδαῖς μένουσιν, ἃς ἴσασιν ἅπαντες, οἱ δ’ ἐν φλυαρίαις, οἱ δ’ ἐν γέλωσι, τῆς δὲ ἐν τούτοις βραδυτῆτος παρὰ τῶν ὁρώντων κατηγορουμένης εἴ ποτε καὶ γνοῖεν εἰδελθεῖν, κατὰ τὰς νύμφας βαδίζουσιν ἤ, τό γε ἀληθέστερον, κατὰ τοὺς ἐπὶ τῶν κάλων ἰόντας, πρίν τε εἴσω θυρῶν εἶναι καὶ εἰσελθόντες, ὥστ’ εἶναι τοῖς Ι καθημένοις ἀγανακτεῖν οὕτω βλακεύοντας ἀναμένουσι νέους.
3.12
καὶ τοιαῦτα μὲν τὰ πρὸ τοῦ λόγου, λεγομένου δὲ ἤδη καὶ δεικνυμένου πολλὰ μὲν νεύματα πρὸς ἀλλήλους ὑπὲρ χων καὶ μίμων καὶ ἵππων καὶ ὀρχηστῶν, πολλὰ δὲ ὑπὲρ μάχης ἢ γενομένης ἢ μελλούσης.
3.13
ἔτι τοίνυν οἱ μὲν ἑστᾶσι, λιθίνοις ἐοικότες, καρπῷ καρπὸν ἐπιβάλλοντες, οἱ δ’ ἑκατέρᾳ χειρὶ τὰς ῥῖνας ἐνοχλοῦσιν, οἱ δὲ κάθηνται τοσούτων ὄντων τῶν κινούντων, οἱ δὲ βίᾳ καθίζουσι τὸν κεκινημένον, οἱ δ’ ἀριθμοῦσι τοὺς ἐπεισερχομένους, τοῖς δ’ ἀρκεῖ πρὸς τὰ φύλλα βλέπειν, τοῖς δὲ λαλεῖν ὅ τι τύχοιεν, ἥδιον ἢ παρέχειν αὑτοὺς τῷ ῥήτορι.
3.14
τὰ δ’ αὖ νεανικώτερα, τὸν γνήσιον τῷ νόθῳ βλάψαι κρότον καὶ βοὴν χωλύσαι προελθεῖν καὶ διὰ τοῦ θεάτρου πορευθῆναι παντὸς ἀφέλκοντα τῶν λόγων ὁπόσους οἷόν τε, νῦν μὲν ἀγγελίαις ἐψευσμέναις, νῦν δ’ ἐπὶ λουτρὸν κλήσει τὸ πρὸ ἀρίστου, δαπανῶνται γὰρ δὴ καὶ τὰ τοιαῦτά τινες. οὔτ᾿ οὖν ὑμῖν, ὦ κακοὶ νέοι, κέρδος οὐδέν, ὥσπερ οὐδὲ τοῖς ἀποῦσιν, οὔτε τῷ λέγοντι τό γε ἐφ’ ὑμᾶς ἧκον, ὅταν ὅς μόνος ἐστὶ μισθὸς ἐπιδείξεων, τοῦτον οὐκ ἔχῃ.
3.15
Καὶ οὐκ ἄν με φαίη τις συκοφαντεῖν καὶ νῦν αἰτίαν οὐκ οὖσαν ἐπιφέρειν· εὐθὺς γὰρ ἂν ἐν αὐτοῖς τοῖς πραττομένοις ὀργῇ χρήσασθαι καὶ λόγοις ὀργιζομένου κατὰ τῶν ἀδικούντων. ἴστε γὰρ δὴ πολλάκις τοῦτό μοι πεπραγμένον καὶ ὡς ἐκέλευσα βοήσας οὐκ ὀλιγάκις ἐπιθέντα τινὰ τῷ τοῦ ῥᾳθυμοῦντος αὐχένι τὴν δεξιὰν ἐκρίψαι· εἰ δὲ μὴ γεγένηται, τῶν δεηθέντων τοῦτο.
3.16
Τοῦ μὲν οὖν ἁμαρτάνειν ὑμᾶς εἰς ἐμὲ πίστις ἃ νῦν διῆλθον. τῶν δ’ ἡνίκα ἤκουον οὐκ ἀξιούντων προσέχειν ἦν δήπου τὸ μηδὲ ἐν τῇ ψύχῃ μηδὲν τῶν εἰρημένων ἀποφέρειν.
3.17
οὗ τοὐναντίον ἦν ἐπὶ τῶν πρὸ ὑμῶν ἐνταυθοῖ νεμομένων· ἄλλος ἄλλου του μεμνημένος ἀπῄει, εἶτα συνελθόντες συναρμόττειν καὶ ποιεῖν ἐπειρῶντο τὸν λόγον κἀν τοῖς διαφεύνουσι σφᾶς οὖσιν οὐ πολλοῖς ἠνιῶντο, ἦν τε αὐτοῖς ἒν ἔργον τά ἑψημένα μέχρι τριῶν ἢ καὶ τεττάρων ἡμερῶν οἴκοι τε πρὸς τοὺς πατέρας Καὶ πολὺ πλέον ἐνθάδε.
3.18
ὑμεῖς δὲ ἐπὶ τὰ ᾄσματα πάλιν, ὧν ἄριστα ἀπομνημοR 202 νεύετε, λήθῃ τὸν Δημοσθένη παραδόντες ὁμοίως ἅ τε τελευταῖα γέγραπται καὶ ἃ πρῶτα. κἂν κἂν τις ὑμᾶς, εἰ εἴποιμι καὶ ὅ τι, τὸ μὲν ὡς εἶπον, ἀκούσεται, ὅ τι δὲ τοῦτό ἐστιν, οὐκ ἔτι.
3.19
Νὴ Δία, χείρων γὰρ ἐγὼ νῦν, καὶ τὰ νῦν οὐκ ἴσα τοῖς πρότερον. ἀλλ’ οὐ ταῦτά φασιν οἱ οὔπω τε γέροντες οὗτοι καὶ γέροντες, οἱ μὲν ἔτ’ ὄντες ἐν τῷ συνδικεῖν, οἱ δὲ δι’ ἐκείνων τῶν ἄθλων ἐπὶ τοὺς τῶν ἀρχῶν ἥκοντες, οὓς οὐδὲ μικρὸν ἐᾷ καθῆσθαι τῶν λεγομένων ἕκαστον. ὧν ἔστιν ἀκούειν βοώντων ὑπ’ ἐμαυτοῦ με νενικῆσθαι· καλῶν γὰρ γὰρ ὄντων τῶν προτέρων εἶναί τι πλέον ἐν τοῖς νῦν καὶ τὸ γῆρας οὐ διακωλύειν.
3.20
οὐ τοίνυν ὑμῖν ἔστιν ἐπί τι τοιοῦτον καταφυγεῖν· ὁ γὰρ παρ’ ἐκείνων ἔπαινος μαρτυρίαν ἔχων τοῦ κρείττονος ὑμᾶς ἀποκλείει τῶν κατὰ τῶν λόγων μέμψεων. οὐ γὰρ δὴ δεξιώτεροι φαίητ’ ἂν ἐκείνων εἶναι κρῖναι λόγον· οὓς περιφανῶς καὶ αὐτοὺς ὑβρίζετε διὰ τῆς ὑμετέρας ἐν τῇ κινήσει τῇ’ κείνων ἡσυχίας. καίτοι χρῆν, εἰ καὶ τυφλοί τινες ἦτε περὶ τοὺς λόγους, ἀντὶ χειραγωγῶν ἐκείνοις χρωμένους κοινωνεῖν τῆς βακχείας.
3.21
ἀλλ’ οὐκ ἐ σχή κάτε ψυχὰς νέων ὅ τι ποτέ ἐστιν ὁ σοφιστὴς εἰδότων, οἷς ἐν τοῖς ὑπὲρ ἐκείνων πράγμασι καὶ τὸ μὴ σωφρονεῖν καλόν. ὁ γοῦν εἰπὼν αὐτοὺς ἐνταῦθα μαί νεσθαι φίλος, οὐκ ἐχθρός, καὶ κεκόσμηκεν, οὐ διαβέβληκεν.
3.22
οἵους ἐγώ τε καὶ πολλοὶ πολλαχοῦ γῆς ἑωράκαμεν τοὺς μὲν τῶν ἴσων ἀξιοῦντας τούτους τε καὶ τοὺς γονεῖς, τοὺς δὲ καὶ μειζόνων τούτους γε, καὶ ταῦτα οὐκ ἀγνοοῦντας τοὺς πατέρας τῷ τε τομένῳ χαίροντας καὶ ταῦτα ἐν τοῖς σώμασι τῶν υἱέων ὁρῶντας τεκμήρια τῶν ὑπὲρ ἐκείνων πολέμων, οὐλὰς ἐν κεφαλαῖς, οὐλὰς ἐν προσώποις, οὐλὰς ἐν χερσίν, οὐλὰς πολλαχοῦ. καὶ τουτὶ τὸ φίλτρον τὸ πολύ τε καὶ σφοδρὸν τοῖς οὕτω διατεθεῖσι καὶ συγκατεγήρασε.
3.23
τίνα τίς ὑμῶν ὑπὲρ ἐμοῦ τοιαύτην εἰπεῖν ἂν ἔχοι λειτουργίαν; ποίαν μάχην; ποῖον κίνδυνον; ποίαν πληγὴν; μᾶλλον δὲ ποῖον ῥῆμα; ποίαν φωνήν; ποίαν ἀπειλήν; ποῖον βλέμμα;
3.24
οἳ τὰς μὲν γνώμας ὑμῶν ἀπεσχίσασθε τοῦ σοφιστοῦ, μερισθέντες δὲ εἰς ἄλλους θρόνους καὶ προσηγορίας, μεταθέντες ἐκεῖσε τὰ χρέα τὸν μὲν ἀδικεῖτε τῶν δὲ προβέβλησθε πάντα φθεγγόμενοι, πάντα ἐργαζόμενοι, πάντα χαριζόμενοι, τὰ δεύτερα πρότερα καταστῆσαι βιαζό μενοὶ, μέγα ποιούμενοι τὰς δι’ ὑμῶν ἀποστάσεις τῶν νέων καὶ τὸ ὅτῳ συντέταχθε, τοῦτον αὐξῆσαι ταῖς εἰς ἑτέρους βλάβαις.
3.25
ὑπὲρ δὲ τῶν ἐμῶν τοσοῦτ’ χετε τοῦ τινα πόνον ὑπενεγκεῖν, ὅσον οὐδ’ ἂν εὔ ξασθαι. καὶ οὐκ ἀρκεῖ τοῦτο, ἀλλ’ ἤδη καὶ καταρᾶσθε.
3.26
πόθεν τοῦτο πέπεισμαι; δύο τοῖς μεγίστοις σημεί οις, λύπῃ τε τῇ παρὰ τῶν ἐμῶν ἀγαθῶν ἡδονῇ τε τῇ παρὰ τῶν δυσκόλων. ἢ οὐ ταῦτα ποιεῖτε νέων τῶν μὲν προστιθεμένων, τῶν δὲ ἑτέρωσε πλεόντων; διὰ ταῦτ’ ἄρα προσήκει με ἐρεῖν;
3.27
Πάντες οὖν, φήσει τις, κακόνοι, χρηστὸς δὲ οὐδεὶς οὐδὲ δίκαιος μαθητής; ναί· ἀλλ’ οἱ τοιοῦτοι μὲν εὐαρίθμητοι, τὸ μοχθηρὸν δὲ πολύ. εἰ δ’ οὕτω τοῦτ’ ἔχει, μᾶλλον τὸ μὴ λέγειν δι’ ἐκείνους εὔλογον ἢ διὰ τούτους τὸ λέγειν εἰ μὲν γὰρ ἐνῆν ἰδίᾳ τούτοις χαρίσασθαι, πλείστου τοῦτ’ ἂν ἐτιμησάμην· ἐπεὶ δὲ ἀμήχανον, ἐνεγκάτωσαν οἱ βελτίους, εἰ μὴ δύναμαι δοῦναι χάριν ἣν ἐβουλόμην.
3.28
Ἀλλ’ ἐγὼ δώσω πόλιν ἀφορμὰς εἰς ὅμοια τοῖς καταράτοις τούτοις, δι’ οὓς ἔναγχος ἐν ἐγκλήμασιν οὕτω δεινοῖς γέγονα περὶ νέων ἀκοσμέας, ὦ Ζεῦ ούτους ἀκούων λόγους παρὰ τῶν ὡς μάλιστα των τῷ τι καθ’ ἡμῶν ἔχειν λέγειν. καὶ εἰ μὲν μετὰ ἀληθείας αἰτιῶνται, λέγειν οὐκ ἂν δυναίμην, ἔδει μέντοι τῷ λίαν σωφρονεῖν ἅπαντας μηδὲ σκιὰν εἶναι μέμψεσιν.
3.29
Ἠν ἀνάγκη μεγάλη ταῖς γενομέναις αἰτίαις ταῖς πυκναῖς ἐπιδείξεσιν, ὅτ’ ἔδει μὲν τὸν φιλάνθρωπον βασιλέα τῶν παρ’ ἡμῶν δικαίων τυχέν, ἔδει δὲ πυθέ σθαι πατέρας, ὡς ἐν ἔργῳ τε ἡμεῖς καὶ αὖ κατενεχθέντες τῷ μεγέθει τῶν κακῶν ἐν ἀφωνίᾳ κείμεθα.
3.30
νῦν δ’ οὐχ ὁρῶ τὸ ποιοῦν τὴν ἐπίδειξιν. καὶ γὰρ αὖ κἀκεῖνο. μὴ καλῶν μὲν οὓς εἰώθειν, λυποίην ἂν οὓς οὐ κάλλιον· καλῶν δὲ μᾶλλον ἂν ἐμπείρους ποιοίην τῆς ὑμετέρας κακίας, οἱ δ’ οὐκ ἂν ἀπελθόντες σιγῷεν. τί οὖν δεῖ τὰ τῇδε μᾶλλον ἔκδηλα ποιεῖν;
3.31
Καίτοι μετὰ τῶν ἐπιεικεστέρων, φαίη τις ἄν, ᾔτουν κἀκείνων τινὲς τὸν λόγον. οἱ δὲ ᾔτουν μέν, ᾔτουν δὲ τῇ γλώττῃ μόνον, ἡ γνώμη δὲ οὐ ταῦτα ἐβούλετο. ἐγὼ δὲ οὐχ οὕτως ἠλίθιος, ὃς μακροῦ χρό νοῦ καὶ πραγμάτων τοσούτων ἰσχυρότερον ποιήσασθαι ταύτην τὴν παιδείαν.
3.32
Τίς οὖν ἔσῃ, φησί, περὶ τουτὶ τὸ μέρος, εἴ σε θεῶν τις ἐφ’ ἕτερον ἔτος ἄξει; εἰ μέν τι γένοιτο βέλτιον, μέγιστον δὲ ἡ τύχη, τοῖς πράγμασιν ἕψομαι· εἰ δ’ ἅπερ νυνί, μένει, τοῖς αὐτοῖς δήπου χρή σομαι σκοπῶν, ὅπως δι’ ἄλλης ὁδοῦ πλεονεκτεῖν ὑ πά ρξει τοῖς σώφροσιν.
3.33
εἶτα θαυμόσεταί τις, εἰ παρὸν ἀπηλλάχθαι τοιούτων ὁμιλητῶν, ζῆν ἐν ἀθυμίᾳ κω τοιούτοις αἱροῦμαὶ κακοῖς. ἀλλὰ τί δράσω; τοὺς μὲν ἀπελάσω, ποιήσω δὲ τὸ περὶ ἐμὲ βραχύ; καὶ πῶς ἂν μᾶλλον ἡσθείη Πρίαμός τε καὶ οἱ ἐκ τούτου; οἳ τέτανται πρὸς ἐμὲ βουλόμενοι τοῦτ’ ἰδεῖν, ὀλίγοις ἐφεστηκότα ἐμὲ καὶ τὴν ἀρχὴν ἐλάττω. εἶδον δέ γε καὶ στρατηγὸν φαύ λων μὶν ἡγούμενον στρατιωτῶν, πείθοντα δὲ αὑτὸν ἀνέχεσθαι, τοῦ μὴ τῶν πολεμίων γενέσθαι τούτους προνοούμενον.
3.34
γίγνεται δέ τι καὶ παρὰ τῆς ἐμῆς φύσεως ἀργότερόν πως εἰς τιμωρίαν ἐχούσης καὶ φέρειν μᾶλλον ἢ κολάζειν πεπαιδευμένης. τὸ δὲ μέγιστον, φιλία μέν μοι πρὸς τοὺς τούτων γονέας, φιλία δὲ πρὸς πόλεις· καὶ δέδοικα δὴ, μὴ τὴν ἐκβολὴν ἀκούσαντες, ἅπερ ἂν ἐπὶ τεθνεῶσι ποιῶσιν ἢ καὶ πλείω γε, δεινοτέραν τοῦ θανάτου κρίνοντες τὴν ἀτιμίαν, εἰδότες οὖσαν τήν γε τοιαύτην τῆς ἐκ δικαστηρίων δεινοτέραν.
3.35
ἐκείνη μέν γε κἂν λυθείη, ταύτην δὲ μένειν ἀ θά νατον ἀνάγκη παρακολουθοῦσαν ἐκ νεότητος εἰς τελευτήν, ἐφ’ ἑκάστης ἡλικίας τὴν παρρησίαν ἀφαιρουμένην· ἀναίσχυντε, κυνὸς ὄμματ’ ἔχων, οὐ σὺ μέντοι τῶν περὶ λόγους ἱερῶν ἐξώσθης, ὡς μιαίνων ταῖς Μούσαις τὸ χωρίον;
3.36
φειδόμενος τοίνυν καὶ πατρὸς καὶ μητρὸς καὶ πόλεων καὶ τῶν ἐσομένων παίδων, ἐφ’ οὓς ἔδει τὴν ἀτιμίαν διαβαίνειν, τὸ μὲν οὐκ ἐποίησα, τὸ δὲ ἐμαυτῷ παρῄνεσα, δίκαια παραινῶν, ὥς γε ἐμαυτὸν πείθω.
3.37
Ἐστὲ δὲ κύριοι τοῦ μηδὲν ἔτι συμβῆναι τοιοῦ τὸν. εἰ γὰρ ἀμείνους γένοισθε, ῥᾴδιον δὲ βουλομένοις, ὄψεσθε καὶ παρ’ ἡμῶν πάντα ἐκπληρούμενα καὶ λοῦντά με μᾶλλον ὑμᾶς ἐπὶ τὸν τοιοῦτον λόγον ἢ παρακαλούμενον.

Intertext edge

Open linked passage

Note