Orations
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius">
—
⋯
Original / primary: Textus receptus
52.1
Τῷ τοῦ δικαίου μέρει βοηθήσων ἥκω, βασιλεῦ, πολλῷ τε χρόνῳ καὶ μυρίοις πράγμασιν εἶναί σοι πολλὴν τούτου πρόνοιαν πεπεισμένος. καὶ δέδοικα νῦν οὐ τὸ δόξειν σοι περὶ μὴ σπουδαίων ἐνοχλεῖν, ἀλλὰ τὸ βραδέως σοι ταυτηνὶ κεκομικέναι τὴν γνώμην. ἢν γὰρ αὖ φανῇ σοι συμφέρουσα, μέμψιν οἶδ’ ὅτι ποιήσῃ τὸ μὴ πάλαι ταῦτα κεκομικέναι. ἐμὲ δὲ τὸν μὲν ἄλλον χρόνον φόβος τις ἐκώλυε, νῦν δὲ οὕτος οὐκ ἀνῄρηται μέν, ἀλλὰ μένει, μένων δὲ ὅμως νενίκηται δεινὸν ἤδη μου νομίσαντος, εἰ μὴ καὶ τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ πρότερα ποιησαίμην τὰ σὰ πράγματα. εἰ γάρ τι τούτων ἰασαίμην, ἀρκέσει μοι τοῦτο καὶ πάσχοντι κακῶς εἰς παραμυθίαν.
52.2
Τί οὖν ἐστιν ὁ θεραπείας δεῖται; δύο πόλεμοι τῶν ἀνθρώπων πιέζουσι τὸν βίον. ὧν ὁ μὲν ὅπλοις τέ ἐστι καὶ σιδήρῳ καὶ πρὸς τοὺς ἔξωθεν, ὁ δὲ ἐν κακουργίαις ταῖς εἰς ἀλλήλους καὶ ἔνδοθεν οὔτε τὸ τὴν αὐτὴν πόλιν οἰκεῖν αἰσχυνομένων οὔτε τὸ πολίτας ἀλλήλους καλεῖν. ἐνομίσθη τοίνυν τοῖς μὲν κρίνεσθαι στρατοπέδοις καὶ χερσί, δὲ δικαστηρίοις καὶ νόμοις. φυλάξαιτο δ’ ἄν τις ῥᾷον ἐκείνους τοὺς πολεμίους ἡ τούτους οἷς μᾶλλον ὑπάρχει λανθάνειν.
52.3
πολλὴ τοίνυν ἡ περὶ ταῦτα πρόνοια καὶ πλῆθος νόμων πα λαιῶν τε καὶ νέων ὑπὸ τῶν ἀεὶ κρατούντων τιθεμένῶν. καὶ τοῖς ἀδικουμένοις αὕτη καταφυγὴ γραφή, κατηγορίαι, ἔλεγχος, τιμωρίαι. τὸ μὲν γὰρ ἄμεινον ἣν μηδὲ ἀδικηθῆναι, τὸ δὲ δεύτερον δίκην λαβεῖν, ᾧ μόλις παύσαιτο ἄν τις ἀλγῶν. ταύτην τοίνυν τὴν ἐπικουρίαν, ὦ βασιλεῦ, τὴν οὕτω καλὴν καὶ προσή κουσαν καὶ θεοῖς φίλην οὐκ ἐῶσι σώζεσθαι τοῖς δεομένοις τινές. οὑς πεπαῦσθαι προσήκει νόμῳ τε σῷ καὶ ὀργῇ.
52.4
Τίνες οὖν εἰσιν οὗτοι; οἱ παρακαθήμενοι μὲν ἐν ταῖς δίκαις τοῖς δικάζουσι διελόμενοι τὰ ὦτα, σφῶν δὲ αὐτῶν μᾶλλον ἢ τῶν συνδίκων αὐτοὺς ἀναγκάζοντες ἀκροᾶσθαι, καὶ νῦν μὲν οὕτος ὧς αὑτόν, νῦν δὲ ἐ κεῖ νος ἕλκων, ὃ δίκαιον μέν ἐστιν ἰδεῖν οὐκ ἐῶντες, α' ντι πολιτευόμενοι δὲ τοῖς νόμοις, ἀπειλοῦντες δέ, εἰ μὴ πείσουσιν, ἐπικείσεσθαι τῷ μὴ κεχαρισμένῳ, καὶ οἶ μὲν θρασύτεροι ταῦτα τὸν αὐτὸν κατειληφότες θρό νον, ὑβρίζοντες μὲν ἐφ᾿ οὗ κάθηνται, ὑβρίζοντες δὲ τοῦ δικαστηρίου τὴν μορφήν, ὑβρίζοντες δὲ τὴν δίκην, ὑβρίζοντες δὲ τὸν ταύτης ἐπώνυμον, οἱ δὲ δείλης ἐμπιπλάντες τὴν καταγωγήν, μετριώτεροι μὲν τούτων ἐν ᾧ τῶν δικαστηρίων ἀπέχονται, δίκαιοι δ᾿ οὐδ’ αὐτοὶ τὰς εἰσόδους τὰς τοιαύτας ἐπὶ τοῖς μὴ δικαίοις ποιούμενοι καὶ τῷ πεῖσαι τὸν δικαστὴν ἃ μὴ τὰ πράγ μάτα δύναται.
52.5
ἐκεῖνοι μὲν οὖν τὸ τούτων ποιοῦσιν, οὗτοι δὲ τὸ’ κείνων οὐ τολμῶσιν. ἀλλ’ οὗτοι μὲν δεηθέντες ἀπῆλθον παραδόντες τῇ μνήμῃ τὴν χάριν, οἶ δ’ ἕπονται παρόντες ὑπὲρ ὧν δεδέηνται καὶ νεύουσιν οἱ τὰς βοηθείας ἐπηγγελμένοι τοῖς ἀγωνιζο μένοις θαρρεῖν. ποῖον οὖν τοῦτο δικαστήριον ἀφ’ οὗ τὸ δικάζειν ἐξελαύνεται; καὶ μήτοι νόμιζε δύο μόνους εἶναι τοὺς τοῦτο δρῶντας οἷς ἡ κοινωνία τοῦ θρόνου, ἀλλὰ βάθρον μὲν καθ’ ἑκατέραν χεῖρα, βάθρον δὲ βάθρῳ συνάπτεται καθ’ ἑκάτερον μέρος. ἐπὶ δὴ τούτων τῶν τοσούτων οἶ τοῖς νόμοις ἐχθροὶ τὰ τῶν νόμων ἔξω ζητοῦντες ἀναπηδῶντες, κεκραγότες, οὐ λανθάνοντες ὑπὲρ ὧν εἰσιν ἀφιγμένοι.
52.6
αὐτοί τε οὑν οὗτοι καὶ παρ’ ὧν ἐλάττων ἡ τόλμα συρρέουσιν εἰς τὰς καταγωγὰς αὐτοὶ μὲν κρατήσαντες τοῦ μετ’ ἄριστον ὕπνου, ἐκείνοις δὲ τοῦτον διακόψαντες τὸν ὕπνον. καὶ βοῇ μὲν τοῦτο οὐ ποιοῦσιν οὐδὲ ὀνόματι καλοῦντες, πῶς γάρ; διαλεγόμενοι δὲ καὶ λαλοῦντες οὕτως ὧς μὴ εἶναι μηκέτι μηδ’ εἰ σφόδρα βούλοιντο, καθεύδειν. ἀνεγειρόμενοι τοίνυν τεθυμωμένοι κρύ πτουσι τὸν θυμὸν ὑπὸ μειδιάματι. καὶ τὸ λοιπὸν τῆς ἡμέρας ἐν τῷ περὶ χαρίτων ἀναλίσκεται λόγῳ, τά δ’ ὀφειλόμενα γράμμασι γράμματα τῆς τῶν ἀρχόντων χειρὸς οὐδαμοῦ, οἷς δὲ δεῖ τούτων τῶν γραμμάτων, προσκαθήμενοι πεινῶσι.
52.7
βούλομαι δέ σοί τι διελθεῖν ἐν καταγωγῇ ποτε γεγονός. ἀπεῖπε μὲν διδοὺς ἄρχων χάριτας, ὧν τὰς ὑστάτας ἐν βαλανείῳ, εἶς δέ ἑ τις ἀτυχῶν μέν, τυχεῖν δὲ ἐπιθυμῶν ἀποδύντος ἀποδὺς τὸ βιβλίον εἰσενεγκὼν καὶ μέλαν καὶ κάλαμον διὰ γέλωτος οὐκ ἄπρακτος ἀπῆλθεν, ἀλλ’ ἐκφέρων ἄμα ἱδρῶτι γράμματα.
52.8
Αὗται αἰ εἴσοδοι, βασιλεῦ, καθεῖλον μὲν τοῦ δικαίου τὴν ἰσχύν, τῷ δὲ ἀδικεῖν δύναμιν περιέθηκαν καὶ τοὺς μέν ἀπήλλαξαν τιμωρίας, τοὺς δὲ ἀπεστέρησαν. αὗται πολλοὺς μὲν ἀνδροφόνους ἐξήρπασαν θανάτου, πολλοὺς δὲ μοιχούς, πολλοὺς δὲ τάφων ἁψαμένους, πολλοὺς δὲ περὶ χρήματα κακούς, τοὺς μὲν παρακαταθήκας οὐκ ἀποδόντας, τοὺς δὲ δανείσματα, τοὺς δὲ ἡρπακότας, τοὺς δὲ πὺξ πατάξαντας, τοὺς δὲ λακτί σαντας, τοὺς δὲ λοιδορίαις ὑβρίσαντας μὲν ἑαυτούς, ὑβρίσαντας δὲ πατέρας οἰχομένους, τοὺς καθ’ ἕκαστον τῶν ἀδικημάτων εἶδος εἰκότως ἂν τοῖς ἐκ τῶν νόμων ζημιωθέντας ῥύονται, συμπράττουσι, σκοποῦσιν ὅπως ἂν καταγελάσωσι τῆς δίκης.
52.9
κἄν τις τῶν σῶν ὑ φέ ληταί τι καὶ κατεδηδοκὼς ἐπὶ κρίσιν ἄγηται, τῶν κωλυσόντων γενέσθαι τιμωρίαν οὐκ ἀπορήσει, ἀλλ’ ἅμα τέ τις ἠνέχθη κατά τινος αἰτία, καὶ δρόμος τοῦ δεί σαντος ἐπὶ τὸν ἀμυνοῦντα κἀκείνου πάλιν ἐπὶ τὸν δικάσοντα, καὶ ὁ μὲν συκοφαντεῖ, κἂν μὴ συκοφαντῇ, ὁ δέ, κἂν ᾖ πονηρός, χρηστός ἐστι. πολλοὺς δὲ ἀξίους κεκολάσθαι σώζοντες οὐκ ἐλάττους ζῆν ἀξίους ζῶντας κατὰ τοὺς νόμους ἀπώλεσαν πένητάς τε ἐκ πλουσίων ποιοῦντες διατελοῦσι καὶ ταπεινοὺς ἐκ λαμπρῶν καὶ ταῖς οἰκίαις ἀποδιδόντες τοὺς μὲν καταδίκῃ πεπληγμένους, τοὺς δὲ μολύβδῳ, τοὺς δὲ ἀμφοῖν.
52.10
Τὸ οὖν ὀλέθρους τε ἔχον οὐχὶ δικαί· ους καὶ σωτηρίας οὐ καλὰς καὶ προσήκει σοι παῦσαι, βασιλεῦ, καὶ ῥᾴδιον. τὸ γὰρ εἰπεῖν ῥᾴδιον. ἐλευθέρωσον τοίνυν τὰς ψυχὰς τῶν δικαζομένων δέους τοῦ παρὰ τῶν λυμαινομένων τὸ δίκαιον. ᾧ καὶ τοῦ καθεύδειν στέρονται παρατηροῦντες τὰς τῶν βελτιόνων τούτων εἰσόδους, δι᾿ οὓς οὐδ’ ὁ πάνυ πιστεύων τοῖς πράγμασιν ἔχει θαρρεῖν. ἔρχετ᾿ οὖν αὐτῷ νὺξ δυοῖν φέρουσα θάτερον, ἢ ἀγρυπνίαν ἢ μετ᾿ ὀνειράτων χαλεπῶν ὕπνον ἐχόντων τοὺς καθ’ ἑαυτοῦ πρὸς τὸν ἄρχοντα λόγους, πηδᾶν ποιούντων τὰ τῶν τεταραγμένων. τοιαύτης δὲ ἀπολαύσας ἐκείνης λύπῃ δέχεται τὴν ἡμέραν τραῦμα πεποιηκότος ἐν τῇ ψυχῇ τοῦ φόβου. δεῖ δέ, ὦ βασιλεῦ, καὶ φοβεῖσθαι καὶ μὴ φοβεῖσθαι τοὺς ἀρχομένους, τὸ μὲν ἐκ τοῦ κακὰ εἰργάσθαι, τὸ δὲ ἐκ τοῦ μηδέν, ἀλλ’ οὐ διὰ τὸν δεῖνα ἢ τὸν δεῖνα.
52.11
Τοῦτο καὶ τὰς βουλάς σοι βελτίους, ὦ βασιλεῦ, ποιήσει. νῦν μὲν γὰρ ταύτας τὰς ἀσπίδας προβεβλη μένοι τὸ ζῆν ἡδέως μᾶλλον ἢ καλῶς προτετιμήκασιν· εἰ δ’ οὐκ ἔχοιεν γλώττας τὰς εἰσπεμπομένας, ἐν τοῖς πραττομένοις ἕξουσι τὰς ἐλπίδας. τουτὶ δὲ καὶ αὐτῶν, οἶμαι, κέρδος τῶν εἰς κάλλος βιούντων ὄντας ἀγαθοὺς ἐπαινεῖσθαι καὶ μὴ κολακεύειν τοὺς ψευσομένους, ἀλλ’ ἔργοις εὐδοκιμεῖν οὐκ αἰτοῦντας εὐφημίας, ἀλλ’ ἔχοντας ἀπὸ τῶν καθ’ ἡμέραν.
52.12
τὸ αὐτὸ χείρους καὶ τῶν λόχων ποιεῖ τοὺς ὑπερέχοντας ἤ, εἰ βούλει, στρατιάν. οὗτοι γάρ τά τῶν γειτόνων αὐτῶν τιμῆς ὀλίγης ποιοῦσι τἀς κακοπραγίας οὐ φερόντων τὰς πυκνάς. δεινὸν δ’ οὐδὲν εἰς δίκην τοῦτο ἐλθεῖν ὄντων τῶν τὸν ὀργιούμενον ἡμερωσόντων. ὢν δὲ μέτριος στρατιώτης κόσμος τ’ ἂν εἴη τῷ δικαστῇ καὶ ἡ συχαζούσῃ τῇ καρδίᾳ ζῴη μηδαμόθεν αὐτῷ τοῦ συνειδότος ἀπειλοῦντος.
52.13
Ἀλλὰ μὴν μέγιστον μὲν ἀγαθὸν νέῳ παιδεία, φοιτᾶν δέ ὡς τὸν βελτίω βέλτιον ἢ τὸν οὐ τοσαῦτα εἰδότα. καὶ τοῦτο τοίνυν ἀσαφὲς καθίσταται ταῖς τοιαύταις εἰσόδοις τὸν μὲν ἀμαθέστερον ποιούσαις τῷ λόγῳ σοφώτερον, τὸν δὲ σοφώτερον ὕστερον. ὅταν δὲ ὁ ταῦτα ἰδὼν ἕπηται καὶ λέγῃ τὰ τῆς ἀπάτης, τὸ τῆς ἀρχῆς ὄνομα μεγάλην τὴν ψῆφον ἐποίησε καὶ πλέον ἐδυνήθη τῆς ἀληθείας, καὶ τὰ περὶ τοὺς λόγους ἔσχε κακῶς.
52.14
Οὗτοι τοίνυν οἱ τοὺς ἀδίκους ᾑρημένοι κατὰ τῶν τοῖς; νόμοις πειθομένων οὐ τηνάλλως πονοῦσιν, ἀλλ’ ὧσπερ τοῖς γεωργοῖς πονεῖται τά περὶ τὴν γῆν, καὶ ζεύγη καὶ ἄμαξαι καὶ βόες καὶ ἄροτρον, καὶ ἄρουρα τέμνεται καὶ σπορὰ εἰσπέμπεται καὶ τὰ ἄλλα γίγνεται" θερίσαι καὶ τρυγῆσαι βουλομένοις, οὕτω καὶ τού τοις θερίσαι καὶ τρυγῆσαι βουλομένοις. καὶ πολὺ τοῦτο αὐτοῖς ἔρχεται. τῶν δὲ ἀφικνουμένων τὰ μέν αὐτοῖς πλουσίας ποιεῖ τὰς τραπέζας γῆς παρεχούσης καὶ θαλάττης, τὰ δὲ πλοῦτός ἐστι, χρυσός, ἄργυρος, ἐσθῆτες. καὶ τά μὲν ἔχουσι, τὰ δέ δέχονται, τὰ δέ μέλλουσιν. ἱκανὸν δὲ οὐδέν οὐδὲ ἐπαινεῖται, ἀλλὰ τὸ μὲν κεῖται μικρὸν δοκοῦν, ζητεῖται δὲ ἕτερον καὶ οὐκ ἰνὶ μὴ δοῦναι τῇ τοῦ μέλλοντος προμηθείᾳ, ὅπως ᾖ τις ὁ παρεσόμενος, ἢν δέῃ.
52.15
πόθεν οἴει, βασιλεῦ, τοὺς ἀφέντας μὲν τὴν αὐτῶν καὶ πατρῴαν πενίαν, ἐλθόντας δὲ ὡς ἡμᾶς ἐν σαπροῖς ὑποδήμασι, τοὺς δέ οὐδὲ τοιούτοις, πυροπωλεῖν, οἰκοδομεῖν, τραπεζίταις συνεῖναι, δανείζειν, πανταχοῦ μεμνῆσθαι τόκων, παισὶ κλήρους παραδιδόναι μεγάλους; ἅπασι τούτοις πηγὴ μία τὰ δικαστήρια καὶ τὸ τοὺς μὲν ἡττῆσθαι, τοὺς δὲ νενικηκέναι καὶ κακῶς ἀμφοτέρους. ἰσχὺν δὲ ἐκ λόγων κεκτημένοι κέκτηνται διά τῆς αὐτῆς καὶ τὴν ἐν τῇ πόλει. καὶ πᾶσα χήρα τὴν οὐσίαν τὴν ἑαυτῆς οὐχ ἑαυτῇ μᾶλλον ἢ τούτοις ἔχει.
52.16
ὁρῶντες δὲ τὴν πολλὴν οἱ χειροτέχναι δύναμιν ὑποπεπτώκασι μὲν τούτοις, ὑποπεπτώκασι δὲ καὶ τοῖς τούτων οἰκέταις. καὶ γὰρ τούτοις ἐξουσία μαστιγοῦν, δεῖν, ὠθεῖν, καταβάλλειν, χιτῶνι λυμαίνεσθαι. καὶ τά πωλούμενα τῶν τιμῶν ὁριστὰς ἔχει τοὺς τοιούτους, καὶ δούλους καὶ δεσπότας. οἱ δὲ τοτὲ μὲν ἔδοσαν βραχύ τι, τοτὲ δέ οὐδέν. εἶτα τοῖς μέν ἡ φροντὶς ὑπὲρ ἄρτου, τοῖς δὲ πάντα πολλά. καὶ τέκτονας οὐ κεκτημένοι, τῶν ἐκείνων εἰ δεηθεῖεν χειρῶν, κέκτηνται.
52.17
τί οὖν χρὴ τούς τοιούτους καὶ νομίζειν καὶ καλεῖν ἢ τυράννοῦς, οὐ τριάκοντα κατὰ τοὺς πάλαι ποτὲ τῶν Ἀ θηναίων, ἀλλ’ ὅσους οὐδ’ ἂν ἐξαριθμήσειέ τις; μὴ γάρ, εἰ μὴ κατέχουσιν ἀκροπόλεις μηδ’ εἰ μὴ δορυφοροῦνται μηδ’ εἰ τὴν ἐσθῆτα τὴν τῶν ἀρχομένων φοροῦσιν, ἀλλ’ εἰ μὴ μείζονές εἰσι τῶν νόμων ἐν οἷς τέ τισι συμπνέουσιν ἐν οἷς τε ἐναντιοῦνται, εἰ μὴ ταῦτα πάντα τῶν εἰδότων καὶ ὁρώντων. καίτοι τί πλέον αἰ τυραννίδες; πολεμεῖς δὲ καὶ μισεῖς οὐ τοὔνομα τοῦ πράγματος, βασιλεῦ, αὐτὸ δὲ τοὖργον καὶ τὰ ἀπ’ αὐτοῦ κακά.
52.18
ποιεῖ δέ τούτους τυράννους οὐχ ὁπλίτης καὶ ἱππεὺς καὶ ἀκοντιστὴς καὶ τοξότης, ἀλλά τὸ τοὺς ἄρχοντας ἄγειν καὶ τὸ τοὺς ὑπὸ τῆς σῆς ἀ πεσταλμένους ἐπὶ τοῦτο κεφαλῆς τοῖς τούτων βουλήμασιν ὑπηρετεῖν. οἱ καὶ κώμην πολλάκις ἀνέστησαν ἀδικου μένην ὑπὸ μείζονος διὰ τὸ μείζω τὸν μισθὸν εἶναι τὸν παρά τῆς μείζονος. ιθι δὴ καὶ ταύτας ἡμῖν ἔκκοπτε τὰς τυραννίδας. δεῖ δὲ οὐδέν σε πολλὴν μὲν γῆν ἐπελθεῖν, ὑπερενεχθῆναι δὲ ὀρῶν καὶ τῶν μὲν ὅπλοις, τῶν δὲ κρατῆσαι γνώμῃ, ἀλλ’ ἐὰν δόξῃ κεκλεῖ σθαι τῶν ἀρχόντων τἀς θύρας, οἶδε καταλέλυνται.
52.19
Καὶ μὴν πολύς γε χρόνος, φήσαι τις ἄν, οἶδε ταυτασὶ τὰς εἰσόδους. καὶ γάρ τὰ διὰ τούτων ὁ αὐτὸς ἀδικήματα χρόνος οἶδε. δεῖ τοίνυν οὐ μᾶλλον εἰσιέναι συγχωρεῖν διὰ τὸν χρόνον ἢ κωλύσειν διὰ τούς ἠδικημένους. ὁ δ’ ὡς ἰσχυροῦ τινος εἰλημμένος τοῦ χρόνου τοσοῦτον ἀποκρινάσθω, εἰ καὶ λοιμὸν μακρὸν ἡμῖν ὑπισχνουμένου τινὸς θεῶν ἢ καὶ ἀνθρώπων λύσειν οὐκ ἂν προσεῖτο τὴν δωρεάν διά τὸ μῆκος τῆς νόσου. τοὐναντίον μὲν οὖν τὸ μῆκος ἂν παρῄνει σπεύδειν καὶ μὴ μέλλειν, ἀλλ’ ἁρπάζειν τἀγαθόν.
52.20
εἰ μὲν οὖν ψεύδομαι τοῖς περὶ τῶν εἰσόδων καἰ οὐδὲν ἐν αὐταῖς βλαβερόν, μενέτωσαν· εἰ δὲ πλείω τῶν εἰρημένων τά διαπεφευγότα, μᾶλλον ἄξιον ἀλγεῖν οὐ πάλαι πεπαυμένων ἢ τηρεῖν αὐτὰς διὰ τὸν μέχρι νῦν καιρὸν ὄντα πολύν. ἐν ᾧ τινας ἴσμεν κεκλεικότας θύρας καὶ πολὺ νομισθέντας βελτίους τῶν οὐ τοῦτο πεποιηκότων. εἰ δὴ πάλαι κέκριται τὸ κλείειν τοῦ μὴ κλείειν κάλλιον, τί μὴ τὸν μετὰ τὸν λόγον χρόνον ἀμείνω τοῦ προτέρου ποιοῦμεν;
52.21
τί δέ; ἐπὶ τῶν προτέρων ἀρχόντων τοῦτο οὐκ ἣν ἑνός γέ τινος γέροντος καὶ συνδειπνοῦντος καὶ τούτου γε τοῦ γέροντος ἀρετῆς τε ἐπιμελουμένου τῆς ἄλλης κἀν τῷ δείπνῳ ῥήτοράς τε ἀρχαίους καὶ ποιητὰς ἐπεισάγοντος καὶ οὐδὲ ἀκίνδυνον ἣν ἔξω τούτων ἐνεχθῆναι. ᾔει δέ ποτε καὶ ὁ τῶν φιλοσόφων ἐξ Ἀπαμείας χορός, ὧν ὁ κορυφαῖος θεοῖς ἐῴκει, καὶ μικρὰ συγγενόμενος ἀνέστρεφεν. ἴδει δὲ καὶ τοὺς νῦν εὐτυχεῖν τι τοιοῦτο, καὶ παρῄνουν ἂν καὶ πρεσβείαις τὸ κέρδος ἄγειν.
52.22
Ἀλλ’ εἶναι μὲν τοὺς αἰτοῦντας ἃ μὴ δεῖ συγχωροῦσιν, οὐ μὴν παρ’ ὧν αἰτοῦσιν ἕξειν εὐθέως. ἀλλ’ εἰ μὲν ἄνδρες ἄριστοι τὰς ἀρχὰς ἐλάμβανον πᾶν ἂν ὑπὲρ δόξης ὑπομείναντες, τάχ᾿ ἄν τι λέγειν ἐδόκει τις· εἰ δ’ ἴσμεν, τίνες ὄντες καὶ τίνων καὶ πόθεν ἥκοντες καὶ πῶς λαβόντες ἄρχουσι, τί θαυμαστὸν δι δόναι σφᾶς αὐτοὺς τοῖς ἐπαγγέλλουσιν; εἰσὶ δὲ οἱ κἂν μὴ τὴν πρώτην πείσωσι, λιπαροῦντες ταῦτα ἔπραξαν κεφαλήν τε καὶ ὄμματα φιλοῦντες χειρῶν τε ἁπτόμενοι καὶ γόνατα τιμῶντες, πάντα ἀφιέντες ῥήματα καὶ δὴ τὸ τοῦ Σατύρου τὸ δέομαι, δός μοι. λόγου δὲ φύσις πλεῖστα ἂν δυνηθείη, καὶ ὀργὴν ἐμποιῆσαι καὶ στῆσαι καὶ λύπην ἀμφότερα καὶ πόλεμον ἀντ’ εἰρήνης ἑλέσθαι πεῖσαι καὶ ζέοντας ἐπ’ ἀλλήλους καταθέσθαι τὰ ὅπλα. καί τις οὐκ ἂν ἁμάρτοι γόητα αὐτὸν προσ εἰπὼν τὸν καὶ πένθος οὐ φορητὸν ἐπὶ θοίνην ἄγοντα.
52.23
καὶ οὗτοι τοίνυν οὐκ ἀποροῦσι λόγων εἶξαι πειθόντων. ἐν οἷς οἱ τὰς ἀμοιβὰς ὑπισχνούμενοι καὶ ὅ γε κολοφὼν ὁ τῆς Γοργόνος φοβερώτερος ὁ ποταμοὺς ἀπειλῶν ἐπαφήσειν ψόγων. ἠκόνηται δὲ γλῶττά τισι καὶ μαχαίρας καλοῦσιν αὐτάς. καὶ τἄλλα εἰσὶν οὐκ εὐκαταφρόνητοι τῷ πᾶσιν ἐπιχειρεῖν καὶ μηδὲν ὀκνεῖν καὶ τὴν αἰδῶ νομίζειν νώθειαν. εἴτ’ οὖν φιλότιμος εἵη, νενίκηται διὰ τὴν φιλοτιμίαν, εἴτε κερδάναι κακῶς, δείσας ἔχεται.
52.24
ᾧ μὲν οὖν ὁμιλεῖ τις, τοῦτον ἂν ἕλοι· οὗ δ’ ἀφέστηκε, πῶς ἂν τούτῳ προσβάλοι; κακὰ μὲν οὖν ὁ κακῶς ἂν ἄρχων δράσει, κἂν μηδεὶς εἰσίῃ, πλείω δὲ εἰσιόντων, τά μὲν ἐκείνοις, τὰ δὲ αὐτῷ διδοὺς οὐκ ὄντα τοῖς δι᾿ ἐκείνων ἴσα. οὕτως οὐκ ἔνι μὴ ταῖς εἰσόδοις ἀκολουθῆσαι βλάβην.
52.25
Καὶ μὴν ὠφέλειάν φησιν ἐνεῖναι δεικνυμένων παρὰ τῶν εἰσιόντων ἃ μὴ σφόδρα ἂν ἐκεῖνος ἴδοι. καὶ τί τοῦτο ἔστι; πῶς μὲν ἂν λάθοι; πῶς δ’ οὐκ ἂν καταφανὲς γένοιτο τῶν μὲν πόρρωθεν ἀνωμολογημένων τῶν περὶ τὸν φόρον, τῶν περὶ τὰς δίκας, τῶν περὶ τὰς θεωρίας τῶν δ’ ἀπροσδοκήτων πευθῆσί τε διοικουμένων καὶ πολλαχόθεν τὴν διδαχὴν ἐχόντων.
52.26
εἰ δὲ δὴ καὶ συνεχῆ κοινωνὸν ἀπάντων ἔχειν ἄξιον, ἔστιν ὁ παρεδρεύων ἀναγκαίαν ἔχων τοῖς πρά γμασιν εὔνοιαν· οἶδε γὰρ ἐν ταῖς διαμαρτίαις πρῶτος ὑφέξων λόγον. δύο τοίνυν γνώμαις τῆς ἀρχῆς κυβερνωμένης τί ἂν ἑτέρων δέοι; καὶ γὰρ εὐφροσύνην αὐξῆσαι καὶ ἀθυμίαν κοιμίσαι δύναιτ’ ἂν ὁ μονονοὺ συμπεφυκώς.
52.27
ἔτι τοίνυν, εἰ μὲν ἐπ’ ἀγαθῷ τῳ τὰς συνουσίας οἵδε ταύτας ἔμελλον συνέσεσθαι καὶ τοῦθ’ οἱ μάντεις προὔλεγον, εἴων ἄν· εἰ δὲ ἐμπορία τὸ πρᾶγμά ἐστι καὶ κακῶς χρήσονται ταῖς τῶν ἀρχόν τῶν ὁμιλίαις, ἐγὼ μὲν ὃ χρὴ γενέσθαι λέγω, σὸν δ’, ὦ βασιλεῦ, τὸ γενέσθαι.
52.28
τιθῶμεν δ’, εἰ δοκεῖ, μὴ πάντας ἔσεσθαι τοιούτους, ἀλλά τινας καὶ συμφέ ροντας. οὐκοῦν εἰ οἱ κακίους πλείους, πλείονι ἄρα συνέσται τῷ κακῷ. εἰ οὖν ἀληθὴς ὁ τοῦ Θεόγνιδος λόγος καὶ ὁ μὲν ἐσθλὸς ἐσθλῶν διδάσκαλος, ὁ δὲ κακὸς κἂν εὕρῃ τινά μετέχοντα νοῦ, καὶ τοῦ τὸν ἐξέβαλεν, οὐσῶν εἰσόδων τὸ φαυλότητα τοῖς ἄρχουσιν ἐμποιοῦν δυνατώτερον, ὅσον καὶ πλέον. βέλτιον ἄρα μηδετέροις ὁμιλεῖν ἢ τοῦτ’ ἀμφοτέρων εἶναι. οἱ μέν γὰρ ἐπανορθοῦντες μόλις ἂν εἶεν δύο, παρά δὲ τῶν κολακευόντων ὄντων γε ἀμυθήτων οὐδὲν ὅ τι μὴ πολλῶν ἐπαίνων τεύξεται καὶ ὅτι γε μόνου τοῦ Δῖός ἂν ἦν οὕτω θεραπεῦσαι πόλεις αὐτῷ ταύτην δεδωκότος τὴν ἀρχήν.
52.29
Τοῖς διδασκάλοις δέ, φησιν, οὐκ ἀ νοί γεις τὰς θύρας; οὔ. διὰ τί; ὅτι καὶ τούτους οἶδα ταῦτα ποιήσοντας, συμμαχήσοντας, πολεμήσοντας, κακῶς ἑκάτερον. ὁρῶ γὰρ δὴ καὶ τούτους τὴν περὶ τὰ χρήματα νοσοῦντας νόσον καὶ μόνους εὐδαίμονας τοὺς ἐν πλούτῳ ζῶντας ἡγουμένους καὶ τὸν Κροῖσον Σό λωνος εὐδαιμονέστερον. ἤδη δέ τινος αὐτῶν ἀκήκοα καὶ τὸν Μίδαν ζηλοῦντος τῆς τελευτῆς. λιμῷ μὲν γὰρ ὡμολόγει τὸν Φρύγα τελευτῆσαι, ἀλλ’ ἔργον εἶναι χρυσοῦ τὸν λιμόν. καὶ Σατύρου μὲν οὐχ ὑπῆρξε γενέ σθαι κυρίοις, ᾗ ταῦτα ἂν ᾔτrισαν, εὐχαὶ δέ ἴωθεν αὐτοῖς πρὸς τὸν ἤλιον καὶ νυκτὸς ἀρχομένης πρὸς ἐκείνην χρήματά σφισιν ὅσα τοῖς ἐπὶ τῶν δυνάμεων γενέσθαι, γυνὴ δὲ καὶ παῖδες καὶ τὸ ἐρρῶσθαι καὶ εὐδαιμονεῖν οὐδαμοῦ. τεκμαίρεσθαι δὲ ἡμᾶς οὐκ ἐῶσιν, ἀλλ’ εὖ εἰδέναι οἱ μεγάλους ἐργασάμενοι πλούτους φανεροὺς ἀπὸ τοῦ τὴν τῶν οὐ διδασκόντων ὁδὸν ἐλθεῖν, οἱ τοῖς μὲν ἐξισώθησαν, τοὺς δὲ καὶ παρεληλύθασιν.
52.30
οὕτως οὖν εἰσελθόντας ἐπίσχες, ὦ βασιλεῦ. καὶ μὴ πειθέτωσαν λέγοντες, ὡς μισθοὶ ταῦτα νέων καὶ πόνοι καὶ διατριβαὶ περὶ λόγους. εἰ γὰρ τοῦτο τοιοῦτον ἣν, πάντες ἂν ἦσαν ἕνεκά γε ἑ νέων καὶ διατριβῶν τηλικοῦτοι, πάντων γὰρ οἶμαι ταῦτα, ἀλλ᾿ ὅμως οἱ μὲν πένητες, οἱ οὐκ εἰσελθόντες, καὶ μέγα κέρδος ἐν ἄλλου φαγεῖν, οἱ δ’ ἐν καταλόγῳ τῶν πολυ χρύσων. πρὸς οὖς ὁ νόμος εἰπάτω μὴ πλείω ζητεῖν, ἀλλά στέργειν, εἰ μή τις ἀφαιρήσεται.
52.31
εἰ δὲ γενομένην εἴσοδον ἐπισχετέον, πῶς οὐκ οὔσαις ἐπιτρεπτέον; πῶς δὲ μεμφόμενοι τῶν παιδευόντων τοὺς περὶ τὰ τῶν ἀρχόντων γόνατα τοὺς οὔπω τοῦτο πεποιηκότας δρά σοντας εἰσάξομεν μέλλοντας ἀντὶ μετάλλων τε καρπώ σεσθαι τἀς ἀρχὰς καὶ διδασκάλοις οὐχ ὁμοίους ἔσεσθαι; ἐπεὶ καὶ τὸν ἀντικαθήμενον τοῖς τοῦ ἡμετέρου ῥεύμασι τοῦτο οὐκ εἴασεν εἰς ὅσον ἐξῆν αὐξηθῆναι τὸ μεγάλην ἡγεῖσθαι πλεονεξίαν καὶ εἶναι καὶ ἔσεσθαι τὴν ἀρχήν. ἡ δ’ οὐ μόνον βλάβη λόγοις, ἀλλὰ καὶ κίνδυνος ἣν ἐν μεταβολῇ τῶν ὅλων, καὶ τά κτήματα ἐκινεῖτο καὶ μακράν ἔδει βαδίζειν ὁδὸν καὶ γελωτοποιοῦντα μένειν ἐφ’ ὧν εἶχεν εἰς τὴν τοῦ κρατοῦντος βλέποντα φύσιν.
52.32
Ἀλλ᾿ εἰ καὶ πάντας εἴρξεις, φησί, τί λέξει πρὸς ἰατροὺς ὁ νόμος, ὅταν τῶν ἰατρῶν τὸ σῶμα δέηται; οὐ γάρ δὴ ἡ μὴ νοσεῖν ἐ πιτάξεις τοῖς ἐπὶ τῶν ἀρχῶν. ἐρεῖ τοίνυν ὁ νόμος· ἔρχου μὲν ὁ σώζειν τέχνην ἔχων καὶ λέγε τι καθεζόμενος καὶ λέγοντος ἄκουε, ἔστω δὲ πᾶν τὸ λεγόμενον εἰς τὸ πάθος τεῖνον σπουδὴν ἔχον τὸ μὲν καταπαλαῖσαι καὶ τρέψαι, τὸν κεκληκότα δὲ καθαρὸν ποιῆσαι τοῦ κακοῦ, δίκης δὲ μὴ ἔστω μνήμη μηδὲ νίκης μηδὲ ἥττης μηδὲ γνώσεως μηδ’ ὑπὲρ ἀνδρὸς πονηροῦ λόγος μηδὲ κὰτ οὐδὲν ἀδικοῦντος μηδ’ ὁ μὲν ἤπιον, ὁ δὲ χαλεπὸν ποιῶν.
52.33
οἶδ’ ἐκεῖνο. πολλά μὲν εἴρητο, πολλὰ δ’ ἐπέπρακτο τῷ κρατοῦντι μὲν νοσημάτων, κρατοῦντι δὲ ἀρχόντων, οὐ δικαίως δέ τῇ δυνά μει ταύτῃ χρωμένῳ. ὅτι δὲ οὐ δικαίως, μάρτυς ὁ πλοῦτος πένητας ἀποφαίνων τῶν τινας ἐν βασιλείοις τὰ μέγιστα πιστευομένων. ἢν γὰρ ἡ βουλὴ γῆν, ταύ την ἐγεώργησε τιμὰς μὲν τἀς προσηκούσας τιθεὶς καί που καὶ μείζονας, οὕτω δὲ ῥᾳδίως, ὥσπερ ἐπὶ θησαυροὺς ὑπὸ ὀνειράτων ἠγμένος. τά δ’ ἣν οὐκ ὀνείρων ἔργον, ἀλλ’ ἀρχόντων χάριτες ἅπαντα πειθομένων. ἂ πωλῶν ἐκεῖνος ἠγόραζεν ἀεί τι ἔχων ἐν τοῖς πωλουμένοις τῶν πωλούντων τοὺς τάφους. καὶ τῷ μέν ηὔξετο τὰ ὄντα, ἡ δὲ αἰσχύνη τοῖς δικασταῖς.
52.34
ἴστω τοίνυν ὁ ἰατρὸς ἰώμενος ἄρχοντα ἀσθενοῦντα, τουτὶ δὲ πράττοιτο μὲν ἂν καὶ διὰ σιγῆς, πράττοιτο δ’ ἂν καὶ διὰ ῥημάτων ὀλίγων ἂ οὐκ ἂν μὴ ῥηθῆναι δύναιτο. μακρὰ δὲ διεξιόντος καὶ χωροῦντος ἐπὶ τὰ μὴ συμβαίνοντα τοῖς νόμοις τῷ προσώπῳ δῆλον ὅ τι χρῄζων τῆς ἰατρικῆς ποιείτω τοῖς παροῦσιν, ὡς, ἢν μόνον ἰατρὸς ὢν εἰσίῃ, τὸν νοσοῦντα ὄψεται. ἐφεστάναι δὲ ἄξιον καὶ τὸν κοσμοῦντα τὴν καταγωγὴν καὶ τῶν ἔνδον ἐπιμελητὴν τῷδε τῷ πράγματι καὶ προσαναγκάζειν τὸν τοιοῦτον ἰατρὸν εἴσω τῶν ὅρων μένειν.
52.35
Ὡς δ’ οὐ καλὸν καταγωγὴν ἄρχοντος δέχεσθαι τοιαύτας συνουσίας, μάθοις ἄν, βασιλεῦ, καὶ τῷδε· βραχέα δὲ λέξω καὶ δι’ ὧν ἡδίων ἔσῃ. Ἦρχέ ποτε ἀνὴρ καὶ Σύρων καί τινων ἑτέρων ἐθνῶν, Σύρου μὲν παῖς, αὐτὸς δὲ Ῥωμαῖος, φόβῳ τὴν ἀρχὴν εὐθύνων, οὐχ αἵματι. τούτῳ τῆς ἀρχῆς μεσοῦντι ῥεῦμα κινηθὲν ἀπὸ τῆς κεφαλῆς διὰ τῆς φάρυγγος δραμὸν τά τ᾿ ἄλλα ἐκάκωσε καὶ τῆς φωνῆς ἀφεῖλε. κεκλημένος δὲ ἐπὶ τὸ λυποῦν ἰατρὸς ἀνὴρ τῶν ἄγαν ἐπαινουμένων ἐπειδὴ ἤρετό τι περὶ τοῦ κατέχοντος, ἀπεκρίνατο μὲν οὐδὲν διά φωνῆς, ἣν δὲ ἄρα ἐν αὐτῷ τοσοῦτον, διάρας δὲ τὸ στόμα τὸ τῆς τέχνης δεόμενον ἔδειξεν, ὅπως ἀνήκοος αὐτοῦ καθάπαξ ὁ ἰατρὸς ἀπίοι μηδὲν τῆς αὐτοῦ γλώττης ἐκφέρων.
52.36
Τοσοῦτος ἣν τοῖς τότ᾿ ἄρχουσι φόβος ἐν ταῖς εἰρημέναις εἰσόδοις. ἀλλά νῦν οὐ τὰ πάθη τοὺς ἰ ατροὺς τοῖς ἄρχουσιν εἰσάγει, ἀλλ᾿ οἶ μὲν ἔρρωνται, οἱ δὲ παρακάθηνται, καὶ ὁ λόγος οὐ περὶ τοῦ σώματος οὐδ’ ὅπως ἂν ὑγιαίνοντες διάγοιεν, ἀλλὰ τῆς αὐτῆς καὶ τά τούτων ἰδέας. ἰατρῶν μὲν οὖν οὐκ ἀποστερῶ τοὺς ἄρχοντας, μήποτε οὕτω γενοίμην ἄτοπος, ἐ φεστάναι δὲ τοῖς στόμασιν αὐτῶν ἀξιῶ τὸν ἃ δεῖ μόνα λέγειν ποιήσοντα.
52.37
Φθονήσομεν οὖν τῷ πόνῳ τῶν ἀρχόντων παραμυθίας τῆς οὔσης ἐν ταῖς εἰσόδοις; ποίας παραμυθίας; μείζων μὲν οὖν ἐντεῦθεν ὁ πόνος αὐτοῖς κατασκευάζεται τοῖ τῶν γραμμάτων χρόνου καὶ τῶν ἀναγκαίων ἑτέροις διδομένου καὶ μικροῦ τινος τοῖς ἐπείγουσιν ἀντὶ πλείονος γινομένου, ὥστε πολλάκις μὲν ὥρα δειπνεῖν, οἱ δέ εἰσιν ἐν γράμμασι.
52.38
θαυ μαζῶ δὲ εἰ καὶ μετὰ τὴν θοίνην διπλῆν τε καὶ τοιαύτην ῥᾳστώνης εἶναί τῳ δοκοῦσιν ἐπιδεεῖς καὶ μηδὲ δύνασθαι ζῆν, εἰ μὴ τοῦτο ἔχοιεν, ὡς οὐκ ἔχοντες ἐκ σίτων ἀναπαύλας. ἦσαν δέ γε κἀκείνοις καὶ τοῖς νῦν καὶ πᾶσιν ἄρχουσιν ἀνάπαυλαι τὸ ταθὲν ἀνιεῖσαι, τοῦτο μὲν ἵππων ὐφ’ ἅρμασιν ἅμιλλαι, τοῦτο δὲ ἐν θεάτροις χάριτες, τοῦτο δὲ πρὸς θηρίων ὀδόντας ἀ νδρῶν ἀγῶνες ᾠδαί τε νέων εὐφώνων ἐκπώμασιν ἀ ναμεμιγμέναι. κεκώλυται δὲ οὐκ αὐλός, οὐ σῦριγξ, οὐ βάρβιτος. έ· νι δέ τις καὶ περὶ κύβους διατριβὴ θυμὸν φέρουσα μεθ’ ἡδονῆς. εἰ δὲ δὴ προσδεῖ τινος καὶ βελτίονος εὐθυμίας, ἔστι μοῦσα ποιητῶν, ἔστι δρόμος ῥητόρων. ἔστιν ἀκοῦσαί τι παρ’ ἀμφοῖν περὶ τῶν αὑτοῦ καλῶν ἢ τἀληθῆ λεγόντων ἢ καὶ οὐ τοιαῦτα, πόνου δὲ ὅμως τοῦ παρὰ τῶν πραγμάτων ἀφιέντα. οὕτως οὐδ’ ὑπὸ ταύτης τῆς αἰτίας εἶεν ἂν εὐλόγως εἴσοδοι.
52.39
Ὅ τοίνυν μέγιστον ἔχειν οἴονται κατά τῆς γνώμης, καὶ αὐτός, φησί, τῶν εἰσιόντων ἦσθα. καὶ πάνυ γε. ἀλλ’ ἄκων καὶ τότε καὶ νῦν, ἀλλ᾿ οὐ βουλόμενος, ἀλλ’ ὦ Ἡράκλεις λέγων, ἀλλὰ ζημίαν τὸ πρᾶγμα ἡγούμενος, ἀλλ’ ἀηδῶς ὁρῶν τὸν ἵνα καλέ σειεν ἀπεσταλμένον, ἀλλὰ νῦν μὲν διὰ σκήψεως οὐχ ὑπακούσας, νῦν δ’ ὠνούμενος τά τοῦ μὴ εὑρῆσθαι ῥήματα. καὶ τούτων εἰσὶ μάρτυρες οἱ λαβόντες. τίς οὖν οὕτως ἄφρων, ὧς τῆς ἐπιθυμίας τοὐναντίον ὠνεῖ σθαι καὶ βούλεσθαι μὲν εἰσιέναι, ὅπως δὲ μὴ εἰσίοι ποιεῖν ἀργυρίου;
52.40
καὶ μὴν οὐδεὶς ἄν με δείξειεν ἄκλητον τὴν πρώτην ὡς ἄρχοντα δείλης πεπορευμένον, ἀλλ’ ἔλαβε τὴν ἀρχήν, ἧκεν. ὁ μέν τις μετεπέμψατο, ὁ δ’ οὐκ ἐβουλήθη. τί οὖν ἐγώ; παρὰ μὲν τὸν ἧκον, παρὰ δὲ τὸν οὐκ ἦλθον. τοῦ γάρ ἐνοχλεῖν ἄπειρος ὧν αἰσχρὸν ἡγούμην ἐλθὼν κόπτειν ἄρχοντος θύραν. οὔκουν τοιαύτην ὁδὸν αὐτόματόν μέ τις ἐ λθόντα ἐξελέγξειεν ἂν οὐδ’ ὡς Κυνήγιον τὸν ἐπειδή με τὸ πρῶτον εἶδε, καταβάντα παραδείγματος οὐκ ὄντος. ἔχοιμι δ᾿ ἂν οὐκ ὀλίγους καταλέξαι τοὺς οὔτ᾿ ἀ ναγκάσαντας οὔτ᾿ ἀναγκασθέντας.
52.41
Ἐξῆν γάρ, φησί, καλουμένῳ καθῆσθαι, σὺ ὒ δ’ ἀναστὰς εἵπου. πῶς δ᾿ οὐκ πῶς δ’ οὐκ ἔ μέλλον ἄρχοντός γε καλοῦντος καὶ μέγα τὸ πρᾶγμα ποιουμένου; οὐ γὰρ ὥσπερ μὴ βαδίζειν ἐξῆν, οὕτω καὶ μηδὲν ἀηδὲς παθεῖν. οὐ γὰρ μόνον μέγας ὁ θυμὸς τῶν βασιλευόντων, ἀλλὰ καὶ τὰς μετ’ ἐκείνην ἀρχὰς οὐ ῥᾴδιον ἐνεγκεῖν ὀργιζο μένας, καὶ πολλοὶ τοιαύταις ὀργαῖς ἀπολώλασιν. αἰτίαν δὲ ψευδῆ περιάψαι διὰ συκοφάντου ῥᾷστον καὶ μάρτυρας πεῖσαι τά ψευδῆ μαρτυρεῖν καὶ κύριον ἑ αυτὸν ψήφου ποιῆσαι καὶ δεσμῷ παραδοῦναι καὶ τῷ τἀκεῖ διά χειρὸς ἔχοντι κελεῦσαί τι.
52.42
καὶ τούτου τοῦ φόβου διδάσκαλον εἶχον ὄν μόλις διέφυγον, ἕτερος δέ τις ἐμὸς συγγενὴς ἱερεὺς φιλοσοφίας οὐκ ἐδυνήθη. οἷς οὖν ἔπαθον παιδευθεὶς εἰκότως ἐφυλαττόμην ἀ πά σης δυσμένειαν ἀρχῆς. καὶ γάρ εἰ αὐτὸς αὐτοῖς ἄ ληπτος ἦν, εἶχον ἂν οὑς βάλωσι, τοὺς μὲν εἴσω τειχῶν ὄντας, τοὺς δ’ ἐν ἀγροῖς διεσπαρμένους καὶ αὐτοῦ μὲν ἀπείχοντ’ ἂν ἐμοῦ, δι’ ἐκείνων δ’ ἂν ἐλύπουν. ἔστι δὲ ἀλγεινὸν τοῖς ἑαυτοῦ μὴ δύνασθαι βοηθεῖν, ἀλλ’ ὁρᾶν μὲν σπαραττομένους, μένους, εἰσφέρειν δὲ πλὴν λύπης ἔχειν οὐδέν.
52.43
πρός τε οὖν ἐμαυτὸν ταῦτα ἐ λογιζόμην καὶ ἤκουον τῶν φοβουμένων δεομένων μὴ σφᾶς ἐμβαλεῖν εἰς κρημνὸν ἄφυκτον· δῆλον γὰρ εἶναι τὸν δεύτερον πλοῦν καὶ ὧς ἀντεχόντων τῶν ἐμῶν τά’ κείνων πεπλήξεται. τούτους οὖν διασώζων καὶ τούτῶν κηδόμενος καὶ λέγειν ἡγούμενος δίκαια καὶ μετά θεῶν ἀνάγκης ἡττώμενος ᾔειν οἷ χωρῶν ἠθύμουν. 44 πρὸς δὲ τούτοις καὶ πατέρας ἑώρων ἡμῖν τοὺς αὑτῶν παραδόντας λέγοντας δεῖσθαι μὲν τῶν τοιούτων εἰσόδων, εἰ καὶ σφόδρα τὸ δίκαιον ἔχοιεν, εἶναι δὲ βαρείας τὰς ἄλλας συμμαχίας ἐμμίσθους οὔσας. οὖς εἰ τις ἀπεωθεῖτο λέγων ὧς ἔχοι πρὸς τὸ πρᾶγμα, καὶ ταῦτά τινων διδασκάλων οὐ λεγόντων τοῖς αὐτῶν δεησομένοις· ἐκ τοίνυν τούτων οὐκ εὖ ἔμελλε τἀμὰ ἕξειν. ἐντεῦθεν ἔπραττον ἃ μὴ ποιεῖν ἤθελον. οὐκ ἂν δὲ ἐβουλήθην διά τε τὴν ἀπ’ αὐτοῦ δυσκολίαν καὶ τὸ πόρρω μοι τὴν ψυχὴν τῶν τοιούτων ἑστάναι χρη ματισμῶν. οὐδεμία γοῦν ἔχθρα ταύτην ἀφῆκε κὰγ ἐμοῦ τὴν φωνήν, ἀλλ’ ἐν πολλοῖς οἷς ἐψεύσαντο τοῦτο οὐκ ἐτόλμησαν. τῷ τοίνυν ἀδωροτάτῳ τί ταύτης ἔδει τῆς ἀφορμῆς;
52.45
Μέγα δὲ μαρτύριον τῶν εἰρημένων τὸ νυνὶ πραττόμενον. οὐ γὰρ ἄν, εἰ ταῖς εἰσόδοις ἡδόμην, ἔκλειον νόμῳ τὰς δεχομένας θύρας. ὥσπερ γάρ τοῦ τούτους τῶν εἰσόδων ἐρᾶν μέγας ἔλεγχος ὁ λυπῶν οὗτος νόμος, οὕτως ἐμοὶ σημεῖον τοῦ τοῖς ἀνοίγουσι μέμφεσθαι τὸ τοιαῦτα παρὰ τοῦ σκήπτρου ζητεῖν.
52.46
Συναγορεύει δέ μοι καὶ τετελευτηκὼς ὁ τοῖς παρὰ σοῦ στεφανούμενος ἐπαίνοις Κυνήγιος. ἀχθεσθεὶς ὑπὲρ τῆς τοῦ δικαίου τάξεως διατετμημένης καὶ κατα τετρωμένης καὶ δυνηθείς, οὐκ οἷδ’ ὅθεν, ταῦτα μαθεῖν ἐκλεισε γράμμασι τὰς τῶν ἀρχόντων θύρας, καλῶς μὲν ποιήσας ὃ πεποίηκε, κατὰ δὲ τὸν Διομήδην οὐκ ἐλθὼν ἐπὶ τὸ πέρας. τὸ δὲ ἣν ἐπ ἐκείνοις τοῖς γράμμασιν ἕτερα σὰ γενέσθαι καὶ εἶναι ταῦτα νόμον. οὐ γὰρ ἂν ταῦτα ἔπαθεν ὅπερ ἐκεῖνα. οὐκ ἂν ἐλύθη. νῦν δ’ ἅμα τε ἐκεῖνος ᾤχετο καὶ ταῦτα ἣν οὐδέν.
52.47
Νομίσας οὖν ἀμφοτέρων εἶναι τοῦτον τὸν λόγον, ὦ βασιλεῦ, καὶ τοῖς τε πράγμασι βοηθῶν καὶ τιμῶν φίλον τίθει νόμον τῶν ἤδη σοι τεθέντων οὐδὲν ἀτιμότερον. καὶ τῶν δικαζομένων μόνοις πάρεχε νικᾶν οἷς τὸ νίκαν παρὰ τῆς ἀληθείας. περιλαμβανέτω δὲ ὁ νόμος καὶ τραπέζας καὶ πότους, καὶ μήθ’ ὁ ἄρχων ἑστιάτω καλῶν μήτ᾿ αὐτὸς τρεχέτω καλούμενος. καὶ γὰρ τούτων ἑκάτερον τῷ δικαίῳ ζημία. ὁ γάρ φιλο τησίαν δεχόμενος ὁμοῦ τῷ τὴν χεῖρα ὑποσχεῖν ᾔτησε χάριν, ἡ δ’ ἀρχὴ τὴν φιάλην αἰσχυνομένη οἶδε μέν, ὧς οὐ δίκαια ποιήσει, νεύει δὲ ὅμως. τὰ αὐτά πρὸς ἕτερον, τὰ αὐτὰ πρὸς τρίτον, τά αὐτά πρὸς ἕκαστον. καὶ διὰ πάντων ἡ κύλιξ ἔρχεται μεθ’ ἑαυτῆς ἄγουσα κέρδος. καὶ πίνων ἂν μεταξύ τι τοιοῦτον εἴποι καὶ παρ’ ἐσθίοντος ἔνι τοῦτο γενέσθαι. καὶ τῆς παρά τῶν σιτίων ἡδονῆς ἡ τῶν διαβολῶν οὐκ ἐλάττων, καὶ ποιεῖ πᾶσι ῥήμασιν ὁ Διόνυσος πύλας, καὶ ὁ τῆς εὐωχί· ας καιρὸς πολλοῖς ἐπήνεγκε συμφορὰς ἀναπτομένου ῥήμασι τοῦ τὸν θρόνον ἔχοντος. μὴ τοίνυν μήτε καλείτω μήθ’ ἑστιάτω μηδὲ τοῖς μισθωτοῖς τούτοις εἰς τὸ καὶ λέγειν καὶ πράττειν ἃ βούλονται γιγνέσθω χορηγός.
52.48
τὸ δὲ ἕτερον καὶ λογιζόμενος ἐγκαλύπτομαι. φέρεται ἄρχων ἐπ’ ὀχήματος ὑπὸ ζώνης καὶ τοσαύτης παραπεμπόμενος διά τῶν ἀρχομένων οὐχ ὡς μεταστήσων τι τῶν οὐ καλῶς ἐχόντων, ἀλλ’ ὡς ἀριστήσων καὶ μεστὸς οἴνου καὶ κρεῶν ἐσόμενος. καὶ πάντες οἱ θεώμενοι τοῦτ’ ἴσασι ὅτι ἀριστήσων, τό τε τῆς αἰδοῖς τῆς οὔσης ἐν αὐτοῖς οὐκέθ’ ὅσον πρότερον, ἐ πανερχομένων δὲ οὐδ’ ὅλως, ἒἰσὶ εἰσὶ καταγέλαστοι διαφέρον τες ἀσκῶν τοσοῦτον ὅσον ἐκεῖνοι μὲν οὔτε φθέγγονται οὔτε ἀσχημονοῦσι. τούτοις δὲ οὔτ᾿ ἠρεμεῖν ἡ γλῶττα δύναται καὶ γέλως ἡ ταύτης πλάνη. καὶ μάχη μὶν ἔτι φερομένου πρὸς ὕπνον, ἐλθόντος δὲ ἧττα, καὶ πρὸ τῆς νυκτὸς ἡ νύξ. τίνας οἴει γίγνεσθαι, βασιλεῦ, τοὺς ὑπηκόους τοιαῦτα θεωμένους; πῶς ἂν σωφρονοῖεν ὑπὸ μεθυόντων ἀρχόμενοι; τίνας μὲν τῶν τοιούτων εἰκὸς εἶναι τοὺς λόγους ἑστιωμένων; τί δ’ αὐτοῖς ἄρρητον μεμένηκε;
52.49
καίτοι τὰ τῶν προτέρων οὐ τοιαῦτα, ἀλλ’ ἒν ἄριστον ἔξω μόνον τὸ παρὰ τῷ βασιλεῖ, τὰ δ’ ἄλλα τὴν ὀροφὴν ἔδει τῆς καταγωγῆς ὁρᾶν. οὐδεὶς δ’ ἂν οὐδενὶ πλήθει χρυσοῦ τῶν ἀρχόντων τινά πρὸς τράπεζαν εἵλκυσεν οὐδ’ ὧν αὐτὸς ἐν ἀρχῇ μείζονι. ἀλλὰ νῦν καὶ τοῖς ἰδιώταις τοῦτο ὑπάρχει καὶ ὁ κλη θεὶς καὶ τετίμηται καὶ τετίμηκεν. ἔστι δὲ ἰδιώτης ὁ μηκέτ᾿ ἄρχων, εἰ καὶ λίαν ἐν πολλαῖς ἀρχαῖς γεγένηται. ὁ δὴ τὸν ἄρχοντα ἐπὶ τοῦτο λαβὼν πρῶ τον ἠμαύρωσεν αὐτῷ τὸ τῆς ἀρχῆς ἀξίωμα, ἔπειτα ἔσχεν ὑποχείριον καὶ πᾶν ἐπαγγέλλειν ἔξεστιν. ἔστω τοίνυν ὁ λόγος αὐτῷ πρὸς τὸν αὐτοῦ μάγειρον καὶ τὸν ἐκείνου ζωμόν, εἴτε ἡδίων εἴτε ἀηδέστερος εἴη. κἂν εἴη γυνὴ καὶ παῖδες, ἔχει συσσίτους, εἰ δὲ μήπω παῖδας, ἐκείνην. εἰ δ’ ἡ ἀρχὴ τὸν γάμον ἴφθη, τὸν καὶ ἐροῦντά τι καὶ ἀκουσόμενον ἔχει τὸν πάρεδρον.
52.50
Οἶμαι δὲ τοὺς οὕτως ἄρξαντας οὐ νομίσαι τὴν ἀρχὴν συμφορὰν διά τὸ πολλοῖς ὁμιλεῖν. μὴ τοίνυν μηδ’ οὗτοι νομιζόντων μηδ’ οἱ φάσκοντες μὲν τά σὰ φιλεῖν, ἤκιστα δὲ τά σὰ ποιοῦντες ἐπαγόντων τὴν ἑαυτῶν δύναμιν τῷ λόγῳ, ἀλλά μακάριοι διὰ σοῦ γεγενημένοι τοσοῦτόν σοι δότωσαν ὅσον ἐφεῖναί σοι θεῖναι νόμον πᾶσι λυσιτελοῦντα τοῖς νόμοις. πύ ργωσον τοίνυν τὰς ἀρχάς καὶ τά τε ἐπιτάγματα τῶν οὐκ ἀρχόντων σβέσον τάς τε ἀπειλὰς τοῦ κακῶς ἐρεῖν τὸν οὐ πειθόμενον ἄνελε. καὶ παρὰ τῆς Δίκης, μεγάλης θεοῦ, πάλιν ἀνθούσης οἴου σοι λαμπρὰς ἀ μοιβὰς ἀφίξεσθαι.