Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orations
LibaniusOrations 55 · textus-receptusMore by Libanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius"> —
⋯
More
Original / primary: Textus receptus
55.1
Ὁρῶν σε πρὸς τὰς παρὰ τοῦ πατρός, ὦ φίλτατε, τεταραγμένον ἐπιστολὰς καὶ ἄμα τῶν ἐνταυθοῖ τινας αἰσθανόμενος ταὐτὰ ποιοῦντας τοῖς γράμμασιν οἶμαι δεῖν ποιεῖν ὰφ’ ὧν ἔση βέλτιον βεβουλευμένος. ἴσως μέν γάρ ἔσται τι καὶ τῷ συμβούλῳ, πολὺ μέντοι τῷ πεισθέντι μεῖζον ἢ τῷ πεπεικότι τὸ κέρδος.
55.2
Τὰ μὲν οὑν ἀγγελλόμενα περὶ τὸν σὸν εἶναι νυνὶ πατέρα διὰ τὴν σὴν ὧς ἡμᾶς ὁδόν, τά μὲν ἔργοις, τὰ δὲ λόγοις, τῷ πάσχοντι λύπην οὐ μικρὰν ἔχοντα ἑκάτερα καὶ ἡμᾶς ἂν εἰκότως λυποίη. μὴ γάρ με ὑπολάβῃς ἐθίζειν σε τοῦ γεννήσαντος ὀ λιγωρεῖν. ἅ τε γὰρ οἱ νόμοι λέγουσιν οἶδα καὶ πρὸς τοῖς ὐπ’ ἀνθρώπων κειμένοις τούτοις τὸν τῆς φύσεως οὐκ ἀγνοῶ καὶ ὅτι μετὰ τούς θεοὺς τοῦτο τίμιον καὶ ὅτι τούτῳ τά μέγιστα τῶν χρεῶν ὀφείλομεν καὶ οὐκ ἐλάττω γε ἡ πατρί· σι καὶ ὅτι χείρων τῶν θηρίων ὁ περὶ ταῦτα ἁμαρτάνων. πᾶν γὰρ ἀδίκημα τοῦδε με τριώτερον, καὶ πολεμίων ἐπιόντων δεῖ γονεῦσιν ἀ μύ νοντα δέχεσθαι μεθ’ ἡδονῆς πληγήν, ἀφ’ ἧς ἔστιν ἀπελθόντα θαυμάζεσθαι καί, τό γε ἐπὶ τὴν δόξαν ἧκον, ζῆν τε ἀεὶ καὶ εἶναι. πατρὸς δὲ προδότῃ καὶ κακῷ περὶ τἀς τοιαύτας ἀμοιβὰς μήθ’ ὁμωρόφιός ποτε γενοί μὴν μήτε ὁμοτράπεζος μήθ’ ἑκὼν μήτ’ ἄκων.
55.3
καὶ ταῦτα οὐκ ἄλλῳ παραινεῖν ἄμεινον ἢ ἐμαυτῷ. δυοῖν τε γάρ ἐπιδειξέοιν, τῆς μὲν περὶ τὸν πατέρα, τῆς δὲ περὶ τὴν μητέρα, τὴν μὲν ὑπὸ τοῦ ταχέως ἐκεῖνον ἀποθανεῖν ἀφῃρέθην, τὴν δέ οὐ φαύλην οἶμαι πεποι ἧσθαι, ὥστε μοι καὶ μιμητὰς γενέσθαι τινὰς τῆς οὔσης μοι δόξης ἐπὶ τοῦτο ἀγούσης.
55.4
Καὶ νῦν εἰ ἐπανήκων παύσεις μὲν τοῦ κακῶς ποιεῖν τοὺς ἐπιβουλεύοντας, ἀνελῶν δὲ τὰ δυσR III 187 χερῆ λεῖον αὖθις καὶ ἀπράγμονα τῷ πατρὶ καταστή 20 σεῖς τὸν βίον, σπεῦδε, μὴ μέλλε, πορεύου, καὶ τοῦτό γε οὐκ ἂν οἶμαι τὸν Ἑρμῆν οὐκ ἐπαινέσαι· εἰ δὲ τὸν μὶν ὔ ἐχθρὸν οὐδὲν ἂν μεταβ· άλοι οὐδ’ εἴσεται χά ριν ὧν αὐτὸς ἠνάγκασεν, οὐδὲν ἑκὼν ἔπραξας, ἃ δὲ μὴ βουλόμενος ἧξας, ἰσχυρότερα ποιήσεται, τί τὸ κέρδος τοῖς οὖσι οὖσι δυσκόλοις προσθεῖναι τὴν περὶ τοὺς λόγους ζημίαν; ὅτι μὲν γάρ ὧς ἐπὶ τὸ βέλτιον ἧκες, αὐτὸς ἥκων ὡμολόγησας. οὐ γὰρ ὅπως ἴδοις τὴν πόλιν, ἀφῖξαι, ἀλλ’ ἣν αἴτιον οἱ λόγοι. εἶναι δέ ὁμοῦ πὰρ ἄλλοις καὶ τῶν τῇδε μετέχειν οὐχ οἷόν τε.
55.5
Ἀλλὰ μὴν οὐδεὶς ἐγγυητής, ὧς ὁ δυσμενὴς ἐκεῖνος καὶ πικρὸς καὶ χαλεπὸς ἐκβαλεῖ μέν ἐκ τῆς ψυχῆς τὴν ἀπέχθειαν, σπείσεται δέ πρὸς τὸν λελυπηκότα, ἀντὶ δὲ τοῦ κακὰ παρέχειν τῶν εἴ τις ἐπ’ αὐτὸν ἴοι συμμαχησόντων ἔσται. ἀλλὰ ἀνιάσει μέν ἐκεῖνον οἷσπερ νῦν ἢ καὶ ἔτι πλείοσι, προσθήσει δὲ σὲ τῷ πατρὶ νομίζων αὑτῷ δίκην ὀφείλεσθαι παρ’ ἀμφοῖν, σοῦ μὲν τὴν τοῦ τῶν ἐμῶν ἐπιθυμῆσαι, τοῦ πατρὸς δὲ τὴν τοῦ συγκεχωρηκέναι.
55.6
καίτοι μὴ νόμιζε τὸν μὲν ἔμπειρον πραγμάτων ἐλαύνεσθαι καὶ πάσχειν κακῶς, πατέρα τὸν σόν, σὲ δ᾿ ἂν τὴν ἐκείνου δύναμιν διαφυγεῖν, ἥν ἐκ τοῦ μόνος κατειληφέναι τὴν πόλιν ἔχει. ἐὰν οὖν ἐξ αἰτίας ψευδοῦς ἐπιστήσας σοι συκοφάντην ἢ ὅλως ἀναρπάσῃ ἢ δήσῃ, πολλοὺς δέ ἴσμεν πολλοῖς τοιαῦτα ἄρχοντας κεχαρισμένους, πότερον τῷ πατρὶ λελυκὼς ἔσῃ συμφορὰς ἢ τῶν οὐσῶν ἐκείνῳ κεκοινωνηκώς; οἶδα δὲ ἔγωγέ τισι τὸν δεσμὸν ἐξ ἐ πι βουλῆς ἐνεγκόντα θάνατον, ὃ σύ γε μηδ’ ὄναρ πάθοις.
55.7
Ἐρεῖς, νὴ Δία, χρηστὸς ἔσεσθαι περὶ αὐ τὸν καὶ δίκαιος καὶ ποιήσειν οὐδὲν ἔτι τοιοῦτον. καὶ τίς ὅρκος οὕτως εἶναι δόξει φοβερός, ὃς τῆς ἀπιστίας ἐκείνου περιέσται; ἡγήσεται γὰρ ἀναβολὴν εἶναι τῆς γνώμης τὸν ὅρκον, καιροῦ δὲ διδόντος πάλιν σε τὸν αὐτὸν ἔσεσθαι καὶ τῶν αὐτῶν ἀντιλήψεσθαι διατριβῶν καὶ λόγων. οὐκοῦν μισήσει μὲν ταῦτα λογιζόμενος, μισοῦντα δὲ ἕξει σὲ τὸν ὑπ’ αὐτοῦ μισούμενον.
55.8
οὕτω δὲ πρὸς ἀλλήλους ἔχοντας ἒν ποιμαίνειν ποί μνίον καὶ χαίρειν μὲν τοῖς ἀλλήλων κακοῖς, προσποιεῖσθαι δὲ τοῖς ἀγαθοῖς, εἰ καὶ μὴ’ κείνῳ δεινόν, σοί γ᾿ ἂν εἴη βελτίστῳ γε ὄντι καὶ δικαίῳ καὶ ὡς ἀληθῶς ἐλευθέρῳ. ζῆν γὰρ ἀνάγκη σὺν ἀηδίᾳ γε καὶ τῷ μοχθηρὸν ἑαυτὸν ὑπολαμβάνειν καὶ τῷ κατεγνωκεναὶ μὲν ὧν ποιεῖς, φυγεῖν δὲ αὐτὰ μὴ δύ νασθαι.
55.9
ὁριεῖ δὲ ὑμῖν οὐ τὰ χωρία τῶν λόγων τὰς ὁμιλίας οὐδὲ λουτρά τε καὶ ἐργαστήρια καὶ αἰ τῶν ἀρχόντων ὁδοὶ χωρούντων τε ἄλλοσε καὶ ἐ πανερχομένων. ἀλλὰ καλεῖ μὲν κἀπὶ τράπεζαν ἐκεῖνος, πολλοὶ δὲ οἶ τοῦτο ποιοῦντες καιροὶ καὶ ἄνευ γε τῶν καιρῶν πολλάκις ὁ τρόπος. πολλοῖς γε ἥδιον ἑστιᾶν ἢ τισιν ἑστιᾶσθαι. τί οὖν τότε ποιήσεις; τὸ μέν γὰρ οὐχ ὑπακούειν χαλεπὸν ἂν εἴη ποιοῦντος, τὸ δ’ ὑ πακούειν ἀναισθήτου τε καὶ οὐ βουλομένου τὰ πεπραγμένα εἰδέναι καὶ ὂν καὶ γράψαιτ’ ἄν τις τὸν πατέρα τε λέγων καὶ οἶά ἠδικημένος οἷα ποιοῦντα τὸν παῖδα ὁρᾷ τὸν ἑαυτοῦ.
55.10
καὶ μὴν εἰ μέν ἐκείνου προ ἀπέλθοις, ἀλγῶν ἂν ἀποθνήσκοις οὐ τυχὼν ὧν ἐ πιθυμεῖς· εἰ δὲ ἐκδέξαιο τεθνεῶτος αὐτοῦ τὴν ἀρχήν, ζητῶν ἃ λαβεῖν ἐκωλύθης αὑτὸν ἂν κατεσθίοις.
55.11
Ὁ πατὴρ γὰρ ἀδικεῖται παρὰ τοῦ κριθέντος ὑπὸ σοῦ μὴ σπουδαίου διδάσκειν. πόσοι δὲ ἄλλοι πατέρες ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐ ξωργισμένων τῶν διδασκόντων ὑβρίσθαι λεγόντων, χωρούντων δὲ ἐπὶ τὰς τιμωρίας τῶν παρόντων οὐκ ἐ χό ν τῶν τοὺς ἀπ· ηρκότας λαβεῖν; οὐχ αἰ μητέρες τεθνεώτων τῶν πατέρων εἱλκύσθησαν εἰς ἀγορὰν ἀήθεις οὖσαι τοῦ πράγματος καὶ κλύδωνί τε καὶ χερσὶ στρατιωτῶν παρεδόθησαν; οἷς δὲ οὐδέτερον‚ οὔτε πατέρες οὔτε μητέρες, ἐπί τε τοὺς οἰκέτας καὶ τοὺς ἀγροὺς ἧκον τοὺς αὐτῶν καὶ οἷς τούτων ἔμελεν ἄγχοντες καὶ ἀ ποπνίγοντες ἀναγκάζοντες τῶν ἄλλοσε δεσποτῶν πεπορευμένων καταβοᾶν.
55.12
Εἶδον δὲ ἔγωγέ τινας δρασμῷ μὲν ἐπὶ τοῖς λόγοις χρησαμένους ἐν ἀγνοίᾳ γονέων τοῦτο πε ποιηκότα̣ ς, οὐ μὴν ὀνήσαντάς γε τοὺς γονέας τῷ μαθεῖν οὐδέ ἀπηλλαχότας παρὰ τοῦτο τῶν παρὰ τῶν σοφιστῶν αὐτοῖς κακῶν, ἀλλ᾿ οἱ μὲν ἐμάνθανον, οἱ δὲ ἐ πολεμοῦντο. καὶ οὐδένα τούτων οὐδὲν πρὶν ἢ προσήκειν ἐπανήγαγεν. οὔτε γάρ οἱ πατέρες τοιαύτας κλήσεις ἐκάλουν οὔθ᾿ αὑτόν τις τῶν νέων τοιαῦτα ἠδίκησεν, ἀλλ’ οἱ μὲν ἐν τοῖς αὑτῶν καμάτοις παρεῖχον τοῖς ἐξ ἑαυτῶν κτᾶσθαι λόγους, οἱ δὲ οὐκ ἐποίουν κακῶς ῥιπτοῦντες ἃ διώκοντες ἧκον.
55.13
ἐνοχλεῖται νῦν ὁ σὸς πατήρ; καινὸν οὐδέν. ἵξῃ μένων αὐτὸς τῶν λόγων; καὶ τοῦτο τῶν εἰωθότων. ἢ δεῖξόν μοι παῖδας ἐκ μέσου τοῦ μανθάνειν ἀνασπωμένους, ἔπειτα ἐλθόντας οἴκαδε παρεστηκότας τοῖς φύσασιν ἀτιμίᾳ μόνη τὴν βοήθειαν πορίζοντας. τί γὰρ ἂν καὶ προσετίθεσαν; ἀλλ’ οὔτε Ῥώμη ταῦτα ἐπεῖδεν οὔτε τῶν αὐτοχθόνων ἡ πόλις οὔθ’ ἡ τέρπειν πεφυκυῖα Βηρυτὸς οὔθ’ ᾗ τὰς ἀρχὰς Ἀλέξανδρος ὁ Φιλίππου δέδωκεν ἡ, εἰ βούλει γε, ὁ τοῦ Δῖός.
55.14
ὒ τοίνυν οὐδ’ ἐνθάδε ἴσμεν γεγονὸς ἀπὸ τοιαύτης προφάσεως, ἐπ’ ὀρφανίᾳ γέ τινες τοῦτ᾿ ἐποίησαν, μᾶλλον δὲ οἱ ταῖς ὀρφανίαις εἰς ῥᾳθυμίαν χρησάμενοι. οἷς γὰρ αὖ ἔρως παιδείας, τὰ μὲν ἀφεῖσαν ἐ πιτρόποις καὶ νόμοις, αὐτοὶ δὲ ἔπινον, οἷα δὴ τῶν Μουσῶν αἰ πηγαί. σοὶ δ’ ὁ πατήρ, εἰ καὶ ἀνθρώπῳ δυσχερεῖ συμπέπλεκται, ἀλλὰ ζῇ γε καὶ φωνὴν ἔχει καὶ φθέγγεται καὶ οὐκ ἀκούει τι μᾶλλον τῶν ἀηδεστέρων ἢ λέγει. ἴσως δ’ ἄν τι καὶ παιόμενος ποιοῖ παραπλήσιον πύκταις ἐκείνοις οἱ τᾷ δύνασθαι πληττόμενοι φέρειν τοὺς πλήττοντας ἀπειπεῖν ἠνάγκασαν. καὶ μὴν εἰ μὲν πλουτεῖτε, κατὰ τοῦτ᾿ ἂν ἀντέχοιτε· εἰ δ’ ὀλίγα τὰ ὄντα ὑμῖν, οὐδὲν ἂν ὑμῖν ἐν ταῖς προσβολαῖς ἀπολλύοιτο μέγα.
55.15
Γῇ μητρὶ τἠμῇ συμμάχων μὲν ἴδει ποτέ, ἐβοήθει δὲ οὐδείς. ἀπεδήμουν δὲ αὐτός, ἐν οἷς δὲ ἣν, ἤκουον. ἀλλ’ ὅμως οὔτε ἀνεκαλούμην οὔτε ἄκλητος ἀνιστάμην. οὐδετέρῳ γὰρ τοῦτ᾿ ἐφαίνετο πρέπειν. ἀλλὰ τὰ μὲν τῆς οὐσίας ὑπέρρει καὶ τῶν πωλούντων ἣν ἀγρούς, πολλὴν γῆν ἀπὸ πολλῶν ἐργαζομένην. ὅμως δὲ ἦν οὗπερ ἦν, νομίζων οὐ τὸ τὴν ἐν τῇ μάχη τάξιν λιπεῖν εἷναι μόνον κακόν, ἀλλὰ καὶ τὸ τὴν τοῦ μανθάνειν, εἴτε τις ὑπὸ τοῦ πατρὸς εἴη ταχθεὶς εἴτε αὐτὸς ὐφ’ ἑαυτοῦ. πρὸς μὲν οὖν τὰς ἀγγελίας ἔκυπτον εἰς γῆν ἀπὸ λύπης καὶ τῆς λύπης μὲν οὐ περιῄειν ζητῶν φάρμακον, ἀλλ’ εἶχον ἐγγὺς ἐπ’ αὐτῶν τῶν χειρῶν αὐτὰ τά βιβλία, καὶ τῶν ἐξιόντων ἀγρῶν ἃ παρὰ τούτων ἦν ἀντιλαβεῖν ἐφαίνετό μοι καλλίω καὶ τιμιώτερα.
55.16
Ἀλλ’ οὐδὲ Δημοσθένης ὁ Παιανιεὺς ἐν τῇ τῶν ἐπιτρόπων ἀδικίᾳ καὶ ταῖς κλοπαὶ καὶ ταῖς ἁρπαγαῖς τῇ μητρὶ παρεστηκὼς ἐθρήνει, ἀλλά καίτοι νοσήμασι τῶν περὶ τοὺς λόγους ἱδρώτων εἰργόμενος ὅμως ἣν ἐν τοῖς πόνοις, ἀφ’ ὧν ἔμελλεν εἰς ἄνδρας ἥκων δείξειν Ἀφόβῳ καὶ τοῖς ἄλλοις, ὧς οὐκ ἀκίνδυνα ἐτρύφων.
55.17
Πόσα μὲν ἤκουεν Ὀρέστης ἐν Φωκεῦσι τρεφό μενος περὶ τῶν ἐν Μυκήναις Αἰγίσθῳ τολμωμένων, ὃς οὕτω γήμας κακῶς οὐδὲ τὰς θυγατέρας εἴα τοῦ μετὰ Τροίαν έν δείπνῳ πεσόντος ἀναπνεῖν, ἀλλ’ ὅμως ἀνέμενε τῆς καθόδου τὸν καιρόν. εἰ δὲ προηπείχθη, τὸν μὲν βουλόμενον δίκην λαβεῖν ἐδείκνυεν ἂν, τού του δέ οὐδὲν ἂν εἶχε πλέον.
55.18
Ἀναμιμνήσκου δὲ καὶ τοῦ μετὰ λύτρων ἐπὶ τὸν νεκρὸν τὸν Ἕκτορος ἥκοντος. ὁ τοίνυν Πρίαμος ἄγων εἰς ἔλεον Ἀχιλλέα διὰ τῆς μνήμης τοῦ Πηλέως καὶ τῶν λόγων ταύτην ἀρχὴν ποιησάμενος κἀκεῖνον ἔφη βαρυτάτων πειρᾶσθαι τῶν περιχώρων. καὶ οὐκ ἀντεῖπεν Ἀχιλλεὺς ἀκούων τούτῳ τῷ μέρει τῶν λόγων, ὧς ἄν τις εἰδώς, ὅτι ταῦθ’ οὕτως ἔχει. ἀλλ’ οὐ διά τοῦτο τὸν πόλεμον καὶ τὰ τοῦ πολέμου πράγματα ἀφεὶς καθελκύσας τὰς ναῦς ἧκεν εἰς Φθίαν κουφό τερον τῷ Πηλεῖ ποιήσων τὸν βίον, ἀλλά τοὺς μὲν ἐμίσει, τῶν δὲ οὐκ ἀφίστατο.
55.19
οἶμαι δ᾿ ἐν οἷς Πήλευς, καὶ πολλοὺς ἑτέρους εἶναι συγγενεῖς τῶν τῇ Τροίᾳ προσεδρευσάντων. μάρτυς δὲ ἱκανὸς τῶν τοιούτων κακῶν ὁ Θουκυδίδης λέγων· ἥ τε γὰρ ἀ να χώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενομένη πολλὰ ἐνεόχμωσεν, ὥστε μὴ εἶναι τοῖς ἐ πανήκουσιν ἡσυχίαν εὑρεῖν. ἀλλ᾿ οὔτε τῶν ἄλλων οὐδεὶς τῶν οἴκοι φροντίζειν μᾶλλον ἠξίωσεν οὔθ’ ᾧ τοσαύτη πρόφασις ἀποπλεῖν ὑπῆν τὰ περὶ τὸ γέρας καὶ τὴν ὕβριν. ὁ δὲ οὐδὲ τῶν ὀμωμοκότων εἷς ἦν. ἔτι τοίνυν οἷ μὲν ἔμενον ἐν τῷ πολεμεῖν, ὅπως εἷς τὴν αὑτοῦ γυναῖκα κομίσαιτο. μόνος γὰρ ὁ Μενέλαος ἠδίκητο καὶ σῶμα ἔν ἥρπαστο, ἡ Ἑλένη. σὺ δὲ οὐκ ἄλλῳ πονήσεις, ἀλλὰ σὸν τοῦτο ἔστιν. ὥσπερ ἐκεῖνος ἐ κεί νῆν, οὕτως αὐτὸς τοῦθ’ ἔξεις.
55.20
Ἐδείκνυον μὲν οὖν ἄνω που τῶν ἀμηχάνων ὂν τῷ σοφιστῇ πρὸς ὑμᾶς ἐπὶ τοῖς πεπραγμένοις γενέ σθαι ποτ’ ἂν φιλίιαν, δῶμεν δὲ πολλὴν καὶ μεγάλην καὶ οἴαν ταῖς ὑμνουμέναις παραβάλλεσθαι γενήσεσθαι. ὑμεῖς δέ μὴ τοῦτο λογίζεσθε μόνον, ἀλλά καὶ τὴν ἐντεῦθεν ἐσομένην ζημίαν. ἢ θησαυροῦ μὲν κωλυόμενοι τυχεῖν οὐ πρᾴως οἰστὸν ἡγεῖσθε, λόγων δὲ κωλυόμενοι τυχεῖν πρᾴως ἀξιώσετε φέρειν;
55.21
καίτοι τί τοσοῦτον ὁ Μίδας ὁπόσον ὁ Δημοσθένης; τί τοσ οῦτον ὁ Κινύρας ὁπόσον Ἰσοκράτης; τί τοσοῦτον ὁ Λυδὸς ὁπόσον ὁ Λυσίας; τίς ἐγγὺς τῶν Ἀθηνῶν θή σεται τὰς Αἰγυπτίας Θήβας; τίς ἴσον κρινεῖ τὸν έ κατέρας πλοῦτον, χρήματα καὶ σοφίαν; οὗτος γὰρ δὴ τῶν Ἀθηνῶν ὁ πλοῦτός ἐστι. φέρ’ εἰ σοῦ τις δεῦρο βαδίζοντος λαβόμενος ἤρετο· σὺ δὲ δὴ τί μαθὼν ταύτην ποιῇ τὴν ὁδὸν καὶ διὰ τί τῶν παρόντων ἀμελῶν τά ἀπόντα ζητεῖς; οὐκ εἰς μέτρον ἂν ἐκατέρων καταστὰς πλέον ἂν ἐπειρῶ τι δεικνύειν ἐν τοῖς δευτέροις;
55.22
ἔγωγε ᾑρούμην ἂν πρᾶγμα δὴ πωλῆσαι πᾶν τῆς τοιαύτης οὐσίας ἥ λαμπροτέρους ποιεῖ τοὺς ἔχοντας οὐ μόνον τῶν ἐν λειτουργίαις δειξάντων αὐτούς, ἀλλὰ καὶ τῶν ἐν μάχαις καὶ πολέμοις καὶ στρατηγίαις. τίς γάρ ἀριστεύς, τίς ἡγεμὼν στρα τεύματος οὐκ ἐλάττων ῥήτορος περὶ πολέμου καὶ εἰ ρήνης λέγοντος ἐν ἐκκλησίαις ἄγοντος ἐφ’ ἑκάτερον, ὁπότε βέλτιον;
55.23
τἄλλα τοίνυν ἀφεὶς ἐξετάσω τὸν ῥ ητορι κῆς διδάσκαλον. καὶ τὴν μέν πρόσοδον ἐῶ τὴν ὑπὸ τῶν ἐν ταῖς ὥραις περὶ γῆν νοσημάτων ἐμποδιζομένην, ἀλλὰ τὸ ἄρχειν εὐγενοῦς νεότητος πόσον τι; τὸ δὲ περὶ τοὺς λόγους ἐπιδιδοῦσαν ὁρᾶν; τὸ δὲ χωροῦσαν ἐπὶ βίων ὀδούς; τιμὰς δὲ τὰς παρὰ τούτων, τὰς παρὰ τῶν πατέρων, τὰς παρά τῶν πολιτῶν, τὰς παρὰ τῶν ξένων; οὗτοι καὶ τοῖς ἄρχουσιν αἰδέσιμοι τοῖς τε ἐλάττοσι τοῖς τε μείζοσι, κἂν αὐτούς τοὺς ἐν βασιλείᾳ λέγῃς.
55.24
λέγω δὲ αἰδεσίμους τοὺς κεκλημένους τε καὶ ὄντας, οὐ κατ’ ἔρωτα καὶ αὐτὸς ἡμῖν ἀφῖξαι. ὧς ὅστις ὄνος ἐστὶ λεοντῇ κεκαλυμμένος, ἀθλιώτερος ἐν ἐλέγχῳ καὶ γέλωτι ζῶν ἢ εἰ σιγᾶν ἐγνώκει καὶ ποιεῖσθαι τὸν βὰ, ν ἀπὸ τοῦ λίθους τοῖς οἰκοδομοῦσι φέρειν ἤ τινος ἑτέρας τοιαύτης ταλαιπωρίας. τοὺς μέν γε κἂν ἐλεήσαι τις, τοῖς δέ οὐκ ἂν συγγνοίη, οὐδέ γὰρ τῷ Φαέθοντι, ᾧ βέλτιον ἣν μὴ πεπεικέναι τὸν πατέρα μηδὲ χάριν εἰ ληφέναι τοιαύτην ἧς τὸ πέρας ἐκπεσόντα κεῖσθαι τὸν ἡνίοχον.
55.25
Ἀλλ᾿ ἐκεῖσε ἐπάνειμι, ὅτι οὐδὲν φαιδρότερον ἐν θεάτρῳ σοφιστοῦ τὰ πρέποντα κινουμένου τε καὶ σχηματιζομένου, ὅτε δὴ καὶ τοῖς κρατοῦσιν αὐτοῖς ἐκεῖνον ἐπέρχεται μᾶλλον ἡ σφᾶς αὐτοὺς εὐδαιμονίζειν, ὧς αὐτοῖς μὲν ἐν τοῖς ἑτέρων σώμασι τῆς ἰσχύος, τῷ σοφιστῇ δὶ ἐν τῇ ψυχὴ κειμένης.
55.26
διὰ τοῦτο πατρὸς ἂν ἀκούσαις λέγοντος, ὧς ὑπέρ τοῦ τῷ παιδὶ τοῦτο ἐγγενέσθαι τὸ κτῆμα πάντα ἂν ἡδέως τά ὄντα εἴσενέγκαι, κἂν εἴ τί ποθεν ἕτερον γένοιτο. τό τε γάρ ἀντὶ τούτων ἐσόμενον εἶναι πολὺ κάλλιον δύ να σθαί τε ἀντὶ τῶν προειμένων ἀντεισενεγκεῖν ἴσα, ἔστι δὲ οὐ καὶ πλείω. καὶ τεθν· αίη δ’ ἂν ὑπὲρ τοῦ τοιοῦδε πατὴρ ἥδιον τῷ τῆς φύσεως δικαίῳ προστιθεμένων τῶν ἀπὸ τῶν λόγων.
55.27
σκόπει τοίνυν πηλέ κου πηλίκον καταθήσεις τὸν μισθόν, χάριτος ἀνονήτου δόξαν ἀθάνατον. εἰ δὲ καὶ τῆς οἰκείας τοῦτ᾿ ἔφερε τῷ πατρί σου χρόνον τινὰ στέρησιν, οὐκ ἂν εὑ φρονεῖν ἐδόκει παρ’ ἑτέροις μετοικῶν τοῦτον τὸν χρόνον ἢ σοὶ φθονῶν τοσαύτης δυνάμεως; πόνον ἔχει τὸ πρᾶγμα αὐτῷ. τί δ’ οὐ τῶν καλῶν τοιοῦτον; τοῦτο καὶ ἀθλητὴν στεφανοῖ καὶ στρατιώτην, τοῦτο καὶ κυβερνήτῃ παρέχει διασῶσαι τὸ σκάφος, τοῦτο καὶ ἰατρῷ τὸν νόσῳ δαπανώμενον, τοῦτο καὶ γεωργῷ τὰ διά τῆς γῆς. λόγος δὲ καὶ τοὺς θεοὺς ταύτην τῶν ἀγαθῶν ζητεῖν παρὰ τῶν ἀνθρώπων τιμήν, ἀντ’ ἀργυῥίου κα· ὶ χρυσίου τοὺς πόνους.
55.28
Παῖδας ἤδη μοί τις ἑαυτοῦ παραδοὺς ξένος οὐκ ἀνέστρεφεν, ἀλλ’ εἰσιὼν ἐκαθέζετο καὶ παιδαγωγὸς οὐδαμοῦ τῶν παίδων ἐφαίνετο. ἐρομένου δή μου ποῦ δ᾿ οὗτος καὶ τίς; οὐ γὰρ δὴ δώσεις, ἔφην, ταύ την τοῖς υἱέσι τὴν ἐλευθερίαν, αὑτὸν ἔφησεν εἶναι τῶν αὐτοῦ τὸν παιδαγωγόν. καὶ οὕτως ἐποίησε καὶ τοῦτο οὐκ ἐν ὀλίγοις ἔτεσιν. οὐ πραττομένου τῶν οἴκοι δήπουθεν ἠμέλει καὶ τοῖς μοχθηρο τέροις τῶν οἰκετῶν ὑπῆρχεν ἄδεια κακουργεῖν. καὶ ὁπότε τις πρὸς αὐτὸν ταῦτα λέγοι, πρὸς εἰδότα μὲν μᾶλλον ἔφασκε λέγεσθαι, πάνυ δὲ φαῦλον πρὸς τοῦτο τὸ κέρδος ἡγούμενον τὴν περὶ ἐκεῖνα βλάβην.
55.29
ἥγησαι δὴ καὶ αὐτὸς παρεῖναί τέ σοι τὸν πατέρα καὶ παρέχειν αὐτὸν εἰς θεραπείαν τὴν σήν, εὐχὴ δέ, οἶμαι, πατρὶ νοῦν ἔχοντι παιδὶ παιδευομένῳ καὶ τὰ τῶν οἰκετῶν εἰσφέρειν, ἃ δ’ ἀπὼν ἐβλάπτετ’ ἄν, καὶ οὐκ ἂν ἣν ἐλάττω δήπου τῶν νυνὶ γιγνομένων. οἶμαι δὲ καὶ θεῶν τινας αὐτῷ παρέσεσθαι καὶ βοηθήσειν καὶ οὐχ ἤκιστά γε τοὺς λογίους ἀμειβομένους ὑμῶν τὴν σπουδὴν τὴν περὶ τά παρ’ ἐκείνων δοθέντα.
55.30
οἶμαι δὲ καὶ ἀνθρώπων τινὰς φανεῖσθαι τοὺς οὐκ αἰ τιασομένους τὰ πραττόμενα μόνον, ἀλλὰ καὶ διακωλύσοντας λέγοντας, ὧς οὐ ταύτῃ ἐκεῖνον προσήκει τοῦ θρόνου ποιεῖσθαι φυλακὴν μᾶλλον ἢ τῷ δεικνύειν, ὡς ἀ μεί νοσιν ἑτέραις οὐκ ἐντεύξονται πηγαῖς. δεῖν γὰρ νικῶντα λόγοις κατέχειν τοὺς μαθητάς, ἀλλ’ οὐ φόβῳ τῶν τοὺς πατέρας αὐτοῖς περιστησομένων δεινῶν, εἰ μὴ μένοιεν αὐτοί. λυθείη δ᾿ ἂν καὶ τὰ νῦν ἐπικεί μένα ταῦτα παύσαντος διαδοχῇ τὸν νῦν ταῦτα χαριζό μένον ἀνδρὸς δικαιοτέρου. τάχα δ᾿ ἂν εἴη μοι πρὸς αὐτὸν καὶ φιλία.
55.31
Μὴ τοίνυν ἀπείπῃς μήτε σὺ μήτ’ ἐκεῖνος μήτ’ ἀμείνονος θελήσης εἶναι φαυλότερος μηδὲ ὧν κατηγορήσεις ὕστερον, ταῦθ’ ὡς καλά ποίει νῦν μηδ’ ἀ πελθόντα πόθει τὸν χρόνον ἀντὶ τοῦ παρόντι χρήσασθαι μηδὲ τίς ἂν ἧσθα τοῦτ᾿ οὐχ ἁμαρτών, λέγε πρὸς τοὺς συνόντας ἀντὶ τοῦ συνήδεσθαι σαυτῷ τῆς παρού σης ἰσχύος.
55.32
Ὀδυσσεὺς μὲν οὖν αἰσχρόν φησιν εἷναι δηρόν τε μένειν κενεόν τε νέεσθαι, σοὶ δέ οὐ· καλὸν πρὶν ὅσον ἄξιον διατρίψαι πὰρ ἡμῖν, Γαζαίοις φανῆναι. οὐδὲ γὰρ ἡδέως ὄψονται τὸν οὕ τὼς ἐπανήίκοντα οὐδ’ ὡς ἔχοντα τὸ πᾶν ἀσπάσονται Μου ἐννοήσουσι συλλόγους καὶ τὴν ἐν αὐτοῖς δοκιμασἰαν, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ τῆς ἀποδημίας χρόνου τὴν σὴν ἐπάνοδον κακιοῦσιν οὔτ᾿ ἀπαιτοῦντες λόγον αὐτῷ τε τῷ μηδένα λόγον ἀπαιτεῖν κατεγνωκότες τοῦ πράγματος.
55.33
ἀλλ᾿ ἢν μένῃς ὁπόσον ἄξιον καὶ τῆς τέχνης ἀεί τι λαμβάνῃς, ὥστ’ αὐτὴν ὅλην ἔχειν τε καὶ διδόναι δύνασθαι, προεκπέμψεις μὲν ἐλπίδας χρηστάς περὶ ἑαυτοῦ, λυπήσεις δὲ μέλλων, εὐφρανεῖς δὲ φανείς. ἐπαίροι δὲ σοὶ καὶ τῷ πατρί, τῷ μὲν οὐ καταναγκά σαντι πρὶν ἢ συμφέρειν παρεῖναι, σοὶ δ’ ὁμοῦ τήν τε ἐπ’ ἐκείνῳ λύπην τούς τε ὑπὲρ τῶν λόγων ἐνηνοχότι πόνους. ἀντίθες τοῖς νῦν ἀνιαροῖς καὶ τοῖς τοῦ πατρὸς δάκρυσιν, οὐ γὰρ ἀπιστῶ, τήν τε ἐξάξουσάν σε παρ’ ἡμῶν μετ’ εὐφημιῶν ἡμέραν τήν τε εἰς τὴν τῆς Ἰοῦς πόλιν εἰσάξουσαν ἡμέραν, ἢν ἐκ καλῆς γυναικὸς βοῦν ἐποίησε κὰτ ἀνάγκην ὁ Ζεύς. 34 καὶ πολλαὶ πίστεις τῷ λόγῳ, ὃς ἐμοὶ μέν εἴρηται διὰ βραχέων, μᾶλλον δὲ οὐχ ὅλος, σοὶ δ’ ἅπας εἰρήσεται τὴν πόλιν ἐγκωμιάζοντι. δῆλον γάρ, ἐντεῦθεν ἄρξῃ τῶν ἄθλων ὑμνῶν πόλιν ἀρχαίαν καὶ τῆς Ῥωμαίων προβεβλημένην ἀρχῆς καὶ λόγων εἶναι βουλομένην ἐργα στήριον. ὁ πατὴρ δέ σοι καθεδεῖται μερίτης τῶν ἐ παί νων τοῦ θεάτρου κἀκεῖνον στεφανοῦντος. τότε τὰ νῦν πικρὰ καὶ χαλεπὰ φίλα τε καὶ ἥδιστα κρινεῖ, τότε τῷ πάντα γενναίως ἐνεγκεῖν αὐτὸν ἐπαινέσεται.
55.35
οἶμαι δὲ καὶ περὶ τὸν Ὀδυσσέα τουτὶ γενέσθαι ἤδη τε ὄντα ἐν Ἰθάκῃ καὶ τὴν ἀρχὴν μετὰ τοῦ παιδὸς καὶ τῆς γυναικὸς αὖθις εἰς ἑαυτὸν ἔχοντα. ἔχαιρε πεπονθὼς ἃ ἐπεπόνθει διὰ θαλάττης ἐρχόμενος, καὶ παρεῖχεν ἑορτὴν αὐτῷ τῶν φοβερῶν ἐκείνων ἕκαστον καὶ αὐτός γε ὁ Κύκλωψ καὶ τὸ σπή λαιον αὐτοῦ καὶ ἡ θύρα καὶ ὁ λίθος.
55.36
τίς ἔσῃ ψηφίσματι καὶ γνώμῃ κοινῇ πρὸς θρόνον ἀγόμενος; τίς πλατεῖ διδασκαλείῳ τὸ μεταχωροῦν δεχόμενος; τίς εἰς ἀγῶνα προκαλούμενος; τίς ἀγωνιζόμενος; τίς κρατῶν; τίς κηρυττόμενος; ὁ δ’ ἢ πτήξας καὶ πεσὼν ἀπὸ τοῦ φρονήματος πεσεῖται καὶ θεραπεύσει τὸν κρεί ττονα τοῦ μὴ καὶ τῆς προσηγορίας ἐκπεσεῖν χάριν εἰδὼς τοῖς θεοῖς ἢ φιλονεικῶν ἀγαθὸν ἡγήσεται σύ μβουλον τὸν Ἡσίοδον οὐκ ἐῶντα τοῖς κρείττοσιν ἀ ντιφερίζειν.
55.37
Ταῦτα καὶ τὰ τοιαῦτα μάλιστα μὲν ὁ σὸς πατὴρ ἐπίδοι καὶ τὴν ψυχὴν ἐν πολλοῖς ἀγαθοῖς ἀφείς μετασταίη, εἰ δ’ οὖν καὶ φθαίη, τῶν ταῦτ᾿ ἀ γγελούντων οὐκ ἀπορήσει. οἱ γὰρ ἀεὶ καταβαίνοντες ἐκεῖσε τὸ τῶν ζώντων πρὸς τοὺς ζῶντας ποιοῦσι πρὸς τοὺς τεθνεῶτας.
55.38
Ὅταν οὖν, ὦ Ἀναξέντιε, τῶν τἀναντία τοῖς εἰ ρημένοις ὐπ’ ἐμοῦ παραινούντων ἀκούῃς, ἐχθρούς τε αὐτοὺς ἡγοῦ καὶ σοῦ καὶ τοῦ σοῦ πατρὸς καὶ μεμνημένος ὧν διῆλθον διέλεγχε τῆς συμβουλῆς τὴν βλάβην.

Intertext edge

Open linked passage

Note