Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orations
LibaniusOrations 57 · textus-receptusMore by Libanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius"> —
⋯
More
Original / primary: Textus receptus
57.1
Πάρεισι μὲν οἱ δικάσοντες ἡμῖν καὶ ὑ πή κουσαν εὖ ποιοῦντες ἀνίσχοντι τῷ θεῷ, δεῖ δὲ οὐδὲν ὅρκου πρὸς ἡμᾶς ἦ μὴν φυλάξειν ὑμᾶς τὸ δίκαιον. ἐν γὰρ δὴ τῷ τά δίκαια αἰδεῖσθαι καὶ φυλάττειν ἅπαντα βεβιώκατε τὸν χρόνον καὶ γίγνοιτ’ ἂν ὑμῖν ἀνθ’ ὅ ρκων ὁ τρόπος, ὥστε με καὶ πάνυ προσδοκᾶν δόξειν ὑμῖν μηδὲν ἀδικεῖν, εἰ καὶ μὴ τὸ τῆς Τύχης παρ’ ἐμοί τε καὶ τοῖς ἀντιδίκοις ἴσον.
57.2
Ἠξίουν μὲν οὖν ἔγωγε τὸν χρηστὸν Ἀντίοχον, εἰ καὶ μὴ κατηγορεῖν ἐξῆν αὐτῷ τῶν πεπραγμένων διὰ τὸ ζῆν ὑπὸ Σευήρῳ καὶ δύνασθαι ῥᾳδίως κακῶς παθεῖν, ἔν γε τῷ σίγαν μένειν καὶ ταύτῃ γε, εἰ καὶ μηδενὶ τῶν ἄλλων, νέμειν τι τοῖς δικαίοις· ἐπεὶ δὲ καὶ λέγει καὶ πολλὰ καὶ μέμφεται καὶ βούλοιτ’ ἄν με μεταπεισθῆναι καὶ εἶναι ἐν ᾧπερ ἣν, εὔχομαι μὲν αὐτὸν ὑπ᾿ ἐμοῦ μεταπεισθῆναι μηδενὶ τῶν νυνὶ τούτων βλαβείσὴς τῆς οὔσης ἡμῖν φιλίας· εἰ δ’ οὖν καὶ ἄχθοιτο τῷ μὴ λαβών με παρὰ τὸν Σευῆρον ἄγειν, ἀξιώσω μοι συγγνώμην ἔχειν, εἰ τὴν σπουδὴν αὐτοῦ τὴν ὑπὲρ ἄλλων ἐν τοῖς ὑπὲρ ἐμαυτοῦ μιμήσομαι.
57.3
Μικρὸν δὲ ἄνωθεν ἀνάσχεσθέ μου λέγοντος, ὦ ἄνδρες δικασταί. γνώσεσθε γάρ, ὡς οὐδ’ ἐν οἷς ποιῶ νῦν ἀδικῶ. Τοῦτόν μοι παρέδωκεν ὁ πατὴρ ἐπαινέσας μου τὴν περὶ μισθοὺς μεγαλοψυχίαν καὶ πιστεύων ἐν ἴσῳ τὸν οὐ δώσοντα τοῖς διδοῦσιν ἔσεσθαι. δευτέρῳ δὲ ἔτει θορυβήσας τι περὶ τὰς θύρας καὶ εἰσδραμὼν καὶ λαβόμενος τοῦ παιδὸς εἷλκεν ἐπ’ ἀγῶνας καὶ δικαστή ριον καὶ δίκας.
57.4
ὁρῶν δὲ ταῦτα ἐγώ, τοῦτον, ἔφην, τὸν τηλικοῦτον; τὸν ἐν προοιμίῳ τῆς τέχνης; πῶς μὲν οἴσοντα τοῦ δικάζοντος τὸ πρόσωπον; πῶς δὲ τῶν συνηγόρων τὰς τόλμας; πῶς δ’ αὐτοῦ τοῦ δικαστηρίου τὸ σχῆμα; ταῦτα ἀκούων οὐδὲν ἔφη με λέγειν οὐδὲ πείσεσθαι. κρατῆσαι δὲ οὐ δυνηθεὶς ἐγὼ τοῦ πατρὸς ᾔτουν παρὰ τῶν θεῶν μὴ γενέσθαι τι κακὸν ἀπὸ τῆς δυσβουλίας ἢ τὸν νέον ἀπῆγε.
57.5
καὶ μὴν οὔπω τρίτος, καὶ λόγος πολὺς εἶναι πολΛὴν τῷ Σευήρῳ δύναμιν ἐν συνηγορίαις, εἶτα πλεί στην, εἶτα πάντας ἡττῆσθαι τοὺς νικᾶν εἰωθότας. καὶ ἤσαν οἱ λέγοντες χρυσίον ὑπὲρ τούτου γόητι γεγενῆ σθαι καὶ εἶναι τὸ πραττόμενον ὑπὸ τῆς ἐκείνου σο φίας, οὐ τῆς τοῦ ῥήτορος, καὶ μαρτυρεῖν τὸ μηδὲν εἶναι καλὸν ἐν τοῖς λόγοις.
57.6
ἐγὼ τοίνυν τὰς μὲν νίκας ἡδέως, ταῦτα δὲ οὐχ ἡδέως ἤκουον κἀν τοῖς δευτέροις καὶ τρίτοις τῶν αὐτῶν μὲν συμβαινόντων, ἐνίκα γάρ, τῶν αὐτῶν δὲ θρυλουμένων πάλιν ἐγὼ τοῖς μὲν ἡδόμην, τοῖς δὲ ἠχθόμην πράττων τὸ τοῦ φιλοῦντος ἐν ἀμφοτέροις.
57.7
μετὰ ταῦτα τοίνυν πολλοῦ γε ἐλθόντος τοῦ τῶν ἀγαθῶν ῥεύματος καὶ παραδοξοτέρου καὶ μείζω χώραν τῷ λόγῳ παρέχοντος τῷ περὶ τοῦ γόητος τῶν μὲν τὸν γόητα λεγόντων κατε γέλων ῥητορείας καὶ καλοκἀγαθίας ἀξιῶν ἅπαντα ταῦτα εἶναι, Σευῆρον δὲ οὐκ ἐλάνθανον ταῖς ἐκείνου τιμαῖς καὶ χαίρων καὶ φιλοτιμούμενος.
57.8
καὶ χωρῶν τε ἐπ’ Αἰγύπτου καὶ πάλιν ἐκεῖθεν ὡς βασιλέα δι’ ὧν ᾤετο δόξειν εἶναι περὶ ἐμὲ δίκαιος ἅπαντα ἔπραττε καὶ τοὐμοῦ γήρως ἐραστὴν αὑτὸν ἐκάλει. γενόμενος δὲ ἐν ταῖς νυνὶ ζώναις ταυταισὶ ταῖς δύο γράμμασί τε με ἐκόσμει τό τε μάλιστα αὐτὸν δεῦρ’ ἄξον ἐμὲ ἔφασκεν εἶναι. καὶ πολλὰ μὲν τοιαῦτα ἀπὸ Θρᾴκης ἐφοίτα, ἦλθε δέ τινα καὶ ἀπὸ Ταρσῶν πόλεως ἧς διὰ μέσης ἔρχεται Κύδνος ὁ ποταμός.
57.9
ἔλεγε δὲ ταῦτα πάντα, ὧς ἀδικεῖσθαί τε τῷ μὴ τεθεᾶσθαί με νομίζοι σπεύδοι τε ὅπως ἴδοι. καὶ ἐπειδὴ τὸ πρῶτον συνεμί ξαμὲν, καταβάς ἔχων ἑστῶτα πλησίον τὸν ἐφεστηκότα ταῖς ἑῴαις πόλεσι πλείοσί με φιλήμασιν ἢ τῶν ἄλλων ἕκαστον ἠσπάσατο, καὶ τοῦτο διατριβὴν οὐκ ὀλίγην ἐνεποίησεν.
57.10
οἷς τοίνυν ταραχήν τε καὶ φόβον παρέσχεν ἥκων τε καὶ μέλλων, εἰδότες μὲν οἵδε τὰ δεύ τερα, ἰδόντες δὲ τὰ τρίτα μίαν ἄδειαν καὶ μίαν ἀ ποστροφὴν καὶ μίαν καταφυγὴν ἕξειν ἐλπίσαντες τὴν αἰδῶ Σευήρου τὴν πρὸς ἐμὲ κοινῇ πάντες ἐφέροντο πρὸς ἐμέ τε καὶ ταυτὶ τὰ γόνατα, οἶ μέν τι καὶ ὐ πουργηκότες ἡμῖν, τοῖς δ’ ἣν αὐτὸ δίκαιον τοῦτο τὸ βεβοηθηκέναι με πολλοῖς οὐδὲν εὖ προπαθόντα. δείλης οὑν αὐθημερὸν ἐπιτρέψαντος ἀπελθὼν αὐτὰ ταῦτα ἀπήγγελλον, τήν τε ἐλπίδα τῶν ἀνθρώπων καὶ τὸν ὡς ἐμὲ δρόμον καὶ ὡς εἴη κύριος εὐεργέτην με πολιτῶν ἐμαυτοῦ καταστῆσαι καὶ ποιῆσαι τιμιώτερον.
57.11
Ὁ μὲν οὖν Ὅμηρός φησι· καὶ ἐλίσσετο πά ντας' Αχαιούς,' Ατρείδα δὲ μάλιστα, ἐγὼ δ’ ὑπὲρ ἀπάντων δεόμενος ὑπὲρ Μάλχου μάλιστα τοῦτο ἐποίουν διὰ τὸ μείζους εἶναι τοὺς κινδύνους ἐκ μειζόνων τῶν διαβολῶν.
57.12
Σευῆρος δὲ χρηστός τε ἦν ἐν τοῖς ῥ ή μασι καὶ τιμήσειν ἔλεγε τῇ πρᾳότητι τὸν Μειλίχιον Δία, ὥστε τὸν παρακαθήμενον Ἀλέξανδρον ἐπαινεῖν τὴν εἰς ταῦτα ἑτοιμότητα. τίνα δὴ τἀπὶ τούτοις; ἐ κέ λευσε θαρρεῖν τοὺς δεδεμένους καὶ πάντα τὰ ἀληθῆ πρὸς αὑτὸν περὶ πάντων λέγειν, Μάλχον δὲ μετὰ τοὺς ἄλλους λόγους καὶ ὡς φανεῖται τὸ χρυσίον. ταῦτα τῆς μὲν ἐπιούσης ὁ ἄρχων ἐφύλαξεν, ἐν δὲ τῇ μετ’ ἐκείνην ἐκίνησε.
57.13
καὶ τοὺς μὲν ἄλλους ὅπως μεταχειριεῖται, θεὸς οἶδε· τά δὲ δὴ Μάλχου, τρὶς ἀ ποθανεῖν αὐτῷ βέλτιον ἣν καὶ γενέσθαι τῷ Πολυφήμῳ δεῖπνον ἢ παθεῖν ἃ πέπονθε μενούσης ἡμῖν τῆς πολιτείας καὶ οὐ μεταπεσούσης. ἃ γὰρ οὐδ’ ἀγοραίων πασχόντων ἐνέγκαι τις ἂν ἀδακρυτί, ταῦτα ὁ ἄρξας, ταῦτα ὁ ζώνην, ὁ θρόνον, ὁ δικάζειν παρὰ τοῦ κρατοῦντος λαβών, ταῦτα ὁ στρατιώταις ἐπιτάξας, ταῦτα ᾧ βασιλεὺς ἐπέστειλε πολλάκις.
57.14
οὐ γάρ ἔτι κρύ ψαι τὸ μῖσος οἷός τε γενόμενος οὐδὲ ἀντισχεῖν τῷ μεγέθει πᾶν ὅσον εἶχεν ἐν τῇ καρδίᾳ κείμενον ἐξέχεε μικρὸν ἀπέχων μανίας. καὶ γυμνούσθω τῆς χλαμύδος, καὶ ἦν ἐκείνη χαμαί, καὶ τοῦ πρώτου χι τῶνος, καὶ ἣν ὁ χιτὼν χαμαί, καὶ τοῦ τρίτου τοῦ λινοῦ, καὶ ἣν καὶ οὗτος μετ’ ἐκείνων.
57.15
δεινὰ μὲν οὖν καὶ ταῦτα καὶ ἣν οὐδεὶς ὃς οὐκ ἐξεπέπληκτο, στή σεσθαι δὲ αὐτὸν ἐνταῦθα τῶν πολλῶν οἰομένων μετέωρος μὲν ὁ Μάλχος ταῖς ἐσομέναις πληγαῖς ὑ ποκεί μένος, ῥάβδων δὲ ἐπὶ γῆς ἑωρῶντο φάκελλοι. τῶν δὲ ἀεὶ ταῖς πληγαῖς τριβομένων ἀπορριπτουμένων ἑτέρων ἀκραιφνῶν ἔδει. ταὐτὸ δ’ ἣν καὶ περὶ τοὺς τύπτοντας τὸν ἀπειπόντα ἀκμῆτος ἐκδεχομένου, καὶ δέκατος ὁ τελευταῖος ἣν. τούτων δὲ ἐξ μὲν εἰς τὰ νῶτα τὴν ἰσχὺν ἀνάλωσαν, αἰ πλευραὶ δὲ τέτταρας εἰς αὑτὰς ἐκένωσαν τούτου τοῦτο κελεύσαντος ἀντὶ τοῦ νώτου γενέσθαι τὰς πλευρὰς τοῖς τὰς ῥάβδους ἔχουσι. καὶ πολὺ μὲν τὸ ῥέον αἷμα, πολλαὶ δὲ αἰ διασπειρό μεναι σάρκες ὑπὸ τῶν πληγῶν ἐκτεμνόμεναι τοῦ σώ μάτος, Μάλχος δὲ μέχρι μὲν μέσων αὐτῶν ἐβόα, τὸ δ’ ἐντεῦθεν ἄφωνος ἐτύπτετο τὸ καὶ δύνασθαι βοῆσαι τοῖς κακοῖς ἀφαιρεθείας.
57.16
τίνα ἄν τις δίκην ἑτέραν ἐπὶ τούτοις προσέθηκεν; ἀφείλου τὴν δέλτον καθ’ ἢν ἦρξεν. ἐγύμνωσας οὐ τῶν μέν, τῶν δ’ οὔ, πάντων δὲ ἱματίων. πληγὰς δὲ οὐδ’ ἂν ἀριθμήσαι τις. ἄφες δὴ τοῖς τε ἰατροῖς καὶ τοῖς οἰκείοις τὰς τοῦ σώματος χαράδρας, ἢν πως ποιῶσι τὰ διεστηκότα συνελθεῖν. ὁ δὲ ἐπ’ ἄλλο προὔβη πολὺ τῷ πάσχοντί τε ἀ λγεινό τερον καὶ τοῖς ὁρῶσιν ἐλεεινότερον. παρέδωκε τοῖς διὰ τῆς πόλεως ἄξουσι τὸ καλὸν ἐκεῖνο θέαμα, τά ἐν τῷ σώματι βάθη, καὶ οὐδεὶς ἦν ὃς οὐκ ᾤμωξέ τε καὶ τὸ πρόσωπον ἔπληξε καὶ τοὺς λυθέντας νόμους ἐθρήνησεν.
57.17
εἶχον δέ τινα ὕβριν καὶ αἶ ἀ ναξυρί δες, ὧν ὅσον ὑπὲρ τοὺς μηρούς ἐξελήλεγκτο ταῖς ῥάβδοις καὶ τοὖργον ἀπολωλέκει σκέπειν οὐ δυνάμενον. Μάλχῳ δὲ αἰτοῦντί τι τοιοῦτον ὃ πρὸ τῶν ὀφθαλμῶν ποιησάμενος οὐκ ἂν ἐθεᾶτο τοὺς θεωμένους αὐτόν, ὁ δώσων οὐκ ἣν, πολλοὶ μὲν ἂν δόντες ἡδέως, φόβῳ δὲ τῶν ὁρωμένων εἰργόμενοι.
57.18
ὁ δ’ αὐτὸς φόβος καὶ τῆς ἀκριβοῦς θεραπείας ἀπεστέρησε Μάλχον ἰατρῶν τῶν μὲν οὐ προσιόντων, τῶν δ’ οὐ πᾶσιν οἶς ἐνῆν χρωμένων εἰδότων, ὡς ἥδιστ’ ἂν ἀκούσαι τεθνεῶτα τὸν Μάλχον. καὶ τοῦθ’ ὡς εἰκότως ἐπεπείκεσαν αὐτούς, αὐτὸς οὗτος ἐμαρτύρησεν ὁ πρὸς τὸν περὶ τῆς τελευτῆς γενόμενον λόγον οὕτω διατεθείς, ὡς καὶ σκιρτῶν ὁρᾶσθαι.
57.19
Ταῦτα τοίνυν ἅπαντα ποιήσας οὕτως ἐναντίως ἔχοντα ταῖς ἐμαῖς ὑπὲρ Μάλχου δεήσεσιν ἀδικεῖσθαί φησιν οὐκ ἀφικνουμένου μου παρ’ αὐτὸν καὶ πέπομφεν Ἀντίοχον πείσοντά με ποιεῖν ὃ πρόσθεν. ἀλλ’ εἰ μὲν ἀνελεῖν, Ἀντίοχε, δύνασαι τά πεπραγμένα καὶ ποιῆσαι μὴ γεγενῆσθαι, βαδίζωμεν, ἴωμεν, εἰ καὶ ἡ νὺξ ἕτερα λέγει· εἰ δ’ οὐδὲ θεῶν τοῦτο ἄν τις δύναιτο, τί τὸν μετέχοντα τῆς ἀτιμίας Μάλχου πείθειν ἐ πιχειρεῖς ἑαυτὸν καταισχύνειν καὶ πρὸς ἅπαντας ὁμολογεῖν, ὧς ἀναίσθητος εἴη καὶ οἷος τοὺς ὑβρίζοντας προσκυνεῖν;
57.20
Ἀδικοῦντα γάρ, φησί, Μάλχον ἔλαβον περὶ τὸ βασιλέως χρυσίον. οἶδα ὡς ἐπλημμέλησέ τι τοιοῦτον ὐπ’ ἀνδρῶν πανούργων ἐξαπατηθεὶς ἐλπίσι γλυκείαις τε καὶ δειναῖς ἄνθρωπον λαβεῖν. τὸ δὲ τῆς ἀπάτης τοῦτο καὶ τοῦ μεγίστου τῶν θεῶν ἴσμεν ἀ ψά μένον. ἀλλ’ ἴστω πᾶν τοῦτο Μάλχου καὶ τῆς ἐκείνου γνώμης τὸ ἀδίκημα.
57.21
τί οὖν; ἡνίκα ἠξίουν, ἤκουές μου λέγοντος, ὅτι σῶσον ἡμῖν ἄνθρωπον ἀ ναμά ρ τητον καὶ πανταχοῦ γενόμενον ἄγρυπνον τοῦ δικαίου φύλακα; ἀλλ’ εἰ τοῦτο τοιοῦτον ἣν, αὐτὸς ἂν αὑτὸν ἔσωζεν ἐν αὐτοῖς τοῖς πράγμασι τὴν σωτηρίαν ἔχων. ἔλεγον τὸν ἄνθρωπον ἔχειν μὲν τὰ ἀλλότρια καὶ ὁμολογεῖν καὶ ἀποδώσειν, ἄξιον δὲ εἶναι δι’ ἔργα τινὰ καλὰ μηδὲν πλέον παθεῖν. καὶ ταῦτα λέγων ἐδόκουν δίκαια λέγειν καὶ οὐκ ἄλλως ἔφησθα ποιήσειν καὶ ἐ πί στευον καὶ πρὸς αὐτόν τε ἐκεῖνον καὶ τοὺς ἄλλους φίλους ἀπήγγελλον τά φιλάνθρωπα, ἐφ’ οἶς σὲ μὲν ἐπῄνουν, Μάλχῳ δέ συνέχαιρον. ταῦτ᾿ οὐκ ἂν μὴ οὕτως ἔχειν εἴποις.
57.22
καίτοι χρῆν τὸν ἅπερ ἔλεγε ποιήσειν οὐ πράξοντα μηδὲ λέγειν ὅτι ποιήσει. ῥᾴδιον γὰρ ἣν ἀποκρίνασθαι, ὅτι, ὦ φίλτατε, βού λομαι μὲν ταῦτα, Μάλχου δὲ ἡ πονηρία κωλύει τὴν χάριν πληγάς τε ἀπαιτοῦσα καὶ τἄλλα δὴ τά τε πρὸ αὐτῶν τά τε μετ’ αὐτάς. οὐ γὰρ δὴ δέος ἣν μὴ χαλεπήνας δήσω τὸν ἄρχοντα οὐδὲ μὴ γενοίμην δυσμενής. οὐ γὰρ οὕτως ἄτοπός τις ἦν, ὥστ’ ἀντὶ τῆς τοῦ πράγματος φύσεως τοῦ μὴ δόντος αἰτιᾶσθαι τὴν γνώμην. ἀλλ’ ᾔδειν ἂν αὐτῷ τοῦ τἀ ληθὲς ἀκηκοέναι χάριν καὶ τοῦ μήτε αὐτὸς ἠπατῆσθαι μήτ’ ἄλλον τινά.
57.23
νῦν δὲ αἰσχύνη πολλή· ἀ πή γγελται μὲν ἄλλα, πέπρακται δὲ ἄλλα, καὶ ἤλπισται μὲν ἐπιεικῆ, πέφηνε δὲ ἄγρια, οἶς τε ἔργον κακῶς με λέ γειν, ἀφορμὴ γέγονεν εἰς ἃ βούλονται τοῦτ᾿ αὐτὸ λέ γουσιν ἐμὲ πατέρα τῶν ῥημάτων, ἀλλ’ οὐ σὲ γεγενῆ σθαι καὶ πεπλασμένῃ προσδοκίᾳ μεῖζον ποιῆσαι Μάλχῳ τὸ κακὸν βλέποντι μὲν εἰς ἀμείνω, πειρωμένῳ δὲ τῶν χειρόνων. καὶ κινδυνεύω γέρων ἄνθρωπος ἐνέγκασθαι προσηγορίαν ἢν οὐδ’ ὄναρ νέος ὤν.
57.24
Καίτοι, φησίν, ἠπίου μου τετύχηκεν ὁ Μάλχος ἐπὶ τῆς προτέρας ἡμέρας. τί δέ; οὔτε αὐτὸς ᾔτουν ἡμέραν μίαν αἵ τε ὑποσχέσεις αἰ σαὶ τὸ πᾶν εἶχον. τί γὰρ πλέον ἔχειν πρᾳοτέραν ἡμέραν θηριώδους τῆς μετ’ ἐκείνην ἐσομένης καὶ τῆς μὲν φεισομένης, τῆς δ’ ἀπολούσης; οὐδὲ γὰρ ἰατρός, εἰ κτείνειεν αὔριον ὂν ἔσωσε τήμερον, μισθοῦ μεμνῆσθαι δίκαιος διὰ τὸ τήμερον ἔργον ἢ μίσους τυγχάνειν διὰ τὸ δεύτερον. οὐδ’ αὖ λῃστὴς ὂν ἐθήρασεν ἑστιάσας πρότερον, εἶτα ἀποσφάξας ἧττον ἀπέσφαξε διά τὴν προλαβοῦσαν τράπεζαν. ἴσμεν δὲ καὶ τοὺς Διοσκόρους οἷς ἂν ὦσιν εὐμενεῖς μέχρι λιμένων παραπέμποντας αὐτούς τε καὶ τὸν γόμον, ἀλλ’ οὐ τοῦ μὲν ῥύονται κλύδωνος, τῷ δὲ προίενται.
57.25
τὴν μὲν οὖν ἐκείνης ἡδονὴν ἡ ἐπιοῦσα ἔσβεσε, τά δὲ τῆς δευτέρας ἡμέρας βοηθείας τἰατρῶν δεῖται. εἶτα τὰ μὲν ἣν σκιὰ καὶ οὐδέν, τὰ δ’ ὄντως ἰσχυρά καὶ μεγάλα.
57.26
Ὁ δὲ καὶ ἀχάριστόν με καλεῖ μεγάλην εἰληφότα χάριν. οὐ γὰρ βασανισθῆναι δι᾿ ἐμὲ τὸν Μάλχον τῇ φρικωδεστάτῃ δὴ βασάνῳ οὐδὲ ἀποτμηθῆναι τὴν κεφαλήν. καὶ τίς σοι τοῦ σοφοῦ τούτου διδάσκαλος ἢ ὅσπερ καὶ ἑτέροις, ἐκεῖνος ὁ Λίβυς, ὁ Ἶρος, εἶτα Μίδας; ὃς ὄν ποτε μὲν ἀποκτείνειε ξίφει, τοὺς τοῦ τεθνεῶτος οἰκείους ἠξίου χάριν αὑτῷ τοῦ μὴ πυρὶ γενέσθαι τὴν τελευτὴν εἰδέναι, οὗ δὲ πῦρ ἐποίει τὸν θάνατον, πά λιν ἦγεν εἰς χάριν τῷ μὴ στερεῖσθαι τὸν τεθνεῶτα ταφῆς.
57.27
καὶ σὺ δὴ τὴν αὐτὴν βαδίζεις τοὺς καταγελῶντας οὐχ ὁρῶν. τίς γὰρ οὕτως ἢ παῖς ἤ ἀνὴρ ἀνόητος, ὃς οὐκ ἂν ῥᾳδίως καταλάβοι τὸν λόγον; πότε γὰρ οὐκ ἐν τοῖς δεδωκόσιν ἔσῃ χάριν ἀεί τινος ὄντος τοῦ παραλελειμμένου; καὶ γὰρ εἰ τὴν κεφαλὴν ἀ ποτετμήκεις, εἶπες ἂν ὅπερ ὁ πρότερος· καὶ εἰ κατὰ μέλος, εἶπες ἂν τὴν ταφήν. καὶ εἰ κυσὶ καὶ ὄρνισιν ἐ δεδώ κεις τὸν νεκρόν, ἦν ἂν εἰπεῖν· ὰλλ’ οὐκ εἰς λέβητας ἐνέβαλον οὐδὲ ἑψήσας ἔφαγον.
57.28
ἀλλ’, οἶμαι, πολὺς ὁ γέλως χάριν ταῦτα ποιεῖν. ἢ καὶ τοὺς ὀ φθαλμοὺς ἐκκόψας ἠξίωσας ἄν μοι κεχαρίσθαι δοκεῖν τῷ μὴ καὶ τὴν γλῶτταν προσαφῃρῆσθαι, ὥσπερ ἂν εἴ τις δημεύσας τινὸς τά ὄντα φιλανθρωπίαν ἐκάλει τὸ μὴ καὶ αὐτὸν ἐψηφίσθαι δουλεύειν; οὕτω τοίνυν οὐκ ἦν ταῦτα χάρις, ὥστε οὐκ ἐτόλμησεν ἐν τῷ καιρῷ τῶν δεήσεων εἰπεῖν, ὅτι μοι δώσει τὸ μὴ τὸ καὶ τὸ παθεῖν τὸν ἄνθρωπον, ἄλλο δὲ οὐδέν. καίτοι γε εἰ ἣν χάρις, τίς βλάβη τῇ χάριτι καὶ πρὶν ἢ δοθῆναι φαίνεσθαι;
57.29
Καὶ παρώξυνέ με, φησί, ῥήμασί τισι θρασυτέροις. εἰ δὲ μὴ ταῦτα εἴρητο, οὐκ ἂν ταῦτα ἐπεπόνθει. πῶς οὖν ἐν τοῖς πρὸ τῶν εἰρημένων τούτων ἀδικήματα ἔφασκες εἶναι τῆς ἐσχάτης ἄξια δίκης; μὴ οὖν ἀμφότερα λεγέτω. ἀλλ’ εἰ μὲν ἡ περὶ τὸν οἶκον τὸν βασιλέως βλάβη τοσαύτην ἀπῄτει τὴν δίκην, τί μέμνηται τῶν ἐν τῷ δικαστηρίῳ ῥημάτων; εἰ δὲ ταῦτα τοιούτοις ἔδει κεκολάσθαι, σεσιγήσθω τὰ περὶ τὰ χρήματα. ἅ φησιν αὐτὸς οὐκ ἂν ἐξετασθῆναι τῷ φάσκειν τὰ ῥήματα τὴν ὀργὴν πεποιηκέναι.
57.30
σκε ψώμεθα δὴ καὶ αὐτὰ τά ῥήματα τά, ὡς ὅδε φησί, δακόντα αὐτόν. ὡμολόγησε μὲν ὀφείλειν καὶ καταθήσειν, οὐ μὴν εὐθύς γε δύνασθαι, δεῖν δέ οἱ μηνῶν δύο. ταῦτ᾿ οὖν ὀργῆς ἄξια; ταῦτα θυμοῦ; ταῦτα χαλεπό τητος; ταῦτα ἀγριότητος; οὐκ ἀφ’ οὗ γένος ἀνθρώπων καὶ τὸ εἰσπράττεσθαι καὶ τὸ ὀφείλειν, τοῦτ’ ἔχει τοῖς ὀφείλουσι βοήθειαν τῶν μὲν αἰτούντων ἀναβολήν, οἷς δὲ ἔξεστιν ἀνανεύειν, διδόντων κἀν τούτῳ τοῖς ὀ φεί λουσιν ἀναπνεῖν παρεχόντων; ὃ γὰρ οὐκ ἂν δυναίμην διαλῦσαι τήμερον, ὕστερον ἄν. κατέχει δὲ αὐτὸν ὁ δεδανεικὼς ὁ μὲν δύο μῆνας, ὁ δὲ τρεῖς, ὁ δὲ δὶς τοσούτους, ὁ δ’ ἐνιαυτόν, ὁ δὲ καὶ πλεῖον, εἶθ’ ὕστερον ἃ προεῖται κομιζόμενος αὑτόν τε ἐπαινεῖ καὶ τὴν αὑτοῦ μέλλησιν, ὡς αὐτὴν οὖσαν τὴν ἀποδοῦσαν.
57.31
ἤδη δέ τινες ἀφορήτοις ἀνάγκαις ἐ νδή σαντες τὸν ὀφείλοντα τὸν μὲν ἐπὶ βρόχον ἔπεμψαν, αὐτοὶ δ’ ἐφ’ ὃν ἔλθοιεν οὐκ εἶχον. οὕτω δὲ ἀνθρωπίνως τοῦτ’ ἔχειν ἔδοξεν, ὥσθ’ ὁ νόμος καὶ δικαστὴν ἐν τοῖς τοιούτοις χρόνου κύριον ἐποίησε. κἂν ὁ ὀφείλων μηδενὸς ἐπιεικοῦς παρὰ τῶν εἰσπραττόντων τυγχάνῃ, καταφυγὼν ἐκεῖσε τὸ μὴ ἤδη καταβάλλειν εὕρετο, καὶ οὐκέτ’ ἂν ὁ εἰσπράττων ἄγξειεν οὐδὲ ἐπιλάβοιτο.
57.32
σὺ δ’ ἀκούσας δύο μῆνας ἐπήδας ἐπὶ Μάλχον. τοῦ χάριν; ἔλυέ σοι ταῦτα τὴν ζώνην; ἀλλ’ ἀφῃρεῖτο τοῦ τῆς ἀρχῆς χρόνου; ἀλλά πενίαν ἔφερεν; ἀλλ’ ἀ σθενέστερον ἐποίει σε τῶν ἐχθρῶν εἶναι βουλομένων; ἀλλὰ τὴν οὖσάν σοι παρά τῷ κρατοῦντι δόξαν εἰς τοὐναντίον μετέβαλλεν; ἀλλ’ ἐκώλυεν ἀρχῆς τυχεῖν; οὕτως ἐξεῖναι πολύ τι δεινὸν εἰπεῖν, ὅτι δύο μῆνες συλλέξουσι τὸ συνέχον τοῦτο τὴν Ῥωμαίων ἀρχὴν χρυσίον; ἀλλ᾿, οἶμαι, πρόφασις μὲν οἱ μῆνες, τὸ βούλημα δὲ τύπτειν ἐν Μάλχῳ τοὺς Μάλχου κηδομένους. οὓς οὕτος μὲν ὑλακτῶν οὐ πέπαυται, πολλαχοῦ δὲ Μάλχος εὑρηκὼς ἐπικούρους οὐκ ἔμελλε φυγὼν ὡς τοῦτον μεταπηδήσειν.
57.33
καὶ δὴ δῶμεν ἀγροικότερον αὐτῷ τὰ περὶ τοῖν μηνοῖν εἰρῆσθαι. οὐκοῦν ἐξήρκει μὴ τυχόντα ἐκβαλεῖν κἀν τούτῳ μὲν λαβεῖν τὴν δίκην, πληγῶν δὲ οὐκ ἦν καιρὸς καὶ τοιούτων καὶ τοσούτων οὐδὲ ἐν γυμνῷ τῷ σώματι οὐδὲ ἐν στρεφομένῳ τοῦ μηδέν μέρος εἶναι πληγῶν καθαρόν. οὕτω μὲν οὐ σφόδρα τὸ δίκαιον ἣν ἐν οἷς Μάλχος ἔπαθεν· εἰ δ’ οὑν καὶ θείη τις, αὐτὸς ἔχοιμ’ ἂν ἐγκαλεῖν τὸ καὶ οὕτως ὑβρίσθαι.
57.34
Ἀλλ’ ἥκω, φησὶν Ἀντίοχος, ἐκείνου πεπομ φότος καὶ τοῦτο ἔστι λύοντος τὴν αἰτίαν. ἔστι δὲ τοῦτο μὲν ὁμολογοῦντος τὴν αἰτίαν, τὸ δὲ ταύτην λύον οὐδεὶς ἄν μοι δεῖξαι δύναιτο. τὸ γάρ δὴ πεπραγμένον ἀνίατον καὶ ἕως ἂν ἐπιδειχθῇ Σευῆρος ἁ εἶπεν οὐκ εἰρηκώς, οὐκ ἔστιν ἐμὲ μὴ παρακεκροῦσθαι.
57.35
εἰ δὴ δώσομεν τοῖς ἀδικοῦσι ποιοῦσιν ἃ βού λονται φίλους ἔχειν τοὺς κακῶς πεπονθότας ἀπ᾿ ὀλίγων συλλαβῶν, μεγάλην ἂν εἴημεν αὐτοῖς πλεονεξίαν δεδωκότες, εἰ παροινοῦντες εἰς οὖς ἂν ἐθέλωσι μηδὲ μισοῖντο παρά τῶν ὑβρισμένων ὡς ὧν ἔδρασαν αὐτοὶ κατεγνωκότες. ἔσται δέ, οἶμαι, ῥᾴδιον καὶ τῷ κακῶς ἀγορεύσαντι καὶ τῷ ῥαπίσαντι καὶ τῷ καταβλάψαντι καὶ τοῖς τά μείζω τολμῶσιν ἐν ταπεινότητι τῇ τῶν μετεγνωκότων προσελθοῦσι φίλους ἔχειν τοὺς ἔχοντας ὃ κατηγοροῖεν ἄν.
57.36
ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως ἀ πηνέχθην εἰς τοὺς ὁμολογοῦντας ἁμαρτεῖν. ὁ γὰρ ἀνὴρ ἡμῖν οὐδαμοῦ τοῦτο φθέγγεται οὐδ’ εἶπεν Ἀ ντίοχος οὐδαμοῦ τὸ ῥῆμα τοῦτο φέρειν οὐδ’ ἀκήκοεν ἡμῶν οὐδείς. τί οὖν ἄν τις συγγιγνώσκοι τῷ λέγοντι μήτ’ ἐμὲ μήτ’ ἐκεῖνον ἠδικηκέναι μηδέν, ἀλλ᾿ ἅπερ ἂν θεός, ταῦτα αὐτὸν ποιῆσαι;
57.37
Ἀλλ’ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς δὲ ἔ ργοις ὡμολόγηκεν ἐν λύπῃ τε ὤν καὶ τὴν σὴν ποθῶν συνουσίαν. σὺ δ’ ἐλέγξας πολλοὺς ἡμαρ τηκότας εἰς σὲ διηλλάγης. πάνυ γε. εἰσὶ δέ γε καὶ πρὸς οὖς οὐ διηλλάγην, οὐδ’ ἱστᾶι χρόνος ὁ τοῦτο ὀψόμενος οὐδ’ ὁ παρὰ τοῖς κάτω θεοῖς, ἀλλά ψυχή ψυχὰς φεύξεταί τε καὶ οὐ διαλέξεται κατὰ τὴν Αἴαντος τοῦ Σαλαμινίου, ἡνίκα Ὀδυσσεὺς ἐν Ἅιδου τὴν αὑτοῦ διεμέμφετο νίκην.
57.38
ἐγὼ δὲ οἶδα μέν, οὗ δεῖ παῦσαι μῖσος, οἶδα δέ, ἐν οἷς οὐδέποτε. καὶ δυναίμην ἂν εἰπεῖν πρὸς ἄνθρωπον σπονδάς μοι γεγενημένας. τίνος τοῦτο πείθοντος; τοῦ μηδὲν ἀνήκεστον εἰς τοὺς ὑπὸ χεῖρα περὶ ὧν ἐδεήθην πεπρᾶχθαι. ᾔτησέ τις ἡμερῶν ἀριθμὸν εἰς τὸ τῶν ἀγρῶν τινας ἐπελθεῖν τῶν ἑ αυτοῦ. οὐκ ἔδωκεν ὁ ἄρχων. ἀπῆλθον ἀγανακτήσας. χρόνος ἐκοίμισε τὴν ὀργήν· οὐ γὰρ κακῶς, ἀλλ’ οὐκ εὖ ἐπεπόνθει περὶ οὗ διειλέγμην. ἑτέρῳ καταδίκην ἀνελεῖν ἠξίωσα διδόντος τοῦ νόμου, ὁ δὲ οὐκ ἐβουλήθη. καὶ τοῦτο ἔχθραν τὴν μέχρι τινὸς ἐποίησεν, ἀλλ’ οὐ τὴν εἰς ἅπαν. ἔπειτα ἦλθον οἷ πρότερον. οὐδὲν γάρ ἄσχημον ἐγεγόνει περὶ τὸν φίλον οὐδ’ οἷς κατέθηκεν ἄτιμος ἣν.
57.39
τά δὲ νῦν, τὰ δ’ ὑπὸ τού του, τά δ’ εἰς τοῦτον τῆς Αἰσχύλου καὶ Σοφοκλέους δεῖται ψυχῆς· ἀτελεύτητον εἶναι βούλεται τὴν ἀ πέ χθειαν. καὶ τά κεκινηκότα τοσαύτην πόλιν εἰς ὀδυρμὸν ἀποκρούσεταί με τῶν θυρῶν μονονουχὶ βοῶντα· μὴ σύ γε, μὴ κατάθῃ τὴν ἔχθραν, μὴ σβέσῃς τὸ μῖσος, μὴ θεραπεύσῃς ὄφιν, μὴ γένῃ κακὸς εἰς ἱκέτην δοῦλον οἷς ἔπαθε τῶν αὑτοῦ δούλων γεγενημένον, οὐκ ἐγκαλέσαι δυνάμενον οἰ κέ ταις, οὐ κατηγορῆσαι ῥᾳθυμίας υἱέων, οὐ μέ μψασθαι γυναικὸς ὕπνον, πανταχοῦ γεγυμνω μένον φρονήματος καὶ τῆς παρρησίας ταῖς τε ῥάβδοις καὶ ἃ προσεγένετο ταύταις ἐ κβεβλημένον.
57.40
Ἔλεγε δὲ καὶ τὴν ἀρχὴν Ἀντίοχος καὶ δύ ναμιν καὶ ὅση τὸ μέγεθος αὕτη καὶ ὧς οὐκ ἀ κί ν δῦνον ἄρχοντος ἔχθραι. ἐγὼ δὲ τοῦτο πάλαι μὲν ἠ πιστάμην, οὐ μὴν φόβῳ γε τῆς δυνάμεως προὔδωκά ποτε τὸ δίκαιον οὐδὲ ἐκείνους ἐκολάκευσα μᾶλλον ἢ μετὰ τῶν ἠδικημένων ἔστην. καὶ ταῦτα πολὺς μέν μοι σύνοιδε χρόνος, πολλαὶ δὲ πόλεις, πολλὰ δὲ ἔθνη, πολλοὶ δὲ ἄνθρωποι, πολλοὶ δὲ τόποι καὶ τὸ δὴ μέ γιστον ἀπάντων, οἱ θεοί, οἳ ἀνθ’ ὅπλων μοι καὶ περιβόλων καὶ τειχῶν γεγένηνται. οὐ γὰρ ὧς οὐκ ἐ πεβουλευόμην εἴποιμ’ ἄν, ἀλλ’ ὡς τῇ τῶν θεῶν ῥοπῇ διεσωζόμην, ὥσπερ ἐκεῖνος ὁ τὴν Τροίαν ἑλὼν τῇ τῆς Ἀθηνᾶς εὐνοίᾳ, ἢ τά τε ἄλλα αὐτῷ συνέπραξε καὶ τά οἴκοι συγκατέστησε.
57.41
πέπεικα τοίνυν ἐμαυτόν, ὧς οὐδὲν ῥᾳθυμοτέρων αὐτῶν συμμάχων τεύξομαι οὐδὲ καταγνόντες τῆς περὶ ἐμὲ σπουδῆς ἄρχοντος δυνάμει προήσονται οὐδ᾿ ὂν ἐν νεότητι προνοίας ἠξίωσαν, τοῦτον ἐν γήρᾳ προδώσουσι. μετὰ δὲ τῆς τῶν θεῶν ἐπικου ρίας ἤδη τις ἐπίστευσε καὶ μεθ’ ἑνὸς ἑταίρου πέρας ἐπιθήσειν οἷον ἐβούλετο τῷ Τρωικῷ πολέμῳ.
57.42
ὅλως δὲ εἰ τοῦτο ὑπακουσόμεθα φόβῳ, τί τῶν ἀπάντων οὐ χαριούμεθα φόβῳ, ὥστε ἡμῖν εἶναι τὴν ἀσφάλειαν ἐν τῷ μηδὲν ἐκεῖνον αἰτῆσαι τῶν οὐ καλῶν; φέρε γάρ, εἴ με κελεύοι λελουμένον καὶ πεπωκότα χωρεῖν εἰς τὸ διδασκαλεῖον, πείσομαι; τί δαί, μισεῖν τινα τῶν φί λων, πείσομαι; τί δαί, κύβους ἐν χεροῖν ἀντὶ βιβλίων ἔχειν, πείσομαι; καὶ μήν, εἰ τὸ νῦν ἀνεξόμεθα δι᾿ ἢν ἔχει δύναμιν, κἀκείνων ἕκαστον δι᾿ ἢν ἕκαστον. τοῦ γὰρ αὐτοῦ δέους ἐπόντος οὐκ ἔστιν οὐδὲν φυγεῖν.
57.43
Ἀλλὰ καὶ πολλοί, φησίν, ἀ ποστερή σονται βοηθείας, ἢν μὴ εἰσιὼν παρ’ αὐτὸν βοηθήσῃς. καὶ τί τὸ πεῖθόν ἐστιν, ὧς ἐγὼ τοῦτο ποιῶν λύσω τινὶ συμφοράν; τὰ πεπραγμένα μὲν γὰρ οὐ τοῦτο λέγει, τὸ δ’ ἀφανὲς ἐκ τοῦ φανεροῦ λαμβάνει κὰγ Ἰσοκράτην τὴν κρίσιν. εἰ μέν εἰσιν οἶ εὑ πὰρ αὐτοῦ δι’ ἐμὲ πεπονθότες, δεῖ πιστεύειν ἔσεσθαί τι παραπλήσιον· εἰ δ’ οὐδεὶς ἀγνοεῖ τά Μάλχου, εὔηθες αὑτοὺς ἐξαπατᾶν καὶ τοῖς οὐδέποτε ἐσομένοις δελεάζεσθαι.
57.44
χωρὶς δὲ τούτων οὐδὲ σπάνιν ὀρῶ τῶν τοῖς δεησομένοις συμμάχων παραστησομένων. οἳ ἀντὶ τοῦ τὰς ἱκετείας ἀναμένειν αὐτοὶ θηρῶσιν, ὅπως τοὺς δεομέ νους ἕλξουσι. καὶ εἰσὶ πολλοὶ πανταχοῦ τῆς πόλεως οὐδὲν αἰσχυνόμενοι τὸ μισθοῦ ταῦτα ποιεῖν. ὥστε τοῦτο μηδένα φοβείτω. τὸ γὰρ μυρίους ἄρξαι συχνοὺς ἐποίησε τοὺς δυναμένους ἀμύνειν. ἐκεῖνοι καὶ εὖ ποιήσουσι καὶ ἀντευπείσονται, φίλτατε Ἀντίοχε, οἱ τὸν ἄνθρωπον καταδεδούλωνται τοῖς περὶ τῶν πονηρῶν ἔργων ἐπαίνοις τοῖς ἐν τοῖς συμποσίοις. ὥσπερ γὰρ Αἰακῷ συναριστῶντες, ἀλλ’ οὐκ ἀγορᾶς περιτρίμματι, τὴν τῶν πραττομένων ὑπ’ αὐτοῦ φύσιν οὐκ ἐξετάζοντες πίστει χρῶνται τοῦ τὸ δίκαιον ἐν ἐκείνοις εἶναι τῷ τοῦ τὸν εἶναι τὸν ταῦτα πεποιηκότα. ἐν οὑν φιάλαις ὢν τοιαῦτα ἐχούσαις ἄνθη ταχὺς δοῦναι χάριν γίγνεται.
57.45
Ἀνίστω δὴ καὶ ταῦτα ἀπάγγελλε. ποίοις ποσὶν ὑποστρέψας; ἴσως ἐρεῖς. οἷς Αἴας, οἷς Ὀ δυσσεύς. οὐ γάρ ἐκείνων τὸ μὴ πεῖσαι, τοῦ τοιαῦτα δέ ὑβρικότος ἣν, ἃ καὶ νῦν οἶμαι δόξειν. ἀλλ’ ἐγὼ πορεύσομαι παρ’ αὐτὸν καὶ ὄψομαι καὶ συνέσομαι καὶ καθεδοῦμαι πλησίον καὶ τὰ τῶν φίλων διαλέξομαι εἰδὼς οἷα τοιούτοις ἔργοις ἀκολουθήσει ῥήματα; τί μὲν γὰρ ἐροῦσιν ἄνδρες; τί δὲ γυναῖκες; τί δὲ παῖδες; τί δὲ νεότης; τί δὲ γῆρας; οὗτος ὁ φιλοικτίρμων; οὗτος ὁ ἐλεήμων; οὗτος ὁ τοῖς χαλεποῖς ἐχθρός; οὗτος ὁ τοῖς ἠπίοις φίλος; τῷ δὲ ἡλίῳ ταῦτα ἀρέσειν νομίζομεν; τῇ δὲ ἡμέρᾳ; τῇ δὲ νυκτί; τοῖς δὲ ἐν ἑκατέρᾳ δαίμοσι; τῇ δὲ πάντα ὁρώσῃ Δίκη; εἶτα τὸ μὲν ζῆν ἐλευθέρως ἐπαινεῖ, τὰ δὲ τῶν ἑκόντων δουλευόντων ποιῶν οὐκ αἰσχύ νεται; οὐ γὰρ δὴ μαχούμενος εἰσῆλθεν αὐτῷ καὶ ἐξελέγξων ὁπόσα ἠδίκηκεν, ἀλλ’ ἔστιν ἅπαν τοῦτο πτήξαντος καὶ δείσαντος καὶ κολακεύειν εἰδότος.
57.46
ταῦτα, ὦ φίλε Ἀντίοχε, περὶ τοῦ σοῦ φίλου βούλει λέγεσθαι; ταῦτα ἐλθεῖν ἐπ’ ἐμὲ τά βέλη; καὶ τίνας οἴει πρὸς ἐμὲ τοὺς ἄλλους ἄ ρχοντας ἔσεσθαι βλέπειν ἔχοντας εἰς τὰ τοιαῦτα παρα δείγματα; οὐ τοιαῦτα πρὸς αὐτοὺς ἐρεῖν; ἀνὴρ οὗτος ἀτιμαζόμενος μὲν οἶδεν οὐκ ὢν ὁπόσος ὁ ἄρχων, τιμώμενος δὲ συρίττει.
57.47
Ἀναπηδήσας γάρ; φησίν, εἰ φανείης, φι λήσει τὴν σὴν κεφαλήν. πάνυ γε. καὶ γάρ ἄλλας μυρίας. καὶ κομιδῆ τινας ὀλίγους οἶδα τοὺς οὐ τοῦτο λαβόντας. φίλος μὲν γάρ ἐστιν οὐδενὶ οὐδὲ βούλοιτ’ ἂν εὖ πρᾶξαί τινα ἀνθρώπων, τοῖς δὲ χείλεσιν ἐξαπατᾷ καὶ βούλοιτ’ ἂν ἕκαστον νομίζειν αὑτὸν παρ’ αὐτῷ προκεκρίσθαι τῶν ἄλλων. ἐπειδὴ γάρ οἶδε τοῖς πρά γμασιν αὐτοῖς οὐ κτησόμενος ἐπαινέτας, ταύτην εὕρηκε τὴν τέχνην, ὡς εἰς ἀτιμίας τάξιν ἥκειν αὐτοῦ τὰς τιμάς.
57.48
Ἀλλὰ μισοπόνηρός εἰμι, φησί, καὶ τὴν φύσιν ἴδει κἀνταῦθα κρατεῖν καὶ λόγους ἤκουον ὑπὲρ Μάλχου βοηθεῖν βουλομένους. ἀλλ’ οὐ ταῦτά φησι Μαρέας οὐδ’ ὁ τούτῳ παρεδρεύων, δι’ οὓς πάντα ἀργυρίου, πάντα ἐν πράσει. καὶ πολὺς ὁ νιφετὸς τῶν λημμάτων διδόντος μὲν τοῦ διώκοντος, διδόντος δὲ τοῦ φεύγοντος, τὰ μὲν ἀλλήλων οὐκ εἰ δό τῶν, ὄντων δὲ ἐπὶ τῆς αὐτῆς ἐλπίδος. ἰνὶ δὲ οὐδὲ τοῖς ἡττημένοις ὃ προήκαντο κομίσασθαι ὅρκοις τισὶ προδιῳκημένου τοῦ πράγματος. προῖκα δὲ οὐδέν, οὐ ψῆφος, οὐκ εἴσοδος, οὐκ ὄνομα, οὐ συλλαβή τις, οὐ γράμμα.
57.49
καὶ ταῦτα οὕτω πωλεῖται φανερῶς οὐδένα ὀφθαλμὸν οὐδὲ οὑς φοβούμενα, ὥστ᾿ εἷναι δόξαν μαντείαις αὐτοὺς πεπιστευκότας μηδὲν ὀκνεῖν. ὧς γοῦν οὐ δώσοντες δίκην ἅπαντα θερίζουσι πάντων Σύρων βοώντων, ὡς ὅσοις ἀπὸ τουτωνὶ τῶν θρόνων γεγέ νηνται πλοῦτοι, πάντες εἰσὶ πρός γε τοῦτον πένητες. εἰκότως ἄρα καὶ οἳ τοὺς ἐν μείζοσι σχήμασιν ἄρχοντας ὠνοῦνται καὶ παρ’ ὧν ἔθνησκον ἄν, εἴ τι τῶν δικαίων ἐγίγνετο, τούτους ὑφ’ ἑαυτοῖς ἔχουσι. μέχρι μὲν οὖν ἀπῆν οὗτος, ἅτερος ἤσθιεν, ἥκοντος δὲ ἄμφω. ἢ τί ποτ’ ἂν ἕτερον τὰς βροντὰς ἐκείνας ἔπαυσε καὶ τὰς ἀστραπάς; οὐδέν.
57.50
ἀλλ᾿ ἔστι τῷ Μαρέᾳ τούτῳ κηδεστὴς πάσης Μηδείας δυνατώτερος. καὶ τὸ μὲν ἔργον τούτου, τἀληθὲς δὲ ἀφανίζοντες Βίκτορα δὴ τὸν διαλλακτὴν ἐποίησαν ἐν πολλοῖς τοῖς ὁρῶσιν. ὁ δὲ τὸν οὐδὲ ἔτι δεδεμένον ἔλυεν, ὁ δὲ μισοπόνηρος ἔπεμπε Μαρέαν πάλιν τὰ αὐτὰ ἀμήσοντα καὶ τά αὐτὰ τρυγήσοντα καὶ τὰ αὐτὰ κεροῦντα, ἔπεμπε πάλιν ἐπὶ τὰς αὐτὰς πηγὰς καὶ τοὺς αὐτοὺς κρουνούς, καὶ χρυσὸν καὶ ἄργυρον. ἃ κατὰ μικρὸν ἀγείρων εἰς μέγεθος ἤγαγεν. οἶδε γὰρ ὁ πέμπων αὐτὸν ἐφ’ ὁμοίαν βοράν, ὧς ἀμφοῖν ἡ θοίνη, τοῦ τε ἀπεσταλμένου τοῦ τε ἀ πεσταλκότος.
57.51
καὶ τί θαυμαστόν, εἰ κερδῶν οὗτος ἡττᾶται τηλικούτων; ὅς καὶ τοὺς ἀποδέκτας ἐ πλεονέκτησεν ἐν ταῖς τιμαῖς ὧν βασιλεὺς ἐν ταῖς ἀρχαῖς ἐκ τῶν παρά τῆς γῆς αὐτῷ προσιόντων δίδωσιν, ὠνεῖσθαί τε ἀναγκάζων ὧν οὐδέν ἐδέοντο καὶ προσέτι με τροις ἀδικῶν οὐ συμβαίνουσι τῷ νόμῳ. οὕτω μὲν οὗτος ἐπώλει, κακῶς δ’ ἠγόραζον ἐκεῖνοι καὶ ἡ πενία πλοῦτον ἠναγκάζετο ποιεῖν. ἀλλ’ ὅμως εἰ μὴ Ἀ ριστεί δην αὐτὸν προσερεῖς, ἀδικήσεις.
57.52
Ὢ τῆς ὅ τι βούλοιτο πραττούσης Τύχης, εἰ δὲ ὀρθῶς ἢ μὴ βούλεται μὴ σκοπούσης, ἀλλὰ τὰς τῆς δυνάμεως ἐπιδείξεις ἐν τῷ μὴ σώζεσθαι τὸ εἰκὸς ποιουμένης. αὕτη Διονυσίῳ Σικελίαν ἔδωκεν εἰδότι τοὺς ὄνους τοῦ πατρὸς οὖς ἤλαυνεν, αὕτη τὴν αὐτὴν νῆσον Ἀγαθοκλεῖ καὶ ὁ πατὴρ ὁ κεραμεὺς οὐκ ἐκώλυε. καὶ τί ἂν Ἑρμείαν τὸν εὐνοῦχον λέγοιμι καὶ τύραννον Ἀταρνέως; ἀλλὰ Πῶρος οὐκ ἐκ κουρέως μέν, Ἰνδοῖς δὲ ἐπέταξεν; εἴπω τὸν ἀνθρακέα Βάρδυλιν ὂν προσεκύνουν Ἰλλυριοί; μικρὸν ἂν Ὀρθαγόρας μετὰ τούτους δόξειε Σικυῶνος κρατῶν ὁ μάγειρος.
57.53
καὶ νῦν τοίνυν τὴν αὐτὴν ὁρῶμεν οὖσαν τὴν θεόν. καὶ τὸ τῶν ἐπιδείξεων τούτων εἶδος οὐ πέπαυται, ἀλλ’ ἄνθρωποι καὶ τοῖς γείτοσιν ἀγνῶτες καὶ δικαίως ἂν αἰπολοῦντες ἢ ποιμαίνοντες ἢ βουκολοῦντες ἢ ἐν συβώταις ὄντες μετέωροι φέρονται τοῖς παρὰ τῆς Τύχης δεδομένοις πτεροῖς. ἡ δ’ ἀκούει μὲν κακῶς ἐν ἅπασι τόποις ὡς οὐ ταῖς ἀρεταῖς ταῦτα τηροῦσα μόναις, ποιήσει δέ, μέχρις ἂν ἡ γένος ἀνθρώπων, ἃ δὴ πολλάκις πεποίηκε. κἂν ἴδῃς συβώτην ὑσὶν ἑπόμενον, μὴ διαπτύσῃς λογιζόμενος, ὧς τάχ’ ἂν καὶ οὗτος κοσμηθείη τῇ Τύχῃ.
57.54
Δεῖνόν μὲν οὖν καὶ αὐτὸ τοῦτο καὶ οὐδαμῆ φορητὸν ἀπὸ μυλώνων καὶ τῶν ἐν αὐτοῖς ἀγρυπνιῶν ἄγεσθαί τινας ἐπὶ δυνάμεις τε καὶ ἀρχῶν λαμπρότητας, πολὺ δέ γίγνεται καὶ δεινότερον καὶ ἀφορητότερον, ὅταν οἱ ἐπὶ τοιαῦτα μετενεχθέντες ἀπὸ τοιούτων μὴ θέλωσιν εἰδέναι, τίνες ἐκ τίνων γεγένηνται, μηδὲ παρέχωσι καὶ τοῖς προτέροις τὴν ψυχὴν ἐνοικεῖν, ἀλλ’ ἐξελάσαντες ὅλην ποιῶσι τῶν δευτέρων.
57.55
οἷος ἡμῖν καὶ οὗτος. ὂν ἔδει μὲν περὶ τὸν Τίγριν πανδοκεῦσιν ὑπὲρ κόπρου μάχεσθαι, γέγονε δὲ κύριος τοῦ πολὺ μέρος τῆς οἰκουμένης κυκᾶν. Ἀλλά, ὦ θεοὶ καὶ θεαί, πείσατε τὴν Τύχην ἃ περὶ Σευήρου προσήκει ποιῆσαι καὶ τῆς ἀλόγου σπουδῆς αὐτὸν τῆς παρ’ ἐκείνης ἐκβαλόντες δείξατε τὸν κολοιὸν τὸν ἐν τῷ μύθῳ.

Intertext edge

Open linked passage

Note