Orations
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius">
—
⋯
Original / primary: Textus receptus
58.1
Ὧνπερ αὖ πρότερον, καὶ νῦν ἔοικέ μοι δεῖν φαρμάκων νόσου πάλιν καταλαβούσης τοὺς ὁμιλοῦντας ἡμῖν πολὺ χαλεπωτέρας ἧς πρόσθεν τινὲς ἐνόσησαν. βουλοίμην δ’ ἂν ὑμᾶς καὶ κατὰ τὴν ἴασιν ἐ κεί νοις γενέσθαι παραπλησίους τῆς αὐτῆς καὶ νῦν θερα πείας ταὐτὰ δυνηθείσης. ἔστι δὲ αὕτη λόγος τε καὶ παραίνεσις καὶ τὸ πεισθῆναι κάλλιον εἶναι τοῦ ζῆν ἐν ῦβσει τὸ σωφσονεῖν. ἐγὼ γάρ τοι τὸ μὲν διὰ κληγῶν τε καὶ μαστίγων κειρᾶσθαι νουθετεῖν ἐφυμον ταῦτα κολλαχοῦ τοὐναντίον κοιοῦντα, τὴν δ᾿ ἀκὸ συμβουεύειν ὠφέλειαι νομίσας καὶ μᾶλλον ἔχειν ἐκανορθοῦν ἐκὶ τοῦτο ἧκον.
58.2
δόντος οὖν μοι τοῦ κράγματος ἐν τοῖς οὐκέτι κλημμελήσασιν ίκανὴν ἀκόδειξιν οὐκ ᾠήθην προσήκειν νουθετεῖν ὑμᾶς ἀφεὶς ἔτερόν τι ξητεῖν. οἷμαι ὑμᾶς οὐκ ἐθελήσειν χείρους ἐκείνων φανῆναι τῶι ἀφ᾿ ὧν ἐκείσθησαν καὶ δόξαν ἠμῖν καὶ τὴν ἀκ᾿ αὐτῆς ἠδονὴν ἐνηνοχότων.
58.3
Το μὲν οὖν δίκαιον ἦν τοῖς ὗμῶν αὐτῶν ἐργοις ἀφαιρεῖν τι τῶν κακῶν ἃ χαρὰ τοῦ καιροῦ φερόμενα τῇ τῶν Ἑλλήνων φωνῇ κροσέκεσε καὶ κρὸς τὴν κνευμάτων βίαν εἰς ὅσον οἷόν τε ἀντέχειν· νῦν δ᾿ οἷς ἐξαμαρτάνετε κροστίθετε τοῖς δεινοῖς καὶ μείξω ποιεῖτε τὰ δυσχερῆ καρακλήσιον κοιοῦντες ναύταις οἳ τῆς θαλάσσης οἰδούσης καὶ τῆς νεὼς κύμασι ταραττομένης ἀντὶ τοῦ χάση τέχνῃ κειρᾶσθαι σώξειν τὸ σκάφος ἐκι τείνουσι τοῖς παρ’ ἑαυτῶν τόν τε κίνδυνον καὶ τὰ φοβοῦντα. καὶ ὑμᾶς τοίνυν ἄτοπον ἀφέντας ἀμύνειν τῷ σχήματι τῶνδε τῶν λόγων πονοῦντί τε καὶ πιεζομένῳ δι’ ὧν χεῖρον πράξουσιν ἐπεισάγειν.
58.4
ἦν μὲν οὖν ἂν ἐπιτιμήσεως ἄξιον ὧς ἔχον ἡμῖν βλάβην, εἰ καί τισι τῶν ἄλλων ἐπετίθεσθε, λέγω τῶν ἔξω τοῦ τεμένους τῶν Μουσῶν. μηδὲ γὰρ χειροτέχνης πασχέτω κακῶς ὑπὸ νέου διατρίβοντος ὲν παιδείᾳ. ἀλλ’ ἀγέτω πρὸς ἐκείνους εἰρήνην καὶ μηδὲ τῶν παρὰ τῶν ἐκεῖθεν ποιουμένων τὸν βίον ἐπαίνων αὑτὸν ἀ πο στερείτω, ἀλλὰ καὶ τὰς τοιαύτας γλώττας εἰς εὐφημίας ἑαυτοῦ προκαλείσθω καὶ τοσοῦτον ἀπεχέτω τοῦ πρός τινα τῶν τοιούτων εἰς λοιδορίαν καθίστασθαι, ὥστε, κἂν παρ’ ἐκείνων τινὸς εἰς αὐτὸν ἔλθῃ τι τοιοῦτον, ἀνέχεσθαι καὶ δεικνύναι καὶ ταύτῃ, πόσον τι τὸ μέσον πρὸς ἀγοραῖον νέῳ τῆς Ἑρμοῦ τελετῆς ἠξιωμένῳ.
58.5
τὸ μέν ἄριστον τοῦτο ἂν ἣν, εἰ δ᾿ οὐκ ἂν ὅλως δύναιο βέλτιστος εἶναι, μέχρι τούτων γίγνου κακός, βλασφημῶν εἰς χρυσοχόον, ἀσελγαίνων εἰς σκυτοτόμον, παίων τέκτονα, λακτίζων ὑφάντην, ἕλκων κάπηλον, ἀπειλῶν ἐλαιοπώλαις. καλὸν μὲν γὰρ τούτων οὐδὲν οὐδ’ ἄξιον τῶν ἱερῶν ἐφ’ δ χωρεῖτε καθ’ ἑκάστην ἡμέραν, ἔστω δὲ ἔξω τούτων τὰ ἀπὸ τῆς κακίας καὶ μὴ τολμάτω τὸν οὐδὸν ὑπερβαίνειν. ἀλλὰ δὴ καὶ τοῦτο γινέσθω τἀσεβές, οὐκ ἀνεκτὸν μέν, συμπεσὼν δὲ νέῳ νέος μαχέσθω νῦν μὲν ψιλαῖς ταῖς χερσί, νῦν ρ ἀντὶ λίθου τῇ διφθέρᾳ χρώμενος. καίτοι καὶ τραύματα μὲν ἐντΓυθεν γένοιτο ἄν, δμὼς δ’ ἂν ἐκ παραδειγμά παραδειγμάτων ἡμῖν εἴη παραμυθία, ὧν τὰ μὲν ἑωράκαμεν, Ι τὰ δὲ ἀκηκόαμεν.
58.6
τὸ δὲ νῦν καὶ τὸ καινόν τε καὶ οὔπω πρότερον ἐν μουσείῳ φανέν. ἐ πεστρατεύσατε τοῖς παιδαγωγοῖς, οὓς αἰδεῖσθαι νόμος ἣν. καὶ τοὺς μὲν ὑβρίκατε, τοῖς δὲ ἀπειλεῖτε καὶ ταπεινὸν πεποιήκατε τὸ μετὰ φρονήματος διάγον ἔθνος τῶν μέν οἶς ἔπαθον καταπεσόντων, τῶν δὲ τῇ τῶν ἴσων ἐλπίδι.
58.7
Ἦν δὲ οὐ ταῦτα αὐτοῖς, ἡνίκα ἐφοίτων ἐγώ, ἀλλ’ ἐν τιμαῖς οὗτοι μετὰ τούς διδασκάλους μιμουμένων τῶν νέων τοὺς διδασκάλους, παρ’ ὧν καὶ αὐτῶν ὑπῆρχον τιμαὶ τοῖς παιδαγωγοῖς τὸ δίκαιον ἔχουσαι. μεγάλα γάρ, ὧς ἀληθῶς μεγάλα τὰ παρὰ τούτων εἰς τοὺς νέους, ἀνάγκαι τε ὧν τὸ μανθάνειν δεῖται καὶ τὸ πολὺ κάλλιον, ἡ σωφροσύνη. οὔτοι γὰρ φρουροὶ τῆς ἀνθούσης ἡλικίας, οὗτοι φύλακες, οὗτοι τεῖχος, ἀπελαύνοντες τοὺς κακῶς ἐρῶντας, ἀπωθοῦντες, εἴ ργοντες, οὐκ ἐῶντες ὁμιλεῖν, ἀποκρουόμενοι τὰς προσβολάς, ὑλακτοῦντες κύνες πρὸς λύκους γιγνόμενοι.
58.8
ἃ οὔτε παρά πατρὸς παιδὶ γένοιτ’ ἂν οὔτε μαθητῇ παρὰ τοῦ διδασκάλου. ὁ μὲν γὰρ ἐπιστήσας τῷ υἱεῖ τὸν ἄνθρωπον ἐν ἄλλοις ἐστίν, ἐν ἐπιμελείᾳ μὲν πόλεως, ἐν φροντίδι δὲ ἀγρῶν καὶ τῶν ἐν αὐτοῖς καὶ θεραπόντων τε καὶ θεραπαινῶν, πολλάκις τε συνέβη τι τοιοῦτον, δι’ ὃ κατέτριψεν ἐπ’ ἀγορᾶς ἅπασαν τὴν ἡμέραν· τῷ δ’ αὐτὸ τοῦτο ἓν ἕργον, ὁ νέος καὶ τὸ τούτου συμφέρον. καὶ νυκτὸς ἡκούσης τῷ πατρὶ μὲν ἔξεστιν ἐν ὕπνῳ κεῖσθαι καὶ προστιθέναι τι καὶ τῆς ἡμέρας, εἰ δόξειεν· ὁ δὲ αὐτόν τε καὶ τὸν νέον ὑπάγει τῷ λύχνῳ καὶ πρῶτον αὑτὸν ἀφυπνίσας ἐπ’ ἐκεῖνον ἔρχεται πλέον τι τῶν ἀλεκτρυόνων ποιῶν, ἐ γεί ρων τῇ χειρί.
58.9
τῶν αὐτῶν τοίνυν τούτων ἡττᾶται καὶ τὰ τοῦ διδασκάλου τοῦ μέχρι μὲν μεσημβρίας εἰ δό τος τὸν νέον, μετὰ ταῦτα δὲ οὐχ ὁρῶντος οὐδέ συνόντος οὐδέ πονοῦντος περὶ αὐτόν. καὶ τὰ παρ’ αὐτοῦ δέ τοῦδε διδόμενα τῷ παιδὶ τῷ παιδαγωγῷ φυλάττεται. δι’ ὧν γὰρ ἂν ἡ φυλακὴ γένοιτο, τῶν παιδαγωγῶν ἐστιν ἐπικειμένων, κεκραγότων, ῥάβδον δεικνύντων, σκῦτος σειόντων, εἰς μνήμην τὸ ληφθὲν ἀγόντων τοῖς περὶ αὐτὸ πόνοις τοῖς μὲν ἀνιαροῖς, τοῖς δ’ ὑπὸ τῆς μελέτης οὐκ ἔτι λυποῦσιν.
58.10
ἔν γε μὴν ταῖς ἀ ρρωστίαις, καίτοι ταῦτα ἔξω τῶν λόγων ἐστί, πρὸς μέν τὰς ἁμιλλῶνται τῶν μητέρων, τὰς δὲ καὶ παρέρχονται. μικρὸν γάρ εἰπεῖν τροφούς. αἰ μέν γε ἀπ· ειποῦσαι διακενῆς εὕροντο ῥᾳστώνην, οἱ δὲ προσεδρεύουσιν ὅτου δεηθεῖεν οἱ κάμνοντες παρεχόμενοι, τὰ μὲν λέγουσιν ὑπουργοῦντες, τὰ δὲ καὶ φθάνοντες. καὶ συμβάσης τελευτῆς οἰμωγαί τε οὐκ ἐλάττους παρά τῶν παιδαγωγῶν ἢ τῶν τοκέων καὶ πένθη μακροτέρη ὥσθ’ οἱ μὲν εἶξαν τῷ νόμῳ μόνον, οἱ δὲ καὶ ἀφειμένοι τοῦ νόμου πενθοῦσιν ὅμως.
58.11
οἶδα δέ ἔγωγέ τινας καὶ μνήματα τῶν ὑπ’ αὐτοῖς παιδευθέντων οἰκήματα σφῶν αὐτῶν πεποιημένους καὶ διαλεγομένους γε ἐγγύθεν προσκειμένων αὐτοῖς τῶν στομάτων τῷ λίθῳ καὶ τοὺς μὲν ὀψέ ποτε ἀπελθόντας, τοὺς δὲ αὐτοῦ τελευτήσαντας. ἀλλὰ καὶ τεθνεῶτος πατρὸς ἐπίσταμαι παιδαγωγὸν ἐπίτροπόν ποτε δίκαιον γενόμενον καὶ τὴν τῆς ὀρφανίας αἴσθησιν ἀφελόντα τῷ παιδί.
58.12
πολλὰ ἂν ἔχοι διελθεῖν σοφιστής μου βελτίων ἐπὶ ταύτην αὑτὸν ἀφεὶς τὴν ὑπόθεσιν. ἃ πάντα προσῆκεν αἰσχυνθέντας τίμιον ἡγήσασθαί τι τοὺς παιδαγωγοὺς καὶ μᾶλλον, εἴ τις ἄλλος προπηλακίζοι, κωλύειν ἢ αὐτοὺς εἶναι τούς τοῦτο ἀδικοῦντας.
58.13
καὶ ἔγωγε θαυμάζω τῶν νομοθετῶν οἳ τῶν πατέρων πεποίηνται πρόνοιαν κολάζοντες τῶν παίδων τοὺς ἀμελοῦντας αὐτῶν, ὅπως οὐ τῶν αὐτῶν γραμμάτων καὶ τούτους ἠξίωσαν. ἐγὼ μέντοι καθάπερ πολλῶν ὑπὲρ τῶν παιδαγωγῶν κειμένων νό μων οὕτω παρών τε καὶ ἀπὼν ἀνώρθουν τὸν ἐμαυτοῦ τὸν χωλόν, εἰς δέ γε τοὺς ἄλλους ἀνήλισκον μὲν οὐδέν, τιμαῖς δέ ταῖς ἄλλαις ἐχρώμην.
58.14
οἴους ἐβουλόμην καὶ ὑμᾶς καὶ εἶναι καὶ ὁρᾶσθαι. νῦν δέ τί; τοὐναντίον ποιεῖτε κακῶς. ὑβρίζετε, προπηλακίζετε, τὰ ταῖς τῶν τρυφώντων ἐξευρημένα τέρψεσιν εἰς τὸ τῶν Μουσῶν εἰσέλκετε χωρίον καὶ δέον καὶ τοὺς ἔξω ποιοῦντάς τι τοιοῦτο φαύλους νομίζειν ἐπεισηνέγκατε τὰ´ κείνων τῷ τῆς σοφίας τεμένει καὶ γεγένησθε τῶν ποιούντων.
58.15
Εἶτά μ’ ἐρήσεταί τις· ἄπαντες οὖν οἱ παιδαγωγοὶ χρηστοὶ καὶ τιμᾶσθαι δίκαιοι καὶ οὐ δεὶς πονηρός τε καὶ τιμωρίας ἄξιος; ἐγὼ δὲ οὐδὲ περὶ τῶν ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασι τοῦτό γε ἔχοιμ᾿ ἂν εἰπεῖν, ὅτι βέλτιστοι πάντες καὶ οὐδὲν οὔτε μεῖζον οὔτε μικρὸν ἁμαρτάνοντες, ἀλλὰ κἀν τοῖς ἄρχουσι κἀν τοῖς ἀρχομένοις κἀν ταῖς βουλαῖς κἀν τοῖς δήμοις κἀν τοῖς δικάζουσι κἀν τοῖς συναγορεύουσι κἀν τοῖς ἄστεσι κἀν τοῖς ἀγροῖς κἀν τοῖς γε ποιμέσιν αὐτοῖς οἳ προβάτοις διαλέγονται, καθ’ ἕκαστον δὴ τούτων εὕροι τις ἄν τι καὶ παρορώμενον. ἀλλ’ οὐκ ἔξεστι συνελθοῦσιν ἀνθρώποις δέκα ἢ πλείοσιν ἢ ἐλάττοσι χεῖρας αὐτοῖς ἐπιφέρειν καὶ τύπτειν, ἀλλ’ οὐδὲ ῥήμασι τιμωρεῖσθαι καὶ λοιδορίαις. ἀλλ’ ἢ κατά τοὺς νόμους ἐπεξ ἰέναι δεῖ τοῖς ἀδικοῦσιν ἢ τὴν ἡσυχίαν ἄγειν.
58.16
διά τοῦτο δικάζει μὲν πολλάκις ἀνὴρ πολλὰς δίκας ὀ φεί λων καὶ ἀποκτίννυσί γε τοὺς ταὐτὰ δεδρακότας ἑαυτῷ, προσπίπτει δὲ οὐδεὶς οὐδὲ ἐκβαλὼν τοῦ θρόνου καὶ καταβαλὼν παίει τοῖς αὐτοῦ ποσὶ τὴν ἐκείνου κεφα λήν, ἀλλ’ ἢ γράψεται καὶ κρινεῖ καὶ διδόντα δίκην ὄψεται ἢ τοῦτο οὐ ποιῶν ἔξει παρ’ ἑαυτῷ τὼ χεῖρε. οἶα πρῴην ἑωρῶμεν περὶ τῶν ἀρχόντων τοὺς δωροδοκήσαντας. ἐπέστη κατήγορος. ἐκλήθησαν μά ρτυρες δι’ ὧν βαδίζον ἦλθεν εἰς τὸ δωμάτιον ἐκείνῳ τὸ χρυσίον. ἐφάνη. εἶτ’ ἀρνήσεως οὐκέτ’ οὔσης εἰσε πράττετό τε καὶ τά δοκοῦντα τοῖς νόμοις ἐπράττετο.
58.17
Ἔδει τοίνυν καὶ τὰ παρ’ ὑμῶν εἶναι τοιαῦτα, γραφήν, κατηγορίαν, ἔλεγχον. καὶ οὐδεὶς ἂν ἣν ὁ τοὺς ἐλέγξαντας αἰτιώμενος, ἀλλὰ τοὺς ἠδικηκότας καὶ φανερῶς οὕτως ὡς μηδέ ἐγγενέσθαι λαθεῖν. νῦν δὲ ἐκεῖνα μὲν φυγόντες, τυραννεῖν δὲ τῶν παιδαγωγῶν ἀξιοῦντες οὐκ ἂν ἔχοιτε λέγειν, ὡς οὐκ ἠδικήκατε, ἄλλως τε καὶ τρόπον ἀσελγέστατον ὑβρικότες, οὐκ οἶδα ὁπόθεν εἰσελθόντα τὸ πρῶτον, οἷ δὴ καὶ πρῶτον εἰσῆλθεν.
58.18
ὁ δ’ ἐστὶ τίς; τάπητα τεταμένον ἐπὶ γῆς ἔχουσι ταῖς χερσὶ κατά πλευρὰν ἑκάστην νῦν μέν πλείους, νῦν δὲ ἐλάττους, ὡς ἂν εἰσηγῆται τοῦ τά πητος τὸ μέτρον. θέντες οὖν κατὰ μέσον αὐτὸν τὸν τὰ αἴσχιστα πεισόμενον ἀναρρίπτουσιν εἰς ὅσον οἷόν τε, πολὺ δὲ τοῦτο ἔστι, σὺν γέλωτι. γέλως δὲ τοῦτο καὶ τοῖς περιεστηκόσι τοῦ τε ἰλίγγου τοῦτον ποιοῦντος καὶ τῆς βοῆς ἢν ἀφίησι μὲν ἐν τῇ φορᾷ τῇ ἄνω, ἀφίησι δὲ ἐν τῇ κάτω. ὁ δὲ ποτὲ μὲν ἧκεν εἰς μετέωρον τὸν τάπητα καὶ σέσωσται, ποτὲ δ’ ἁμαρτὼν αὐτοῦ χαμαί τ’ ἐστὶ κἀν τοῖς μέλεσι ζημιωθεὶς ἀπῆλθεν, ὧς μηδὲ κίνδυνον τῆς ὕβρεως ἀπεῖναι. καὶ τὸ δεινότατον, ὅτι κἀνταῦθα γέλως.
58.19
Τοῦτο τοίνυν τὸ νικῶν ἀσελγείᾳ μάλιστα μὲν ἀπάσης τῆς Ῥωμαίων γῆς ἐχρῆν ἀποκεκλεῖσθαι, εἰ δὲ μή, μή τοι γε εἰς Ἑρμοῦ παρελθεῖν καὶ ταῦτα ἐμοῦ ποιμαίνοντος, ἐφ’ οὗ καὶ οὖσαν τήνδε τὴν ἀτιμίαν ἔδει πεπαῦσθαι. νῦν δ’, ὦ θεοί, οὐκ οὖσα γεγένηται καὶ κατὰ τίνων; οὐ τῶν οἰκετῶν δι‘ ὧν ἕπεται τά βιβλία, ἀλλὰ κατὰ τῶν ἐν σεμνῇ προσηγορίᾳ καὶ ὧν δεῖ τοῖς τῶν διδασκάλων πόνοις.
58.20
ἔπειτα ὁ τοῦτο παθὼν ὁ μὲν ἀποδρὰς οἴχεται, ὁ δ’ οὐχ οἷός τ’ ὧν μένει μὲν ἄκων, καταδεδυκὼς δέ ποι ζῇ τό τε φθέ γγεσθαί τι τό τε ἀντιβλέπειν ἐχθροῖς ἢ φίλοις ὑφ’ ὧν ἔπαθεν ἀφῃρημένος. οὕτω γὰρ αἰσχύνης ἐστὶ τὸ πρᾶγμα μεστόν, ὥστ’ οὐχ ὁρώμενος ὁ τῷ τάπητι περιπεσὼν καταγελᾶται μόνον, ἀλλά κἂν εἰς οὑς ἀφίκηται γραφόντων ἐν τῇ διανοίᾳ τῶν ἀκουόντων τὸ πραττόμενον. τοιαῦτα ὅπλα τοῖς παιδαγωγοῖς ἐ πηνέγκατε πλύνοντες μὲν ἐκείνους, καθαιροῦντες δὲ ἐκ τῶν αὐτῶν καὶ τά τῶν διδασκάλων, εἴτ’ ἀγνοοῖεν τὰ τολμώμενα, εἴτ’ οὐκ ἀγνοοῦντες ὀλιγωροῖεν.
58.21
Κακὸς γάρ, φησίν, εἴς τινα τῶν τῆς ἑτέρας φωνῆς ἡγεμόνων ὁ παιδαγωγὸς οὗτος ἡ λί σκετο καὶ τοῦτό γε αὐτὸς περὶ ὂν ἐγεγόνει κακὸς ἔλεγεν. ἀλλ’ οὔπω τοῦτο κακίας ἀπόδειξις τὸν δεῖνα περὶ τοῦ δεῖνος εἰπεῖν, ὧς εἴη κακὸς περὶ αὐτόν, ἀλλά δεῖ δήπου καὶ ἐξελέγχειν, ὅτι τὸ καὶ τὸ περὶ αὐτὸν ἥμαρτεν. ἀποκρινάσθω τοίνυν ἐκεῖνος ἢ ὑμεῖς ὑπὲρ αὐτοῦ. τῶν φίλων τινὰς αὐτῷ δυσμενεῖς ἐποίησεν; ὲν; ἀλλὰ τοῖς ἐπαινοῦσιν αὐτὸν ἐναντίας ἀφῆκε φω νᾶς ταῖς ἐπαινούσαις μαχομένας; ἀλλὰ ἐσομένους μαθητὰς ἐκώλυσεν; ἀλλ’ ὄντας ἀπέστησεν;
58.22
ἐ βουλήθη μέν, ἐρεῖ, τὸ δύνασθαι δὲ ἀπῆν. ὁ δὲ συκοφαντεῖσθαί φησιν. οὐδὲ γάρ βουληθῆναι. ἐδέκει μέντοι διὰ τὸ φίλτρον τῶν ἡμετέρων λόγων οὖς θαυμάζειν ἠνάγκαζε τοὺς νέους καὶ μὴ πλέον νέμειν τοῖς ἑτέροις ἢ τούτοις. ἐβούλετο δὲ ὁ’ κείνους διδά σκων πλέον ἔχειν ἐκείνους ἢ τούτους καὶ πολλάκις ἀπὸ βιβλίων ἐπὶ βιβλία μετήνεγκε. τοῦ τοίνυν τοῖς νέοις συμφέροντος ἀπ· ῃτεῖτο δίκην, εἰ δὴ συμφέρει μετὰ δευτέρων ἔχειν καὶ τὰ πρότερα, ἀλλὰ μὴ διὰ τὰ δεύ τερα τῶν πρώτων ἐστερῆσθαι.
58.23
Καὶ δὴ καὶ δίκην ὤφειλεν οὗτος. οὐκοῦν ἐκεῖνον ἔδει τὴν εἰωθυῖαν λαμβάνειν. ἡ δὲ ἣν ἐκβα λεῖν τῆς τῶν νέων ἐπιμελείας πείσαντα τὸν πατέρα, τοῦτο δὲ οὐ δυνηθέντα τὴν ἡσυχίαν ἄγειν. ὁ δὲ ταύτην μὲν οὐκ ἦλθεν ἢν ἴσως ἄν τις καὶ ἄλλος, ὑμῖν δὲ ἐπέταξε τὰ μὴ κατὰ τοὺς νόμους. ἃ τῷ μὲν ἔ μελλεν ἡδονὴν οἴσειν, ὑμῖν δὲ τὴν χείρω δόξαν.
58.24
ἀπὸ γοῦν ἐκείνης τῆς ἡμέρας εἰς ταύτην ὁ τοῦ τάπητος λόγος ἔχει τὴν πόλιν, καὶ τὸν πεπονθότα καὶ τοὺς πεποιηκότας ἐλεοῦντας, ἐλεοῦντας δὲ ὑμᾶς πλέον ἐν οἷς τοιοῦτοι τρόποι. ὥστ‘ εἴπερ εἴχετε νοῦν, ἔδει νομίζειν ἐχθρὸν τὸν τοιαῦτα ᾐτηκότα. διά τί γὰρ ἐζήτει παρ’ ὑμῶν ἄ μὴ παρ’ αὑτοῦ; εἰ μὲν γὰρ οὐκ ἄτοπον τὸ διὰ τοῦ τάπητος, αὐτὸν ἔδει τοῖς περὶ αὐτὸν ἐπιτάττειν λαμπρᾷ τῇ φωνῇ τὸν παιδαγωγὸν ἐγκαθίζειν εἰς τὸν τάπητα τἀπὶ τούτῳ πεισόμενον· εἰ δὲ πονηρὸν εἶναι τὸ πρᾶγμα κατεγνώκει, πῶς οὐκ ἠδίκεἰ ταῦτα ἐφ’ ὑμᾶς ἄγων ὧν οὐ καλὸν ἡγεῖτο μετέχειν δοκεῖν;
58.25
ὑμεῖς δὲ ὑπηρέτας ὑμᾶς αὐτοὺς κατεστή σατε πράγματος ὃ ποιεῖν ἐκεῖνος ὤκνησε, καὶ οὐκ ᾐσχύ νεσθε. καὶ ὁ μὲν ὑβρισμένος εἶς καὶ προνοίᾳ οὐκ ἀπολωλώς, τὸ δέος δὲ κοινὸν τῶν παιδαγωγῶν ἀπειλῆς οὔσης ἐν τοῖς γεγενημένοις ἐπὶ πάντας ἥξειν τὸ κακόν. μὴ οὖν θαυμάζετε, εἰ εἶς μὲν γέγευται τοῦ τάπητος, ἀλλήλους δὲ παρακαλέσαντες καὶ συνερρυηκό τες ἐβόων. ὁ γὰρ κοινὸς φόβος ἐποίει τὴν σύνοδον καὶ κρεῖττον ἡγοῦντο τὸ μὴ παθεῖν τοῦ παθό ντὰς στένειν.
58.26
Ἦν μὲν οὖν αὐτοῖς βουληθεῖσι καὶ παρὰ τὸν ἄρχοντα δρόμος, οἱ δ’ ἀρκεῖν ἡγήσαντο τὸν παρ’ ἐμὲ καὶ ἐκάλουν με δικαστήν, οὐχ ὑμεῖς. ἣν γὰρ τοῦθ’, ὡς ἔοικεν, ἀνάξιον τῶν ὑμῖν ὑπαρχόντων. καὶ ἐγὼ μὲν ἔσβεσα τὴν φλόγα λόγοις, ὑμεῖς δὲ ἐρρῶσθαι φρά σαντες Σοφοκλεῖ καὶ τῷ λέγειν καὶ πείθειν ἐπὶ τοὖργον ἐπηδήσατε καὶ μείζονος φρονήματος ἀπό γε τοῦ περὶ τὸν τάπητα γέμοντες ἀπήλθετε καὶ τῆς ὑστεραίας εἰς τὸ διδασκαλεῖον ἤλθετε δέον ἐν σκότῳ καθημένους μέμφεσθαι τά πεπραγμένα καὶ τὸ κοινὸν δὴ τοῦτο τῶν ἀδικούντων ποιεῖν, αἰτιᾶσθαι τὴν Τύχην ἀνθ’ ἑαυτῶν.
58.27
Εἷς γὰρ ὁ τοῦτο παθών, ἐρεῖτε, τοῖς ἄλλοις δὲ τά προσήκοντα πεφύλακται. καὶ γὰρ τούτῳ πρὶν ἢ παθεῖν. ἀλλ’ ὅμως πεπαρῴνηται. καὶ οὐ τῷ μὴ πεπονθέναι τὸ μηδὲ παθεῖν ἴσχε. λογίξετ’ οὖν τούτων ἕκαστος τῶν οὐ πεπειραμένων τοῦ τά πητος, ὧς οὐκ ἰσχυρὸν αὐτοῖς τὸ μὴ πεπειρᾶσθαι πρὸς τὸν ἔπειτα χρόνον οὐδ’ ὁ παρελθὼν ἐγγυᾶται τὸ μέ λ λον, ἀλλ’ ἢν ὀργή ποτε προσπέσῃ, ταχὺ πολλὰ τοιαῦτα ἱστᾶι. ἑνὸς κατεχέατε τὴν ὕβριν, τῶν δ’ ἄλλων ἀ πέ σχεσθε. παρά τοῦτ’ οὖν οὐχ ὑβρίκατε τὸν ὑβρισμένον; οὐκοῦν οὐδ’ ὁ κτείνας ἔνα ἄνδρα ἀνδροφόνος, ὅτι μὴ πάντας; οὐδ’ ἂν τὴν ὑπὲρ τοῦ τεθνεῶτος δοίη δίκην δικαίως διά τοὺς ζῶντας;
58.28
ἀλλ’, οἶμαι, τὰς τιμωρίας δυοῖν εἵνεκα λαμβάνομεν τοῖς τε ἠδικημένοις βοηθοῦντες καὶ τοῖς οὔπω, τοὺς μὲν παραμυθούμενοι, τοὺς δὲ ῥυόμενοι. ἕως ἂν οὖν ἕνα αὑτῶν ὑβρισμένον ὁρῶσι τοιαῦτα οἱ παιδαγωγοί, τῷ τῶν τά τοιαῦτα πεισομένων συζῶσι φόβῳ. αὐτῷ τοίνυν ὑβρίζονται τῷ φόβῳ καὶ τρόπον τινὰ ἐν τοῖς πεπονθόσιν εἰσὶν οἱ πεισόμενοι.
58.29
Νὴ Δία γάρ, διδάσκαλος ἦν ὁ κελεύων. οὔπω μοι δεσπότην λέγεις. καίτοι καὶ δούλοις ἀδικοῦσιν ἐξ ἐπιτάγματος οὐκ ἀρκεῖ τὸν δεσπότην εἰπεῖν οὐδὲ ἃ παθεῖν ἀπειθοῦντας ἔδει, ἀλλὰ τοῦ πεῖσθαι δόντες δίκην μανθάνουσιν, ὡς οὐ πάντα τῷ δεσπότῃ πειστέον οὐδ’ ἢν τά παρ’ ἐκείνων θυμουμέ νῶν τῶν ἐκ τῶν νόμων ᾖ χαλεπώτερα.
58.30
διδά σκαλος ἦν ὁ κελεύων. οὐκοῦν ἐχρῆν πρὸς τὸν θαυμά σιον τοῦτον διδάσκαλον λέγειν, ὡς ἃ μὲν χρὴ κελεύ οντος δράσομεν, πάντα δὲ οὐ δράσομεν καὶ οὐχ ὅσα ἐστὶ κακά; οὐδὲ γὰρ τοὺς γονέας κελευόντων πατάξομεν οὐδὲ βωμοὺς ἀνατρέψομεν οὐδὲ τοὺς ἐκείνοις δυσμενεῖς ἀποκτενοῦμεν. γένοιτο δ’ ἄν που διδάσκαλος καὶ θαυμάζων ὥραν μαθητοῦ καὶ κελεύων τῷ δεομένῳ χαρίσασθαι. ἆρ’ οὖν καὶ τοῦτο χαριούμεθα; δεινὸν μέντ’ ἂν εἴη. ὁ γάρ τοι διδάσκαλος ἄμα τε ἐζήτησεν ἃ μὴ χρὴ καὶ τὸ εἶναι τοῦ νέου κύριος ἀπολώλεκεν. ἦν μὲν γὰρ ἐκ τῆς ὡφελείας κύριος, βλάπτων δὲ ἐχθρὸς ἂν εἴη. νόμος δὲ λυπεῖν τὸν ἐχθρόν, οὐκ εὐφραίνειν. ὥστ’ οὐδ’ οὗτος εἰκότως ἂν πειθομένους εἶχε τοιαῦτα ἐπαγγέλλων ἀφ’ ὧν μισεῖ μὲν ὑμᾶς ὁπόσον ἐν παιδαγωγοῖς, φεύγει δὲ Γῆς νεότητος τὸ σωφρονοῦν.
58.31
Τῆς πόλεως δὲ τόπος ἅπας τοῦτον ἔχει τὸν λόγον, ὅτι γυμνῶσαι τῆς τῶν παιδαγωγῶν φρουρᾶς βουλόμενοι τοὺς νέους, ὅπως ἐπ’ ἐξουσίας τρυγῶσιν, εἶτ’ ἄλλως οὐκ ἔχοντες τὰ τοῦ τάπητος ἐπήνεγκαν, ἴν’ εἰδῶσιν, ὧς ἢ τῶν εὐμόρφων ἀποστατέον αὐτοῖς ἢ’ κείνων ἀντειλημμένοις ἐν τοῖς διὰ τοῦ τάπητος εἶναι κακοῖς.
58.32
καὶ τίνας οἴεσθε τοὺς πατέρας ὑμῖν, εἰ ταῦτα ἀκούσαιεν, ἔσεσθαι; φαιδροὺς καὶ οἷοι γένοιντ’ ἂν πατέρες ἐπ’ ἀκοῇ χρηστῇ; δυστυχῶν ἄρα πατέρων παῖδες ὑμεῖς. ἀλλ’ ἀνιάσεσθαι καὶ θρηνήσειν, οἴους ἔφυσαν; εἶτα λύπης τοιαύτης καὶ δακρύων αἴτιοι τοῖς γονεῦσι καθιστάμενοι θεῶν ὀργὰς οὐ δεδοίκατε; ἢ βραχὺς ὑμῖν καὶ τούτου λόγος; μετὰ χρηστῶν γε βιώσεσθε τῶν ἐλπίδων.
58.33
Καὶ μὴν τοῖς γε τοῦ φοιτᾶν ἀπηλλαγμένοις ἔθος τὰ πεπραγμένα αὑτοῖς ἡνίκα ἐφοίτων ἐν συνουσίαις διηγεῖσθαι. πότερ’ οὖν ταυτὶ τὰ νυν ἐρεῖτε καὶ φιλοτιμήσεσθε; οὐχ οὕτως ὑμᾶς αὐτοὺς μισήσετε, ἀλλ’ αὐτοί τε ἀποκρύψεσθε κἂν ἄλλος λέγη, χαλεπανεῖτε. οὐκοῦν ἄμεινον μὴ πεπρᾶχθαι ταῦτα οἷς αἰσχυνεῖσθε πεπραγμένοις;
58.34
Τί δ’, ὁ μαθητὴς οὐκ εὐφροσύνας παρασκευά ζειν τῷ διδασκάλῳ δίκαιος; πάνυ γε. τούτων οὖν πραττομένων οὐκ ἀθυμεῖν ἡμᾶς ἀνάγκη; παντί που δῆλον. τούτῳ δὲ κἂν μὴ κατάρα τις ἕπηται, ταὐτὸν ἡ λύπη καὶ μετὰ σιγῆς ποιεῖ. τὰς δ’ Ἐριννῦς ὥσπερ τῶν γονέων, οὕτω καὶ τούτων χρὴ νομίζειν κήδεσθαι.
58.35
Εἰπέ μοι, παιδαγωγοὶ δὲ ὑμῖν τοῖς ταῦτα δεδρακόσιν οὐκ εἰσίν; εἰσί. τούτους τοίνυν εἰ μὲν ἀτι μάζετε, τῆς τῶν ἀσεβῶν ἐστε συμμορίας· εἰ δὲ τιμᾶτε, διὰ τί τοὺς τῶν ἄλλων ἐλαύνετε; ὁ γὰρ ὑμῖν οὗτοι, τοῦτ’ ἐκείνοις ἐκεῖνοι, κέρδος ἐμοὶ φέροντες ὅσονπερ οὗτοι. καὶ εἰ δὴ τῶν ὑμετέρων ὑπ’ ἄλλων τυπτομένων ἠδίκητ’ ἂν ὁ θεσμός, καὶ νῦν ἠδίκηται τῶν ἄλλοις ἐφεστηκότων ὑφ’ ὑμῶν ὑβριζομένων.
58.36
Ἡ δ’ ὕβρις αὕτη καὶ ὁ τῶν ἴσων φόβος ἔλαττον ἐκ μείζονος δύναται ποιεῖν τὸ ποίμνιον. ὁ γὰρ οὗ ταῦτα οὐ πείσεται θαυμάζων, τὰ δὲ τῇδε διαβά λλων ἐκεῖσε πέμπειν τοῖς γονεῦσι συμβουλεύσει τοὺς αὑτῶν, ἀξιόπιστος δ’ ἂν εἰκότως ὁ παιδαγωγὸς εἴη πλαττόμενος μὲν τῶν ἐνταῦθα ἐρᾶν, τὸ δὲ τοῦ νέου συμφέρον πρότερον ἄγων. οὕτω τοῖς ἡμετέροις πρά γμασιν ἐπιζήμιον ζητεῖτε τιμωρίαν ἀνθ’ ἧς ἄξιον εὔ χεσθαι τοῖς θεοῖς ὑμᾶς ὑπὲρ ἡμῶν.
58.37
Ἀλλ’ ἔα τοὐμόν, εἰ δοκεῖ. σκεψώμεθα δὲ πά λιν τὸν ἀναρριφέντα. οὐκοῦν οὔτε τῇδε ταὐτὸν ἔ ργον ποιῶν θρέψεται, οὐ γὰρ ποιήσει τοὺς ἑωρακότας ἂ πέπονθεν αἰσχυνόμενος καὶ τὸν ταῦτα δεδεγμένον τόπον, ὅποι τ’ ἂν ἀφίκηται, τὸν περὶ ὧν πε παρῴνηται λόγον εὑρήσει. ὅ τε μέγιστον ἐν παιδαγωγῷ, φόβος ὁ κατά τῶν ἀγομένων ἀναιρεθήσεται. ἢν γὰρ ἅπτηται βλακευόντων, ἀντιβλέποντάς τε ἔξει καὶ προφέροντας τὸν τάπητα· τίς οὖν αὐτῷ δώσει τὸν ἄ ρτον; οὐδὲ γὰρ ἐπὶ τὴν τῶν ἐρίων ἐργασίαν τρέψεται, ἥν γε οὐκ οἶδε. λείπεται δὴ προσαιτεῖν μετά δακρύων. εἷθ’ ὑμᾶς ἄξιον τοιούτων αἰτίους ἀνθρώπων ὁτῳοῦν γεγενῆσθαι; καὶ οὔτε τὴν ὀργὴν τῶν ταῦτα μισούντων δεδοίκατε δαιμόνων οὔτε τὴν δύναμιν;
58.38
Καὶ μὴν οἱ μὲν οὔπω πρὸς ῥώμην ἥκοντες λόγων εἰκότως ἂν βούλοιντο τοῖς τρόποις εὐδοκιμεῖν τούς τ’ ἐν τῇ δυνάμει ταύτῃ μὴ βλάβην ποιεῖν τῇ παρ’ ἐκείνης δόξῃ τὴν ἀπὸ τῆσδε τῆς κακίας. ἀλλὰ μηδὲ τοὺς ἡμῖν ἐχθρῶς. ἔχοντας φθόνῳ τοῦτο ποιοῦντας εὐφραίνετε. οὖς ἀπήγγειλέ μοί τις τρυφᾶν ἐν τῇ μνήμη̣ τῇ περὶ τὸν τάπητα καὶ τὴν αἰτίαν ἄγειν ἐπ’ ἐμὲ καὶ ἡμερότητα τὴν ἐμήν. εἰ γὰρ ἐκεῖνος, φησίν, ἤ̣ δει πικρῶς κολάζειν, οὐκ ἂν ταῦτα ἡμαρτάνετο. ἐγὼ δὲ ἥδιον ἐκ λόγων ἂν παρεχοίμην εὐτάκτους τοὺς ὁμιλοῦντας ἢ γε μετά μαστίγων καὶ διά τὸ αἰδεῖσθαι μᾶλλον ἢ διά τὸ πλήττεσθαι.
58.39
Ἴσως ἂν εἴποι τις ὑμῶν οὐκ ὀρθὴν εἶναι τὴν ἐπιτίμησιν κατὰ πάντων γενομένην οὐ πάντων ὄντων ἐν τῷ τάπητι. ἐγὼ δὲ μετά τῶν δεδρακότων ἀδικεῖν ἡγοῦμαι τοὺς οὐ κεκωλυκότας πολὺ πλείους ὄντας τῶν πεποιηκότων. ὁ γὰρ ἐξὸν ἐπισχεῖν οὐ βουληθεὶς κεκοινώνηκε τῆς πράξεως. ἴδει δὲ ἢ μὴ ἐπιτρέπειν ἤ κατηγοροῦντας τῶν πεπραγμένων καθαροὺς εἶναι τῆς ἀσελγείας. ὑμεῖς δὲ οὔτε τοῦτο οὔτ’ ἐκεῖνο, ὥστ’ οὐδ’ εἰ πάνυ βούλεσθε δοκεῖν μὴ μετέχειν τοῦ τάπητος, δύνασθε. 40, Τῶν οὖν πεποιηκότων τῷ λόγῳ τὴν ἀνάγκην μᾶλλον νομιστέον τὸν λόγον ἢ τοῦ συγγεγραφότος. εὔχομαι δὲ τοῖς θεοῖς πεπλῆχθαί τε τὰς ψυχὰς ὑμῖν ὑπὸ τῶν εἰρημένων καὶ γενέσθαι καλλίους.