Orations
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius">
—
⋯
Original / primary: Textus receptus
59.1
Ἔμελλον, οἶμαι, μηδενὸς ἀνθρώπων παροξύ νοντος αὐτόματος ὁρμήσειν ἐπὶ τὸν λόγον τῷ τοῦ πρά γματος δικαίῳ πρὸς τὴν εὐφημίαν κινούμενος. πρῶτον μὲν γὰρ τῶν ἀτοπωτάτων ἄν ἣν, εἰ βασιλεῖς μὲν τοῖς αὐτῶν σώμασιν οὐκ ἀποκνοῦσι τὴν ἀσφάλειαν ἡμῖν κατακτώμενοι, ἡμεῖς δὲ μηδ’ ὧν ἐπὶ τῆς ἀσφαλείας ἐργαζόμεθα λόγων τὸ μέρος ἐκείνοις ἀναθείημεν, ἀλλ’ οὕτω πόρρω κεισόμεθα τοῦ προσήκοντος, ὥστ’ οὐδὲ πολλοστὸν συνθήσομεν λόγον, ὂν πρῶτον εἰκὸς ἣν γενέσθαι.
59.2
ἔπειτα δὲ τῶν αἰσχίστων ἡγούμην τοὺς μὲν γεωργοῦντας ἀποφέρειν τῶν καρπῶν τοῖς βασιλεῦσι τὰς ἀπαρχάς, τοὺς δὲ περὶ τὴν φιλοσοφίαν δια τρίβοντας τὴν ἐπ’ αὐτοὺς ἥκουσαν ἐγκαταλιπεῖν συντέλειαν καὶ ταῦτα βελτίω καὶ σεμνότερον ἐκείνων ᾑ ρῆ σθαι βίον ὑπειλημμένους.
59.3
χωρὶς δὲ τούτων οἱ μὴ ταῖς ἀρίσταις τῶν πράξεων τοὺς πὰρ αὐτῶν ἐπαίνους προσάγοντες ὁμοῦ τε τοὺς εἰργασμένους ἀδικοῦσι καὶ σφῶν αὐτῶν κατηγοροῦσιν ἐκείνους μὲν ἀποστεροῦντες ὧν εἰκὸς ἣν αὐτοὺς ἀπολαύειν, τὴν δὲ αὑτῶν φύσιν ἐπιδεικνύντες οὐκ ἐπισταμένην τὰ χρηστὰ θαυμάζειν.
59.4
διὰ μὲν δὴ ταῦτα καὶ ἔτι πλείω πρὸς τὴν ὑπόθεσιν ἐμαυτὸν ἐκίνουν οὐκ ἀναμένων παρ’ ἑτέρων ἀρθῆναι τὸ σύνθημα· ἐπεὶ δὲ ἔτι σκοπούμενον ἐγκατελάμβανε τοὐπίταγμα καὶ συνῆλθον γνώμη τε καὶ παράκλησις, οὐκέτ’ ᾠήθην εἶναι βουλῇ χώραν, ἀλλά τοῦ τὴν προθυμίαν εἰς ἒργον ἀγαγεῖν τὸν καιρὸν ἐφεστάναι. ἢ πάντων ἂν ἣν ῥᾳθυμότατος, εἰ προέμενος οὕτω θαυμαστὴν ἀφορμὴν οὐχ ὑπὲρ τῶν πραγμάτων, ἀλλ’ ὑπὲρ τῆς σιωπῆς ἐζήτουν λόγον, ἄλλως θ’ ὅτε τρί· α τὰ μέ γιστα περιγίνεται. οὐ γὰρ μόνον τοῖς βασιλεῦσιν ὅσον ἔξεστι τοῦ γιγνομένου φυλάξομεν, ἀλλὰ καὶ αὐτοὶ δόξαν ἴσως προσληψόμεθα βελτίω καὶ τῷ τὴν ὑπόθεσιν προβαλόντι φιλοτιμηθῆναι παρέξομεν. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν εἰς τοὺς παιδοτρίβας ἔρχεταί τι τῆς ἀπὸ τῶν στεφάνων εὐκλείας, οὕτως ὁ τοῦ λόγου συναίτιος κοινωνεῖ τῆς ἀπ’ αὐτοῦ φιλοτιμίας.
59.5
Ἕστι μὲν οὖν ἔθος τοῖς ἐπιχειροῦσιν ἐ γκωμιά ζειν τὴν μὲν αὑτῶν καταμέμφεσθαι δύναμιν ὡς πολὺ λειπομένην τῶν πραγμάτων, τὴν δὲ τῶν πραγμάτων ἀποθαυμάζειν ὑπερβολὴν ὡς πολὺ νικῶσαν τοὺς λό γους· ἐγὼ δέ, εἰ καὶ μηδενὶ τῶν ἔμπροσθεν τοῦτο ὑπῆρχεν εἰρημένον, πάντως ἂν τὴν παροῦσαν χρείαν εὑρεῖν ἡγοῦμαι τὸν λόγον.
59.6
εἰ μὲν γὰρ ἐνῆν διε λεῖν τὸ ἀγώνισμα καὶ ἐν μέρει πρὸς ἑκάτερον ἀ ποδοῦναι καὶ νῦν μὲν τῷ πρεσβυτέρῳ τὸ ὄφλημα διαλῦ σαι, μικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἑτέραν μερίδα μετελθεῖν, οὐδ’ οὕτω μὲν ἂν πρὸς τὴν ἀξίαν ἠ ρκέ σαμεν, οὐ μὴν τοσοῦτον ἂν ἴσως ἡττηθέντες ἀπήλθομὲν· ἐπεὶ δὲ ὅ τε προβαλὼν τὸν ἆθλον ἴσῳ πόθῳ κεχρημένος εἰς ἀμφοτέρους οὐ τὴν ἡμετέραν δύναμιν ἐσκέψατο μᾶλλον ἢ ὅπως ἐνὶ καιρῷ περιληφθεῖεν ἀ μφό τεροι ὅλως τε οὐκ εἶχε καλῶς ἐπὶ τῶν ἐγκωμίων διασπᾶν τούς καὶ φύσει καὶ γνώμῃ καὶ ταῖς ἀρεταῖς συνημμένους, πῶς οὐκ ἀνάγκη τοῦ μετρίου τοσοῦτον ὑστεῥεῖν, ὅσονπερ ἄν, εἰ γῆν καὶ θάλατταν ἐνεχειροῦμεν ἡμέρᾳ μιᾷ μετρεῖν;
59.7
οὐ μήν, ἀλλ’ εἰ καὶ τά μάλιστα τοῦτο συμβαίνοι, πολλὴν εἰσόμεθα τοῖς νικῶσι τὴν χάριν. ἐπειδὴ γὰρ οἱ μὲν λόγοι τὰ ἔργα μηνύουσιν, αἱ δὲ τῶν ἀρχόντων ἀνδραγαθίαι κέρδη τῶν ἀ ρχομέ νων εἰσίν, οἶ μηδὲ ἔχοντες εἰπεῖν ὅσον πεπόνθασι δηλοὶ δήπου πᾶσίν εἰσι μείζω λόγου παντὸς τὴν εὐ τυ χίαν καρπούμενοι, ὥστ’ εἰ καὶ παράδοξον εἰπεῖν, ἐν τούτῳ μόνῳ τὸ νικᾶσθαι τοῦ νικᾶν λυσιτελέστερον.
59.8
Πολλαχῇ δέ μοι δοκεῖ χαλεπὸν εἶναι τὴν εὐ φημίαν ταῖς τῶν βασιλέων ἀρεταῖς ἐξισῶσαι. ὅσοι μὲν γὰρ βασιλικῶν αὐλῶν ἄξιοι κριθέντες καὶ στρατευο μένοις συναπαίρουσι καὶ τῶν ἐπὶ τῆς ἡσυχίας παρ’ ἡμέραν πραττομένων οὐκ ἀπείρως ἔχουσι, τούτοις μὲν ἴν ἐστιν ἐργῶδες τὸ ζητεῖν, ὅ τι χρὴ τῶν ἐγνωσμένων ἄξιον εἰπεῖν, ἡμῖν δὲ τοῖς ἄλλοις εἰ καὶ πολλῶν ἡ γνῶσις πάρεστιν, ἀλλὰ πλείω γε ὧν ἴσμεν ἀγνοεῖν
59.9
καὶ περιέστηκεν ἡμᾶς διπλοῦς ὁ κίνδυνος, εἰ μὴ μόνον οἷς ἴσμεν οὐκ ἐξαρκέσομεν πρὸς ἀξίαν, ἀλλ’ εἰ καὶ τὰ πλείω σιωπήσομεν. ὥστε δεῖ μήτε πάντα ἐφεξῆς ἀπαιτεῖν μήτε τῶν ὅλων τὸ πλέον, ἀλλά τῶν εἰρημένων ἀποδεξαμένους ὧν τε δὴ παρίεμεν συγγνώ μόνας εἶναι καὶ εἰ μηδὲ τούτων ὧν ἴσμεν ἐφιξόμεθα.
59.10
Πόθεν οὖν ἄρξασθαι καλόν; ἦ δῆλον ὡς ἐκ τῆς αἰτίας ἢ καὶ τούτους ἀγαθοὺς ἀπειργάσατο. λεγέσθω δὴ τὸ τοῦ Πλάτωνος ἐπ’ αὐτοῖς μᾶλλον τούτοις ἢ’ κείνοις πρέπον εἰς οὖς εἴρηται, ὅτι ἀγαθοὶ δὲ ἐγένοντο διὰ τὸ φῦναι ἐξ ἀγαθῶν. ὥσπερ γὰρ ἐπὶ τῶν καρπῶν, ἢν μέν τις εὐγενῆ τε καὶ κεκρι μένα καταβάλῃ τά σπέρματα, καθαράν τε καὶ εἰλικρινῆ καὶ γενναίαν ἐν περιόδοις ὡρῶν κομίζεται τὴν φοράν· ἢν δέ τις περὶ τὴν καταβολὴν ῥᾳθυμήσας ἐκ τῶν ἐ πιτυχόντων ἐκείνην ἐπὶ τὴν γῆν ἀφῇ, σώζεται τοῦ σπέ ρ μάτος τὸ κίβδηλον ἐν τοῖς φυομένοις, οὑτωσὶ δὲ καὶ ἐπὶ τῆς ἀνθρωπείας φύσεως ἡ τῶν γεννητόρων ἀρετὴ διαβαίνειν εἰς τοὺς ἐκγόνους εἴωθεν, ἐπειδὰν ἡ βασκανία μὴ μεῖζον ἰσχύσαι τῆς ἀγαθῆς τύχης δυνηθῇ.
59.11
ὅ μοι δοκεῖ σαφέστατα νῦν ὁ χρόνος ἐνεγκεῖν. οὔτε γάρ ἐξ ἀμείνονος ῥίζης ἔχοι τις ἂν ἐπιδεῖξαι βασιλέων βλάστην προελθοῦσαν οὔτ’ ἀμεινόνως συμβαί νουσαν τῇ ῥίζῃ τὴν βλάστην.
59.12
Πανταχοῦ μὲν οὖν ἡ τοῦ δικαίου μερὶς ὅτῳ ἂν προσῇ, βέβαιόν τε ἀπεργάζεται τὴν κτῆσιν καὶ μετὰ τῆς ἡδίστης ἐλπίδος εἰς ἅπαντα παραπέμπει τὸν χρόνον· βασιλεία δὲ τοσούτῳ πλέον τῶν ἄλλων δικαίαν ἐσχηκέναι τὴν ἀρχὴν βούλεται, ὅσῳ μεγέθει τε καὶ τύχης ὑπερβολῇ τὸν φθόνον ἐπισπωμένη ἐπ’ ἀ σφαλεστέρας ἐθέλει τῆς κρηπῖδος βεβηκέναι.
59.13
οὕτω δὲ τούτων ἐχόντων πλέον ἄξιον θαυμάσαι τῆς παρούσης ἀρχῆς τὴν δικαιοσύνην ἢ τὸ μέγεθος. οὐ γὰρ τοὺς κεκτημένους ἐκβαλόντες εἰς ἀλλότριον κλῆρον ἐνέβησαν οὐδ’ αὖ τὸ πλῆθος θεραπεύσαντες ἐώνηνται τὸ σχῆμα καθάπερ τι τῶν ἐξ ἀγορᾶς ὠνίων, ἀλλ’ ὥσπερ οἱ καθ’ ἕκαστον πατρῴας καὶ παππῴας κληρονομοῦσιν οὐσίας νόμῳ πρὸς τοῦτο καλούμενοι, οὕτω καὶ τούτοις ἄνωθεν ἐκ τριγονίας ἡ βασιλεία προσήκουσα.
59.14
Εἰ μὲν οὖν ἐπὶ τὸν προπάτορα τὸν λόγον ἀ νά γοιμεν καὶ τὸν τρόπον ἐξετάζοιμεν καθ’ ὂν ἐπέβη τοῦ πράγματος, οὐχ εὑρεῖν τι πρὸς σεμνότητα φέρον χαλεπόν, ἀλλὰ μᾶλλον χρόνου τυχεῖν εἰς πλῆθος διηγημάτων· ἒν δ’ οὖν εἰπὼν ὃ μόνος δὴ τῶν ἔμπροσθεν ἔδειξεν, ἐπὶ τὸν ἐκείνου παῖδα, τῶνδε δὲ γονέα, μεταβήσομαι.
59.15
οἱ μέν γὰρ ἄλλοι πάντες οἱ κατ’ ἐκεῖνον δυναστεύοντες ζημίαν αὐτῶν ποιούμενοι τὸ τοὺς ὑ πηκόους ἐν ἀφθόνοις διάγειν μετῆγον τἀς ἐκείνων εὐ πο ρίας εἰς τὰ βασίλεια πέρας εὐδαιμονίας κρίνοντες, εἰ στενοχωροῖεν ταλάντοις τοὺς θησαυρούς, καὶ συνέβαινε τοὺς μὲν ἀφαιρεθέντας ἐν δάκρυσι καὶ πενίᾳ διαζῆν, τοῖς δὲ λαβοῦσιν ἀνόνητον κεῖσθαι τὸν πλοῦτον· ὁ δὲ πάντα ἄριστος ἐκεῖνος πάντως που συγγενόμενος Δημοσθένει καὶ τὸν νόμον ἐκεῖθεν λαβὼν ταμιεῖα μὲν ἀσφαλῆ τὰς τῶν κεκτημένων οἰκίας ἐνόμισεν, οὐδαμοῦ γὰρ ἂν ἐν καλλίονι σωθῆναι· καταλαμβανούσης δὲ δαπανημάτων ἀνάγκης ἤρκει κηρύξαι τὴν χρείαν καὶ πάντα ἣν χρημάτων μεστὰ ἑκόντων διδόντων τοῖς πέλας. οὕτω τῷ μὲν ἑκουσίῳ τὸ φιλότιμον πρό σεστιν· ᾧ δὲ ἀνάγκη συνέζευκται, τοῦτο οὐκ εὐμενῶς ὑπακούειν πέφυκε.
59.16
καὶ γάρτοι ταύτῃ τῇ γνώμη χρησάμενος οὐ ταὐτὸν τοῖς ἄλλοις οὔτε ἔπαθεν οὔτε ἐποίησεν. οὐ γὰρ ἐπὶ μικρὸν χρόνον ταῖς τῶν ὑπηκόων συμφοραῖς εἰς ἡδονὴν ἀποχρησάμενος ὑπὸ τῶν πεπιστευμένων ὕστερον ἀπ· εσφάττετο, ἀλλά τόν τε ἄλλον χρόνον ταῖς τῶν ἀρχομένων εὐνοίαις ἐδορυφορεῖτο καὶ τελευτῶντι τὴν βασιλείαν ὑπῆρξε τῷ παιδὶ παραδοῦναι. τοιαύτη τῆς θεοφιλοῦς ἀρχῆς ῥίζα καὶ καταβολὴ μετὰ τοῦ δικαίου παγεῖσα καιροῖς ἂν ἥκιστα κινηθείη.
59.17
Ὂ δὲ καίπερ ἐπειγομένους κατέχει καὶ σιωπηθὲν οὐκ ἔχει παραίτησιν, τοῦτο παρελθεῖν ὥσπερ οὐ θεμιτὸν εἶναί μοι φαίνεται. ὄντων γὰρ αὐτῷ παίδων πλειόνων οἶδε τὸν ἀκριβέστερον τῆς βασιλείας φύλακα καὶ τὴν ἡσυχίαν ἐκείνοις ἐπιτάξας ὂν ἐπιτηδειότερον ᾔδει, τοῦτον ἐπὶ τὴν ἀρχὴν ἐκάλει πλείω τοῦ πρά γματος ποιούμενος πρόνοιαν ἢ ὅπως ἐπίσης οἱ παῖδες αὐτῷ κεκλήσονται.
59.18
παραλαβὼν τοίνυν τὰ πράγματα γνώμῃ τε πατρικῇ καὶ θείῳ νεύματι τὴν Ὁμηρικὴν εὐχὴν ἐπλήρωσε πᾶσιν οἷς ἐβουλεύσατο καὶ κατέπραξε τὸν γεννήτορα παραδραμών. καὶ τὸ μέγιστον, ὅσῳ γὰρ πλέον ἐνίκα, τοσούτῳ πλέον ἐκεῖνον ἐσέμνυνεν. ἡ γὰρ τοῦ παιδὸς νίκη τῆς ἐκείνου κρίσεως μαρτύριον καθίστατο. οὐ γὰρ ᾠήθη δεῖν καθήμενος τρυφᾶν, ἀλλ’ εὐθὺς ἀπὸ γραμμῆς ἐνεργὸς ἐδείκνυτο οὐδὲ τοὺς τοῦ πατρὸς πόνους εἰς οἰκείαν ῥᾳστώνην ἀνήλισκεν, ἀλλ’ εἰ μὴ καὶ τῶν πόνων φανείη κληρονόμος, ἀ δική σειν ἐνόμιζεν οὐδ’ εἰ μή τις ἐπ’ αὐτὸν ἔλθοι, κέρδος ἔκρινεν ἡσυχίαν ἀπράγμονα, ἀλλ’ εἰ μὴ τις τοὺς ἀ δί κως ἄρχοντας καθέλοι, κοινωνεῖν τῶν ἀδικημάτων ὑπε λαμβάνεν.
59.19
τοιαῦτα πρὸς αὑτὸν εἰπὼν καὶ τοιούτοις λογισμοῖς ἐπιρρώσας τὴν ἔμφυτον τόλμαν ὀρῶν τὴν μεγάλην πόλιν λόγῳ μὲν ἀρχομένην, ἔργῳ δὲ ὑπὸ τοῦ κρατοῦντος πορθουμένην καὶ τὸν αὐτὸν ἄρχοντα καὶ πολέμιον οὐκ ἤνεγκεν οὐδὲ ἀνεκτὸν ἐποιήσατο ζῶντος αὐτοῦ καὶ τὸν ἤλιον ὁρῶντος τὴν τῆς οἰκουμένης κορυφὴν ὑπὸ τυράννου βίας περιορᾶσθαι πηρουμένην. ἀλλ’ εὐθὺς ὡς εἶχεν ἐνδὺς τά ὅπλα πρῶτον πόλεμον ὑπὲρ τοῦ κεφαλαίου τῶν ὅλων ἤρατο ἐν τοῖς αὑτοῦ κινδύνοις ἑτέροις λύων τὰς συμφοράς.
59.20
ὂν μὲν οὖν τρόπον προσιὼν πρὸς τὰ τείχη ἄκοντα τὸν τύραννον ἀνίστη καὶ δειλίᾳ κρυπτόμενον ὑπ’ ἀνάγκης ἐξῆγε καὶ ὧς ἐκεῖνος συμπλέκεσθαι μὲν οὐκ ἐτόλμα, πανουργίᾳ δὲ μετῄει τὸν ἀγῶνα, καὶ τὸ τεταμένον ὑπὲρ τοῦ ποταμοῦ τέχνασμα, καὶ ὧς τὸ μηχάνημα καθ’ ὧν μὲν εὑρέθη, τούτους οὐκ ἐλύπησε, τῷ δὲ συνθέντι πρὸς ὄλεθρον ἤρκεσε καὶ περιειστήκει τὸ τῆς παροιμίας αὐτὸν τοῖς οἰκείοις βουλεύμασιν ἁλισκόμενον, ταῦτα πάντα καὶ ἔτι πλείω λογογράφοις τε καὶ ποιηταῖς ἰ κανῶς ὕμνηται πάλαι, καὶ οὐκ ἂν εἰ σφόδρα βουλοί μεθα λέγειν, ἐπὶ τοῦ παρόντος ὁ χρόνος ἐνδίδωσιν.
59.21
ἀπαλλάξας δὲ τὴν μεγάλην πόλιν τῆς ἐπικειμένης νεφέλης καὶ παρασχὼν ἀναπνεῦσαί ποτε καὶ μεταστήσας πρὸς εὐπάθειαν τά δυσχερῆ ὁρμηθεὶς ἀπὸ γενναίας οὕτω πράξεως πάντα τὸν ἐν ἐκείνῃ τόπον ἐπῆλθεν ἀνακαθαιρόμενος γῆν τε καὶ θάλατταν καὶ τὸ μὲν λυμαινόμενον ἐξορίζων ἅπαν, τὸ δὲ σωτήριον ἀ ντ εἰσάγων πανταχῆ καὶ τοῖς μέν βαρβάροις πολεμῶν, τῷ δὲ τῶν ὁμοφύλων βασιλεῖ τῶν ὑπαρχόντων οὐ φθονῶν. ἔνθα δὴ καὶ διπλῆς ἀρετῆς σημεῖον ἐξήνεγκεν. οὔτε γὰρ εἰρήνην ἐξὸν ἄγειν πολεμεῖν ἐπεθύμησεν οὔτε πολεμεῖν δεῆσαν ἀπώκνησεν, ἀλλ’ οὕτω καὶ πρὸς ἐκείνην εἶχεν ἀκριβῶς καὶ πρὸς τοῦτον ἀνδρείως, ὥστε τὰς μὲν συνθήκας ἕτερος ἐκίνησε, τὸ δὲ τοῦ πολέμου κράτος ἐκεῖνος ἠνέγκατο.
59.22
Καί με μηδεὶς ἔξω τῶν καιρῶν ὑπολάβῃ φέ ρεσθαι μηδὲ κενὴν πεποιῆσθαι τὴν περὶ τὸν πατέρα διατριβήν. ἔδει γὰρ ἅπασι γενέσθαι φανερόν, ὅτι μεγίστων παραδειγμάτων οἱ παῖδες οὐκ ἀπελείφθησαν. ὅσοι μὲν γὰρ ἐκ φαύλων γεγονότες ἢ παρῆλθον τούς φύσαντας ἢ κὰτ οὐδὲν χείρους ἐφάνησαν, τούτους μὲν οὐκ ἔστιν ἐφ’ ὅτῳ τις ἂν ἀγασθείη, δεῖ γὰρ οὐδεμιᾶς πραγματείας πρὸς τὴν τοιαύτην ἅμιλλαν· οἷς δὲ γονέων ἕστηκεν οὐκ ἀγεννῆ παραδείγματα, τούτους, εἰ πλησίον ἐκείνων γένοιντο, μεθ’ ὑπερβολῆς θαυμαστέον, ὅτι πρὸς τὴν τῶν ἀρίστων μίμησιν τὴν ἐπιμέλειαν ἐξέτειναν.
59.23
Μέλλων δὲ ἐπὶ τὰς εὐδαίμονας τῶν βασιλέων προβαίνειν γονὰς ἔννοιάν τινα λαμβάνω ποιητῶν τέ τινων καὶ τῶν ἐν ἱστορίαις ἀτόπων καὶ σκοπῶν εὑ ρίσκω μύθοις μὲν καὶ τερατείαις κεκοσμημένους τοὺς ἐν τοῖς ἔμπροσθεν ᾀδομένους, λειπομένην δὲ ὅμως τὴν τῶν μύθων ἐξουσίαν τῆς ἐπὶ τοῖς παροῦσιν ἀ λη θείας.
59.24
Κῦρον μὲν τοίνυν οἱ σεμνύνοντες ὄψιν ἐν τοῖς ὕπνοις Ἀστυάγει γενέσθαι φασίν, ὡς ἐκ Μανδάνης τῆς ἐσομένης Κύρου μητρὸς ἀναβλαστήσειέ τε ἄμπελος καὶ τὴν Ἀσίαν ἅπασαν ἐπιλάβοι. ὑπὲρ δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος αἰσχυνθέντες εἰ πατρὸς νομίζοιτο Φιλίππου, δράκοντα συγκατακλίνουσιν Ὀ λυμπιάδι πρὸς ἔκπληξιν τῶν μειρακυλλίων τὴν συμπλάσαντες.
59.25
ὁ δὲ τῶν ἡμετέρων βασιλέων τόκος οὐ μύθων οὐδὲ ἐνυπνίων πρὸς κόσμον ἐδεήθη, ἀλλ’ ὥσπερ τά κάλλιστα τῶν σωμάτων οἴκοθεν κεκτημένα τὸ φαιδρὸν οὐκ ἐφέλκεται τὴν ἔξωθεν ὥραν, οὕτως ἡ τῶνδε γένεσις πάντα ὑπερβᾶσα λόγον ἀλλόκοτον αὑτῇ μόνῃ πρὸς σεμνότητα κέχρηται.
59.26
Εἰ δέ τῳ μέγα δοκεῖ τὸ μετά συμβόλων γε νέσθαι δεξιῶν καί τινες ἐρασταὶ τούτου τοῦ μέρους καθήμενοι περὶ πολλοῦ ποιήσαιντ’ ἂν ἀκροαταὶ καταστῆναι τῶν οἰωνισμάτων οἷς συνεξέδραμεν ὁ τόκος, οὐδὲ τούτους ζητοῦντας μᾶλλον ὁ ποθοῦσιν ἀφήσομεν ἢ πληρώσαντας τὸν πόθον. ἀνοίσω δὲ οὐδὲν εἰς μυθολογίαν εἰς ἀφανὲς ἀποφέρων τὸν λόγον, ἀλλ’ πά ντες ἴσασιν ἐρῶ.
59.27
προσέσται δέ τι τῷ προδήλῳ καὶ λαμπρότητος. ἀεὶ μὲν γὰρ ὁ θειότατος τῶνδε πατὴρ πρὸς ἔργοις ἦν τάς τε χεῖρας καὶ τὸν λογισμόν. καὶ οὔτε ἡμέρας φανείσης οὔτε νυκτὸς ἐπελθούσης ἔχοι τις ἂν εἰπεῖν, ὡς ἔληγεν ἤ συναμφοτέρων ἢ πάντως γε θατέρου. καὶ μὴν οὐδ’ ἐκεῖνό γε ἔστιν ἀντειπεῖν, ὡς οὐχ ὁπόσα πράξειεν ἢ βουλεύσαιτο πάντα βασιλικῆς ἀρετῆς ἐπ’ ἔσχατον ἣν ἥκοντα.
59.28
εἰ τοίνυν περὶ τούτων οὕτω φρονεῖν ἄξιον, οὐκέτ’ ἂν ἀ κριβολογοί μεθα δικαίως, εἴ τις ἐν τοῖς χρόνοις οἴ τούτους ἔφηνᾶν οἰωνὸς ἀμείνων τῶν ὠδίνων ἡγήσατο, ἀλλ’ ἀπλῶς ἔξεστιν εἰπεῖν, ὡς οὐκ ἐνῆν τικτομένων μὴ δεξιῶς ἔχοντα προδειχθῆναι σημεῖα, εἴπερ ἅπας ἐφεξῆς ὁ χρόνος ἀγαθῶν ἀγαθῶν συμβόλων.
59.29
λέγω τοίνυν θαρρῶν, ὅτι λυομένης ἀρίστης ὠδῖνος, καὶ τῆς προτέρας καὶ τῆς μετ’ ἐκείνην, ἢ στρατόπεδον ἐπὶ νίκην ἐξῄει ἢ στρατόπεδον ἀπὸ νίκης ἀνέστρεφεν ἢ Σκυθῶν ἔθνος ἔπιπτεν ἢ Σαυροματῶν ὑπέκυπτεν ἢ γένος ἔ τερον βαρβαρικὸν ἐδωροφόρει ἢ βασιλεὺς ὁ μέγας αὐτο χειρία τρόπαιον ἵστη ἢ χρημάτων ὄγκον ἐκ τῶν βασιλείων εἰς τούς ἀρχομένους ἐξέχει ἢ δεσμωτηρίων χρό νιος συμφορὰ φιλανθρωπίᾳ τοῦ κρατοῦντος ἐλύετο. συνελόντι δὲ εἰπεῖν, ἣ λογισμὸς ὑπὲρ ἅπασαν ἀ νθρωπίνην φύσιν ἐπὶ νοῦν ἤρχετο ἢ τὸ βουλευθὲν εἰς ἔργον ἤγετο. ταῦτα τίνος ἀμπέλου θαλλούσης ἐν ὀνείρασιν οὐκ ἀμείνω, τίνος ὀρνίθων πτήσεως οὐκ ἰσχυρότερα σημεῖα; τίνος δρακόντων φάσματος οὐκ ἀληθέστερα πρὸς πίστιν;
59.30
Έπεὶ δ’ οὖν ἐγένοντο καὶ προῆλθον εἰς φῶς ἄξιοι μὲν τῆς τοῦ σπείραντος φύσεως, ἄξιοι δὲ τῆς κοινῆς ἐλπίδος, μήτοι νομίσῃ τις ἀκούσεσθαι Πηλίου κορυφὰς καὶ Κενταύρου σῶμα διφυὲς καὶ τροφέα μιξάνθρωπον καὶ τροφὴν ἐξηγριωμένην, ὃ δὴ πλάσασα δωρεῖται τῷ παιδὶ τῆς Θέτιδος ἡ ποίησις οὐκ ἔχουσα τὴν παρὰ τῷ Πηλεῖ τροφὴν ἀποδεῖξαι ζηλωτήν, ἀλλ’ ἐτρέφοντο μὲν οὗπερ ἐτέχθησαν, ἐν βασιλείοις ὧν οὐδέ τοῖς προπυλαίοις ὁ παραβάλλων τὸ Χείρωνος ἄντρον σωφρονεῖ, εἷλκον δὲ μαστὸν οὐ λυκαίνης, οἷα καθ’ ἑτέρων ἤδη τινὲς ᾄδειν ἐτόλμησαν, ἀλλὰ πρέποντα βασιλικοῖς προσενεχθῆναι χείλεσιν, ὡς ἂν ἥμερον γέ νεσιν ἥμερος τροφὴ διαδέξαιτο.
59.31
ἔφερε δὲ αὐτοὺς ὁ πατήρ, ὁπότε ἰὴν ψυχὴν εἰς ἐκείνους τρέψειεν, οὐκ ἐπὶ θηρίου δορᾶς, ἀλλ’ ἐπ’ εὐδαίμονος ἁλουργίδος. ἴσως δ’ ἂν καὶ πλείω καὶ θειωδέστερα πρὸς βασιλικἠν συντελοῖ τροφήν, ὧν οἴ τε πλείονες ἄπειροι τοῖς τε ἐπισταμένοις ἐξειπεῖν οὐ θέμις ὥσπερ τι τῶν ἀπορρήτων.
59.32
Διὸ δή μοι δοκεῖ καιρὸς εἶναι βαδίζειν ἐπὶ τὴν παιδείαν, ὥστε ἔχειν εἰδέναι πάντας, ὧς οὐκ αὐ τομάτου φορᾷ τύχης τέλειοι τὴν ἀρετὴν ἀπέβησαν, ἀλλὰ πρὸς ἢν πόρρωθεν ἀπηύθυνεν αὐτοὺς ὁδὸν ἡ μελέτη, ταύτην ἐπορεύθησαν.
59.33
Διπλῆ δὴ τῆς παιδεύσεως ἰδέα τοῖς βασιλεῦσιν ἤσκησε τὰς ψυχάς. τῇ μὲν γὰρ πρὸς βασιλείας διοί κησιν, τοσούτου πράγματος, ἐρρυθμίζοντο, τῇ δὲ πρὸς δεινότητα λόγων καὶ ῥητορικῆς ἰσχὺν ἐπλάττοντο. ᾧ γὰρ θάτερον μὲν ὑπάρχει, θατέρου δ’ ἡ κτῆσις ἄπεστι, τούτῳ χωλεύειν τὴν ἀρετὴν ἀνάγκη καθ’ ὁπότερον ἂν σπανίζοι. ὅ τε γάρ τὴν μὲν τῆς διοικήσεως μάθησιν ἔχων, τῆς δὲ τοῦ δύνασθαι λέγειν ἐστερημένος ἀ γροικότερος ἀναφανεὶς βασιλεὺς τὴν μὲν ἀρχὴν ἰθύνειν ὠά ἀδυνατεῖ, τὸ δὲ μετὰ χαρίτων οὐκ ἔχει, ὅ τε λό γοις μὲν εἰς ἄκρον ὁμιλήσας, τὴν δὲ τοῦ μείζονος πράγματος ἐπιστήμην οὐ λαβὼν ὁ τοιοῦτος στωμύλος ἀποφανθεὶς εἰς μὲν ἀγοραῖον κομψότητα τὸ σεμνὸν τῆς βασιλείας κατάγει, τοῦ δὲ ἐκείνῃ προσήκοντος μεγέθους ἀπελήλαται πορρωτάτω. 34, ἀλλ’ οἴ γε ἡ μέ τε ροι βασιλεῖς ἄμφω δεξιοὶ κατὰ τὴν τέχνην λόγων μὲν τῶν Ῥωμαίοις προσηκόντων ἡγεμόνας ἐπαγαγόμενοι τοὺς ἀρίστους τῶν τότε, βασιλικῆς δ’ ἐπιστήμης οὐ ξητήσαντες διδάσκαλον, ἀλλ’ ἐγγύθεν ἔχοντες αὐτὸν τὸν φυτεύσαντα, ὃς οὔτε φθόνῳ κρύψειν ἔμελλε τῆς ἐπιστήμης τά καίρια; τὸ γὰρ τῆς φύσεως οἰκεῖον τοῦ νοσήματος ἰσχυρότερον, οὐτ’ ἀπειρίᾳ βλάψειν τούς ἀγομένους, οὐδεὶς γὰρ πορρωτέρω βασιλικῆς ἐμπειρίας ἤλασεν.
59.35
οἱ μὲν οὖν πολλοὶ μέτρον ἡγοῦνται τῆς εἰς τοῦτο φερούσης μαθήσεως ἵππον τε ἀναβῆναι καὶ τόξον ἐντεῖναι καὶ βέλει σκοποῦ τυχεῖν καὶ ξίφει πλῆξαι καὶ πρὸς δόρατος ἄφεσιν ἀρκοῦσαν παρασχέσθαι τὴν δεξιὰν καὶ πρὸς κρυμοὺς διακαρτερῆσαι καὶ πρὸς θά λπους ὑπερβολὴν μηδαμῶς ἀπειπεῖν, ἔστι δὲ καὶ τού των μὲν οὐ μικρὰ πρὸς βασιλικὴν διδαχὴν ἡ συντέ λεία· τοῖς δ’ οὐχ οὗτος ἣν ὅρος τῆς παιδείας.
59.36
ἀλλ’ ἣν μὲν καὶ ταῦτα τῶν ἐγκυκλίων ἀσκημάτων, προσῆν δὲ μέρος ἕτερον πολὺ τούτων ἐντιμότερον. ἐπειδὰν γὰρ λήξαιεν τῶν περὶ ταῦτα γυμνασίων, ἐρρύθμιζεν αὐτοῖς ὑποθήκαις ὁ πατὴρ τὰς ψυχάς δικαιοσύνην εἰσάγων, ἀδικίᾳ χώραν οὐ διδούς, θυμοῦ καιρὸν καὶ πρᾳότητος διορίζων, τί μὲν δεσποτεία λέγων, τί δὲ βασιλεία δεικνὺς καὶ ὡς ὁ ζητῶν ἐκείνην τήνδε ἀ πο λώλεκεν. οὐδεὶς δ’ ἂν ἐφίκοιτο τῆς ἀκριβείας ᾗ τοὺς παῖδας ἐφ’ ἑκάστης ἥρμοττεν ἡμέρας.
59.37
ὃ δὲ μά λιστα ἀγασθεὶς τῆς παιδείας ἐκείνης ἔχω, τοῦτο ἐρῶ. ἐμβιβάσας γὰρ αὐτοὺς εἰς τὸ προοίμιον τῆς βασιλείσς νέους ὄντας κομιδῆ καὶ μετενεγκὼν ἐκ τῆς τῶν ἰδιω τῶν τάξεως οὕτως ἤσκει τὰ βασιλικά. ᾔδει γάρ, μεγαλοφροσύνη μὲν οἰκειότατον τῷ πράγματι καὶ ἄνευ ταύτης τὸ πλέον τῆς λαμπρότητος οἴχεται, ἐκ δὲ τῶν ἐπιτηδευμάτων ὁποῖ’ ἄττ’ ἂν ᾖ, τὸ φρόνημα τοῖς ἀνθρώποις ἐμφύεται.
59.38
ἐβούλετο δὴ τοῖς σεμνο τέροις ἐσθήμασί τε καὶ ἐπιτηδεύμασιν ἐκ νεότητος συζῶντας ἀμαθεῖς γενέσθαι μικρότητος, ὥστε ταπεινῷ μέν ἢ φαύλῳ μηδενὶ προσάγειν τὸν λογισμόν, ὅ τι δέ βουλεύσαιντο, τοῦτο πρὸς μέγεθος βλέπειν. ταῖς γὰρ τῶν νέων, οἶμαι, ψυχαῖς ἁπαλωτέραις οὔσαις ὅ τι ἂν προσενέγκῃς μάθημα ῥᾳδίως ἱδρύεται καὶ παγὲν τὴν πρώτην ἀμετάστατον μένει, καὶ οὔτε ὁ τῶν σεμνοτέρων ἐθάς, εἰ δυσχερείᾳ χρήσαιτο, πρὸς τὴν ἀκαιρίαν ἐκπλαγεὶς ἐκβάλλει τὸ φρόνημα οὔτε ὁ ταπεινότητι σύντροφος πρὸς τὰ μείζω καλούμενος ἐξισοῖ τὴν γνώ μὴν τοῖς πράγμασιν, ἀλλ’ ἐν τοῖς ὄροις μένων τῆς παλαιᾶς συνηθείας ἔοικεν ἀποσειομένῳ τὸ μέγεθος ἐλάττων ὢ ἢ φέρειν.
59.39
ταῦτα δὴ καλῶς ἐξετάσας καὶ καταμαθὼν ἀκριβῶς τροφῆς τε καὶ παιδείας τὴν δύναμιν καὶ βουληθεὶς τοὺς παῖδας οὐκ ἐν φαυλοτέ ροις τὰ μείζω λαμβάνειν, ἀλλ’ ἐν ἀμείνονι σχήματι τά σεμνότερα μανθάνειν περιβάλλει μὲν αὐτοὺς ἐσθήματι βασιλεί· ας συμβόλῳ, κηρύττει δὲ κήρυγμα καὶ τοῖς μαχίμοις καὶ ταῖς πόλεσιν, ὅτι παρῆλθον εἰς τὴν ἀρχὴν ἐκείνου νεύματι καὶ χρὴ καὶ τούσδε προσκυνεῖν.
59.40
ταῦτα δὴ προτελέσας ποιεῖ μέν αὐτοῖς στρατόπεδα καὶ θεραπείαν καὶ ὧτα δὴ καὶ ὀφθαλμοὺς πανταχῆ τὸ μίμημα πρὸς τὸ ἀρχέτυπον διασώζων, δίδωσι δὲ προσηγορίαν τῆς μὲν ἔμπροσθεν ἀμείνω, τῆς δὲ αὐτοῦ δευτέραν. ἔστι γάρ, ὡς ἂν εἴποι τις, καὶ βασιλείας τάξις τελεωτέρα.
59.41
καὶ τοῦτο εἰκότως οὕτως ἐποίησεν. οὔτε γὰρ ἐν ἰδιώταις ἀφῆκε μένειν οὔτ’ εὐθὺς ἐπὶ τὸ ἄκρον προήγαγε τοῦ μὲν τὸ ταπεινὸν φοβηθείς, τοῦ δὲ τὸ ὑπερβάλλον. εἴτε γὰρ εἰς ἰδιώτας τελεῖν ἀφεὶς οὕτω παιδεύειν ἐπεχείρει, ἀθυμότερον ἂν ἐδέχοντο τὴν μάθησιν τιμῆς οὐ παρούσης, εἴτ’ εὐθὺς ἀπ’ ἀρχῆς ἐπὶ τὴν κορυφὴν ἦγε τῆς ἐξουσίας, ἂν πρὸς τὰς μελέτας διέκειντο τὸ πάν ἤδη κεκτημένοι.
59.42
ὁ δὲ τὸ προσῆκον αὐτοῖς ἀποτεμόμενος μέ τρον ὁ μετὰ φρονήματος ἔμελλεν ἐπιμελείας ἔρωτα παρέξειν, ἕτερον μεῖζον προσέθηκεν. οὐ γὰρ εὐθὺς ἐξέπεμψεν ἑτέρωσε μετὰ τῶν δυνάμεων ἔξω τῶν ὀ φθαλμῶν ἑαυτοῦ τὰς διατριβὰς ἐκείνοις παραχρῆμα ποιῶν, ἀλλὰ κατέχων ἐποπτεύειν ἠξίου τὰ δρώμενα κατὰ τοὺς δεινοὺς τῆς κυβερνητικῆς διδασκάλους, οἳ τοὺς ἄρτι τῆς τέχνης ἁπτομένους ἐπὶ τῶν οἰάκων καθίσαντες ἐν τῇ πρύμνῃ προσεδρεύουσιν, ἵν’ εἰ μὲν κατὰ λόγον νοιεν ἐκεῖνοι τὸ σκάφος, συγχαίρωσιν, εἰ δέ τι γίγνοιτο πλημμελές, ἐγγύθεν ἐπιβοηθοῖεν.
59.43
Ἐπεὶ δ’ οὖν ἐδόκουν τῆς πρὸς αὐτὸν συνουσίας ἀπολελαυκέναι τὰ γιγνόμενα, καθάπερ τις ἀετὸς τοὺς νεοττοὺς εἰς πτῆσιν γυμνάζων, οὕτως ἤδη δυνά μεις παραδοὺς ἐξέπεμψε τὸν μέν τῆς ἑῴας, τὸν δὲ τῆς ἐσπέρας προβαλλόμενος.
59.44
καὶ τοῦτο ἔπραττε τριῶν τῶν μεγίστων εἵνεκα. πρῶτον μὲν γὰρ τοὺς ἐφ’ ἑ κά τερα κατῳκισμένους βαρβάρους ἐβούλετο τῷ φόβῳ τῶν ἐφεστηκότων πρὸς ἀνάγκην κατείργεσθαι. ἀσφάλειαν οὖν ᾤετο τῷ παντὶ ποριεῖν, εἰ τὰ πέρατα τῆς ἀρχῆς ὀχυρώσαιτο. δεύτερον δὲ οὐχ ἡγεῖτο καλῶς ἔχειν ἐν ἀδείᾳ τοὺς τοὺς παῖδας διάγοντας ἀμελετήτους εἶναι πολεμικῆς φροντίδος, ἀλλ’ ἔχειν ὅ τι καὶ μεριμνήσωσι.
59.45
τρίτον δὲ ὃ καὶ μέγιστον, ᾔδει γὰρ κατὰ τὴν ἀ πό στάσιν ἀκριβεστέραν τὴν δοκιμασίαν ληψόμενος. ὅσα μὲν γὰρ ἐν τῷ μετ’ ἐκείνου συνδιατρίβειν ἐπράττετο, οὐ τῆς τῶν σωφρονούντων ἡγεῖτο γνώμης ἢ τῆς τοῦ συνεῖναι μᾶλλον ἀνάγκης εἶναι· εἰ δὲ καὶ καθ’ αὑτούς γενόμενοι καὶ τὴν ἐκ τοῦ χωρισμοῦ προσλαβό ν τες ἐλευθερίαν τὴν ἴσην ποιήσαιντο τῆς τάξεως φυλακήν, ἴσως ἤδη τῆς φύσεως ἡγεῖτο τὴν σωφροσύνην ἔσεσθαι καὶ κρείττονας φανεῖσθαι τῆς παροιμίας ἣ τοῖς ὀφθαλμοῖς ὁρίζειν τὴν αἰδῶ βούλεται.
59.46
Ὁ μὲν δὴ τοιούτοις τοῖς λογισμοῖς ἐξέπεμπεν, οἱ δὲ πόθῳ μὲν τοῦ πατρὸς μένειν ἐπεθύμουν, τῷ δὲ μὴ τολμᾶν ἀντιτείνειν οἷ βαδίζειν ἐχρῆν ἠπείγοντο. ἐπεὶ δὲ κατέλαβον τοὺς δεδομένους χώρους, ἀμείνω πάσης εὐχῆς τὴν πεῖραν παρείχοντο τοῖς μὲν δεξαμέ νοις ἔθνεσιν ἀντὶ πατέρων φανέντες, τὸν δὲ ἐκπέμψαντα πανταχῆ σεμνότερον ἀποφήναντες, ἃ μὲν εἰδότες ταῖς μελέταις βεβαιωσάμενοι, ἃ δὲ προσλαβεῖν ἔδει ταῖς ἐμπειρίαις κτησάμενοι, τῷ μὲν χρόνῳ τῆς ἡλικίας εἰς παῖδας τελοῦντες ἔτι, τῷ δὲ τῆς συνέσεως ὀξυτέρῳ τοῖς πρεσβυτέροις ἁμιλλώμενοι, παντὸς μὲν ἄμεινον τὸ πρακτέον ἀνευρίσκοντες, οὐδὲν δὲ ὧν γνοῖεν ἐπιτελοῦντες πρὶν κοινῶσαι τῷ γεννήτορι, τῶν μὲν οἰκείων βουλευμάτων ἐκεῖνον κριτὴν ποιούμενοι, τῶν δέ ἐκείνου δογμάτων αὑτοὺς διακόνους ἀποφαίνοντες, πολλὴν μέν ἐξουσίαν κεκτημένοι, ἥκιστα δὲ ταῖς ἐ ξουσίαις καταχρώμενοι, τὰς μὲν ἡδονὰς τῇ σωφροσύνῃ νικῶντες, τὰ δὲ σώματα τοῖς γυμνασίοις ἐ πιρρωννύ ντες, μᾶλλον ἐπ’ αὐτοῖς ἢ τοῖς τροπαίοις τῷ πατρὶ με γαλαυχεῖσθαι παρέχοντες, πολλῇ μὲν ἠπείρῳ τοῦ φύσαντος διειργόμενοι, πᾶσι δὲ τοῖς πραττομένοις παρεῖ ναι τὸν πατέρα νομίζοντες.
59.47
καίτοι ταῦτα τῷ μὲν ἀπλῶς σκοποῦντι κόσμος τῶν εἰργασμένων μόνον καθίσταται, τὸ δὲ ἀληθὲς κοινὴ τῶν εἰργασμένων καὶ τοῦ κρίναντος εὔκλεια γίνεται. οἱ μὲν γὰρ τῇ τῶν ἔργων ἀποδείξει κοσμοῦνται, τῷ δὲ προσηκόντως ἑ λομένῳ κρίσεως ὀρθῆς δόξα περιγίνεται καὶ συμβαίνει δι’ ἀλλήλων εὐδοκιμεῖν ἀμφοτέρους, τοὺς μὲν παρὰ τοῦ μεγίστου βασιλέως τὴν ψῆφον ἔχοντας, τὸν δὲ τῇ τῶν αἱρεθέντων ἀρετῇ βεβαιουμένης τῆς ψήφου.
59.48
Ἀεὶ μὲν οὖν ἔγωγε τῆς παρούσης βασιλεί· ας τὸ πηδάλιον ἐν τῇ τοῦ κρείττονος ᾠήθην ἐγκεῖσθαι χειρὶ καὶ τούτου μέν τὴν ἀπόδειξιν πολλὰ πολλαχόθεν ἐ πιρρέοντα παρεῖχεν, οἶμαι δέ, εἰ καὶ μηδὲν ἦν ἕτερον ὁ ταύτην παρίστη τὴν δόξαν, ὁ γε μέλλω φράσειν, πάντὼς ἂν ἐπὶ ταύτην ἀγαγεῖν τὴν γνώμην. ἐπεὶ γάρ, ὅσον ἐδόκει τῷ κρείττονι, τὴν οἰκουμένην ὁ τῶνδε πατὴρ ἰθύνας αὖθις ἀπῆλθε συνεσόμενος τῷ τῇδε καταπέμψαντι, τοσούτου πράγματος συμβάντος οὐκ ἐκινήθη τὰ τῆς βασιλείας οὐδὲ μετέστησε τούς κληρονόμους τῆς ἀρχῆς τῶν συμβάντων οὐδέν, ἀλλ’ ἔμεινε μὲν ἐπὶ τῆς ἴσης τάξεως, ἔμεινε δὲ οὐ χωρὶς πραγματείας οὐδὲ ἄνευ τοῦ χρήσασθαι ταῖς χερσὶ τοὺς διαδεξαμένους εἰς τὸ κατασχεῖν βεβαίως τὰ δοθέντα. 49, ἀμφοτέρων δὴ τούτων ἔγωγε συνήδομαι τοῖς βασιλεῦσι μάλιστα τοῦ τε παρὰ τοῦ πατρὸς λαβεῖν τὴν ἀρχὴν καὶ τοῦ τῆς γενομένης ταραχῆς φανῆναι κρείττονας. ἐνταῦθα γάρ, εἴπερ που, συνηνέχθη τό τε δίκαιον καὶ τὸ τῆς ἀνδρίας. εἴτε γὰρ μὴ τὴν παρ’ ἐκείνου ψῆφον ἔχοντες διά σφῶν αὐτῶν τὴν βασιλεί· αν ἐκτήσαντο, εὐψυχίας μέν ἂν εἶχεν ἡ κτῆσις ἀπόδειξιν, ἡ δὲ τοῦ δικαίου μερὶς οὐ προσῆν ἂν τοῖς γιγνομένοις, εἴτε δόντος ἐ κεί νου μηδὲν προσυπῆρξε δύσκολον, ἀλλὰ κατὰ πολλὴν ἡσυχίαν ἐξῆν ἀπολαύειν τῶν δοθέντων, τὸ μὲν δικαίως κρατεῖν ὡμολόγητ’ ἄν, ἡ δὲ τῆς ἀνδρίας εὔκλεια τοῖς τοῦ δικαίου λογισμοῖς οὐκ ἂν συνυπῆρχε. νῦν δὲ τὸ μὲν πὰρ ἑκόντος λαβεῖν δικαιοσύνης, τὸ δὲ τῶν δεινῶν γενέσθαι βελτίονας τῆς ἐσχάτης ἀνδρίας σημεῖον.
59.50
Πάρεστιν οὖν τῷ βουλομένῳ σκοπεῖν, εἴτε μικρῶν ἀγαθῶν αἰτιῶμαι θεοῦ κηδεμονίαν εἴτε τὸ τῶν πραγμάτων ὑπερβάλλον οὕτως ἀναπείθει φρονεῖν. τίς ἂν οὑν ἀμείνω τῆςδε βασιλείαν ἐπιδείξειε τῆς ὑπὸ μὲν τῶν προγόνων κτηθείσης, ὑπὸ δὲ τοῦ πατρὸς αὐξηθείσης, ὑπὸ δὲ τῶν νῦν ἐχόντων βεβαιωθείσης; τίς ἂν τοὺς ἀρίστους τῶν ἐν μνήμη τοῖσδε παραβά λ λειν ἐπιχειρῶν οὐκ ἂν ἀγνοεῖν δόξειε πραγμάτων φύ σιν ἱν τε καὶ μέτρα;
59.51
Ξέρξην μὲν οὑν ἐῶμεν, εἰ δο κεῖ, τὸν ἀνοίᾳ τὰ μέγιστα δυστυχήσαντα καὶ Καμβύ σην τὸν εἰς μανίαν ἐκκυλισθέντα· Δαρεῖον δέ, εἴ τῳ φίλον, παραθέντες ἐξετάσωμεν καὶ Κῦρον ἐκεῖνον τὸ θαῦμα μικροῦ σύμπαντας κατέσχε. Κύρου μὲν τοί νυν εὐθὺς γενομένου κατεψηφίσθη θάνατος καὶ ταῦτα ὑπὸ τῶν προσηκόντων, καὶ εἰ μὴ συμφορὰ γυναικὸς βουκόλου τὸ βρέφος διέσωσεν, οὐκ ἂν ἣν Κῦρος οὐ δαμοῦ.
59.52
ἀνδρωθεὶς δὲ καὶ κινήσας Πέρσας Μήδοις ἐπελθὼν τὸν πάππον διέφθειρε τὸ μέν τι πλεονεξίας ἐπιδειξάμενος, τὸ δὲ δυσσεβείας οὐ πόρρω. τὸ μὲν γὰρ τὴν οὐ προσήκουσαν ἀρχὴν ἁρπάσαι πλεονεξί· ας, τὸ δὲ προσεῖναί τινα περὶ τοὺς οἰκείους φόνον οὐκ εὐσεβές. Δαρείω δὲ τὴν βασιλείαν ἔδωκαν ἱπποκόμου τέχνη καὶ ἵππος δύσερως καὶ χρεμετισμὸς μεμηχανη μένος. οἱ δὲ ἡμέτεροι βασιλεῖς εὐθὺς μὲν ὧς ἐ τέ χθησὰν, ὑπὸ κοιναῖς ἁπ· άντων εὐχαῖς ἐτρέφοντο, εἰσκληθέντες δὲ τὴν βασιλείαν ἔλαβον, οὐκ ἐ κκλεισθέ ντες εἰσεβιάσαντο.
59.53
Οἶμαι τοίνυν ποθεῖν τινας ἐν τῷ λόγῳ τὸν Ἀλέξανδρον ἰδεῖν τοῖν βασιλέοιν ἡττώμενον. ἔστι δὲ οὐδέν ἔργον τὴν νίκην ταύτην ἐργάσασθαι. εὐθὺς τοίνυν χῷ τῶν προγόνων ἀξιώματι παρεληλύθασι τὸν Ἀλέξανδρον. ποῦ γὰρ ἴσον ἢ παραπλήσιον Ἀμύντας, ἄνθρωπος ὑποτελὴς φόρου, ἢ Φίλιππος κλέπτων τὰς πόλεις καὶ πατέρων ἀρεταὶ ψαύουσαι τῆς οὐρανίας ἀψῖδος;
59.54
ἔτι τοίνυν Ἀλέξανδρος μὲν οὐδὲν κεκτημένος ᾧ στέργειν ἄξιον ἐπεχείρει τῷ πλείονι καὶ τὴν αὐτὴν προσθήκην τε τοῖς ὑπάρχουσιν ἐποιεῖτο καὶ τοῦ μηδὲν ἐξ ἀρχῆς ἐσχηκέναι θαυμαστὸν ὁμολογίαν, ὥστε ἣν χρόνος ὅτε οὐκ ἣν Ἀλέξανδρος λαμπρός· οἱ δὲ ἡ μέ τεροι βασιλεῖς ἐκ μεγέθους τε τὴν πρώτην ἤρξαντο καὶ διετήρησαν εἰς τέλος τὸ μέγεθος. χωρὶς δέ τού των Ἀλεξάνδρου μέν αὐξομένου κατὰ τὴν ἀρχὴν ἦσαν οἱ φάσκοντες ἀδικεῖσθαι, τὰ γὰρ ἑτέρων ἀφαιρούμενος ηὔξετο, οὗτοι δὲ ὁμοῦ τε μέγιστοι τῶν ἀπάντων εἰσὶ καὶ τὴν ἑτέρων οὐ περικόπτουσιν. ἄνωθεν γὰρ ἔ χοντες ὅσην ἄξιον οὐδεμιᾶς προσθήκης προσδέονται.
59.55
Ὁπότ’ οὑν Ἀλέξανδρος καὶ Δαρεῖος καὶ Κῦρος 20 φαυλότεροι τῆς ὑπὲρ αὐτῶν δόξης ἀναφαίνονται παρὰ τὸ πρὸς τούτους κρίνεσθαι, ποῦ τὸν λοιπὸν κατάλογον τῶν βασιλέων τάξομεν, ἡνίκα ἂν εἰς τούτους ἀποβλέπωμεν;
59.56
Ἔοικε δὲ κατὰ μικρὸν ὁ λόγος εἰς τὸ πρόσω χωρῶν αὐταῖς ἤδη προσάγειν ταῖς πράξεσιν αἳ μετά κινδύνων ἐτελέσθησαν. καὶ ἔγωγε μείζω κίνδυνον ὁρῶ τοῖς λέγουσιν ἐπικείμενον ἢ τοῖς παραταξαμένοις αὐτοῖς. οὕτως οὐ φαυλότερον εἰπεῖν τι τῶν μεγίστων ἢ κατορθῶσαι. τοσοῦτον δὲ ὑπειπεῖν ἄξιον. ἡμῖν γὰρ ἡ γνώμη νῦν οὐχ ἱστορίαν συνθεῖναι πάντα περιλαμβάνουσαν οὐδέ διήγησιν ψιλὴν ἀποτεῖναι μηδὲν ἔξω καταλείπουσαν ἑαυτῆς, ἀλλ’ εὐφημίαν τινὰ τοῖς σωτῆρσι τῆς οἰκουμένης ἀναθεῖναι.
59.57
ἔστι δὲ τοῦ μὶν ἱστορίαν συντιθέντος διὰ πάντων ἐφεξῆς τῶν εἰ ργασ μένων ἐλθεῖν, τοῦ δὲ ἐγκωμιάζειν ἐπιχειροῦντος μὲν εἶδος εὐφημίας παραλιπεῖν, οὐ μὴν διὰ πάντων ἕκαστα διελθεῖν. ὅπερ οὖν περὶ τῆς τροφῆς καὶ παιδείας πεποιήκαμεν ἑκατέρου μὲν εἰς μνήμην ἐλθόντες, οὐ μέντοι καθ’ ἑκάτερον ἀπάντων, τούτῳ καὶ κατά τῶν ἐν τοῖς πολέμοις ἔργων χρηστέον.
59.58
εἰ μὲν οὑν οἷόν τε ἣν εὐχῆς τυχεῖν, δέκα μέν οὐκ ἄν μοι στόματα κατὰ τὸν Ὅμηρον ᾐτησάμην γενέσθαι, δύο δὲ ἀντὶ παντὸς ἐβουλήθην ἄν μοι παρὰ τοῦ κρείττονος ὑπάρξαι, ἵν’, ὥσπερ τὰ ἄλλα κατὰ συζυγίαν ὁ λόγος ἐπαινῶν ἐχώρει, οὕτω κἀν τοῖς πολεμικοῖς ἔργοις τὸ ἴσον διεσωσάμην· ἐπεὶ δὲ τοῦτο εὔξασθαι μὲν ῥᾴδιον, λαβεῖν δὲ οὐ δυνατόν, τὴν τῶν βασιλέων ἡλικίαν ὁ λόγος ἀκολουθίαν ποιείσθω καὶ κοσμήσας οὕτως ὅπως ἂν δύνηται τὰ περὶ τὴν Πέρσιδα τοῦ πρεσβυτέρου ἐ ντεῦθεν ἐπὶ τὴν ἐσπέραν μεταχωρείτω ποικίλοις ὁμοῦ καὶ μεγίστοις ἔργοις ἐντευξόμενος.
59.59
Μικρὰ δέ μοι προδιαλεχθῆναι περὶ τοῦ θειοτάτου τῶνδε πατρὸς ἀναγκαῖον, οἶμαι δὲ οὐκ ἐλάττω συντελέσειν εἰς τὴν προκειμένην εὐφημίαν τουτὶ τὸ μέρος ἢ σύμπαντα τὰ λοιπά. ὁμολογεῖται μέν γὰρ ἐκεῖνος ἅπασι τοῖς εἰς ἀρετὴν φέρουσιν ἅπαντας τοὺς ἔμπροσθεν παραδραμεῖν, τούτου δὲ οὕτω σαφοῦς ὄντος καὶ διπλῆν οὐ δεχομένου γνώμην πάλιν ὁμολογεῖται τῇ κατά πόλεμον ἀρετῇ τοσοῦτον αὑτὸν παρελθεῖν ὅσον τοῖς ἅπασι τοὺς λοιπούς. πολλῶν γάρ, οἶμαι, πολέ μων ἐκείνῳ συστάντων, τῶν μὲν πρὸς ὁμοφύλους, τῶν δὲ πρὸς τοὺς βαρβάρους, οὐδείς ἐστιν ὂν οὐ κ· ατὰ νοῦν θέμενος ἀπηλλάγη οὐδὲ πρὸς ὂν ὑπακούσαντι μετεμέ λησεν οὐδ’ ὃς ἄνευ λαφύρων αὐτὸν ἀπέπεμψεν, ἀλλ’ ὥσπερ συγγραφὴν πρὸς τὴν Τύχην ὑπέρ νίκης ἀϊδίου πεποιημένος οὕτω θαρρῶν τε τὰ ὅπλα ἐτίθετο καὶ ταῖς ἐλπίσι τὸ τέλος σύμφωνον ἐκομίζετο.
59.60
ἐκείνῳ τοι τῷ πάντα ἀρίστῳ καὶ νικᾶν εἰθισμένῳ καὶ δεινέ τὰ πολέμια τὸ Περσικὸν ἔθνος τὰς χεῖρας ἀντήρατο. κἂν ἐξετάζῃ τις μετ᾿ ἐμπειρίας τοὺς χρόνους, τέραν εὑρήσει τὴν ἀρχὴν τοῦ πολέμου τῆς ἐκείνου μεταστάσεως, ὥστε πρὸς μὲν ἐκεῖνον ὁ πόλεμος ἐ κινήθη, εἰς δὲ τὸν παῖδα τοῦ πολέμου τὸ ἔργον κατέβη.
59.61
πρὸς οὖν τί τοῦτο λέγω καὶ τί βουλόμενος ἐ πεισή γαγον τὸ μέρος; ὅτι εἰ μὲν ἐκείνου περιόντος τὴν ἡ συΧίαν ἦγον, ἐπεὶ δὲ μετήλλαξε τὸν βίον, τοῖς ὅπλοις ἐπεπήδων, οὐ σφίσιν ἂν αὐτοῖς ἔδοξαν μᾶλλον θαρρεῖν ἢ τοῦ μετ᾿ ἐκεῖνον καταφρονεῖν, εἰ γὰρ τὸν ἐκείνου βίον μέτρον τῆς ἡσυχίας ἐπεποίηντο, τοῦτ’ ἂν ἅπασιν ἐδείκνυσαν· ἐπεὶ δὲ πρὸς αὐτὸν ἐκεῖνον ἔγνωσαν διακινδυνεύειν, εὔδηλον ὅτι τοῖς ὑπάρχουσι πιστεύοντες εἰς τὸν πόλεμον εἰσῆλθον, ἀλλ’ οὐκ οἰ ηθέ ντες συναν· ῃρῆσθαι τὸν φόβον.
59.62
Ἃ τοίνw Πέρσας ἐπῆρεν εἰς τοσοῦτον κί νδυνον ἀναρρίψαι, βούλομαι φράσαι. καὶ γὰρ οὐδὲ εὔ λογον εὐθὺς ἀκούσαντι φαίνεται τοὺς ἀγαπῶντας ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰ μή τις αὐτοὺς ἐνοχλοίη, τούτους ἐξὸν ἄγειν ἡσυχίαν πολεμεῖν ἂν ἐθελῆσαι. τοῦτο τοί νυν βούλομαι συντομώτερον εἰπεῖν, ὥσθ’ ἅπασιν εἶναι δῆλον, ὧς οὐκ ἀπὸ βραχείας γνώμης εἰς τὸν πόλεμον κατέστησαν.
59.63
οὐκ ἣν εἰρήνη τὸ γιγνόμενον ὑπὸ τῶν Περσῶν, ἀλλ’ ἀναβολὴ πολέμου, οὐδ’ Τνα μὴ πολεμήσαιεν, τῆς ἡσυχίας ἐπεθύμουν, ἀλλ’ ἴν ἀξίως λό γου πολεμήσαιεν, τὴν ἡσυχίαν ἠγάπων. οὐδὲ τὸ κινδυνεύειν καθάπαξ φεύγοντες, ἀλλὰ πρὸς μέγεθος κινὀύνων εὐτρεπιζόμενοι ἐμίγνυσαν δὴ τρόπον τινὰ εἰ ρή εἰρήνην πολέμῳ σχῆμα μὲν εἰρηνικὸν προβεβλημένοι, γνώμῃ δέ πολεμούντων χρώμενοι. ἐπειδὴ γὰρ ἐν τοῖς ἄνω χρόνοις ἀπαράσκευοι ληφθέντες ἐπλήγησαν, οὐ τὰς εὐψυχίας τὰς αὐτῶν καταμεμψάμενοι, τῷ δὲ τῆς παρασκευῆς ἐλλείποντι τὴν αἰτίαν ἐπενεγκόντες εἰρήνην ἐπὶ παρασκευῇ πολέμου συνέθεντο καὶ διετέλουν δὴ τὸ ἐντεῦθεν πρεσβείαις μὲν καὶ δώροις πρὸς τὰς σπονδὰς ἀφοσιούμενοι, πάντα δὲ πρὸς ἐκείνην τὴν γνώμην συν τάττοντες.
59.64
ἐξηρτύοντο δὴ τὰ σφῶν αὐτῶν διὰ πάσης ἰδέας τὴν παρασκευὴν διακριβούμενοι, τὴν ἵππον, τὴν ἀσπίδα, τοὺς τοξότας, τοὺς σφενδονήτας, τὰ μὲν ἐξ ἀρχῆς νενομισμένα πρὸς ἄκρον ἐκμελετῶντες, ὧν δέ οὐκ εἶχον τὴν ἐπιστήμην, ταῦτα πὰρ ἑτέρων εἰσφερόμενοι καὶ τῶν μὲν οἰκείων οὐκ ἀφιστάμενοι τρόπων, προστιθέντες δὲ τοῖς ὑπάρχουσι θαυμασιωτέ ραν παρασκευήν.
59.65
ἀκούων δὲ τοὺς προγόνους ἑ αυτοῦ Δαρεῖον καὶ Ξέρξην ἔτεσι δέκα τὴν κατὰ τῶν Ἑλλήνων μετρῆσαι παρασκευὴν καὶ καταγνοὺς ἐκείνων ἐνδεῶς ἐπιχειρῆσαι αὐτὸς εἰς τέτταρας ἐτῶν δεκάδας ἐκτεῖναι τὸν χρόνον ἠξίωσεν. ἐν δέ τούτῳ τοσούτῳ γεγονότι συνήγετο μὲν ὄγκος χρημάτων, ἡθροίζετο δὲ πλῆθος σωμάτων, ἐχαλκεύετο δὲ ὅπλων ἰσχύς. ἤδη δέ καὶ γένος ἐλεφάντων ἤγειρεν οὐκ εἰς θέαν ψιλήν, ἀλλ’ εἰς τὴν χρείαν τοῦ μέλλοντος. πᾶσι δὲ προείρητο πά ντων ἀφεμένους τῶν ἄλλων τὰ πολέμια μελετᾶν καὶ μήτε τοὺς πρεσβύτας ἐκβαίνειν ἐκ τῶν ὅπλων τούς τε νεωτάτους εἰς τὸν κατάλογον τελεῖν, γεωργίαν δέ γυ ναιξὶ παραδόντας αὐτοὺς μεθ’ ὅπλων ἔχειν τὴν δίαιταν.
59.66
Ὅ δέ με μικροῦ παρῆλθε, πολλῶν ἄξιον εἰς μέσον θεῖναι. ὁ γὰρ δὴ τῶν Περσῶν βασι λεὺς τὸ μέν τι τῆς αὑτοῦ γῆς ἐπῄνει, τὸ δέ τι κατεμέμφετο. εἰς μὲν γὰρ σωμάτων φορὰν οὐχ ἡγεῖτο δευτέραν ἑτέρας εἶναι, κατηγόρει δὲ τῆς χώρας, ὅτι τὴν τῶν σωμάτων ἀρετὴν οὐχ ὥπλισεν οἴκοθεν σιδή ρου γένεσιν δείξασα. τὸ δὲ σύμπαν, ἀνδρῶν μὲν ἄρ χεῖν ὑπελάμβανε, χωλεύειν δὲ αὑτῷ τὴν δύναμιν τῇ τῶν ὀργάνων ἀπορίᾳ.
59.67
ὡς οὖν ταῦτα διασκοπῶν καὶ δυσχεραίνων ὡς ἐπὶ πλεῖστον ἐκάθητο, ἔδοξεν αὐτῷ δολερὰν ἐλθεῖν ὁδὸν καὶ ἀνελεύθερον καὶ στείλας πρεσβείαν καὶ θωπεύσας ὥσπερ εἰώθει καὶ προσκυνή σὰς διὰ τῶν πρέσβεων αἰτεῖ σιδήρου πολύ τι χρῆμα, πρόφασιν μὲν ὡς ἐφ’ ἕτερον ἔθνος προσοίκων βαρβά ρων, τὸ δὲ ἀληθὲς κατὰ τῶν δεδωκότων ἐγνωκὼς χρῆ σθαι τῇ δωρεᾷ. ὁ δὲ τὴν μὲν ἀληθεστέραν αἰτίαν οὐκ ἠγνόει, τὴν γὰρ ὑποψίαν παρεῖχεν ἡ τοῦ λαμβά νοντος φύσις, εἰδὼς δὲ ἀκριβῶς ὅποι φέρει τὰ τῆς τέχνης, παρὸν ἀντιτείνειν προθύμως ἔδωκεν ὁρῶν μὲν ἅπαν τὸ μέλλον τοῖς λογισμοῖς ὥσπερ ἂν ἤδη γεγενημένον, αἰσχυνόμενος δὲ τῷ παιδὶ πολεμίους καταλιπεῖν ἀόπλους, βουλόμενος δὲ σκῆψιν ἅπασαν αὐτοῖς προανῃ ρῆσθαι, φράττων δὲ τοὺς ἐναντίους ἀκριβῶς, ὅπως τοῖς ἅπασιν ἀνθοῦντες κατενεχθεῖεν. ἡ γὰρ τῶν ἡ ττη μένων λαμπρότης εἰς τὴν τῶν κρατησάντων εὔκλειαν συντελεῖ.
59.68
ὁ μὲν δὴ ταύτῃ τῇ μεγαλοφροσύνη καὶ ταῖς ἐλπίσιν ἑτοίμως ἔδωκεν ὥσπερ ἐνδείξασθαι βουλό μενος, ὅτι κἂν εἰ τά Χαλύβων ἐκκαρποῖντο μέταλλα, οὐκ ἂν παρὰ τοῦτο βελτίους φανεῖεν ὧν ἐτάχθησαν χείρους εἶναι· τῷ δὲ ἄρτιος ἣν ἐνταῦθα ἡ παρασκευὴ τῶν μὲν ἔνδοθεν ὑπαρχόντων, τῶν δὲ ἔξωθεν πεπορισμένων, καὶ τῶν μὲν ἀφθόνων προκειμένων, τῶν δὲ οὐκ ἐλαττόνων τῆς χρείας προσγεγενημένων.
59.69
ἀκίδες δὴ καὶ σαγάρεις καὶ αἰχμαὶ καὶ ξίφη καὶ πᾶν ὄργανον πολεμικὸν ἐν εὐπορίᾳ τῆς ὕλης ἐχαλκεύετο. πάντα δὲ διερευνώμενος καὶ καταλιπὼν οὐδὲν ἀνεξέταστον ἐπενόησεν ἱππικὸν ἄτρωτον ὧς εἰπεῖν κατασκευάσασθαι. οὐ γάρ ὅσον εἰς κράνος καὶ θώρακα καὶ κνημῖδας τῴ παλαιῷ τρόπῳ τὴν ὅπλισιν ὥρισεν οὐδ’ ὅσον μετώπου καὶ στέρνων ἱππικῶν προβάλλεσθαι χαλκόν, ἀλλ’ ὥστε τὸν μὲν ἐκ κεφαλῆς εἰς ἄκρους πόδας, τὸν δὲ ἐκ κορυφῆς εἰς ἄκρας ὁπλὰς κεκαλύφθαι τοῖς φυλακτηρίοις, ὀφθαλμοῖς δὲ μόνοις ἀνεῷχθαι χώραν εἰς ὄψιν τῶν πραττομένων καὶ ταῖς ἀναπνοαῖς τοῦ μὴ ἀποπνίγεσθαι.
59.70
ἔφης ἂν τούτοις μᾶλλον πρέπειν τὴν τῶν χαλκῶν ἀνδρῶν προσηγορίαν ἤ τοῖς παρ’ Ἡροδότῳ στρατιώ ταις. ἔδει δὴ τούτους τὸν μὲν ἵππον ἐλαύνειν ἀντὶ χαλινοῦ τῇ φωνῇ πειθόμενον, αἰχμὴν δὲ φέροντας, ἑκατέρας χειρὸς ἔργον, ἀπερισκέπτως τοῖς πολεμίοις ἐμπίπτειν περὶ τὸ δρᾶσαι μόνον τὸν λογισμὸν ἔχοντας, τῇ δὲ τοῦ σιδήρου φυλακῇ τὸ σῶμα πεπιστευκότας.
59.71
ὡς οὖν ἡτοίμαστο πάντα καὶ διὰ πάντων ἡ δύ ναμις εὐτρέπιστο, οὐκέτι κατέχειν οἶός τε ἣν αὑτόν, ἀλλ’ ὀρῶν μὲν τὸ πλῆθος τῆς στρατιᾶς, ὁρῶν δὲ τὸ τῆς ὁπλίσεως ἀρραγές, λογιζόμενος δὲ καὶ τῆς παρασκευῆς τὸ μῆκος καὶ τῆς μελέτης τὸν χρόνον καὶ τῆς κρεί ττονος τύχης ἀνατυπωσάμενος τὴν ἐλπίδα πέμπει πρεσβείαν ὑπὲρ τῶν ὅρων ἀμφισβητήσουσαν, ἴν εἰ μὲν παραχωρήσαιμεν τῆς χώρας, ἀκμῆτί κεκρατηκὼς εἴη, εἰ δὲ μηδαμῶς εἴξαιμεν, ἀφορμὴν ταύτην τοῦ πολέμου προστήσαιτο.
59.72
βασιλεὺς δὲ ὁ μέγας ὡς ἤκουσε, μισήσας τὸν ἄνδρα τῆς ὑπερηφανίας αὐτὸς ἔφη βού λε σθαί οἱ τὰς ἀποκρίσεις δοῦναι. καὶ τῷ λόγῳ τὸ ἔργον εἵπετο. ὡς δὲ ἐξανέστη, πάντα εὐθὺς συνεκινεῖτο. ἄρτι δὲ τῆς πορείας ἁψάμενος ἐπειδὴ κατὰ τήνδε τὴν πόλιν ἐγίγνετο, εἶδεν ὁ κρείττων, ὅτι πολλοῖς μὲν τρο παίοις ἐκεῖνος ἐγγέγραπται, δεῖ δὲ καὶ τοῖν παίδοιν τὸν ἐπὶ Πέρσας τεταγμένον νίκαις ἐλλαμπρύνεσθαι βαρβαρικαῖς, καὶ δόξαν οὕτως τὸν μὲν ἄνω πρὸς αὑτὸν καλεῖ, τῶιδε φέρων τὸ ἔργον προσέθηκεν.
59.73
Ὅπως μὲν οὖν Πέρσας ἐπῆρεν εἰς θράσος τὸ συμβάν καὶ ὡς ἤδη τὰς πόλεις ἔχειν ἡγοῦντο, πρό χειρον τεκμαίρεσθαι, ταῖς δὲ ἄρα φύλαξ καταλέλειπτο μέγ’ ἀμείνων καθ’ Ὅμηρον ἢ τό γε ἀληθέστερον κατ’ οὐδὲν δεύτερος. ἐν ἐκείνῳ μέντοι τῷ καιρῷ δυοῖν τοῖν μεγίστοιν συνέπεσε χρεία. ἔνθεν μὲν γὰρ ἡ τοῦ πα τρὸς ἐπέστρεφε ταφή, ἑτέρωθεν δὲ Περσικῆς ἐφόδου κτύπος. ἔδει δὲ ἢ τοῖς πολεμίοις ἀπαντῶντα τῆς ὁσίας καταμελεῖν ἢ τὴν ὁσίαν θεραπεύοντα τοῖς πολεμίοις ἀνοῖξαι τὴν ἀρχήν.
59.74
τί οὖν ἐποίησεν; οὐ μᾶλλον τὸ κέρδος ἢ τὴν ὁσίαν ἐσκέψατο, μᾶλλον δὲ ἄμφω κα λῶς ποιοῦντα συνῆλθε καὶ τὸ τῆς ὁδοῦ πάρεργον οὐδενὸς ἀτιμότερον ἔργου. πρὸς μὲν γὰρ τὴν ταφὴν εὔζωνος αὐτὸς ἠπείχθη, Πέρσας δὲ κατεῖχεν ἐπὶ τῆς οἰκείας ὁ φόβος. ὂν εἴτ’ ἐξ οὐρανοῦ δεξάμενοι συνεστάλησαν εἴτε τῷ μηδὲν εἰδέναι τῆς ἀναχωρήσεως, ἀλλ’ οἴεσθαι τῇ τοῦ βασιλέως ἐντεύξεσθαι δεξιᾷ, ἑ κά τερον ὁμοίως εἰς ἐγκώμιον ἀρκεῖ. τὸ μὲν γάρ τοῦ θεοφιλοῦς ἔχει σημεῖον, τὸ δὲ τῆς περὶ τὴν ἀρχὴν ἀκριβείας τεκμήριον, εἴ γε τὰ τῆς ἀπουσίας τοὺς πολεμίους ἐλάνθανε.
59.75
διαπραξάμενος δὲ τά τε ἄλλα καὶ τῷ πάντα ἀξίῳ θαυμάσαι συγγενόμενος ἀδελφῷ καὶ τοὺς ἐναντίους ἀκούων ὥσπερ ἐκ θεοῦ πληγέντας ἀπολελοιπέναι τὴν ὄχθην οὐκ ἔπαθε τοῦτο δὴ τὸ πάλαι θρυλούμενον οὐδ’ ὅπερ ἐβούλετο προσδοκή σας ἥξειν αὐτόματον ῥᾳστώνης ἐποιήσατο τὸ ὑπόλοιπον τοῦ χρόνου, ἀλλ’ ἡγησάμενος τοὺς τοιούτους τῶν και ρῶν ἔργων, οὐκ ἐλπίδος δεῖσθαι αὖθις ἔθει τὸν δί αυλον ἀποπληρῶν, ὥσπερ ὡς ἀληθῶς ἐν σταδίῳ διαθέων ἄνω καὶ κάτω συνεχῶς, ἀλλ’ οὐ τὸ πλέον τῆς οἰ κουμένης ἐπιών.
59.76
Διεδέχετο δὴ τὴν εἰς τάχος ὁδοιπορίαν ἐνόπλιος ἑτέρα πορεία. καὶ τοῖς ὁρίοις ἐφειστήκει τοῖς Περσικοῖς ἐπιθυμῶν αἱμάξαι τὴν δεξιὰν καὶ ὁ τὸν θυμὸν δεξόμενος οὐκ ἦν, ἀλλ’ οἱ τὸν πόλεμον εἰσαγαγόντες ἐν φυγῇ τὸν πόλεμον διέφερον οὐκ ἐκ συμπλοκῆς εἰς φόβον ἐμπίπτοντες, ἀλλά τῷ φόβῳ συμπλοκὴν οὐχ ὑπομένοντες οὐδὲ ἐκ χειρῶν γενομένης τῆς τροπῆς, άλλ’ ἀρκούσης τῆς φήμης εἰς τροπήν.
59.77
μάλιστα δ’ ἄν τις ἐκεῖνο θαυμάσειεν· οὔτε γὰρ τὴν προσεδρείαν οὔτε τὴν ἀναχώρησιν ἀίδιον ἔγνω ποιήσασθαι, ἀλλὰ χειμαδίῳ χρώμενος τῇ μεγίστῃ τῶν ἐκείνῃ πόλεων τῆς ὡραίας φανείσης ἐν τοῖς ὅπλοις καὶ αὐτὸς ἐξέλαμπε τῆς Πέρσιδος τοσοῦτον ἐπιὼν ὅσον ὁ λογισμὸς ἐ πέ τρεπε. τὸ μέν γὰρ ὅλως προσκαθῆσθαι τοῖς ἐκεῖ πρά γμασι ταπεινὸν ὑπελάμβανε, τὸ δὲ μὴ παντελῶς ἐπελθεῖν ἀργίας ἐνόμιζε.
59.78
διόπερ τεμὼν τὸν χρόνον τὸν μὲν στρατείας, τὸν δὲ βουλῆς ἐποιήσατο. ἣν δὲ τὸ κεφά λαιον τῆς βουλῆς οὐχ ὅπως χρὴ κρατῆσαι φαινομέ νων, ἀλλ’ ὅπως χρὴ πεῖσαι φανῆναι· εἰς τοσοῦ τὸν γὰρ αὐτοῖς τὰς προσδοκίας ὑπήλλαξεν, ὥσθ’ ἃ ποιήσειν ἑτέρους ἐλπίζοντες ἤραντο τὸν πόλεμον, ταῦτα πάσχοντας ὑπὸ τῶν ἀντεπιόντων ἐγκαλύπτεσθαι.
59.79
καὶ τὸν μὲν πρότερον χρόνον οὕτως ἣν τὸ μὲν ἐμβαλεῖν ἐκείνοις σύνηθες, ἡμῖν δὲ τὴν οἰκείαν ἐ πιό ντων ἐκλιπεῖν ἀναγκαῖον, ὥστε τὰς προσοίκους ἐκείνοις πόλεις εὕροις ἂν τῷ μὲν χρόνῳ πρεσβυτάτας, τῇ δὲ τῶν ἐδαφῶν κατασκευῇ νεωτάτας, ἃς γάρ ἐκεῖνοι πυρπολοῦντες ἀπηλλάττοντο, ταύτας ἔδει τοὺς κατιόντας ἀνορθοῦν· νῦν δὲ οὕτω τὸ πρᾶγμα πρὸς τοὐναντίον μεταπέπτωκεν, ὥστε Σύροι μὲν ἀτειχί· στους τὰς πόλεις οἱ πολλοὶ ἀξιοῦσιν οἰκεῖν, Πέρσαις δὲ κινδυνεύει σύ μβολον εἶναι νίκης, εἰ κρυπτόμενοι λάθοιεν.
59.80
Καὶ μηδεὶς οἰέσθω μήτ’ ἀγνοεῖν με τὰς κλο πᾶς αἷς καὶ νῦν ἐχρήσαντο μήθ’ ὅτι καὶ βαλεῖν τινα στρατιώτην ἐξ ἀφανοῦς ἴσχον μήθ’ ὅτι συνθήκας εἰς ἀνακωχὴν εὑράμενοι τῷ διὰ τοὺς ὅρκους ἀφυλάκτῳ πρὸς πλεονεξίαν κατεχρήσαντο, μηδ’ αὖ σαφῆ μὲν ἐ σχηκέναι τὴν τούτων γνῶσιν, ἑκόντα δ’ ὑπερπηδᾶν. τοσού του γὰρ δέω τούτοις τοῖς πράγμασιν αἰσχύνεσθαι, ὥστ’ εἰ μηδὲν τούτων ὑπῆρχε, τότ’ ἂν εἰκότως αἰ σχυνθῆναί μοι δοκῶ. ὁ γὰρ τῶν ἡττημένων οὐδέν ἔχων εἰπεῖν ὅτου καὶ μνημονεύειν ἄξιον οὗτος καὶ τὸν τῶν κεκρατηκότων ἔπαινον προσαφῄρηται. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ἐπειδὰν ὁ κλῆρος τὸν πολὺ λειπόμενον ἀποδύῃ πρὸς τὸν ἄριστον, γίγνεται μὲν ἡ νίκη τοῦ βελτίονος, ὁ δὲ παρὰ τῶν θεατῶν κρότος οὐκ ἀκολουθεῖ τῷ στεφάνῳ, οὑτωσὶ δὲ κἀν τοῖς πολεμικοῖς ἡ τῶν ἡττημένων φαυλότης ζημιοῖ τοὺς νενικηκότας εἰς δόξαν.
59.81
συγχωρῶ δὴ Πέρσας δεινοὺς εἶναι καὶ κλέψαι καὶ παρακρούσασθαι καὶ μὴ τὴν ταχίστην ἀ πειπεῖν καὶ δι’ ἐπιορκίας ῥᾷστ’ ἂν ὑφελέσθαι πολλά, ἀλλ’ ὅμως οἱ τοσαύτας ὁδοὺς ἐπὶ τὸν πόλεμον εὑρηκότες οὐκ ἔφερον ὀρθοῖς ὀφθαλμοῖς ἀντιβλέψαι πρὸς τὴν τοῦ βασιλέως κυνῆν. τεκμήριον δὲ μέγιστον ἀμφοτέρων τούτων. εἰ μὲν γὰρ ἤκουον προσιόντα, παντάπασιν ἠφανίζοντο, τῆς δὲ ἀπουσίας αἴσθησιν λαμβάνοντες τοῖς ἀντικαθημένοις ἐπεχείρουν, ἐκ μὲν τοῦ προτέρου τὸν φόβον ὁμολογοῦντες, ἐν δὲ τῷ δευτέρῳ τὴν τέχνην ἐπιδεικνύμενοι. οὕτω τὴν μὲν πολεμικὴν ἐμπειρίαν ἐκέκτηντο, βασιλέως δὲ φανέντος τῆς ἐμπειρίας τὴν μνήμην ὑπὸ τοῦ δέους ἐξέβαλλον.
59.82
καὶ ὅτι γε οὐκ ἀπεικότως, ἀλλά νουνεχόντως τοῦτον τὸν τρόπον ἐχρῶντο τοῖς καιροῖς, ἔδειξεν ἡ πεῖρα. οἱ γοῦν οὐ δυνηθέντες σφᾶς αὐτοὺς κατακρύψαι τὴν ταχίστην οὐκ ἔφθασαν βασιλεῖ φανέντες καὶ σαγηνευθέντες ὡς ἡμᾶς μετεσκευάσθησαν, οὐχ οἶ μὲν παραδόντες σφᾶς αὐτούς, οἱ δὲ ἀγωνιζόμενοι ληφθέντες, ἀλλ’ ἀπλῶς πάντες ἐνὶ σχήματι πτήξαντες καὶ χεῖρας εἰς ἱκετείαν προτεινά μενοι.
59.83
Καὶ πλήρωμα πόλεως οὐ φαυλοτάτης ἐν Πέ ρσαις αὐτοβοεί, καθάπερ ἐν δικτύῳ συγκλεισθέντες, πανοικησίᾳ μετηνέχθη καταρώμενον μὲν τοῖς ἐμβαλοῦσι τοῦ πολέμου τὸ σπέρμα, ὀδυρόμενον δὲ τὴν τῆς πατρί δὸς ἐρημίαν, οὐκ ἀπεγνωκὸς δὲ παντάπασι τὰς ἀ μεί νους ἐλπίδας ἐκ τῆς τοῦ νενικηκότος πρᾳότητος. καὶ οὐκ ἐψεύσθησαν. λέγω δὲ ἤδη τὸ μετὰ τὴν αἵρεσιν βούλευμα πολὺ τῆς αἱρέσεως ἄμεινον παρά γε ἐμοὶ κριτῇ. οὐ γάρ ἀπέκτεινε λαβών, ὡσπερ οἱ Κερκυραῖοι τοὺς ἐξ Ἐπιδάμνου Κορινθίων οἰκήτορας, οὐδέ γε ἀπέδοτο τὰ ἆθλα τοῦ πολέμου, καθάπερ Φίλιππος τοὺς αἰχμαλώτους Ὀλυνθίων, ἀλλ’ ἐπενόησεν ἀντὶ στή λης καὶ τροπαίου χρήσασθαι τοῖς αἱρεθεῖσι καὶ κομί ζὼν εἰς Θρᾴκην κατοικίζει μηνυτὰς εἶναι καὶ τοῖς ὕστερον τοῦ πάθους.
59.84
καὶ τούτοις οὐκ ἔνεστιν ἀπιστεῖν. οὐ γὰρ ἐξίτηλον χρόνῳ γεγονυῖαν πρᾶξιν διηγούμεθα συναγωνιζομένης εἰς ψευδολογίαν τῆς ἀ ρχαιότητος, ἀλλ’ οἶμαι πάντας ἐπὶ τῶν ὀφθαλμῶν ἔτι προφέρειν τὴν χθὲς καὶ πρῴην γεγενημένην τῶν αἰ χμαλώτων πομπήν.
59.85
τοῦτ’ ἦν ὅ φημι τοῦ κεκρατηκέναι κάλλιον εἶναι καὶ στρατηγικώτερον. πόλεις μέν γε πολλοὶ πολλάκις παρεστήσαντο, τὰ δ’ ἐκ τῆς ἁλώσεως εἰς τὸ δέον οὐ πολλῶν ἣν διαθέσθαι. σκοπῶμεν γὰρ ὁπόσα συνείληφεν ἐνὶ τούτῳ. πρῶτον μὲν χῶρον ἐ ξη γριωμένον ἐπὶ Θρᾴκης πλεῖστον ὅσον ἡμέρωσε τοὺς γεωργήσοντας παρασχών. ἔπειτα τὴν μνήμην τῶν κατορθωμάτων εἰς ἅπαντα τὸν χρόνον παρέπεμψε τῇ τῶν γενῶν διαδοχῇ τὴν λήθην οὐκ ἀφεὶς κατὰ τῶν πεπραγμένων ἰσχύσαι. τρίτον τὸ αὐτὸ φιλανθρωπίας καὶ μεγαλοψυχίας σημεῖον ἐξήνεγκε τοῖς μὲν δάκρυσιν εἰς ἔλεον καμφθείς, τὸν δὲ θυμὸν ἀπορρίψας ἐν τῇ μεταβολῇ τῆς τύχης.
59.86
ἐπὶ τούτοις τοὺς πόρρω κατῳκισμένους ἡμᾶς τῆς τῶν πολεμίων χώρας οὐ περιεῖδεν ἀκοῇ μόνῃ τῶν γεγενημένων ἑστιωμένους, ἀλλ’ αὐτόπτας τῶν ὅλων καταστήσας ἡδονῆς τε πολλῆς καὶ χρηστῆς ἐλπίδος ἐνέπλησεν ἐν μὲν τοῖς κατορθώμασι γεγηθότας, τοῖς δὲ κατειργασμένοις τεκμαιρομένους τὸ μέλλον.
59.87
εἰ δέ με δεῖ τι καὶ τῶν ἐμαυτῷ κεχαρισμένων εἰπεῖν, πολλοστῷ χρόνῳ δίκην ὑπὲρ τῶν ἐξ Εὐβοίας Ἑλλήνων ἀνηρπασμένων ἐπράξατο ἀντὶ τῶν Ἐρετρικῶν γενῶν τούσδε ἐκ τῆς ἐκείνων ἀνασπάσας.
59.88
Ἦν μὲν οὖν ἂν καὶ τοῦτο μέτρον ἀρκοῦν θατέρῳ καὶ φιλοτιμίας οὐδὲν ἂν ἀπῆν, εἰ καὶ μηδὲν ἐνῆν ὑπὲρ τοῦ πρεσβυτέρου προσθεῖναι. τὸν γάρ οὐδὲν μὲν ἀνωτέρω τῆς ὁσίας πεποιημένον, ἐν δὲ τῷ τοσοῦ τὸν ἀποσχισθῆναι τῶν πραγμάτων μηδὲ τὸ μικρὸν ἀποβαλόντα, φοβοῦντα δὲ τοὺς ἐναντίους, εἰ προσιὼν ἂν ἀγγελθείη, καὶ πάλιν παρέχοντα θαρρεῖν, εἰ τῆς ἀναχωρήσεως ὁ καιρὸς ἐπισταίη, πόλεις δὲ τἀς μὲν κινοῦντα, τὰς δὲ κατοικίζοντα πῶς οὐ διὰ παντὸς φαίη τις ἂν ἀφῖχθαι τοῦ προσήκοντος; οὐ μὴν ἔνεστιν ἀ πορῆσαι βουλομένῳ λέγειν, ἀλλ’ αὐτά δὴ τὰ κυριώτερα λέλειπται, τοῦτο μὲν ἡ τελευταία μάχη, τοῦτο δὲ ἕτερα ἄττα σοφίας τῆς ἐσχάτης βάσανον παρασχόμενα. ἔξεστι δὲ ὧδέ πη θεάσασθαι.
59.89
Ἴσμεν ἄπαντες τοῦθ’ ὅτι τήνδε τὴν μερίδα τῆς βασιλείας δύο τὰ μέγιστα τῶν βαρβάρων ἔθνη περιπτύσσεται, ἔνθεν μὲν ὑπὲρ Ἴστρου Σκύθαι κεχυμένοι, ἑτέρωθεν δὲ Περσῶν πολυανθρωπία διοχλοῦσα. τούτων τοίνυν οἱ μὲν θρασυνόμενοι πράττουσιν οὐδέν, οἱ δὲ οὐδὲ κινοῦνται τὴν ἀρχήν. τίς οὖν οὕτω ῥ ᾴ θυμος ἤ νωθρός, ὅστις οὐκ ἂν ἥδιστα ζητήσειεν οὕτω παραδόξου πράγματος φύσιν, τί ποτέ ἐστιν ὃ Σκύθας τοὺς φονικωτάτους καὶ τοὺς Ἄρει τετελεσμένους καὶ δυστύχημα τὴν ἡσυχίαν κρίνοντας εἰρήνην μὲν ἔπεισεν ἀγαπῆσαι, καταθέσθαι δὲ τά ὅπλα καὶ βασιλέα τὸν ἡμέτερον ἐν ἴσῳ τοῖς οἰκείοις ἄγειν καίτοι πολὺ μὲν ἀπηρτημένον Ἴστρου, τὰς δὲ δυνάμεις ἐφ’ ἑτέροις τά ττοντα;
59.90
τίς οὖν ἡ τοσούτου πράγματος αἰτία; ὅτι βασιλεὺς ἀνδρίαν καὶ σύνεσιν ἐπίσης κεκτημένος τὰ μὲν εὐβουλίᾳ κεχείρωται, τά δὲ ἀνάγκη μετέρχεται. γνοίη δ’ ἄν τις, εἰ παραθείη τῇ νῦν ἀπὸ Σκυθῶν ἀδείᾳ τὰς προτέρας καταδρομάς, πρὸς ἃς ἀντιβλέπειν μὲν οὐκ ἐξῆν, μιᾶς δὲ εὐχῆς τυγχάνουσιν ἐγίγνετο σώζεσθαι. αὕτη δὲ ἣν μὴ παγῆναι βέβαιον ἐν Ἴστρῳ κρύσταλλον, ὥστε καὶ ἐπελθεῖν ὑπάρχειν. καὶ τίς ἂν ἔτι θαυμάσειε τῆς ἡσυχίας τὸ βέβαιον, ἐπειδὰν ἀκούση τῆς συμμαχίας τὸ πρόθυμον;
59.91
οὕτως οὐδὲν μέν ἐστιν ὃ μὴ θαῦμά τι προσβάλλει, ἀεὶ δὲ τῷ δευτέρῳ τὸ πρότερον ἀποκρύπτεται. ὁ γὰρ εἰς ἀκοὴν μὲν ἥδιστον, ἔργῳ δὲ οὐδενί πω πρὸ τοῦδε γεγενημένον, ἀλλὰ τοῖς μὲν οὐδὲ ἐπὶ νοῦν ἐλθόν, τοῖς δὲ οὐ δυνατὸν νομισθέν, ᾧ πάντα τὰ πάντων ἀντιθεὶς τὸ μηδὲν εὑρήσεις, τοῦτο καὶ ἐβουλεύθη· καὶ οὐκ ἀπεγνώσθη καὶ τετέλεσται πάλαι.
59.92
ἐξῆλθε στρατόπεδον Σκυθικὸν τῇ μὲν Ῥωμαίων χειρὶ συμβαλούμενον, τῇ δὲ δυνάμει Περσῶν ἀντιταξόμενον καὶ τὴν μὲν τούτων ἀ ρ χὴν φυλάξον ἀκίνητον, τὴν δὲ ἐκείνων δυναστείαν συγκαταλῦσον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ ὅσον ἀ φοσιώσασθαι τὴν ἔξοδον ἐποιήσαντο οὐδὲ ἐπὶ τῆς χρείας ἐθελοκακοῦντες ὤφθησαν οὐδὲ προσιόντας ἰδόντες βάρ βαροῖ βαρβάρους ὑπὸ τῆς ὄψεως ἀμείψαντες τὴν γνώ μην εὐθὺς μετετάξαντο, καθάπερ πρότερον Θετταλοί, ἀλλ’ ὥσπερ ὑπὲρ τῆς οἰκείας ἀγωνιζόμενοι τῇ προθυμίᾳ τῶν ἔργων οὐδὲν τῶν κεκληκότων διήλλαξαν.
59.93
καὶ τούτων οὐ τὰς ἐκείνων φύσεις, τὴν δὲ βασι λέως αἰτιατέον σοφίαν, ὃς ἀντὶ μὲν ἀπίστων πιστοὺς κατέστησεν, ἀντὶ δὲ ἀτάκτων εὐπειθεῖς, ἀντὶ δὲ παλιμβόλων βεβαίους, ἀντὶ δὲ πολεμίων συμμάχους, ἐνὶ δὲ βουλεύματι κατά τε Περσῶν ἐπορίσατο προσθήκην καὶ τῆς Σκυθικῆς οὐ μικρὸν μέρος ἐκένωσε καὶ τοὺς συνημμένους τῇ προσηγορίᾳ ταῖς γνώμαις ἐ ξεπολέ μωσεν, ὥστ’ ἔμοιγε μὴ ῥᾳδίαν εἶναι τὴν κρίσιν, πότερον ἐπ’ ἀνδρίᾳ πλέον ἢ σοφίᾳ γνώμης ἄξιος θαυμάσαι.
59.94
Τοῦ δ’ αὐτοῦ λόγου τὴν πίστιν κἀκεῖνο παρ ἔχεται. τοσούτου γὰρ πολέμου διαντλουμένου τῷ βασιλεῖ στάσις ἔνδοθεν ἐξ ἀπροσδοκήτων ἐκινήθη καὶ κατεῖχε ταραχή τις οὐ μετρία τὴν μεγίστην μὲν" τῶν τῇδε πόλεων, τῆς δὲ ἁπασῶν μεγίστης δευτέραν. καίτοι τοῦτο ὁ μὲν ἀπλῶς σκοπῶν δυστύχημα νομιεῖ, ὅτῳ δὲ πάρεστιν ἱκανῶς λογίζεσθαι, τῆς ἄκρας εὐτυχίας τὸ συμβεβηκὸς θήσεται. ὥσπερ γὰρ τοῖς ἀρίστοις τῶν ἰατρῶν αἰ τῶν ἀρρωστημάτων ὑπερβολαὶ λυσιτελοῦσιν ἐναποδείξασθαι παρέχουσαι τὴν τέχνην, οὕτω καὶ τοῖς βασιλεῦσιν αἱ δυσκολίαι τῶν καιρῶν κέρδος φέρουσιν, εἰ μέλλοιεν ὑπὸ τῆς ἐκείνων εὐβουλίας ἐπὶ τὰ βελτίω τελευτήσειν, ἐπεὶ καὶ τὸν Αἰακὸν οὐδὲν ἂν ἐκώλυσε μέγιστον μαρτύριον δικαιοσύνης παρῃρῆσθαι, εἰ μὴ τῶν ἀέρων ἀκρασία τοὺς Ἕλληνας εἰς τὴν ἐκείνου χρείαν καταστήσασα παρέσχεν ὅστις ἦν ἐπιδείξασθαι.
59.95
ἐγὼ μὲν δὴ συγχαίρω τῷ βασιλεῖ τῆς παρενθήκης ταύτης, ὅτι τοὺς ἀγαθοὺς τῶν κυβερνητῶν ἔδωκε μιμήσασθαι, οἳ τῆς νεὼς πολλοῖς πολλαχόθεν ταραττομένης πνεύμασιν ἀντέχουσιν ὁμοῦ πρὸς ἅπαντα κρεί ττονα τῆς ζάλης παρεχόμενοι τὴν τέχνην. καὶ βασιλεύς ἐν μέσῳ στὰς πολέμου καὶ στάσεως καὶ πλήθει πραγ μάτων κεκυκλωμένος οὐκ ἐταράχθη τὴν ψυχὴν ὑπὸ τῆς τρικυμίας, ἀλλ’ οὕτως ἤρκεσεν ἀμφοτέροις, ὧσπερ ἂν εἰ πολλὴν ἦγεν ἀπὸ θατέρου σχολήν.
59.96
ἐνταῦθα δὴ τί πρῶτον ἢ τί τελευταῖον χρὴ λέγειν; ἢ τίνος μεμνημένον τί παραλιπεῖν; πότερον ὡς ἀπανέστη τῆς Πέρσιδος ὑπεριδὼν ἐκείνων ὧς οὐδαμοῦ φανησομένων, ἢ τῆς πορείας τὸ τάχος ᾧ τοὺς Λακεδαιμονίους παρέδραμεν, ἢ τοῦ χειμῶνος τὰς ὑπερβολὰς ἢ τῶν νιφάδων τὰς ἐμβολάς ἢ τῶν ὄμβρων τὴν συνέχειαν; ὧν ἀπάντων, ὥσπερ τις ἀδαμάντινος, κατεγέλα.
59.97
ἀλλ’ ὡς πρὶν φανῆναι τοῖς στασιάζουσι τὴν μανίαν ἔσβεσεν; ἀλλ’ ὡς τὸν πορθμὸν διέπλευσεν ὥσπερ θείᾳ νεφέλῃ κεκαλυμμένος; ἀλλ’ ὧς τοὺς ἐν αἰτίᾳ μετεχειρίσατο; ἀλλ’ ὧς τοὺς ἀνεγκλήτους διέκρινεν; ἀλλ’ ὧς οὐδένα μὲν διέφθειρε, τοὺς δὲ κακουργοῦντας ἐσωφρόνισεν; ἀλλ’ ὧς ἐξουσίαν εἰς λόγον τῇ βουλῇ παρασχὼν πλεῖ στον ἐκράτει λέγων; ἀλλά πάντα ταῦτα ἀφέντα τῶν ἀμοιβαίων λόγων μνημονεῦσαι δίκαιον, οἷς τὸ δεινό τατον τῆς βουλῆς κατεπάλαισεν ὀξέως; ἀλλ’ ὡς οὐκ ἔφθη καταστήσας ἐκείνοις τὰ πράγματα καὶ πρὶν ἢ λῦσαι τὴν ζώνην αὖθις ἐφειστήκει τοῖς πολεμίοις;
59.98
οὕτως, ὅπερ ἔφην, ἀμφισβητεῖν μὲν ἔξεστι, πότερον ἀνδρίας ἢ συνέσεως ἡ κτῆσις ἀμείνων, ὁπότερον δ’ ἂν κριθῇ νικᾶν, παρὰ τῷ βασιλεῖ τὸ κρατεῖν ἐστι. καίτοι ὅτε καὶ τῶν ἡρώων τοὺς ἄκρους ἴσμεν ἀπὸ θατέρου τούτοιν εἰς τὰ πρῶτα βοηθέντας, τῷ γε ἀμφότερα μεθ’ ὑπερβολῆς κεκτημένῳ τίνας εἰς ταὐτὸν ἄξιον θεῖναι;
59.99
Φέρε δὴ καὶ τῆς τελευταίας μνημονεύσωμεν μάχης. ἢν τελευταίαν τε καὶ μεγάλην τὴν αὐτὴν ἔξεστι προσειπεῖν καὶ πολὺ πλέον πρέπουσαν κεκλῆσθαι μεγάλην ἢ τὴν ἐν Κορίνθῳ τὴν ὑμνουμένην. ὑ πισχνοῦ μαι δὴ τὸν βασιλέα δείξειν ἐν ταύτῃ Πέρσας τε ὁμοῦ καὶ τἀς οἰκείας δυνάμεις νενικηκότα. καὶ μηδεὶς πρὶν ἀκοῦσαί τι ταῖς ὑπερβολαῖς ἀπιστείτω, ἀλλ’ ἀναμείνας τοὺς λογισμοὺς οὕτως ἐκφερέτω τὴν κρίσιν. μι κρὸν δὲ ἄνωθεν ἄρξασθαι βούλομαι. οὕτω γὰρ ἂν τοῦ παντὸς ἡ σκέψις ἀκριβεστέρα γένοιτο.
59.100
Πέρσαι πρὸς τἀς εἰσβολὰς τοῦ βασιλέως ἀ πειρηκότες καὶ τῷ μήκει τοῦ πολέμου κεκακωμένοι τὴν ἀ ναγκαίαν τύχην παράκλησιν εἰς τοὺς κινδύνους βανον, οἷς γὰρ ὁ βίος οὐκ ἐν ἡδονῇ, τούτοις οὐ βαρὺ τὸ τεθνάναι. βουλόμενοι δὴ δράσαντές τι καὶ παθεῖν καταλέγουσι μὲν ἡβηδὸν τοὺς ἄνδρας οὐδὲ τοῖς κομιδῆ νέοις ἀνεύθυνον τὴν ἀστρατείαν τάξαντες, ἀγείρουσι δὲ τὰς γυναῖκας σκευοφόρους εἶναι τῇ στρατιᾷ. ἔθνη δὲ ποικίλα βαρβάρων πρόσοικα τὰ μὲν ἱκετείᾳ πείθουσι μετασχεῖν τῶν κινδύνων, τὰ δὲ βίᾳ καταναγκάζουσιν ἱν ὑπουργῆσαι πρὸς τὴν χρείαν, τοῖς δὲ χρυσοῦ τι πλῆθος προτεί νουσιν, ὅς ἐκ παλαιῶν φρουρούμενος χρόνων τότε δὴ πρῶτον εἰς τοὺς ἐπικούρους ἀνηλίσκετο.
59.101
ἐπεὶ δὲ πᾶσαν τὴν ἐκείνῃ διερευνησάμενοι γῆν ἐρήμους μὲν ἀφεῖσαν τὰς πόλεις, πᾶν δὲ τὸ ἐν ποσὶν ἐστενοχώρουν τῷ πλήθει, μελέτην δὲ τῇ πορείᾳ μίξαντες ἐπὶ τὸν ποταμὸν ἐχώρουν, ἔγνω μὲν βασιλεὺς τὸ γιγνόμενον. πῶς γάρ ἂν ἐλάνθανεν οὕτω μεγάλη κίνησις κονιορτοῦ μὲν εἰς αἰθέρα μέσον ἐγειρομένου, κτύπου δὲ συμμιγοῦς ἵππων τε καὶ ἀνδρῶν καὶ ὅπλων οὐδὲ τοὺς πορρωτάτω καθεύδειν ἐῶντος, τῶν δὲ κατασκόπων ὄψει τὸ πρᾶγμα λαβόντων καὶ τὴν ἀγγελίαν οὐκ ἔξωθεν εἰκαζόντων, ἀλλ’ ἐκ τῆς θέας φερόντων.
59.102
ὁ δὲ ταῦτα σαφῶς ἀκούων τὴν μὲν χρόαν οὐκ ἤμειψεν, ὧς ἄν τις ἔκπληξιν τῇ ψυχῇ δεχόμενος, βουλὴν δὲ ζητῶν εἰς τὰ παρόντα χρηστὴν κελεύει τοὺς ἐν τῇ φυλακῇ τῶν ὅρων ἱδρυμένους μεταχωρῆσαι τὴν ταχίστην καὶ μήτε ποταμοῦ ζευγνυμένου ταράττεσθαι μήτ’ ἀπόβασιν ἀνείργειν μήτε τειχισμὸν κωλύειν, ἀλλὰ καὶ ταφρεύειν ἐᾶν, εἰ τοῦτο βούλοιντο, καὶ χαράκωμα βαλέσθαι καὶ περισταυρῶσαι καὶ ναμάτων ἀφθονίαν προκατα σχεῖν καὶ τὰ τῶν χωρίων ἐπικαιρότατα προλαβεῖν. οὐ γάρ, εἰ διαβάντες ἐγκαθίζοιεν, τοῦτο παρεῖχε τὸν φό βον, ἀλλ’ εἰ τὴν πρώτην ἀποκρουσθέντες πρόφασιν εἰς φυγὴν λάβοιεν. ἔδει δὴ δελεασθῆναι τοὺς πολεμίους τῇ τῆς ἀποβάσεως ἀδείᾳ.
59.103
Ὡς οὖν ταῦτα συνεκεχώρητο καὶ παρ’ ἡμῶν οὐδεὶς ἀπήντα, τριχῆ τὸν ποταμὸν γεφυρώσαντες πυκνοὶ πανταχῆ διέβαινον. καὶ πρῶτον μὲν ἡμέρας νυξὶ συνείροντες τῆς ἀποβάσεως οὐκ ἔληγον. ἔπειτα τειχίζειν δεῆσαν αὐθημερὸν τὸν περίβολον ἤγειραν ὀξύτερον τῶν περὶ Τροίαν Ἑλλήνων. ἤδη δέ διαβεβηκότων πάντα ἣν μεστά, ὄχθη ποταμοῦ, πεδίων εὖρος, ὀρῶν κορυφαί. οὐδὲν δὲ ἦν εἶδος πολεμιστήριον ὃ μὴ τὴν στρατιὰν συνεπλήρου, οὐ τοξότης, οὐχ ἱπποτοξότης, οὐ σφενδονήτης, οὐχ ὁπλίτης, οὐχ ἱππεύς, οὐχ οἱ πανταχόθεν πεφραγμένοι. ἔτι δὲ αὐτοῖς βουλευομέ νοις ὅπη τράπωνται βασιλεὺς ἐπιφαίνεται πᾶσαν Ὁ μηρικὴν εἰκόνα τῇ λαμπηδόνι παρερχόμενος καὶ θέμενος τὰ ὅπλα περὶ τοῦ παντὸς ἐσκοπεῖτο.
59.104
Πέρσαι δὲ τότε τοιοῦτόν τι βουλεύουσι. τούς μὲν τοξότας καὶ τοὺς ἀκοντιστάς ἐπὶ τῶν κορυφῶν καὶ τοῦ τείχους ἔταξαν, τοὺς δὲ πεφραγμένους τοῦ τείχους προὐ βά λοντο. οἶ δὲ λοιποὶ τὰ ὅπλα ἀναλαβόντες τοῖς ἐ ναντίοις προσῄεσαν ὧς ἀναστήσοντες. ἐπεὶ δὲ κινηθέντας κατεῖδον, εὐθὺς ἐγκλίναντες ἔφευγον ὑπάγοντες τοὺς διώκοντας εἴσω βελῶν, ὧς ἂν ἐκ μετεώρου τοξεύοιντο.
59.105
χρόνον μὲν οὑν τινα καὶ τῆς ἡμέρας τὸ πλεῖστον κατεῖχεν ἡ δίωξις, ὡς δὲ οἱ μὲν φυγόντες εἰς τὸ τεῖχος ἐνέπεσον, ἐκάλει δὲ λοιπὸν τοὺς τοξότας ὁ καιρὸς καὶ τοὺς πρὸ τοῦ τείχους ἀκραιφνεῖς, ἐνταῦθα δὴ βασιλεὺς νίκην ἐνίκησεν οὐ κατὰ τὰς εἰωθυίας ταύτας οὐδ’ οἷαι πολλαὶ συνέβησαν καὶ νῦν καὶ πρό τερον οὐδ’ ἧς ἐν χερσὶ τὸ ἔργον καὶ πολεμικοῖς ὀ ργάνοις οὐδὲ πρὸς ἢν δεῖ κοινωνίας καὶ οὐκ ἂν ἑτέρως κατεργασθείη, ἀλλ’ ἢν καθαρῶς ἔξεστιν οἰκείαν τοῦ κρατήσαντος προσειπεῖν.
59.106
τι δὲ τοῦτο ἒστι; μόνος μὲν ἐξεῦρε τῶν δρωμένων τὸν νοῦν, μόνον δὲ οὐκ ἔλαθεν ἡ γνώμη τῆς παρατάξεως, μόνος δὲ βοήσας κελεύει μὴ διώκειν μηδὲ εἰς πρόδηλον ὠθεῖσθαι κί νδυνον. νῦν δὴ καὶ πλέον ἄγαμαι τῆς γνώμης τὸν ποιητήν, ᾖ πολλῶν χειρῶν ἰσχυρότερον εἶναί φησι βούλευμα σοφίας μετέχον. ἡ χρώμενος βασιλεὺς καὶ πάντα ὁμοῦ συνιεὶς ἐώρα τὸ μέλλον οὐδὲν χεῖρον τῶν παρόντων καὶ γιγνομένων.
59.107
καὶ σφόδρα γε εἰ κό τως. ἦν μὲν γὰρ τὸ μεταξὺ τῶν στρατοπέδων ἑκατὸν στάδιοι καὶ πεντήκοντα, ἤρξαντο δὲ τῆς διώξεως ἀ γορᾶς πληθούσης, ἐπλησίαζον δὲ ἤδη τῷ τείχει δείλης ὀψίας. πάντα δὴ συλλογιζόμενος, τὸν ἀπὸ τῶν ὅπλων πόνον, τῆς διώξεως τὸ μῆκος, φλόγωσιν ἐξ ἡλίου, δί ψους ὑπερβολήν, νύκτα ἐπικειμένην, ἐπὶ τῶν λόφων τοξότας, ἠξίου Περσῶν μὲν καταφρονεῖν, πείθεσθαι δὲ τῷ καιρῷ.
59.108
εἰ μὲν οὖν ἐδέξαντο τὸν λόγον καὶ μὴ μεῖζον ἴσχυσε τῆς παραινέσεως ὁ θυμός, οὐδὲν ἂν ἐκώλυσε καὶ τοὺς ἐναντίους κεῖσθαι καθάπερ ἐν τῷ παρόντι καὶ τοὺς κεκρατηκότας σεσῶσθαι· νῦν δὲ ὅσῳπερ ἄν τις ἐκείνοις ἐγκαλῇ, τοσούτῳ πλέον τὸν βασιλέα σεμνύνει. οἱ γὰρ ἐν τῷ μὴ πεισθῆναι πταί σαντες τὴν τοῦ παραινέσαντος συμβουλὴν κεκοσμήκασιν.
59.109
ἐγὼ δὲ καλῶ μὲν κἀκείνας βασιλέων νίκας ὅσας ἐν κοινωνίαις ἐργάζονται, πολὺ δὲ ταύτας ἐντιμοτέρας ὑπολαμβάνω ὧν οὐκ ἔνεστι τοὺς μερίτας εἰπεῖν. ὥστ’ εἰ καὶ σφόδρα φιλονεικεῖ τις μὴ πάντα κατά γνώμην κεχωρηκέναι τοῖς στρατιώταις, οὐδὲν ἂν κωλύοι τοὺς μὲν μὴ πάντα κατωρθωκέναι, τὸν δὲ πανταχοῦ νενικηκέναι καὶ πρώτους γε ἐκείνους ὧν ἄμεινον ἐβουλεύσατο.
59.110
Ἄξιον δὲ καὶ τὴν τῶν μαχεσαμένων ἀρετὴν ἐξετάσαι καὶ πᾶσι ποιῆσαι καταφανές, ἐξ ὅσων ἐ λαττωμάτων ὁρμώμενοι ποῖοί τινες ἐγένοντο. πρῶτον μὲν οὖν τοῖς πρὸ τοῦ τείχους πεφραγμένοις συμμίξαντες ἐξεῦρον τρόπον τῆς ὁπλίσεως ἰσχυρότερον. ἐ πιφερό μένον γὰρ τὸν ἵππον ὁ πεζὸς ἐξιστάμενος ἐκείνῳ μὲν κενὴν τὴν ὁρμὴν κατεσκεύαζεν, αὐτὸς δὲ ἐν τῇ παραδρομῇ τὸν ἔποχον ῥοπάλῳ παίων ἐπὶ κόρρης ἀνέτρεπέ τε καὶ τὸ λοιπὸν εὐπετῶς εἰργάζετο. ἔπειτα οὐκ ἐφθησαν τῷ τείχει τὰς χεῖρας προσενεγκόντες καὶ καθῄρητο τὸ πᾶν ἐξ ἐπάλξεων εἰς πρώτην κρηπῖδα καὶ ὁ κωλύσων οὐκ ἣν.
59.111
περὶ πολλοῦ δ’ ἂν ἐποιησάμην καὶ ὅστις ἣν ὁ πρῶτος τὸν περίβολον διασπασάμενος εἰπεῖν καὶ διατρίψαι περὶ τὴν ἀνδραγαθίαν, ἴσως γὰρ οὐκ ἀηδέστερον εἰς ἀκοὴν τοῦτό γε τοῦ πυρὸς ὁ τὴν ναῦν ἐπενείματο τὴν Θετταλῶν· ἐπεὶ δέ ὁ χρόνος οὐ συγχωρεῖ, δεῖ δήπουθεν οὐ τοῦ τυχόντος δρόμου.
59.112
ὁ μὲν οὖν περίβολος ἀκριβῶς ἔκειτο, οἱ δὲ εἰ σεχέοντο πᾶν μικρὸν τὸ πεποιημένον ἡγούμενοι καὶ τάς τε σκηνὰς διαρπάζουσι τῶν ἤδη πεπονημένων ἐγγύθεν τοὺς καρποὺς κομιζόμενοι καὶ ὅσους ἐγκατέλαβον κτείνοῦσι, μόνον δὲ τὸ πεφευγὸς διεσώζετο. τῆς δὲ τροπῆς γεγενημένης λαμπρᾶς ἐδεῖτο μὲν τὸ ἔργον λαμπροτέρας, εἴπως ἐνῆν, ἡμέρας εἰς τὸ τῶν κατορθωμάτων πέρας, ἐπεὶ δὲ εἰς νυκτομαχίαν ἐξώκειλε, τοξευόμενοι μὲν ἐκ τῶν λόφων, ἀμφίβολοι δὲ γενόμενοι δορατίων τε ἡδῆ καὶ βελῶν τοῖς σώμασιν ἐναποκεκλασμένων, ἀφῃρημένοι δέ ὑπὸ τῆς νυκτὸς τὸ δύνασθαι χρήσασθαι σφίσιν αὐτοῖς ἀνά τὸ σκοτεινὸν ὅμως χω ροῦντες ὁπλῖται πρὸς ψιλοὺς πόρρωθεν ἰσχύοντας καὶ πρὸς ἀκραιφνεῖς πεπονηκότες ἄνδρας μὲν ἀγαθούς ἀπέβαλον, τῆς χώρας δὲ τοὺς πολεμίους ἐξήλασαν.
59.113
καίτοι τίς ἂν ὑπέμεινε τὴν ἐκείνων ἀνδρίαν λογισμὸν προσλαβοῦσαν, ὅπου γε τοσούτοις ἐ ναντιώ μασι χρώμενοι τὸ μετὰ κρείττονος διακριθῆναι τοῦ σχήματος ὑπ’ οὐδενὸς ἀφῃρέθησαν; τίς δ’ οὐκ ἂν θείη Πέρσας ἡττῆσθαι περιφανῶς, οἳ διέβησαν μὲν ὧς τῆς ἑτέρων κρατήσοντες, τοσούτων δὲ πλεονεκτημάτων ἀ πολαύσαντες ῥίψαντες τὰς ἐλπίδας ἀπιόντες ᾤχοντο;
59.114
εἴτ’ οὖν τῳ τὸ κρεῖττον εὐβουλίᾳ γνωρίζεται, καὶ τῶν οἰκείων καὶ τῶν ἀντιπάλων ἀμείνων ὁ βασιλεὺς οἷς ἐβουλεύσατο δέδεικται, εἴτε τῳ τὰ ἔργα ψιλὰ δοκιμάζειν ἥδιον, οἶ μὲν τὸ στρατόπεδον ἐκλιπόντες ἐπὶ τὴν σχεδίαν ὥρμησαν, τῶν δὲ ἡμετέρων οἱ μὲν πεσόντες ταῖς μὲν ψυχαῖς ἐνίκησαν, τοῖς δὲ σώμασιν ἀπεῖπον, οἱ δὲ ἐπανελθόντες οὐ πρότερον ἀπενόστησαν πρὶν ἢ τὴν χώραν τῶν πολεμίων ἐκάθηραν. καὶ οὐ προστίθημι τοῦ χωρίου τὴν φύσιν πλείω λυπήσασαν τῆς τῶν πολεμίων ἀλκῆς οὐδ’ ὅτι Πέρσαι μὲν αὐταῖς γυναιξὶν συνήραντο τοῦ κινδύνου, τῆς δ’ ἡμετέρας στρατιᾶς τὸ κράτιστον οὐ μετέσχε τῆς μάχης.
59.115
Τρεῖς δ’ οὖν ὄρους θέντες ταύτῃ σκοπῶμεν τὴν κρίσιν, ἔνα μὲν τὸν πρὸ τῆς μάχης, ἕτερον δὲ τὸν ἐν τοῖς ἔργοις, τρίτον δὲ τὸν ἐπὶ τῆς τροπῆς.
59.116
Οὐκοῦν τὴν μὲν ἀπόβασιν ἐποιήσαντο καὶ τὸν ποταμὸν ἔζευξαν οὐ βιασάμενοι τοὺς εἴργοντας, ἀλλά παρὰ τῶν οὐ βουληθέντων κωλύσαι λαβόντες τὴν ἐ ξουσίαν, ἀποβάντες δὲ καὶ περισκεψάμενοι κρίσει τὰ καρ τερὰ τῶν τῶν χωρίων κατέλαβον, ἀλλ’ οὐχ ὥσπερ ἐν ὅπλων ἀπορίᾳ τοῖς φανεῖσιν ἐπέδραμον.
59.117
μέχρι μὲν οὖν τούτων ἐκείνων ἡ πλεονεξία, συνιόντων δὲ τῶν στρατοπέδων ἀντὶ μὲν τοῦ δέξασθαι τοὺς ἐπιόν τὰς καὶ ποιήσασθαι τὴν μάχην ἐν χερσὶν ἀπὸ τῆς φυγῆς ἤρξαντο. εἰς δὲ τὸν περίβολον πατακλεισθέντες οὐδ’ ὑπὲρ τοῦ τείχους ἠμύναντο, ἀλλ’ ἀπέβαλον μὲν τὸ φυλακτήριον, προσαπέβαλον δὲ καὶ τὸν ἐν ταῖς σκηναῖς πλοῦτον. οἱ δὲ ἐγκαταληφθέντες ἔπιπτον οὐδενὶ κόσμῳ, ἐπεῖδον δὲ τὸν τοῦ βασιλέως παῖδα, τὸν τῆς ἀρχῆς διάδοχον, ἐζωγρημένον καὶ μαστιγού μενον καὶ κεντούμενον καὶ μικρὸν ὕστερον κατακοπτό μενον. εἰ δέ τί που καὶ δεδράκασι, κλέμμα τὸ συμβάν, οὐκ ἀνδραγαθία γεγένηται.
59.118
Τὰ μὲν ἐν τῇ μάχῃ ταῦτα, τά δὲ ἐπ’ ἐκείνῃ, τούς μὲν νεκροὺς οὐκ ἀνείλοντο, πρὸς δὲ τὴν φυγὴν ἠπείχθησαν, τὰς δὲ γεφύρας διέλυσαν, ἀναμαχεῖσθαι δὲ τὴν πληγὴν οὐδὲ ὄναρ ἐλπίζουσιν. ὁ δὲ τὰ λαμπρὰ δυνάμενος καὶ μέχρι τῶν ἀπειλῶν γενναῖος κόμην μὲν ἐκείνην ἥν ἐκόσμει πρότερον τίλλων ἐξανήλωσε, κόπτων δὲ πυκνὰ τὴν κεφαλὴν ὀδύρεται μὲν τοῦ παιδὸς τὴν σφαγήν, ὀδύρεται δὲ καταλόγων ὄλεθρον, δακρύει δὲ χώραν γεωργῶν ἔρημον, ἀποτέμνειν δὲ τὰς κεφαλὰς βεβούλευται τῶν οὐ καλῶς αὐτῷ προξενησάντων τὴν Ῥωμαίων εὐδαιμονίαν.
59.119
ταῦτα οὐχ ἡμέτερος λόγος εἰς χάριν συγκείμενος, ἀλλ’ αὐτόμολοι τὰ σώματα παραβαλλόμενοι διαρρήδην ἀγγέλλουσιν. οἷς οὐκ ἔνεστιν ἀπιστεῖν. οὐ γὰρ κινδύνων ψευδολογίᾳ τέρπουσι. ταῦτ’ οὖν οὐκ ἀμφισβητήσιμόν ἐστι ποιοῦντα τὴν νίκην, ὡσπερ τὴν ἐν Τανάγρᾳ καί, νὴ Δία γε, τὴν Ὀρεσθίδι Τεγεατῶν καὶ Μαντινέων.
59.120
Ἔχω δὲ λέγειν πολὺ τούτου μεῖζον, ᾧ μηδ’ ἂν αὐτὸν ἀντειπεῖν οἶμαι τὸν Περσῶν δυνάστην. ὅτι μὲν γὰρ ἐν τῇ νυκτομαχίᾳ πάλιν ἀπῆλθον οἱ λεικόμενοι, παρ’ ἀμφοτέρων ὡμολόγηται· τούτου δὲ οὕτως ἔχοντος δυοῖν ἀνάγκη θάτερον, ἢ κρατηθέντας φυγεῖν ἢ κρατήσαντας ὅμως εὐλαβηθῆναι τὸ μέλλον. εἰ μὲν οὖν τὸ πρότερον θείημεν, καθαρῶς ἡ νίκη μεθ’ ἡμῶν ἕστηκεν· εἰ δὲ τῇ νυκτομαχίᾳ τὸ πλέον σχόντες οὐκ ἐθάρρησαν ἐπεξελθεῖν τὰ λοιπά, πολὺ πλέον ἡ νίκη τοῦ βασιλέως γίγνεται. οἱ γὰρ τῶν μὲν συμβαλόντων κρατήσαντες, πρὸς δὲ τὴν ἐκείνου δεξιὰν οὐκ ἀντάραντες δῆλον δήπου πᾶσιν ἐποίησαν, ὡς οὐκ ἐν τοῖς ἑπομένοις ἤ τῇ φύσει τὴν ἰσχύν ὁ βασιλεὺς κέκτηται.
59.121
Οὐ τοίνυν ἐν μὲν τοῖς πολέμοις τοιοῦτος, ἐν δὲ τοῖς λοιποῖς οὐδεμίαν παρέχων εἰς εὐφημίαν ἀ φορμήν, ἀλλ’ οὕτως ὢν ἐν τοῖς ὅπλοις λαμπρὸς πλέον ἀμείνων ἐστὶν ἐν τοῖς λοιποῖς ἢ τοῖς ὅπλοις, ὥστ’ ἐξεῖναι λέγειν βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. οὐ γάρ, εἰ μᾶλλον ἑτέρων ἀγριαίνων ὀφθείη, τούτῳ βελτίων φαίνεσθαι τῶν ἄλλων ἡγεῖται, ἀλλ’ εἰ πλέον τῶν ἄλλων πρᾳότητι χαίρων μηδέν ἧττον ἀπάντων κρατοίη.
59.122
οὐδ’ αὖ βασιλικὸν ὑ πο λαμβάνει τὸ ταρακτικὸν τοῦ βλέμματος, ἀλλά μανίᾳ πρέπειν ἡγούμενος ἐν τοῖς νοσήμασιν ἀριθμεῖ τὸ μὲν τραχὺ πρὸς τὰς συνουσίας τυραννικὸν οἰόμενος, τὸ δὲ εὐπρόσοδον τῶν τρόπων ἄρχοντος μοίρᾳ προστιθείς, μέγα φρονῶν οὐκ εἰ φόβῳ συνέχοι τὴν βασιλείαν, ἀλλ’ εἰ τῷ φίλτρῳ τῶν ἀρχομένων φρουροῖτο, δεινὸς εὐνοίᾳ μὲν ἀμοιβήν, πταίσματι δὲ νεῖμαι συγγνώμην, φιλονεικίας κρείττων, ὀργῆς βελτίων, ἡδονῆς ἄρχων, οἴεται γὰρ προσήκειν μὴ τῶν μὲν πόλεων κρατεῖν, τοῖς δὲ τῆς ψυχῆς πάθεσιν ὑπηρετεῖν, τὸν γὰρ οὕτω διακείμενον οὐ μᾶλλον ἀξιοῖ δεσπότην ἢ δοῦλον κε κλῆσθαι, ἄτρωτος μὲν πρὸς σωμάτων ὥραν, ἀήττητος δὲ πρὸς θυμὸν ἄκαιρον, ὧν μὲν αὐτὸς εὑρίσκοι, τού των τὴν βουλὴν εἰς μέσον ἄγων, τὰς δὲ τῶν πέλας συμβουλίας οὐκ αὐθαδείᾳ φαυλίζων, ἀλλ’ ἔργῳ τὸν παλαιὸν λόγον βεβαιῶν, ὧς ἄρα καὶ τοῦτο φρονήσεως τὸ τοῖς βελτίστοις εἰδέναι τὴν ψῆφον τίθεσθαι, οὐ ῥαψῳδῶν εἰς μῆκος λόγον μάταιον, ἀλλ’ εἰς βραχύτητα ῥημάτων ὄγκον κατακλείων πραγμάτων, εἰς μὲν τὸν τῶν ἐπιτηδείων κατάλογον οὐδένα προπετῶς ἐγγράφων, οὖς δὲ ἐγγράψειεν ἅπαξ οὐκ εἰδὼς ἐξαλείφειν οὐδ’ ἀναλίσκων χρόνῳ τὸ φίλτρον, ἀλλ’ ἐπιτείνων τῇ συνηθείᾳ τὸν πόθον, ὑπὲρ μὲν τῶν δικαίων κινδυνεύειν ἀοκνότατος, ἔρωτι δὲ τοῦ πλείονος ἐγεῖραι πόλεμον ἁπάντων ἀμαθέστατος, εἰς μὲν εὐποιίας ὀξύς, εἰς δέ τιμωρίας μελλητής, πενίᾳ μὲν εἰδὼς ἔλεον νεῖμαι, πλούτῳ δὲ οὐκ εἰδὼς φθόνον προσενεγκεῖν, οὐ τοῖς ἀδικήσασι κολάσεις ἀναζητῶν, τῷ δὲ πρὸς αὑτὸν ζήλῳ τῶν ἀδικημάτων ἀποτρέπων, σωφροσύνην μὲν εἰς τοσοῦτον ἠσκηκώς, ὥστε καὶ τῇ προσηγορίᾳ τῆς ἀκολασίας αἰσχύνεσθαι, ἐπιορκίας δὲ τοσοῦτον ἀποστατῶν, ὥστε καὶ πρὸς τἀς εὐορκίας ἔχειν εὐλαβῶς, τὸ δὲ μὴ τὴν γαστέρα λιμῷ συνεθίζειν οὐ πόρρω τιθεὶς ἀνανδρίας, μεγίστοις μὲν ἀεὶ κατορθώμασιν ἐγγεγραμμένος, μέγα δὲ οὐδὲν οὐδεπώποτε φθεγξάμενος, τοῖς μὲν καιροῖς ὑπακούων ὀξέως, οὐ μέντοι τὴν ὀξύτητα σὺν ταραχῇ ποιούμενος, οὐ πλήθει στρατιωτῶν εἰς τὴν νίκην θαρρῶν, τῷ δὲ τῆς εὐσεβείας συνειδότι τά βελτίω προσ δοκῶν, οὐδὲν μὲν εἰς παρασκευῆς ἐλλείπων ἀκρίβειαν, πιστεύων δὲ τῷ θεοφιλεῖ πλέον ἢ τοῖς ὅπλοις εἰς τὸ κράτος, ἐγχειρήσεως μὲν οὐδεμιᾶς ἀποκρουσθεὶς οὐδεπώποτε, ῥᾷστα δ’ ἂν ἐνεγκών, εἰ καὶ σφαλεὶς ἐτύγχανεν, οὔτε λύπη κατηφὴς οὔτε τῷ περιχαρεῖ μικροπρεπής, ἀλλ’ ἑκατέρου τὸ κατάδηλον ἀφελὼν ἐπὶ τοῦ μετρίου σχήματος τὸ πρόσωπον καταστήσας ἔχει, τὰς μὲν τῶν συνόντων ἀρετὰς ἐπαινῶν, τὰ δὲ ὧς ἑτέρως ἔχοντα τῇ σιωπῇ διορθούμενος, ὃ γὰρ ὑφ’ ἑτέρων ἐπιπλήξει σωφρονίζεται, τοῦτο παρὰ τοῦδε σιωπῇ τὴν διόρθωσιν δέχεται, ὥστε δι’ ὧν μὲν ἐπαινεῖ τὸ στὸν ἐμφανίζει, τῇ δ’ αὖ πρὸς τἀναντία σιωπῇ τὸ μὲν ἁμαρτηθὲν οὐδὲν χεῖρον ἰᾶται, τὸ δὲ τοῦ φιλαιτίου διαφεύγει βαρύ, οὐκ εἰς ὕπνον καὶ ῥᾳστώνην τῆς ἡ συχίας διατρίβων τοὺς χρόνους, ἀλλ’ εἰς τὴν τῶν πολεμικῶν ἄσκησιν τὰς ἀναπαύλας μεθιστὰς οὐδὲ πρὸς ψυχαγωγίαν τὴν ἀπὸ τῆς ὀρχήστρας ἀσέλγειαν ἐ φελκό μενος, ἀλλ’ ἵππων ἁμιλλητηρίων θέᾳ τὴν ψυχὴν θήγων πρὸς ἀνδρίαν, κουφότατος μὲν ἀπάντων ἵππον ἀ ναβῆναι, τῶν δέ παρ’ Ὁμήρῳ πρὸς ἐμπειρίαν τοξικὴν ὑμνουμένων ἀκριβέστερος εἰς σκοπόν, τἀς μὲν τῶν ἀρχομένων ψυχάς ἐλευθερώσας ὡς μάλιστα, μέτρον δὲ τῆς συντελείας αὐτοῖς ἀποφήνας τῆς χρείας τὸ μέτρον. τοιγαροῦν εἰς τοιοῦτον τρόπον καταστήσας τὴν ἀρχὴν μετ’ ἐξουσίας μὲν μείζονος ἢ ἐβούλετο διεβίω, μετ’ ἀσφαλείας δὲ πλείονος ἤ τῶν ἰδιωτῶν ἕκαστος.
59.123
Ἀλλὰ γὰρ εἰ τά πλείω τῶν τούτῳ προσόντων ἀριθμησαίμεθα, οὐδενὸς τῶν ὑπαρχόντων θατέρῳ μνημονεῦσαι δυνησόμεθα. ἐπιστρεπτέον δὴ τὸν λόγον πρὸς τὴν ἐσπέραν καὶ πειρατέον γε οὕτως ὅπως ἂν παρείκῃ βραχέα μὲν ἐκ πολλῶν ἐκλέξαι, βραχέως δὲ περὶ αὐτῶν ἐκείνων διαλεχθῆναι.
59.124
Ἔχω μὲν οὖν ἐν κεφαλαίῳ τὸ πᾶν σημῆναι τοσοῦτον ἀποφθεγξάμενος, ὅτι τὸ τῆς φύσεως ἴσον τῷ τῆς προαιρέσεως ἐβεβαίωσεν ἴσῳ καὶ τὸ τῆς προσηγο ρίας ὅμοιον ἐπὶ τὴν τῶν πράξεων ὁμοιότητα διεβίβασε δοὺς κἀκείνας ἀδελφὰς ἀνακαλεῖν. ὥσπερ γὰρ ἐκεῖνος ἅπαντα φόβον ἐκ Περσικῆς ἐφόδου προσερχόμενον ἐπέσχεν, οὕτως οὗτος τὰ περὶ τὴν ἐσπέραν ἔθνη βά ρβαρα πανταχόθεν περικεχυμένα τὴν ἡσυχίαν ἄγειν κατηνάγκασε.
59.125
θεοῦ δὲ ἦν ἄρα τὸ μὲν τέλος ἴσον ἑκατέρῳ πρυτανεῦσαι, τρόπον δέ διαλλάττοντα πρὸς τὸ τέλος ἑκατέρῳ δοῦναι. ὁ μὲν γὰρ κινηθέντας τοὺς προσοίκους ἐπεστόμισεν, ὁ δέ οὐδὲ κινηθῆναι τὴν ἀρχὴν ἐπέτρεψεν, ὅπως εἴτε τὸ πρότερόν τις ἄγοι θαύ ματος ἄξιον εἴτε τὸ δεύτερον ἡγοῖτο λαμπρότερον εἴτε ἀμφοτέρων ἐπίσης ἄγαιτο, μηδέτερον ἐκπεφευγὸς εἴη τὴν παροῦσαν βασιλείαν.
59.126
Λέγω δὲ ἤδη μικρόν τι τὸν Θουκυδίδην μιμησάμενος. οὐ γὰρ ἀβασανίστως τὴν ἀκοὴν εὐθὺς ἐδεξάμην οὐδὲ τὸ ταλαιπωρῆσαι περὶ τὴν ζή τησιν τῆς ἀληθείας φυγὼν τοῖς ἑτοίμοις προσέδραμον, ἀλλ’ ἐπιπόνως τε καὶ μετὰ τῆς ἐσχάτης ἀκριβείας περὶ τὸ πρᾶγμα διατρίψας οὐκ ἂν ἀπιστηθείην εἰκότως.
59.127
Τίνα δὴ τά κατορθώματα; ἔστι γένος Κελτικὸν ὑπέρ Ῥῆνον ποταμὸν ἐπ’ αὐτὸν Ὠκεανὸν καθῆκον, οὕτως εὖ πεφραγμένον πρὸς τὰ τῶν πολέμων ἔργα, ὥστε τὴν προσηγορίαν ἀπ’ αὐτῶν εὑράμενοί τῶν πρά ξεων ὀνομάζονται Φρακτοί, ὃ δὲ ὑπὸ τῶν πολλῶν κέ κληνται Φράγκοι, τοῦτ’ ἔστι προσηγορία τῇ τῶν πολλῶν ἀμαθίᾳ διεφθαρμένη.
59.128
οὔτοι πλήθει μὲν πάντα ἀριθμὸν ὑπερβαίνουσιν, ἰσχύι δὲ τοῦ σφῶν αὐτῶν πλήθους τὴν ὑπερβολὴν παρέρχονται. τούτοις ζάλη μὲν θαλάττης οὐδὲν ἠπείρου φοβερωτέρα, κρυμὸς δὲ ἀρκτῷος εὐκρασίας ἀέρων ἡδίων, συμφορά δὲ μεγίστη βίος ἀπράγμων καὶ πέρας εὐδαιμονίας οἱ τῶν πολέμων καιροί, κἂν εἴ τις ἀκρωτηριάσειε, τῷ λειπομένῳ μάχονται, καὶ οὔτε κρατούντων ἡ δίωξις δέχεται πέρας εἴτε κρατηθῆναι συμβαίη, τῆς φυγῆς τὸ τέλος ἀρχὴν ἐφόδου ποιοῦνται. γέρα δὲ ἀπονοίας καὶ τιμὰς θρασύτητος νομοθετήσαντες ἔχουσιν. ἀρρώστημα δέ ὅλως τὴν ἡσυχίαν κρίνουσι.
59.129
τὸν μὲν οὖν ἔ μπροσθεν ἅπαντα χρόνον οἶ τὴν πάροικον ἐκείνοις βασι λείαν λαχόντες οὔτε λόγους εὕρισκον οἷς πείσουσιν οὔτε ὅπλων ἰσχὺν οἷς ἀναγκάσουσιν ἠρεμεῖν, ἀλλ’ ἔδει προσιδρυμένους συνεχῶς νύκτα καὶ ἡμέραν ταῖς ἐ κδρομαῖς ἀπαντᾶν καὶ μήτε σῖτον ἔξω τῶν ὅπλων αἱρεῖσθαι μήτε τὸ κράνος ἀποθεμένους ἐπ’ ἀδείας ἀ να παύεσθαι, ἀλλὰ μονονοὺ τῇ σκευῇ συμπεφυκότας σιδηροφορεῖν κατὰ τοὺς παλαιοὺς Ἀκαρνᾶνας.
59.130
καὶ ταὐτὸ συνέβαινεν ὅπερ ἐπὶ τῶν προβόλων, ἐπειδὰν ἡ θάλαττα ποικίλοις ἐλαυνομένη πνεύμασιν εὶς συνέχειαν ἐγείρηται κυμάτων. ὥσπερ γὰρ ἐκεῖ πρὶν καθαρῶς τὸ πρῶτον κῦμα περὶ τοὺς προβόλους ῥαγῆναι τὸ δεύτερον ἐγκαταλαμβάνει καὶ τὸ τρίτον αὖθις καὶ τοῦτο διατελεῖ γιγνόμενον, ἴως ἂν λήξῃ τὰ πνεύματα, οὕτω δὴ καὶ τὰ τῶν Φρακτῶν γένη τῷ τῶν πολεμικῶν ἔρωτι πρὸς μανίαν κινούμενοι πυκνὰς ἐποι οῦντο τὰς προσβολὰς καὶ πρὶν τὴν πρώτην ἱκανῶς ἀ ποκρουσθῆναι φάλαγγα, δεύτερος στρατὸς ἐπέπιπτεν.
59.131
Ἀλλ’ ἔδει καὶ τὰ τούτων ποτὲ λῆξαι κύματα καὶ στῆναι τὴν κίνησιν βεβαίως. ἐφάνη γὰρ βασιλεύς, ὃς τὸν ἀκόρεστον ἐκείνοις τῶν πολεμικῶν ἔρωτα πρὸς εἰρήνης ἐπιθυμίαν ἔτρεψε κὰτ ἄλλο μὲν οὐδέν, μείζω δὲ τῆς ἐκείνων περὶ τὰς μάχας προθυμίας τὴν οἰκείαν προδείξας. οὔκουν εἰς πεῖραν χειρῶν ἐλθεῖν ὑπέμειναν, ἀλλ’ ἤρκεσεν ὁ φόβος τὰ τῆς πείρας ἐργάσασθαι, καὶ δεξιὰς εἰς μὲν δορατίων ἄφεσιν οὐκ ἀνέτειναν, εἰς δὲ συνθηκῶν αἴτησιν προὔτειναν.
59.132
τεκμήριον δέ· ἐδέξαντο πὰρ ἡμῶν ἄρχοντας ὥσπερ ἐπόπτας τῶν δρωμένων καὶ τὴν θηριώδη λύσσαν ἐκβαλόντες λογισμοὺς ἀνθρωπίνους ἠσπάσαντο καὶ τὴν πλεονεξίαν ἀφέντες τὴν τῶν ὅρκων φυλακὴν ἐτίμησαν. πάντως δ’ ἂν καὶ τῆς ἐκ τῶν ὅρκων ἀνάγκης ἀπούσης τὴν ἡσυχίαν ἠγάπησαν. οὕτως εἴωθε τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος κατείργεσθαι.
59.133
καὶ νῦν βασιλεὺς οὐ ταῖς φύσεσι τῶν Φρακτῶν, τῷ δὲ πὰρ· αὑτοῦ φόβῳ τὰς ἐκείνων ὁμολογίας τηρεῖν παραδοὺς ἐν ταῖς Παιόνων πόλεσιν ὑπὲρ τῶν ὅλων βουλεύεται. τοὺς δὲ ἐν τοῖς ἄνω χρόνοις ἄρχοντας ἡ Φρακτῶν αἰφνίδιος φορὰ πρὸς αὐτοὺς βλέπειν ἀναγκάζουσα οὐδέ εἰδέναι τὴν ἀρχὴν ἐπέτρεπεν, ἀλλ’ ἀκοῇ μόνη τὸ ὑπήκοον τοῖς κρατοῦσιν ἐγιγνώσκετο. εἴ τις οὖν ἐραστὴς νίκης ἀκμῆτί γινομένης, ἐμφορείσθω τῶν παιδικῶν, ὡς οὐδείς ἐστιν ὅστις οὐκ ἀπὸ ψιλῆς ἐκπλήξεως τὴν δουλείαν ὡμολό γησεν.
59.134
ὁπότερον μὲν οὖν ἄμεινον, εἴτε κινουμένων κρατεῖν εἴτε μηδὲ κινεῖσθαι παρέχειν, ψηφιζέσθω κατὰ τὴν οἰκείαν ὁ βουλόμενος τύχην καὶ φύσιν, ὧς ὁπότερον ἂν κρατήση, τοῦτο ἀμφοτέρων γίγνεται. πλέον γὰρ τοῖς ἀλλήλων ἡ τοῖς οἰκείοις μεγαλαυχοῦνται.
59.135
Φρακτοὶ μὲν οὑν τοιοῦτον ὑπῆλθον ζυγὸν δουλείας, τὸ γὰρ μὴ ἔχειν ἑτέρους ληίζεσθαι, τοῦτο ἐκείνοις δουλεία· ἔστι δὲ καὶ ἄλλα βαρβάρων πάμπολλα γένη πανταχόθεν προσπεφυκότα καθάπερ θηρία καὶ κυκλούμενα τὴν ἀρχήν, τὰ μὲν μείζω, τά δὲ ἐλάττω, πάντα δὲ ὁμοίως δύσμαχα. περὶ ὧν τί ἄν τις πλέον φθέγξαιτο ἢ ὅτι τὸν Ὁμήρου κατάλογον τῷ τῶν ἐθνῶν ἀριθμῷ παρέρχονται;
59.136
οὗτοι τὰ μὲν ἔμπροσθεν κατέθεον καὶ διήρπαζον καὶ κακῶν Ἰλιάδα τοῖς προσοικοῦσι Ῥωμαίων περιίστασαν καὶ καθ’ αὑτοὺς θρασυ νόμενοι καὶ μετ' ἀλλήλων συνιστάμενοι, ἐπεὶ δὲ εἶδον τὸ κεφάλαιον ὑποκύψαν καὶ τοὺς ταράττειν εἰθισμένους ἐκπλαγέντας, ἠκολούθησαν τῇ παρὰ τοῦ φόβου κρίσει καὶ πρὸς τὸ παράδειγμα σωφρονισθέντες τὰς ἐπιδρομὰς κατέλυσαν. καίτοι τί ποτ’ ἂν ἔδρασεν ὁ τοιοῦτος εἰς ἀνάγκην χειρῶν ἀφιγμένος, ὅστις ἐ λπιζόμενος τοὺς μανικωτάτους συνέστειλεν;
59.137
Οὐ τοίνυν οὐδὲ τὸν διάπλουν εἰς τὴν νῆσον τὴν Βρεττανίαν σιωπῇ παρελθεῖν ἄξιον, διότι πολλοῖς ἡ νῆσος ἠγνόηται. ἀλλ’ ὅσῳ πλέον ἠγνόηται, τοσούτῳ πλέον εἰρήσεται, ὥσθ’ ἅπαντας μαθεῖν, ὅτι καὶ τὴν ἵξω τῆς ἐγνωσμένης βασιλεὺς διηρευνήσατο. οἶμαι δὲ οὐ χείρονα τροπαίου τοῦ μεγίστου φανεῖσθαι τὸν πλοῦν. Ἡρόδοτος μὲν οὖν ὁ πλείω τῶν ἀναγκαίων ἐξητακὼς διαρρήδην διαμάχεται μὴ εἶναι τὸν πολυύμνητον Ὠκεανόν, ἀλλ’ Ὁμήρου φησὶν ἤ τινος ἄλλου γενέσθαι πλάσμα ποιητοῦ καὶ οὕτως εἰς τὴν ποίησιν τὴν προσηγορίαν εἰσενεχθῆναι, οἱ δὲ καὶ πιστεύοντες εἶναί που τὸν Ὠκεανὸν ἰλιγγιῶσι πρὸς τοὔνομα· ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ τοιοῦτόν τι παθεῖν, ὥστ’ εἰ μὴ καὶ γνοίη καὶ καθελκύσειε ναῦν καὶ ἐμβὰς κομισθείη καὶ τοῖς Βρεττανίσς προσορμισθείη λιμέσι, τὸ μέγιστον ἡγεῖτο παρ ἥσειν τῶν ἑαυτῷ προσηκόντων.
59.138
ἔστι δὴ λόγος μάρτυρας τὰς ὄψεις παρεχόμενος, ὡς ἄρα μεῖζον εἰς κίνδυνον πλοῖον στρογγύλον ὑπὲρ ἐκείνης ἀφεῖναι τῆς θαλάττης ἢ ναυμαχίαν ἑτέρωθι συνίστασθαι. οὕτω λαμπραὶ μὲν καταιγίδες εἰς οὐρανὸν κυρτοῦσι τά κύ κύματα, ἐξῶσται δὲ ὑπολαμβάνοντες ἄνεμοι πρὸς ἀ πέ ρανἀπέραντον ἐκφέρουσι πέλαγος. τὸ δὲ δεινότατον, ἐ πειδὰν γὰρ τοῖς ἄλλοις ἅπασιν ὁ κυβερνήτης ἀντιστήσῃ τὴν τέχνην, ὑπονοστεῖ μὲν ἐξαίφνης ἡ θάλαττα, ἡ δὲ τέως μετέωρος ὑπὲρ τῶν κυμάτων ὁλκὰς ἐπὶ ψιλῆς ὁρᾶται τῆς ψάμμου κειμένη. καὶ ἢν μὲν ὀξεῖαν ἀ νταἀνταποστείλῃ τὴν παλίρροιαν, ἀναλαμβάνει τε αὖθις τὸ σκάφος καὶ δεῖ τά λοιπὰ πονεῖν τοὺς ἐμπλέοντας· ἢν δὲ μελλήσῃ πρὸς τὴν ἐπάνοδον, δύεται κατὰ μικρὸν τὸ πλοῖον ὑπεικούσης πρὸς τὸ ἄχθος τῆς ψάμμου.
59.139
τούτων οὐδὲν βασιλεὺς ἐσκόπησε, μᾶλλον δὲ πάντα σαφῶς εἰΓως οὐκ ἀπώκνησεν, ἀλλὰ τοσούτῳ πλέον πρὸς τὴν ἀναγωγὴν ἔσπευσεν, ὅσῳ πλέον ᾔδει τὸν κίνδυνον τραγῳδούμενον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ καθήμενος ἐπὶ τῆς ἠιόνος ἀνέμεινεν, ὥστε τῆς ὡραίας ἐπελθούσης Ὠκεανὸν πραῦναι τὴν ζάλην, ἀλr εὐθὺς ὡς εἶχε τοῦ χειμῶνος ἀκμάζοντος καΙ τῶν ὅλων ὑπὸ τοῦ καιροῦ πρὸς ἄκρον ἐξηγριωμένων, νεφῶν, κρυμῶν, κλυδωνίου, οὐ προειπὼν ταῖς ἐκείνῃ πόλεσιν οὐδὲ προκηρύξας τὴν ἀναγωγὴν οὐδέ πρὶν ἢ πληρῶσαι τὸ ἐ γχεί ρημα θαυμασθῆναι βουληθεὶς ἀπὸ τῆς ἐννοίας, ἐ μβι βάσας ἑκατὸν ἄνδρας, ὧς λέγεται, λύσας τὰ ἀπόγεια τὸν Ὠκεανὸν ἔτεμνε, καὶ πάντα εὐθὺς πρὸς εἰρήνην μετεβάλλετο. Ὠκεανὸς δὲ τὸ κῦμα στορέσας λεῖον ἑαυτὸν παρεῖχε τῷ βασιλεῖ περαιοῦσθαι, ἡ δέ συνήθης ἐκείνη τῆς θαλάττης ἀναχώρησις τότε δὴ τὸν νόμον ἀνελοῦσα τὴν χώραν ἐφύλαξεν.
59.140
Οὐ τοίνυν ἡ μέν ἐπὶ τὴν νῆσον διάβασις οὕτως εἰρηνικῶς, ὁ δέ ἀπόπλους ἑτέρως ἐχώρησεν, ἀλλ’ ἀμείνω τὰ δεύτερα τῶν προτέρων ἀπήντησε τὴν παροιμίαν σώζοντα, ὥστε μηδεμίαν ἀμφισβήτησιν ὑπάρ χειν, ὡς οὐκ ἀθεεὶ ταῦτα νενεανίευται.
59.141
εἰ μὲν τοίνυν ἀφεστηκυίας τῆς νήσου καὶ τῶν οἰκητόρων νεωτεριζόντων καὶ τῆς ἀρχῆς περικοπτομένης καὶ τῆς ἀγγελίας ἐλθούσης θυμῷ πρὸς τὴν ἀκοὴν καταληφθεὶς ἀνέρριψε τὸν περὶ τοῦ πλοῦ κύβον, οὐκ ἂν ἣν εἰς φιλοτιμίαν γνώμης τὴν τόλμαν ἀνενεγκεῖν, ἀλλ' ἡ παρὰ τῶν ἀφεστηκότων ἀνάγκη τὸ πλέον τῆς εὐκλείας ἀφῄρει· νῦν δὲ καθεστηκότων μὲν τῶν ἐν Βρεττανίᾳ πραγμάτων, ἀδείας δὲ ὑπαρχούσης ἀπὸ γῆς τέρπεσθαι τοῖς Ὠκεανοῦ θαύμασιν, οὐδενὸς δὲ καταναγκάζοντος ἀνάγεσθαι φόβου μείζονος οὗ τὴν βλάβην ἴδει φέρειν ἀποκνοῦντα τὸν πλοῦν, τούτων οὕτως ἐχόντων καὶ παρούσης οὐδεμιᾶς ἀνάγκης, μᾶλλον δέ μιᾶς μόνης παρούσης ἀνάγκης τῆς τοῦ πᾶσιν ἐπιχειρεῖν ἐπιθυμίας ἑκὼν τοῖς μεγίστοις κινδύνοις ἑαυτὸν ἐπέδωκεν, ὥσπερ τᾲ μέγιστα ζημιωσόμενος, εἰ μὴ τὰ μέγιστα κινδυνεύσειε.
59.142
Θαυμαστῶν δὲ ὄντων τῶν ἔργων πολὺ μεῖζόν ἐστιν ὁ πρὸ τῶν ἔργων λογισμός. ἐκεῖνος μέν γάρ οἴεται μήτ' ἂν πρότερον ἐκλυθῆναι ψυχὴν σώματος πρὶν ἢ τοῦτο βουληθῆναι τὸν κρείττονα μήτ' ἂν ἐπὶ πλέον συμμεῖναι βουληθέντος ἐκείνου λελύσθαι καὶ μήτ' ἂν πλέον βιῶναι μηδένα παρὰ τὴν φυλακὴν μήτ' ἂν ἐπ' ἔλαττον παρὰ τὸ τολμᾶν. δεῖν οὖν ὂν ἔξεστι βιῶναι χρόνον ἀθανάτων κεχρῆσθαι λογισμοῖς.
59.143
Καὶ τί δεῖ δυοῖν ἢ τριῶν ἀρετῇ λεχθέντων ἢ πεπραγμένων μνημονεύειν, ὥσπερ οὐχὶ καὶ τῶν λοιπῶν ἐξίσης ἐπισημαινόντων τὸ θαῦμα; ἵνα δὴ μήτε σφόδρα ῥᾴθυμος εἶναι δοκοίην μήτε τοῖς ἀδυνάτοις ἐπιχειρεῖν, οὔτε πάντων ποιήσομαι τὴν μνήμην ἐφεξῆς οὔτ ἐπ’ ὀλίγων κομιδῆ στήσομαι.
59.144
Ἐκείνῳ τοίνυν ἡμέρα μὲν ἐν ἔργοις, νὺξ δὲ ἐν ἴσῳ ταῖς ἡμέραις. μέθη δ’ ἀπελήλαται καὶ τὸ νή φειν ἐν συνηθείᾳ, ἀργὸς δέ ἅπας ἔχθιστος, ὁ δ’ ἐ γρηγορὼς ἐπιτήδειος. φρουρὰν δὲ σώματος οὐκ αὐτὸς ἔχει τὴν παρὰ τῶν δορυφόρων, τὴν δὲ πὰρ αὑτοῦ τοῖς δορυφόροις παρέχει. ἐπειδὰν γὰρ αἴσθηται κατ εἰλημμένους ὕπνῳ πολλῷ, τοῖς μέν οὐκ ἀσύγγνωστον τὴν ἀνάπαυλαν ἀφίησιν, αὐτὸς δὲ ὥσπερ ἀνταγωνιζόμενος τῇ φύσει τὸ δόρυ λαμβάνων περίπολον αὑτὸν τῶν Ι βασιλείων καθίστησιν. ὁ δὲ πόνος συνεχὴς τέταται διὰ πάσης ὥρας ἔτους καὶ καιρῶν ἀπάντων.
59.145
Ὅμηρος μὲν οὖν φησί που λέγων εἰς Ἀχαιούς· ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος· εἰ δέ γε τούτῳ συγγεγονὼς ἐτύγχανε, πάντως οὐδ’ ἂν τὴν ἐξ ἀδάμαντος εἰκασίαν εἰς τὴν τοῦ σώματος στερρότητα λαβεῖν ἀπηξίωσεν. οὔτε γὰρ θέρμαις θεριναῖς εἰς ἀσθένειαν ἐκλύεται οὔτε χειμερίοις κρυμοῖς εἰς νάρκην συστέλλεται οὔτε χάρισιν ἠριναῖς πρὸς ἀπόλαυσιν τέ ρψεως ἄγεται οὔτε φθινοπώρου δώροις εἰς τρυφὴν καθέλκεται, ἀλλὰ μία τρυφή, μία πανήγυρις σῶφρον ἐργάσασθαι τὸ ὑπήκοον, περίφοβον τὸ ἀλλόφυλον, ἁμιλληθῆναι τοῖς ὑμνουμένοις, προσθεῖναι τοῖς νενομισμένοις, κόσμον δοῦναι τῇ βασιλείᾳ μᾶλλον ἢ παρ’ ἐκείνης ἐνέγκασθαι, ἐν προσθήκῃ διορθωμάτων διεξελθεῖν τὸν βίον, ἀλλ᾿ οὐκ ἐν τῇ τῶν κατορθωμάτων ἀπολαύσει.
59.146
θέατρα μὲν οὖν καὶ σκώμματα καὶ γέλως καὶ πᾶν θαυματοποιῶν ἔθνος ἐν ἴσῳ τοῖς ἄγεσιν ἀπέρριπται, νῆψις δὲ καὶ τὸ πεφροντισμένον καὶ τὸ πρὸς τοὺς πόνους εὔκολον καὶ τὸ πρὸς ἀρετὴν εὐφυές καὶ πᾶν τὸ τοιοῦτον ἐν πρώτοις ἄγεται. γυ ναικῶν δὲ κάλλος ἅπαν κεκράτηται. ὁ δὲ δωροφορῶν ἀπὸ μὲν τῆς δόσεως οὐδενὸς ἐντιμότερος, πεῖραν δὲ τῆς γνώμης παρέχων ἀπ’ εὐνοίας μᾶλλον τεθαύμασται.
59.147
μέλλον δὲ ἅπαν ἐγχείρημα λέληθεν, εἷς δὲ πρό οιδεν ὃς καὶ ἐβούλευσεν. ἔγνωσται δὲ οὐδὲν ὁ μὴ τετέλεσται. ἐξόδων δὲ καὶ πάλιν ἀναχωρήσεων ἀ μοιβαῖα τάχη τὰς τῶν πολλῶν δόξας ἀποσφάλλει. ἐν βασιλείοις ἱδρύσθαι νομιζόμενος ὀρῶν ὑπερβάλλει κορυφάς, ὁδοιπορεῖν νομιζόμενος ἐν βασιλείοις βουλεύεται. πλεῖν δοκεῖ θάλατταν, ὁ δὲ πεζεύων προσέρχεται. πεζεύειν δοξάζεται, ὁ δέ γῆν ἀποκρύψας πελάγιος φέ ρεται.
59.148
καὶ ταῦτα μὲν τοιαῦτα καὶ τοσαῦτα διεξέ ρχεται οὔτε θεραπείαν εἰς παραμυθίαν τῶν πόνων οὔτε στρατοπέδου πλῆθος εἰς φυλακὴν ἐπαγόμενος, ἀλλ᾿ εὐαριθμήτους δή τινας ἐξευρὼν οὖς ἐπίστευεν ἀ κολουθήσειν τῷ τάχει, τούτοις προειπὼν ἕπεσθαι ἡ ἂν ἡ γῆ ται, καθάπερ αὐτός τε πτεροφυήσας καὶ τούς ἑπομένους πτερώσας ὀξύτερον νοήματος ἵεται πανταχῆ.
59.149
καὶ τί ἄν τις ἄμεινον ζητήσειεν; οὐ γὰρ ἔχων οἷστισι πολεμίοις συμβάλοι, κατὰ τῶν θηρίων ὁπλίζεται καὶ τῆς ἐν πολέμοις ἀνδραγαθίας οὐχ εὑρίσκων τὸν καιρὸν ἐπὶ τῶν εἰδώλων τὴν ἀρετὴν ἐπιδείκνυται ἐν ἡλίῳ μὲν καθαρῷ τὸ σῶμα γυμνάζων, τὴν δὲ συμμιγῆ σκιὰν εἰς θρύψιν ὑποφέρειν τοὺς χρωμένους ἡγοῦ μένος. ὅλως τε βασιλεὺς ἐθέλει κεκλῆσθαι τῷ τῆς ἀρετῆς ὑπερβάλλοντι μᾶλλον ἢ τῷ τῆς τύχης βελτίονι.
59.150
Ἀμφοτέρων δ’ ἄν τις ἐκεῖνο θαυμάσειεν ὅτι τὴν τῆς ψυχῆς ἁρμονίαν σύμφωνον πρὸς τὸν τῶν ὑπηκόων τρόπον ἡρμόσαντο. καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἀγαθοὶ καὶ τὴν προσηγορίαν τῇ τέχνη βεβαι οῦντες οὐ μιᾷ φαρμάκων ἰδέᾳ καθ’ ἀπάντων κέχρηνται σωμάτων, ὁρῶντες δὲ τὸ διάφορον ἐκεῖθεν τὸ τῶν φαρμάκων ἀνευρίσκουσιν οἰκεῖον καὶ τηνικαῦτα μάλιστα τὰ τῆς ὑγιείας συμβαίνει καθαρῶς, ἡνίκα ἂν ἀμφοῖν ἡ συμφωνία σωθῇ, οὕτω καὶ βασιλεία μετ’ ἐπιστήμης ἐπὶ τὴν ἀρχὴν ἰοῦσα τῇ τῶν ἀρχομένων ἕξει τὸ σύμμετορον πορίζεται. καὶ ἢν τε δριμυτέρων ἤν τε πρᾳοτέρων δέη φαρμάκων, ἑκατέρου τὸν καιρὸν οὐκ ἀγνοήσει. ὥστε εἴπερ αὐτοῖς ἐπῆλθε πρὸς ἀλλήλους ἀμεῖψαι τὰς ἀρχάς, πάντως ἂν καὶ τὰς ἀλλήλων ἀ ρ μονίας ἀντέλαβον.
59.151
Ἔοικα δέ τά μέγιστα δοκῶν λέγειν μηδέπω καὶ νῦν εἰρηκέναι τὸ μέγιστον. πρότερον μὲν γὰρ ταῖς βασιλείαις ἀπάσαις ὁ φθόνος παρεπεπήγει καὶ οἴ τε τὰς ἐλάττους ἔχοντες τοῖς τὰ μείζω κεκτημένοις ἐπεβούλευον οἴ τε τῶν μειζόνων ἀπολαύοντες τοῖς τὰ μικρὰ καρπουμένοις καὶ τῶν ἐλαττόνων ἐφθόνουν. ἀλλὰ μὴν αἴ γε τῶν δυναστειῶν ἰσότητες καὶ πολὺ μειζό νως ἔτρεφον τὸ νόσημα, καὶ φύσεως μὲν θεσμὸς τυ ρανικῆς ἐπιθυμίας δεύτερος ἐκέκριτο, τὸ δὲ οἰκεῖον ἅπαν παρανοίας ἔγεμεν ἐφ’ ἑαυτό. καὶ τῶν συμφορῶν αἶ μέγισται περὶ τὰς βασιλείας ὑμνοῦνται συμβῆναι. ὅθεν μοι δοκοῦσιν ἐπαρθέντες οἱ ποιηταὶ καὶ μέχρι τῆς οὐρανίας ἁψῖδος τὰς ἐπιβουλὰς ἀνενεγκεῖν.
59.152
ἀλλὰ νῦν ἅπας μὲν ὁ παλαιὸς χρόνος ἥττηται, ἅπας δὲ φθόνου χαλεπὸς ὀφθαλμὸς ὑπερώρισται, φιλίας δὲ σύνδεσμος ἀρραγὴς τὰς τῶν βασιλέων συνέχει ψυχάς. ἡ δὲ ἀρχὴ τοῖς μὲν τόποις διήρηται, ταῖς δὲ εὐνοίαις συνάπτεται, καὶ τὸ τῆς οἰκειότητος Ι ὄνομα πι στοῦται τοῖς ἔργοις. τοσοῦτον γὰρ ἀπέχουσι τοῦ τοῖς ἀλλήλων ἀγαθοῖς ἀλγεῖν, ὥστε ἑκάτερος θατέρῳ τῶν πρωτείων ἀφίσταται. ἵπποι δὲ καὶ τέτρωρα παρ’ ἡ μέ ραν ταῖς διαδοχαῖς τὸ τάχος ἐπιτείνοντα τὰς ἐκατέρων παρ’ ἀλλήλους διαπορθμεύει γνώμας. καὶ τῶν ἐ κπεμπομένων ἕκαστος δι᾿ ἴσης τῆς ἐξουσίας ἑκατέραν ἀρχὴν ἐπέρχεται. τὸν δὲ χῶρον ἐν ᾧ τὰ τῶν βασιλειῶν τμήματα συγκεράννυται οὐ στρατοπέδων φρουρεῖ καθέδρα συνεχής, ἀλλ’ ἀδόλου πίστεως ἰσχὺς ἀκίνητος.
59.153
Καὶ τί δεῖ πόρρωθεν ζητεῖν τὴν ἀπόδειξιν τοῦ πάντα τε ἐκείνους κοινὰ κεκτῆσθαι καὶ κοινοὺς ὑφ’ ἀπάντων ἄγεσθαι δεσπότας; αὐτὸ γὰρ τὸ νῦν γιγνόμενον τίνος εἰς μαρτυρίαν οὐκ ἄμεινον; λόγος εἰς εὐφημίαν κοινὸς μὲν ἀμφοῖν προβληθείς, κοινὸς δὲ ἀμφοῖν ἐργασθείς, ὡς οὐκ ὂν σφαλερόν, εἴ τις ἀ μφοτέρους ἐξίσης θαυμάσειε, μᾶλλον δ’ ὡς οὐχ ὅσιον ὄν, εἰ μή τις θαυμάσειεν ἀμφοτέρους ἐξίσης.
59.154
ἆρ’ οὖν αὐτοὶ μὲν ἀντὶ τοῦ φθονεῖν ταῖς ἀλλήλων εὐ πραξίαις ἀλλήλους δορυφοροῦσιν, οἷς δὲ δυνάμεις ἐ νεχεί ρισαν, ὑπὸ τούτων εἰς κινδύνους κατέστησαν, οἷα τὰ πρόσθεν λέγεται συμπεσεῖν πολλάκις τῶν μὲν μεγέθει χρημάτων, τῶν δὲ ταῖς στρατηγίαις εἰς ἐπανάστασιν χρησαμένων; ἀλλὰ καὶ τοῦτο τῶν παρόντων ἐξαίρετον. οὐδεὶς γὰρ ἔστιν ὅστις οὐκ ἂν δέξαιτο τεθνάναι πρό τερον ἢ περὶ τὸν πιστεύσαντα γενέσθαι πονηρός, οὐ δεὶς δέ ὅστις οὐκ ἂν ἕλοιτο καταποντίσαι τὰ ὄντα πρότερον ἢ νεωτέρων πραγμάτων χορηγίαν ποιήσασθαι.
59.155
καίτοι πρότερον μὲν οἱ βοηθέντες ἐπὶ χρήμασι τῶν νῦν μέσως ἐχόντων εἰς εὐπορίαν καταδεέστερον ἐπλούτουν, νῦν δὲ οἱ μέσως ἔχοντες τῶν πρότερον βασιλέων ἀφθονώτερον διάγουσιν, ἀλλ’ ὅμως οὐκ ἐ κφέρει πρὸς θρασύτητα τὴν γνώμην τὸ τῆς περιουσίας ὑπέρογκον.
59.156
τί ποτ᾿ οὖν τὸ αἴτιον τῆς τε προτέρας ἀγνωμοσύνης καὶ τῆς νῦν εὐγνωμοσύνης; ὅτι τότε μέν τὸ τοῦ Δημοσθένους συνέβαινε καὶ μεί ζων ἣν ὁ τοῦ μέλλοντος φόβος τῆς παρούσης χάριτος καὶ τὰς δόσεις αἰ δημεύσεις κατελάμβανον. ἐῴκει δὴ τὸ γιγνόμενον Εὐρίπου στροφαῖς. εἰς γὰρ τὸν δεδωκότα τὸ δῶρον ἐπανήρχετο μετά τοῦ προστρίψασθαι τῷ λαβόντι συμφοράν. οὔκουν εἴα τοῦ μέλλοντος τὸ δέος ἠρεμεῖν τὸν δεξάμενον, ἀλλὰ μία σωτηρίας ἐλπὶς ὑπέκειτο τὸν δεδωκότα διαφθεῖραι. νῦν δέ γε πολὺς μὲν ἐκ βασιλέων πλοῦτος εἰς τοὺς ὑπηκόους μεταρρεῖ, πανταχοῦ δέ τὸ βέβαιον τῇ φιλοτιμίᾳ συνέζευκται καὶ τοῖς λαμβάνουσιν οὐ μείζων ἡδονὴ τοῦ λαβεῖν ἢ τοῦ μετ᾿ ἀσφαλείας ἔχειν.
59.157
Ἕτερον δέ γε πολὺ τούτου σεμνότερον καὶ τὸ κέρδος εἰς ἅπαντας ἐκτεῖνον. εἰ γάρ τις ἔροιτο ὁντινοῦν, τί μάλιστα βαρύτατον ἀνθρώποις τῶν εἰ ω θότων λυπεῖν ἐν αἰχμαλώτῳ τύχη, εὐθὺς ἂν οὐδὲν περισκεψάμενος εἴποι τὴν τῶν γυναικῶν αἰσχύνην. τοῦτο τοίνυν ἐν μέν ταῖς ἀνωτέρω βασιλείαις οὐκ ἀπετέτραπτο, ἀλλ’ ὥσπερ τοὺς φόρους ἐκλέγειν ἐν τοῖς νενομισμένοις ἐτέτακτο, οὐτῶ καὶ τὰ τῆς ἁρπαγῆς τῶν γυναικῶν εἰς ἔθος ἀ ἀφῖκτο, καὶ οἱ τοὺς πολεμίους ἀ ν εἴργοντες τᾤ τῆς ἐλευθερίας σχήματι τἀς τῶν ἀ νδραποδισμῶν συμφορὰς ἀνεμίγνυσαν οὐδὲν ἀπεοικότες κυνῶν γενναίων μὲν πρὸς τοὺς λύκους, ὠμῶν δὲ πρὸς τὰ ποίμνια.
59.158
ἀλλὰ νυν ἅπας μὲν φόβος τῶν γά μων ἀπελήλαται, ἀσφάλεια δὲ τὰς τῶν γενῶν διαδοχὰς μετ’ εὐθυμίας παραπ· έμπει, σωφροσύνη δὲ τρόπων οὐχ ἡττᾶται τυραννικῆς ἀνάγκης, γυναικὸς δὲ ὥραν εὐ τυχεῖν ἀκίνδυνον. εὐνὴ δὲ πᾶσα καθ’ ἅπ· ασαν γῆν καὶ θάλατταν τὸ τούτων μέρος ἀνύβριστος.
59.159
Τῶν τοίνυν γεωργούντων τοῖς ἀδικουμένοις καὶ μικρὰ μὲν ἢ φαῦλα κεκτημένοις, πολλά δὲ φέρειν ἠναγκασμένοις καὶ τούτου συμβεβηκότος παρὰ τὴν ἀ μετρίαν τῶν πρὸ τοῦ τὴν χώραν ἀναμετρεῖσθαι ταχθέντων καὶ πολλῆς ἀπορίας οὔσης τῆς μὲν συντελείας κατεπειγούσης, τῆς δὲ γῆς οὐκ ἀποχρώσης, καὶ ταύταις ταῖς συμφοραῖς ἐπήμυναν λογιστῶν δευτέρων ἀκριβείᾳ τὴν ἐκ τῶν ἔμπροσθεν βλάβην λύσαντες.
59.160
Καὶ τί δεῖ λέγειν περὶ τῶν γεωργῶν ἢ περιλαμβάνειν ἀριθμῷ τὰ τῶν εὖ πεπονθότων ἔθνη; ὅλως γάρ ταῖς ἀπάντων ἁπανταχόθεν ἱκετείαις ἀνέῳκται τά βασίλεια, καὶ οὔτε γένος οὔτε ἡλικίας μέτρον οὔτε τύχης ἀξίωμα πρὸς τὴν ἀπόλαυσιν τῆς φιλανθρωπίας διακέκριται, ἀλλ’ ἐφ’ ὑψηλοῦ καθήμενοι πᾶσιν ὁμοίως κηρύττουσι θαρρεῖν, ὧς οὔτε νεότης οὔτε γῆρας οὔτε πενίας εὐκαταφρόνητον σχῆμα τῆς κοινῆς ἐπικουρίας ἀποκεκλείσεται οὐδὲ λυμανεῖται τὸ δίκαιον οὔτε δικαστὴς δυσμενὴς οὔτε ἀντίδικος ἰσχυρός, ἀλλὰ πρόχειρον εἰπόντι τὴν συμφορὰν τὸν ἵλεον ἐπισπᾶσθαι.
59.161
Ἐν τούτῳ δὴ τῷ μέρει γενόμενος ὑπερηγά σθην, ὅτι τὴν φιλανθρωπί· αν ἔννομον πρυτανεύειν ἠξίωσαν καὶ οὔτε τοὺς ἀδικουμένους περιεῖδον καθάπαξ ἀπειπόντες μὴ δεῖσθαι οὔτε τοῖς ἐξαπατᾶν τολμῶσι συνέπραξαν πάντα ἐφεξῆς πιστεύσαντες. ἀλλ’ ἐπειδὴ τοὺς μὲν ᾔδεσαν παρὰ τὴν ἀσθένειαν ἔλαττον ἔχοντας, τοὺς δ’ ἐπὶ παρακρούσει ταῖς ἱκετείαις χρησαμένους, ἵνα τοὺς μὲν ἀντανισώσωσι τῇ βοηθείᾳ, τῶν δὲ τὴν ἀπάτην φυλάξωνται, τὴν τῶν νόμων ἰσχὺν τῇ φιλανθρωπίᾳ προσῆψαν κώλυμα τοῦτο ταῖς παραγωγαῖς ἀνευρόντες. καὶ συμβαίνει δὴ πανταχῆ μέν τοὺς βασιλεῖς ταῖς ἱκετείαις ἐπινεύειν, μηδαμῆ δὲ τῶν θεσμῶν τὴν ἀκρίβειαν ὑπὸ τῆς φιλανθρωπίας βλάπτεσθαι.
59.162
ἀπὸ τῆς αὐτῆς δὴ γνώμης καὶ τὴν τῶν ἀ μφισβητημάτων διάγνωσιν εἰς τοὺς ὑπάρχους ἀπώσαντο. σκοπούμενοι γὰρ εὕρισκον νόμων μὲν ἰσχὺν ἡττωμένην βασιλικῆς ἐξουσίας, ψυχὴν δὲ βασιλέως εἴκουσαν ὄψει δακρύων. ἔδεισαν οὖν μὴ πρὸς τἀς ἀντιβολήσεις καὶ τοὺς ὀδυρμοὺς ἐπικλασθέντες φιλανθρωπότερα πλέον ἢ νομιμώτερα κρίνωσι. καίτοι τί μεῖζον ἢ τὸ κυρίους μὲν εἶναι τῶν νόμων αὐτούς, τοὺς νόμους δὲ αὑτῶν κυρίους ποιεῖσθαι;
59.163
ἄρχοντας τοίνυν τοὺς εἰς τὰς πόλεις ἐκπεμπομένους οἶ μὲν ἔμπροσθεν βασιλεῖς τοὺς φονικωτάτους ἀρχικωτάτους ἐνόμιζον, ὥστε οὐκ ἦν ἐνδοξότερον τῶν o πολεμίων πλείονας ἢ τῶν χομένων διαφθεῖραι. νῦν δὲ τῷ μέν ξίφει τὸ σχῆμα πληροῦται, τῆς δὲ βασιλικῆς πρᾳότητος ἐν ταῖς τῶν ὑπάρχων ψυχαῖς εἰκόνες ἐκλάμπουσι. δεῖ δὲ οὐδέν ἀνάγκης καὶ φόνων εἰς τὸ γενέσθαι τὰ δέοντα, ἀλλ’ ἀρκεῖ φράσαι τὸν ἐφεστηκότα, καὶ κατά πόδας τὸ τέ λος.
59.164
ἀεὶ δὲ τούς προτέρους ὑπάρχους ἀ ναπαύ οντες ἐν τῷ μέρει δευτέρους ἑτέρους πρὸς τὰς διοικήσεις ἄγουσι. καὶ πάνυ γε εἰκότως. εἴτε γὰρ ἐπίπονόν τι τὸ χρῆμα τῆς ἀρχῆς, οὐκ ἀξιοῦσι διηνεκεῖ φορτίῳ τοὺς αὐτοὺς ἐπιτρίβεσθαι, εἴτε τινὸς εὐδαιμονίας μετέχον, πολλοὺς εἰς μετουσίαν τῆς εὐδαιμονίας καλοῦσιν.
59.165
ἔτι τοίνυν κἀκεῖνο κατιδόντες ὅτι πεφύκασιν αἰ τιμαὶ χρηστοὺς ποιεῖν, αἰ δὲ τιμωρίαι τοὺς πονηροὺς κολάζειν, τοὺς μὲν περὶ τὰς τιμωρίας διατρί ψαντας οὐ κωλύειν ἡγήσαντο γενέσθαι πονηρίαν, ἀλλὰ τὴν ἀεὶ γιγνομένην ἐκκόπτειν καὶ τὸ πραττόμενον ἐοικέναι ταῖς τῆς ὕδρας ἐκτομαῖς, αὐτοὶ δὲ ταῖς εὐ ποιίαις τὰς ἁπάντων προκατασχόντες· γνώμας μᾶλλον ἔπραξαν ὅπως χρήσονται βελτίστοις ἢ ὅπως ἀδικοῦντας κολάσουσι.
59.166
Τοσαύτης οὖν ἀρετῆς ἐν μέσῳ προκειμένης τί χρὴ μέγιστον τῶν ἁπάντων νομίσαι; πότερον τὴν εὐ γένειαν ἢ τὴν τροφήν; καὶ πότερον τὴν δικαιοσύνην ἢ τὴν τῶν τρόπων σωφροσύνην; καὶ πότερον τὴν πρὸς τοὺς πολεμίους ἀνδρίαν ἢ τὴν πρὸς ἀλλήλους συμφω νίαν; καὶ πότερον τὴν πρὸς ἕκαστον φιλανθρωπίαν ἢ τὴν ἁπανταχοῦ σύνεσιν;
59.167
οἱ γε καὶ πρὸς τὰς μεγίστας τῶν πράξεων οὐκ ἐνόμισαν μαντικῇ τὴν ἐλπίδα θαρρύνειν, οὐ πρὸς τὸ πρόχειρον, ἐμοὶ δοκεῖν, ἀ πιδόντες ὅτι πολλάκις ἐλάττων ἀναφαίνεται, ἀλλ᾿ ὅτι κἂν εἰ τὰ μάλιστα τὸ μέλλον ἀνιχνεύοι, δυοῖν ἐ μπό δισμα γίνεται, φιλοτιμίᾳ τε καὶ ἀνδρίᾳ. τούς τε γὰρ ἀποτευξομένους εἰ προειδεῖεν οὐκ ἐᾷ κρείττονα τῆς τύχης παρασχέσθαι τὴν προθυμίαν, ἀλλ’ εὐθὺς δειλοὺς ποιεῖ τά χείρω προδείξασα οἷς τε ἀπόκειται τὰ χρηστὰ τούτους ἀφαιρεῖται τὴν ἐπ’ ἀνδρίᾳ δόξαν. οὐ γὰρ ἀρετῇ μᾶλλον ἢ τῷ τῆς ἐκβάσεως προδήλῳ δοκοῦσι πεπιστευκέναι. ὅσοι δ’ ἂν ὁμοίως ἀγνοοῦντες τὸ πέ ρας ἄνδρες ἀγαθοὶ γίγνωνται, καὶ κατορθοῦντες θαυμαστοὶ καὶ σφαλέντες ἄμεμπτοι.
59.168
Εἰ δή τις μέλλοι τὸν προσήκοντα λογισμὸν ὑπὲρ ἀπάντων σχήσειν, μή μοι ψιλὸν ἐξεταζέτω τῶν ἐγκωμίων τὸν ἀριθμόν, ἀλλ’ ἑκάστῳ προσαγέτω τὴν τῶν εἰργασμένων ἡλικίαν. καὶ τάχα μεῖζον ἐν τῇ νεότητι τῶν πεποιηκότων ἢ τῷ μεγέθει τῶν πεποιημέ νῶν εὑρήσει τὸ θαῦμα.
59.169
δοκεῖ δή μοι καὶ τὸ βούλευμα τοῦ τὴν οἰκουμένην συστησαμένου νῦν δὴ μάλιστα σώζεσθαι. ἐπειδὴ γὰρ ἵδρυσε μὲν τὴν γῆν, ἔχεε δὲ τὴν θάλατταν, ποταμοὺς δὲ προήγαγεν, ἔδειξε δὲ νήσων περίρρυτον θέσιν, πάντα μὲν εἰς τὸ δημιουρ γῆθέν ἐγκατέθετο σπέρματα καὶ βοσκήματα καὶ ὅλως ὁπόσων ἔμελλεν ἀνθρωπεία δεήσεσθαι φύσις. οὐ μέ ντοι πάντα γε πᾶσιν ἔνειμε μέρεσιν, ἀλλὰ διῄρει τὰ δῶρα κατὰ τοὺς χώρους εἰς κοινωνίαν τοὺς ἀνθρώπους ἄγων τῇ παρ’ ἀλλήλων χρείᾳ καὶ φαίνει δὴ τὰς ἐμπορίας, ὅπως τῶν παρ’ ἐνίοις φυομένων κοινὴν εἰς ἅπαντας ἐξενέγκῃ τὴν ἀπόλαυσιν.
59.170
τοῦτο τοίνυν τὸ φιλάνθρωπον βούλευμα καὶ σωτήριον πρότερον μὲν ἀνῄρητο· καὶ διέφθαρτο καὶ τὸ τῆς ἐπιμιξίας ἐν ἴσῳ τοῖς φόνοις ἀπείρητο, ὁ δὲ ἀλοῦς κατεκρημνίζετο. ἐῴκει δὴ σχήματι διατετμημένῳ τὸ σχῆμα τῆς γῆς. ἀλλά νῦν συνῆλθε μέν καὶ συνῆπται τὸ τέως διῃ ρημένον, κεκόμισται δὲ τὴν οἰκείαν τάξιν τὸ τέως διεσπασμένον.
59.171
μία μὲν ἤπειρος, μία δὲ θάλαττα, κοιναὶ δὲ αἰ νῆσοι, ἀνεῳγμένοι λιμένες, ἀναπεπταμέναι πύλαι. ὁλκάδες δὲ πανταχῆ τὰ πανταχόθεν κομίζουσαι στενοχωροῦσι τοὺς ὅρμους. πανήγυρις δὲ κοινὴ διά πάσης μικροῦ τῆς ὐφ’ ἡλίῳ τέταται τῶν μὲν καθ’ ἱστορίαν, τῶν δέ κατ’ ἄλλας προφάσεις, τῶν μὲν πελάγη περαιουμένων, τῶν δὲ δι᾿ ἠπείρου θεόντων. καὶ οὔτε τῶν Νείλου θαυμάτων οἱ τὴν ἑσπέραν οἰκοῦντες ἀθέατοι τῶν τε ἐπὶ τῆς ἐσπέρας καλῶν οἱ Νείλῳ προσοικοῦντες οὐκ ἄπειροι. Φοίνικες δὲ ἐν Σικελικοἴς ὅρμοις, Σικελιῶται δέ πάλιν ἐν Φοινίκων λιμέσιν. ἀνεῖται δὲ ἡ τῆς Ἀθηνᾶς πόλις τοῖς λόγων ἐμπόροις, ἀνεῖται δὲ τὸ Βιθυνῶν ἔθνος τοῖς ὁτιοῦν ἐπιθυμοῦσι λαβεῖν.
59.172
καὶ τί δεῖ σμικρολουεῖσθαι καθ’ ἕκαστον, ἀλλ’ οὐχὶ μίαν εἰς ἅπαντα φωνὴν ἀ φεῖ ναι, ὅτι νῦν τὰ σωφρονοῦντα τῆς οἰκουμένης γένη καθάπερ ἐν χορῷ μίαν ἁρμονίαν ἐντεινάμενα συνᾴδει δύο κορυφαίων ἐνδιδόντων τὸ μέλος.
59.173
οἱ μὲν οὖν ἔμπροσθεν παυόμενοι τῶν λόγων ἐπιεικῶς ηὔχοντο πλειόνων ἀγαθῶν τυχεῖν καί μοι δοκοῦσιν εἰκός τι πεπονθέναι, πλειόνων γὰρ ἐδέοντο μαλλὸν ἢ τετυχήκεσαν· νῦν δὲ οὐδὲν αἰτῆσαι πάρεστιν οὐ μὴ πάλαι πάρεστιν ἡ πεῖρα. ὥστε καὶ τοῦτ’ ἂν εἴη τῶν βασιλέων ἐξαίρετον, ὅτι μηδέν ἡμῖν κατέλιπον ὃ ζητήσομεν.