Orations
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius">
—
⋯
Original / primary: Textus receptus
5.1
Αὐτὸ τοῦτο τὸ νῦν ἐμὲ καὶ ζῆν καὶ λέγειν καὶ ὁρᾶν τε ὑμᾶς καὶ ὑφ’ ὑμῶν ὁρᾶσθαι παρὰ τῆς μιδός μοι σαφέστατα, ὦ ἄνδρες, ἥ μ’ ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν ἐρρύσατο καὶ διέσωσεν. οὐ δὴ ἀχάριστον χρὴ γενέσθαι περὶ τὴν ταῦτα δοῦσαν θεόν, ἀλλὰ δίκαιον δεικνύμενον τηρεῖν τὸν περὶ ταῦτα νόμον.
5.2
ὁ δὲ νόμος ἐστὶν εὖ παθόντα ὑπό του τῶν τόνων τιμᾶν τοῦτον τὸν εὖ πεποιηκότα. τιμᾷ δὲ ὁ μὲν κρατῆρας ἀνατιθείς, ὁ δὲ χρυσίδας, ὁ δὲ ἕτερόν τι σκεῦος, ὁ δὲ στέφανον, ποιμὴν δὲ αὐλὸν καὶ θηρατὴς θηρίου κεφαλὴν καὶ ποιητὴς ὕμνον ἐν μέτρῳ καὶ ῥητορικὸς ὕμνον ἄνευ μέτρου. δοκεῖ δέ μοι παρὰ τοῖς θεοῖς ὕμνος χρυσίου προκεκρίσθαι, εἰ δὴ καὶ ἀνὴρ ἀγαθὸς τήνδε ἂν θεῖτο Ι περὶ τούτοιν τὴν ψῆφον, σεμνότερος τούτῳ μᾶλλον ἢ’ κείνῳ γιγνόμενος.
5.3
ἀ μειβόμεθα δὴ σωτηρίαν λόγῳ, δοῦναι δὲ μὴ τοῦ παντὸς ἁμαρτεῖν ἐν τῷ λόγῳ τῆς καὶ τὸ ἔτι εἶναι δούσης θεοῦ, λαβεῖν δὲ αὐτῇ τοῦτο παρὰ τοῦ μουσηγέτου τε καὶ ἀδελφοῦ ῥᾴδιον.
5.4
Ἄρτεμις Δῖός καὶ Λητοῦς θυγάτηρ, πατρὸς μὲν τοῦ μεγίστου τῶν θεῶν, μητρὸς δέ, ἣν ἐκεῖνος Πς τοιαύτας ἐξελέξατο γονάς, Δήλου δὲ ἀνασχούσης καὶ σταθείσης τε καὶ στησάσης τὴν Λητὼ προεκτρέχει μὲν ἡ Ἄρτεμις τοῦ Ἀπόλλωνος, βοηθεῖ δὲ τῇ μητρὶ πρὸς τὸ καὶ τὸν Ἀπόλλω τεκεῖν.
5.5
καλὸν μὲν δὴ καὶ τὸ ἐκτραφέντα χρόνῳ ὕστερον ἐκτίνειν τροφεῖα τοκεῦσιν, ἡ δὲ ἅμα τε ἐγεγόνει καὶ ἠμείβετο τὴν τεκοῦσαν ἐν καιρῷ μάλιστα δὴ δεομένῳ βοηθοῦ. ὥστε καὶ ὧ νἈ πό λλῶ ν αiτ́ ιος ἀ γαθῶ ν ἀ νθρώ ποις, ἀ μφοτέ ροις ἰ στέ ον χά αiτ́ ιος ἀγαθῶν ἀνθρώποις, ἀμφοτέροις ἰστέον ῥὶν, τῷ τε ἐπειδὴ ἐγένετο δόντι τῇ τε μαιευσαμένῃ. τῷ τε ἐπειδὴ ἐγένετο δόντι τῇ τε μαιευσαμένῃ.
5.6
Καὶ ὡς μὲν καὶ εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἀνδρειοτέρα ἦν τοῦ Ἀπόλλωνος πρὸς τὰ ἐκ τῆς‘ Πρας δείματα, ὅθεν δὴ καὶ ὀνόματα τῇ μὲν Ἄρτεμιν, τῷ δὲ γενέσθαι Λοξίαν, ταυτὶ μὲν ἑτέροις ᾄδειν ἀφείσθω.
5.7
γίγνεται δὲ αὐτῇ γενομένῃ παρὰ τῆς Γῆς τόξα τε καὶ βέλη δῶρα καὶ τὸ εὐθὺς ἐπίστασθαι τὴν τέχνην, ἔλαφοί τε εὐθέως ἐφαίνοντο, παρὰ τῆς Γῆς, οἶμαι, καὶ τοῦτο, καὶ ἐβάλλοντο ἄλλαι ἐπ’ ἄλλαις μελέτης εἵνεκα τῆς περὶ τὴν τοξικήν. τοῦτο δὴ φαίνεται πεποιηκὸς R 227 καὶ τὸν Ἀπόλλω τοξότην, ἡ μίμησις τῆς Ἀρτέμιδος, ὥστε εἵη ἂν Ἀρτέμιδος Ἀπόλλων ἐν τοξικῇ μαθητής.
5.8
Αὐξομένη δὲ ἡ θεὸς κάλλει τε ἤστραπτε καὶ ἔφευγε γάμον καὶ ὤμνυ τὴν τοῦ πατρὸς κεφαλὴν ἦ μὴν παρθένος μενεῖν. τοῦ μὲν οὖν κάλλους ἄλλοι τε ποιηταὶ μάρτυρες καὶ ὁ σοφώτατος Ὅμηρος, τοῦτο μὲν τὴν Ἀλκίνου θυγατέρα τῇ ταύτης εἰκόνι τιμήσας, τοῦτο δὲ τὴν Ἰκαρίου, προσθεὶς τῇ Ἀρτέμιδι τὴν Ἀφροδίτην εἰς ἴσον ταῖν θεαῖν ἄγων τὰ κάλλη.
5.9
Παρθένιόν τε τὸν ἐν Παφλαγόσι ποταμὸν ὄντα καλὸν καλὸν δὴ εἶναι λόγος, ὅτι λουτρὸν Ἀρτέμιδι γένοιτο. τοῦ γε μὴν ἀ ποδιδράσκειν τὴν πρὸς τὸ ἄρρεν κοινωνίαν μάρτυς νὸς ὁ δυστυχὴς Ὠρίων σκορπίῳ κατενεχθεὶς ὁ τηλικοῦτος, ἐπειδὴ ὧν οὐκ ἐξῆν ἥπτετο.
5.10
τὴν μὲν δὴ Ἀθηνᾶν οὐδὲν θαυμαστὸν παρθένον ἑλέσθαι εἶναι, φῦσαν ἐκ μόνου τοῦ πατρός, ἡ δὲ ἐκ γάμου γενομένη τὴν παρθενίαν ὅμως ἐδίωξε. καὶ ἡ μὲν Ἀφροδίτη διὰ τὸ κάλλος αὐτή τε ἀνδρὶ συνεζύγη καὶ ἐπέστησεν αὑτὴν γάμοις τε καὶ ὑμεναίοις, τὴν δὲ οὐκ ἔπεισε τὸ κάλλος συνοικεῖν τε θεῶ καὶ κύειν καὶ τίκτειν οὐδὲ ὑπέθηκεν αὑτὴν τοῖς τοῦ γήμαντος βουλήμασιν.
5.11
Οὐ μὴν οὐδὲ ἱστὸν καὶ ἔρια καὶ ταλασίαν καὶ ἔργα γυναικῶν ἠξίωσεν ἐφορᾶν, ἐλάττω ταῦτα τῆς τῆς κρίνασα φύσεως, ἀλλ’ ἀφῆκεν αὑτὴν ἐπὶ τὰ θηρία, νάπας τε καὶ ὄρη καὶ ἄλση καὶ δρυμοὺς ἐπιοῦσα, τέ ρψιν ἔχουσα τὴν θήραν. οὐ γὰρ δὴ πόνου δεῖ τῇ Ἀρτέμιδι πρὸς τὸ βάλλειν, ἀλλ’ ὅσα ἡμεῖς ταῖς καθειργμέναις ὄρνισι, χρῆται ἐκείνη κάπροις τε καὶ ἐλάφοις καὶ ὅτῳ ἄλλῳ θηρίῳ δόξειε.
5.12
καὶ ἔστιν ἀκριβῶς δέσποινα τῶν θηρίων μᾶλλον ἢ ἡμεῖς τῶν οἰκετῶν. τῶν μέν γε ἀντέβλεψεν ἤδη τις καὶ ἐλύπησε ῥήματι καὶ ἀποδρὰς ᾤχετο, τὰ δὲ ὅ τι περ ἂν ἐκείνῃ δοκῇ, πάσχει τε καὶ στέργει τοῖς ἀπὸ τῆς θεοῦ.
5.13
ἡ δὲ τέρπεται μὲν ὁρῶσα αὐτὰ θέοντα, τέρπεται δὲ διώκουσα, πεται δὲ τοξεύουσα. τῇ τέρψει δὲ αὐτῇ τῷ γένει τῷ τῶν ἀνθρώπων ἀμύνει, τὰ δυσμενῆ τῷ γένει ποιοῦσα ἐλάττονα, δοκεῖν δέ μοι, καὶ τῷ μὴ χωρεῖν αὐτὰ ἐπὶ τὰ ἄστη μηδὲ προσπίπτοντα σπαράττειν τε καὶ κατεσθίειν καὶ κενοῦν τὰς πόλεις ἀνθρώπων.
5.14
τὶς γὰρ ἂν ἤνεγκεν ὁμοθυμαδὸν ἐπιόντα τῶν θηρίων τὰ φῦλα, ὅπου γε καὶ ἢν ἔν τι τούτων δὴ τῶν ἐν τοῖς ζωυδείοις τεταλαιπωρημένων ὑπερβὰν τὸ ἑρκίον θέῃ διὰ πόλεως, βλέμματι μόνῳ ταράττει τε καὶ ἐκπλήττει καὶ ποιεῖ σκοπεῖν ἡ ἄν τις σωθείη, θύραι τε κλείονται καὶ βοὴ πρὸς ἀλλήλους καὶ θόρυβος, ὅσος ἂν ἐκ πολεμίων εἰσπεσόντων γένοιτο;
5.15
τί δὴ ἂν οὖν οἰόμεθα συμβῆναι ἐν θηρίων ἐπιστρατείαις ἡγουμένων λεόντων; τῆς θεοῦ τοίνυν χάρις τὰ νῦν γιγνόμενα, τὸ μένειν ἐν ταῖς ὕλαις, ἃ οὐκ ἦν ἐνεγκεῖν ἐπιόντα.
5.16
Φήσει τις μεγάλῳ ἔργῳ, τοῖς πολεμικοῖς, ἐπιστατεῖν τὸν Ἄρη τε καὶ τὴν Ἀθηνᾶν. ἔστι δὲ οὐκ ὀλίγη μοῖρα τῶν ἐν πολέμοις Ἀρτέμιδος, εἰ μὴ μικρόν τῳ δοκεῖ τοῖς πολεμοῦσιν εἶναι τόξα καὶ βέλη, δι’ ὧν ἐστι πόρρωθεν τῶν ἐναντίων κρατεῖν δρῶντας ἄνευ τοῦ παθεῖν.
5.17
εἰ γοῦν τοῖς μὲν εἶεν τῶν μαχομένων τοξόται, τοῖς δὲ μή, τάχιστ’ ἂν ἀναλωθείη τὸ ὁπλιτικὸν ὑπὸ τῶν τοξευμάτων, πρὶν συμπεσεῖν, καὶ ἀπίοιεν ἂν καθαροὶ τραυμάτων νενικηκότες οὗτοι δὴ οἱ τοξόται, καὶ πολιορκῶν δὲ τοξότης κατενέγκαι ἄν τὸν ἐπὶ τείχους πολλάκις, καὶ ἀπὸ τοῦ τείχους δ’ ἂν τὸν τειχομαχοῦντα ῥ ᾳ δίως ὁ πολιορκούμενος. ὁπλίτου δὲ πόσον ἂν ἐνταῦθα εἵη τὸ ἔργον.
5.18
μάθοι δ’ ἄν τις καλῶς παρ’ Ἡρακλέους, ὁπόσον τι δύναται τόξον, ὅς ὁρμήσας καθαίρειν τὴν γῆν, οὐ θώρακα ἐνδὺς οὐδὲ ἀσπίδα λαβὼν ἐχώρει πρὸς τὸ ἔργον, ἀλλὰ τόξα καὶ φαρέτραν, οἷς τὰ πολλὰ κατειργάζετο.
5.19
τῶν δὲ ἐκείνου τόξων ἀπέλαυσεν εἰς νίκην καὶ ὁ μετ’ ἐκεῖνον ἐπὶ Ἴλιον ἥκων στρατός. εἰ δὲ μὴ ἦλθεν ἐκ Λήμνου Φιλοκτήτης μετὰ τῶν τόξων κλέους, μικρὰ ἂν ἦν τὰ τῶν ὁπλιτῶν.
5.20
ὅλως δὲ ὅστις θηρᾶν ἀγαθός, οὗτος καὶ πολεμεῖν ἀγαθός. ἀγαθὴ γὰρ πολέμου διδάσκαλος ἡ θήρα. καὶ ὁ μὲν ἐκεῖθεν δεῦρ’ ἥκων θαρραλέος, εἰδὼς σωθῆναί τε καὶ διαφθεῖραι, ὁ δ’ ἄνευ θήρας δειλός τε καὶ κακὸς καὶ πολεμίοις χαρά.
5.21
Ἀριθμεῖ δὲ ὁ χρηστὸς Ξενοφῶν ἐν τῷ περὶ κυνηγεσίων λόγῳ τοὺς ἀπὸ τοῦ θηρᾶν μακαρίους τε καὶ θαυμαστοὺς καὶ οἵους λύειν κινδύνους γεγενημέ νοῦ ς. καὶ ἴ στε, ὦ νέ οι, τοὺ ς ἄ νδρας οὓ ς ἀ ριθμεῖ Ξεκαὶ ἴστε, ώ νέοι, τοὺς ἄνδρας οὓς ἀριθμεῖ Ξενοφῶν.
5.22
θαυμασταὶ δὲ ἐντεῦθεν καὶ γυναῖκες, ὅσας ἐφίλησεν Ἄρτεμις καὶ ἔσχεν ἐν θήρᾳ διατριβούσας· αἵ μοι δοκοῦσιν ἄνδρας ἀπείρους θήρας ἐν πολέμῳ λαΒοῦσαι δεῖξαι ἂν καλῶς, ὡς νόθος ἅπας ὁ στρατιώτης ὁ πολέμου πρὸ θήρας ἁπτόμενος.
5.23
δηλοῖ δὲ ἡ τῶν Λακεδαιμονίων πόλις· μάλιστα δὴ δοκοῦσα φροντίσαι Κτών^ πολεμικῶν μάλιστα δὴ φαίνεται φροντίσασα τῶν περὶ θήραν. νόμος γοῦν αὐτοῖς ἐν τῇ τῆς Ἀρτέμιδος ἑορτῇ τὸν ἥκοντα ἐπὶ τὸ δεῖπνον οὐ τεθηρευκότα δοκεῖν τε ἀδικεῖν καὶ διδόναι δίκην. ἡ δὲ δίκη, ἀμφορέα τις ὕδατος κομίσας καταχεῖ τηςζτοϋ παιδὸς κεφαλῆς, ἢν παῖς οὗτος ᾖ, ἀνδρὸς δὲ τῆς χειρὸς Ι ὁ δάκτυλος Κ 231 τοῦτο ὑπομένει, καὶ ἔστιν ἐν Λακεδαίμονι τοῦτο τὸ ΐ5 ὕδωρ ἀτιμία. ἐπιθυμοῦντες γάρ, οι-’ μαι, τοῦ νικᾶν ἐν τοῖς ὅπλοις ἒν τοῦτο μέγιστον εὑρίσκον εἰς νίκην ἐ φό διον, θηρίων περιεῖναι.
5.24
Ἔχοι δ’ ἄν τι λέγειν οὐ πρὸς Ἄρην καὶ Ἀ θηνᾶν μόνον, εΐ βούλοιτο, Ἄρτεμις, ἀλλέ̀ͅ καὶ πρὸς ἅ παντὰς θεούς, οἱ τέχνας παραδόντες ἀνθρώποις ἔχουσί τε αὐτοὺς ἐργαζομένους αὐτὰς τάς τε ἀπὸ τούτου ποῦ νται τιμά ς. μὴ ὄ ντων μὲ ν γὰ ρ ἀ νθρώ πων ἀ πώ λτιμάς. μὴ ὄντων μὲν γὰρ ἀνθρώπων ἀ πώ λλυντ’ ἂν αἱ τέχναι, ἄνθρωποι δὲ οὐκ ἂν ἦσαν ἐν ὠδῖσι διαφθειρομένων τῶν τε φερουσῶν ἅ τε φέροιτο· κοινὸς γὰρ ἀμφοῖν ἐν τῷ τοιῷδε ὄλεθρος, ἐκράτει δ’ ἂν οὗτος οὐκ ὄντος τοῦ ἀρήγοντος.
5.25
τίνες ἂν οὖν οὐκ ὄντων τῶν τικτομένων ἢ θάλατταν ἔπλεον ἢ γῆν εἰργάζοντο ἢ λόγους ἐποίουν ἢ σώματα ἐθεράπευον ἢ ἐχάλκευον ἢ ᾠκοδόμουν ἢ ἐναυμάχουν ἢ ἐπεζομάχουν ἢ ἀφ’ ἵππων ἐμάχοντο θανάτου τὴν γένεσιν φθά νοντος; ἢ γὰρ οὐδὲν ἐγίγνετο ἂν ἢ κομιδῆ τινα εὐ αρί θμητα οὐδὲ αὐτὰ ἄπηρα.
5.26
ἐπεὶ καὶ ὅσα πώποτε ἢ οὐ διέφυγε τὸν κλύδωνα ἢ ἧκεν εἰς φῶς ἀνάπηρα, ὥστε αὐτοῖς γενέσθαι τὸ μὴ τεθνάναι ζημίαν, ταῦτα ἄνευ τῆς θεοῦ τῆσδε τὴν ὁδὸν ἐκείνην τὰ μὲν οὐδὲ ἦλθε, τὰ δὲ οὐ καλῶς. οὕτω πάντη τὸ τὴν γῆν ἐσχηκός τε γένος ἀνθρώπων καὶ ἔχον καὶ ἕξον ἐν ἡλικίαις ἁπάσαις παρὰ τῆς Ἀρτέμιδος δέδοται τῇ γῇ, τό τε ὂν τό τε οὐκ ὂν τό τε ἐσόμενον.
5.27
καὶ ἃ δὴ τὸν Γάμον ὑμνεῖν ἐν γάμοις εἰώθαμεν, ὡς ὄντα πατέρα ἀνθρώπων, τά τε τούτου τοῦ θεοῦ τά τε τῆς Ἀφροδίτης μάταια ἂν ἦν, εἰ μὴ Ἄρτεμις χεῖρα ἐν ὠδῖσιν ὤρεγεν. ἐπεὶ καὶ τὴν Εἰλείθυιαν ὅταν ἀκούσῃς, ἀκούεις τὴν Ἄ ρτεμιν.
5.28
οὕτω καὶ τῆς Ἀφροδίτης ἡ σπουδή, ἔστι δὲ αὕτη παίδων εἵνεκα, διὰ ταύτης· εἰς τέλος ἔρχεται, καθάπερ τοῖς τὰ πελάγη πλέουσι διὰ τῶν λιμένων. εἰ δὲ ἀλίμενα πάντα ἦν καὶ οὐκ ἦν τὸ δεξόμενον, ἄκαρπον ἂν ἦν τὸ πεπλευσμένον περιρρηγνυμένων τοῖς προβόλοις τῶν πλοίων. λιμὴν δὴ καὶ ἥδε ἡ θεὸς τοῖς τὸν ἐν τῇ νηδύι πλέουσι πλοῦν.
5.29
Διὰ τοῦτο ἐν τιμαῖς πανταχοῦ τε καὶ παρὰ πᾶσι, καὶ νεώ τε λοπρεπεῖς καὶ βωμοὶ καὶ θυσίαι καὶ ἑορταί. Ἀθηναῖοι δὲ καὶ μηνὸς ὀνόματι γεραίρουσι τὴν θεόν, ὁ γὰρ δὴ Ἐλαφηβολιὼν τοῦτό ἐστιν. ἐν ἑτέρῳ δέ γε μηνί, Μουνυχιῶνι οἶμαι, καὶ τὰς παρθένους αὐτῇ πρὸ γάμων ὑπάγουσιν, ὅπως προτεθεραπευμένης Ἀρτέμιδος οὕτως ἐπὶ τὰ Ἀφροδίτης ἴωσι.
5.30
δυοῖν δὲ ὄντοιν σφίσι πλείστου ἀξίοιν χωρίοιν, Πειραιῶς τε καὶ τῆς πόλεως, ἡ μέν ἐστι τῆς Ἀθηνᾶς, ὁ δὲ τῆς Ἀρτέμιδος. Ἐφεσίοις δὲ καὶ τὸ νόμισμα καὶ τὴν ἔλαφον ἔφερεν ἀμοιβὴν τῇ θεῷ τῶν μεγάλων ἀγαθῶν.
5.31
Ὅτι μὲν οὖν καὶ ὑγίεια παρὰ τῆς Ἀρτέμιδος ἀνθρώποις, αὐτὸ μηνύει τοὔνομα, καὶ Αἰνείαν ἴσμεν παρ’ Ὁμήρου μαθόντες ὑπό τε Λητοῦς καὶ ταύτης ἐν μεγάλῳ ἀδύτῳ ῥωννύμενον·
5.32
τοῦ γε μὴν ὅλως αὐτῇ μέλειν ἀνθρώπων καὶ τόδε μέγα τεκμήριον. θυό ντων γὰρ αὐτῇ τῶν ἀνθρώπων ἀνθρώπους οἰομένων δεῖν μεγίστοις ἀντὶ μεγίστων τιμᾶν, μετέστησε τὸν νόμον, ἐπεὶ καὶ παρ’ οἶς αἵματι τιμᾶται ἐπὶ τοιούτῳ, ζῶντι τιμᾶται αἵματι·
5.33
ἡ δὲ αὐτὴ καὶ φιλάνθρωπος καὶ φιλέλλην. ἦλθεν οὖν ὡς Ἕλληνας ἀφεῖσα Σκύθας. καὶ τὰ ἀπὸ Σελήνης δὲ ἀγαθά, τά τε εἰς φυτὰ τά τε εἰς ἀνθρώπους, Ἀρτέμιδος δόσις, καὶ τὴν τῆς Ἑκάτης δὲ ἀρχήν, τοὺς δαίμονας τοὺς πολλούς, Ἀρτέμιδος ἀρχὴν νομιστέον· Ἄρτεμις γὰρ δὴ καὶ ἐκεῖναι.
5.34
Ἐπισταμένη δὲ εὖ ποιεῖν ἀνθρώπους ἡ θεὸς ἐπίσταται καὶ κολάζειν ἀνθρώπους, τὰ τοῦ πατρός, οἶμαι, ποιοῦσα, παρ’ οὗ καὶ πλοῦτος καὶ κεραυνοί, τὸ μὲν τοῖς δικαίοις, τοῖς δὲ οὐ τοιούτοις τὸ πῦρ.
5.35
ὁρᾷ δὲ καὶ τὸν ἀδελφὸν ἄμφω ποιοῦντα, ὥσπερ ἐπὶ τῶν πολεμησάντων τοῖς Τρῶσίν ὑπὲρ τῆς Ἑλένης Ἑλλήνων, οἷς λοιμὸν ἐνέβαλέ τε καὶ ἔλυσε τὸν αὐτόν, ἑκάτερον τῷ ἱερεῖ χαρισάμενος, τὴν μὲν νόσον, ἐπειδὴ ὕβριστο, τὴν δὲ όπαλλαγήν, ἐπειδὴ τὴν παῖδα ἀπειλήφει.
5.36
τοιαῦτα δὴ καὶ τὰ τῆς Ἀρτέμιδος· ἣ παρέπεμψε μὲν διὰ κυνὸς τὴν ἀποικίαν εἰς Ἰωνίαν, συνεφήψατο δὲ Ἀ λεξάνδρῳ τῆς στρατείας εἰς τὴν Ἀσίαν διαβάντι.
5.37
Ὡς δὲ ἄμεινον αὐτὴν τιμᾶν ἢ καταφρονεῖν, ἔδειξε μὲν ἡ Ταντάλου Νιόβη θρηνήσασα κόρας ἒξ τετοξευμένας, ἔδειξε δὲ Ἀκταίων ἰδών, ἃ μὴ θέμις, ἔδειξε δὲ ὁ τῶν Αἰτωλῶν ἄρχων Οἰνεύς, ὃς θυσίας αὐτὴν ἀποστερήσας τινὸς ἔστενεν ἐπὶ τοῖς δένδρεσι τοῖς ἑαυτοῦ κειμένοις ἡττωμένων τῶν ῥιζῶν συὸς ἑνὸς ἐμβολῆς. κρατηθἐ ντος δὲ τοῦ θηρίου μόλις τε καὶ σὺν τῷ τῶν ἑλόντων· κακῷ, τοσούτους α ἄνδρας ἀνάλωσεν, ἕτερον δ’ ἔτεκε κακὸν ἡ δορά τε καὶ ἡ κεφαλή, πόλεμον, ὅπως μηδεὶς Ἀρτέμιδος ἐν θεῶν τιμαῖς μήθ’ ἑκὼν ἀμελοῖ μήτ’ ἐ πιλανθάνοιτο.
5.38
Καὶ παιδεύει δὲ τοὺς ἀνθρώπους μηδὲν ἔξω τοῦ μέτρου μήτε λέγειν μήτε δρᾶν, τὸν μὲν Ἀ γαμέ μνονα κάλλιον αὐτῆς εἰπόντα βαλεῖν τὴν ἔλαφον ἀ ναγκάσασα τῷ βωμῷ τὴν παῖδα προσαγαγεῖν ὑπὲρ τῆς ἀναγωγῆς, ἣν ἐπεῖχεν ἡ θεὸς ἀπλοίᾳ τὴν ὑπερηφανίαν κολάζουσα πειθομένων αὐτῇ τῶν ἀνέμων οὐχ ἧττον ἢ τῳ Αἰόλῳ, τῷ σφῶν αὐτῶν ταμίᾳ, οὗ δὴ καὶ φιλανθρωπίαν κατέμιξεν ἡ θεὸς μετενεγκοῦσα τὸ ξίφος ἀπὸ τῆς κόρης ἐπ’ ἔλαφον, καὶ ἡ μὲν ἠφάνιστο, ἡ κόρη, ἡ δὲ ἦν ἐν χερσίν, ἡ ἔλαφος.
5.39
ἕτερον δὲ ὅμοιόν τε καὶ οὐχ ὅμοιον· ἀνήρ τις περὶ Ἰταλίαν συὸς χρῆμα μέγιστον ἑλών, ἀλλ’ οὐ νῦν γε, ἔφη πρὸς ἑαυτὸν λέγων, τῆς Ἀρτέμιδος ἔσΤαι τοῦ συὸς ἡ κεφαλή, τῷ δ’ ᾑρηκότι τοῦτο ἀνακείσεται ἐμοὶ. ταῦτα εἰπὼν ἐκ δένδρου τὴν κεφαλὴν ἀναρτήσας ὑπ’ αὐτῇ καθεῦδε μεσημβρίας ἡκούσης, ἡ δὲ ἐπὶ τὸ στῆθος τοῦ δεσμοῦ λυθέντος πεσοῦσα κτείνει τὸν τιμιώτερον τῆς θεοῦ κυνηγέτην.
5.40
Τιμωμένη δὲ ἥτις ἐστίν, εἰ πάλιν ἀκούειν ἐθέλοιτε, μέλλοντες Ἀθηναῖοι τρέχειν ἐπὶ τοὺς εἰς τὴν χώραν ἀποβαίνοντας τῶν βαρβάρων, τὸν Δαρείου στό λον, εὔξαντο τῇ Ἀγροτέρᾳ θύσειν αὐτῇ χιμάρους, ὅσους ἂν κτείνωσι τῶν βαρβάρων. καὶ ἀπέκτειναν ὁπόσους ἀκούομεν. ἦν μὲν γὰρ καὶ Ἡρακλῆς ἐν τοῖς μυρίοις τούτοις, ἦν δὲ καὶ ὁ Πάν, αὑτὸν παρακαλέσας, τὸ πλέον δέ μοι δοκεῖ τῆς Ἀρτέμιδος γενέσθαι, δυνατωτέρας θεοῦ.
5.41
καὶ τί δεῖ τὰ ἑτέρων λέγειν; ἀλλ’ ἥδε ἡ πόλις ἡ πολλὴ Σκυθῶν ἂν ἐγεγόνει καὶ ἀνήρπαστο κατὰ τὴν πάλαι στρατείαν, εἰ μὴ ἥδε τὸν ἀ δελφὸν παραλαβοῦσα τοξεύουσα φεύγοντας ἔδειξε Φλέ γρᾶς ἤδη ταύτας ἔχοντας· στρατὸς δὲ ἡμῖν ὁ νος τοὺς ἐπιόντας οὐκ ἦν, οἱ δὲ ἃ τῶν βαλλομένων ἦν, βοῶντες ἀπῄεσαν, οἱ Σκύθαι, δύο τοξότας οὐ φέροντες.
5.42
Καὶ τὸ ἱερὸν δὲ τουτὶ τὸ μέγα, τὸ πρὸς ἕω, τὸ ἐν τῷ προαστείῳ, γυναικός ἐστι τῆς Καμβύσου δαπάνη, μισθὸς ὀφθαλμῶν αὐτῇ παρὰ τῆς θεοῦ σεσωσμένων.
5.43
ἐγὼ δέ γε οὐκ ὀφθαλμῶν μόνον οὐδ’ αὖ χειρῶν ἢ ποδῶν ἤ τινος ἄλλου μέρους οἶδα μισθὸν ὀφείλων, ἀλλ’ ὅλου τε ἐμαυτοῦ καὶ τοῦ χοροῦ. ἦν μὲν γὰρ μὴν ὁ ἐπώνυμος τῆς Ἀρτέμιδος καὶ τοῦ γε μηνὸς ἑβδόμη ἱσταμένου, ἐν ᾗ νόμος ἐν Μερόῃ ταύτῃ ποιεῖσθαι τῇ θεῷ τὴν ἑορτήν, ἦς καὶ τὸ κεφάλαιον αἷμα ἀπὸ πυγμῆς. πύκται δέ, ὁπόσαι φυλαὶ τῆς πόλεως, εἷς ἀφ’ ἑκάστης, καὶ ἔρις ὑπὲρ νίκης θαυμαστή, οὐχ ὑπὲρ μεγάλων μὲν τῶν ταῖς φυλαῖς εἰς αὐτοὺς ἀ νηλωμένων, μανίᾳ δὲ τὸ πρᾶγμα ἔοικε τῇ θεῷ χαριζομένων.
5.44
πάλαι μὲν οὖν δρόμος ἦν ἁπάντων ἐπὶ τὴν θέαν καὶ τὸ μὴ ἐλθεῖν οὐκ εὐσεβές, τῷ καιρῷ δὲ ἀμβλυνθείσης τῆς ἑορτῆς οἱ μὲν ἐπύκτευον, διδάσκαλοι δὲ λόγων ἐν συνουσίαις, διδόντες μὲν δίκην οὐ δοκοῦ ντες τοῖς πολλοῖς, καιρῷ δὲ εἴκοντες.
5.45
πρῴην τοίνυν οἱ μὲν ᾤχοντο εἰς Μερόην, οἱ πύκται, ἐγὼ δὲ εἰσεκάλουν τοὺς νέους. οἱ δὲ οὐχ ὑπήκουον· εἷναι γάρ τι τὸ τὸν ὄκνον ἐμποιοῦν, ὅ οὐκ ἔχειν μὲν εἰπεῖν ὅ τι εἴη, δεινῶς δὲ ἀποκωλύειν. ῥᾳθυμίαν δὲ ἐμοῦ τὸ πρᾶγμα καλοῦντος, εἰ τὰ τῆς προτεραίας αὖθις ζητοῖεν, ἡ δὲ οὐκ ἦν ἔργων, δείματός τινος θορυβοῦντος σφίσι τὰς ψυχὰς ὤμνυσαν εἶναι τῆς συνουσίας τὴν φυγήν.
5.46
οὕτω δὲ συνεχώρουν. τὸ δὲ ἦν ἄρα τῆς Ἀρτέμιδος ἀρωγὴ τὸν γενόμενον ἂν κωλυούσης ὄλεθρον. ὡς γὰρ δὴ ἀπηλλάγησαν οἱ πεφοβημένοι καὶ ἦν μόνος ἐν τῷ βουλευτηρίῳ τούτῳ, λόγον τις οὐ πολλῷ ὕστερον φέρων ἔρχεται νέος εἰρημένον οἱ πολλάκις, εἰ παρέχοι καιρός, ἥκειν σὺν τῷ βιβλίῳ, καὶ γὰρ ἦν τις περὶ τοῦ λόγου λόγος. εἰλῆφθαι δὴ καιροῦ νομίσας ὁ νεανίσκος ἧκεν.
5.47
οὕτω δὲ ἀναστὰς ἐλθὼν ἐπὶ τὴν θύραν ἑστὼς ἑστῶτος ἠκροώμην. καὶ ἀνέγνωστό τε ἔπη πλείω ἢ διακόσια, καί με ἔννοια τῆς νόσου τῆς τῶν ποδῶν εἰσῄει καὶ ὡς πολὺ βέλτιον καθήμενον ἀκούειν.
5.48
ἀ πελθὼν οὖν καὶ καθεζόμενος ἐπὶ τοῦ θρόνου κελεύσας ἐκεῖνον ταὐτὸ ποιεῖν ἐπὶ θατέρου, τετταράκοντα ἐπῶν οὔπω ἀνεγνωσμένων ὁρῶ κόνιν ἐκ τοῦ ὑπὲρ τῆς θύρας τῆς μεγίστης τε καὶ μέσης φερομένην. ἔπειτα ἀ πορῥαγὲν κῦμα λίθων ἐφέρετο μέγα καὶ ἦν ἐπὶ γῆς τῶν πολλῶν συντριβέντων.
5.49
ἐγὼ δὲ οἷς μὲν εἶδον ἐ ξεπεπλήγμην, ἐπεπόνθειν δ’ ἄν τι καὶ πλέον, εἰ τὸν κτύπον ἅπαντα τοῖς ὠσὶν ἐδεδέγμην. νῦν δὲ προὐνοήθην τε καὶ ἤρκεσαν αἱ χεῖρες.
5.50
ὁ δ’ ἐπιτετραμμένος τὰς τῶν φοιτητῶν εἰσόδους οὗτος εἰσιών πως τότε τῇ σκιᾷ τοῦ κατιόντος σώζεται βλέψας τε ἄνω καὶ ἐπὶ πόδα ἀναχωρήσας ἤδη εἴσω τὸν ἕτερον ἔχων, ὥστε αὐτῷ καὶ ἐπέπληκτο τὸ τοῦ ὑποδήματος ἄκρον.
5.51
τὸ δὲ ἀπορραγὲν τοῦτο ὀφρὺς ἦν ὥρας εἵνεκα ὑπὲρ τῆς θύρας τεταμένη λίθου τοῦ στίλβοντος ἐγκειμένου τῷ μὴ τοιούτῳ· ὂν κοιλάναντες εἰς ὑποδοχὴν τοῦ νος τὸ μὲν ἐνέθηκαν αὐτοῦ, τῷ δὲ προὔχειν ἔδοσαν τέρψιν εἶναι ὁρῶσι. τέως μὲν οὖν ᾧ συνείχετο ἰσχύοντος, ξύλον τι σμικρότατον τοῦτο ἦν, ἔμενε, χρόνῳ δὲ ἐκείνου καμόντος ἐξίστατό τε τὸ ἐνηρμοσμένον, καὶ ἦν χαμαὶ σωρὸς λίθων μεγάλων οὐκ ἂν εἰκασθέντων πρὸ τοῦ πάθους, οἶμαι, τοσούτων, οἳ μὴ ὅτι νέους ἐν εἰσόδοις τε καὶ ἐξόδοις διέφθειραν ἂν ἐπιπεσόντες, ἀλλ’ οὐδὲ καμήλων τε καὶ ἐλεφάντων κεφαλαὶ γον ἂν τὸ μὴ οὐκ αὐτίκα κεῖσθαι.
5.52
ἀλλ’ αὐτὴ ἐσάωσεν, εἶπεν ἂν Ὅμηρος, καὶ παῖδάς τε γονεῦσιν ἀπέδωκεν ἐμέ τε ἐξείλκυσε σαφῶς τῆς ἐγγὺς οὕτω πληγῆς τῇ περὶ τοῖν ποδοῖν φροντίδι τῷ τε πατρὶ τῷ Διὶ καθαρὸν θανάτων διετήρησε τὸν νεών. εἰ δ’ οὐκ ἐπεκούρει, πόσας ἂν οἰόμεθα δεῦρ’ ἐλθεῖν κλίνας ἀ ναιρησομένας τότε τὸ τῆς πόλεως ἄνθος.
5.53
ἔξεστιν οὖν μοι φιλοτιμεῖσθαι κατὰ τὸν Σιμωνίδην. ἀδελφοὶ δὲ κἀκεῖνον ἔσωζον Ἀρτέμιδος ὁμοπάτριοι. Σιμωνίδη μὲν οὖν ἀντ’ ᾠδῆς ἐκεῖνα παρὰ τοῖν Διοσκούροιν, ἐμοὶ δὲ ταῦτα καὶ πρὸ Μὴς. Ἀλλ’ ἰδοὺ νῦν γε ἀποδεδώκαμεν, τοῦ δὲ μὴ λέξαι κακῶς αὐτῇ τε καὶ Ἀπόλλωνι τῷ μουσηγέτῃ μελήσει.