Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orations
LibaniusOrations 60 · textus-receptusMore by Libanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/libanius" aria-label="More works by Libanius"> —
⋯
More
Original / primary: Textus receptus
60.1
Ἄνδρες, ὧν τοῖς ὀφθαλμοῖς ἀχλὺς κα τακέχυται, ὥσπερ οὖν καὶ τοῖς ἐμοῖς, μήτε κα
60.2
Τόν τοι βασιλέα Περσῶν τοῦ νῦν τούτου πολεμοῦντος πρόγονον προδοσίᾳ τὸ ἄστυ λαβόντα καὶ ἐμπρήσαντα χωρήσαντα ἐπὶ Δάφνην ὡς τὸ αὐτὸ δρά σοντα μετέβαλεν ὁ θεός, καὶ τὴν δᾷδα ῥίψας προσεκύ νησε τῷ Ἀπόλλωνι. οὕτως αὐτὸν κατεπράυνέ τε καὶ διήλλαξε φανείς....
60.3
Ὁ μὲν στρατὸν ἐφ’ ἡμᾶς ἀγαγὼν ᾤετο αὑτῷ βέλτιον εἶναι σεσῶσθαι τὸν νεών, καὶ τὸ κάλλος τοῦ ἀγάλματος ἐκράτει θυμοῦ βαρβαρικοῦ. νῦν δέ, Ἥλιε καὶ Γῆ, τίς ἢ πόθεν ὁ πολέμιος οὗτος, ὃς οὔτε ὁ πλιτῶν οὔτε Ἱππέων οὔτε ψιλῶν τινων δεηθεὶς μικρῷ σπινθῆρι πάντα ἀνάλωσεν;...
60.4
Καὶ δὴ καὶ ἡμῖν τὸν νεὼν ὁ μὲν πολὺς ἐκεῖνος κατακλυσμὸς οὐ παρέσυρεν, ἐν αἰθρίᾳ δὲ καὶ τῆς νεφέλης παρελθούσης κατενήνεκται......
60.5
Εἶτα διψώντων μέν σοι τῶν βωμῶν αἵματος ἔμενες, Ἄπολλον, φρουρὸς ἀκριβὴς τῆς Δάφνης, καὶ ῥᾳθυμούμενος, ἔστι δὲ ὅπη καὶ προπηλακιζόμενος περικοπτόμενός τε τὸν ἔξω κόσμον ἠνείχου· νῦν δὲ μετὰ πολλὰ μὲν πρόβατα, πολλοὺς δὲ βοῦς στόμα βασιλέως τῷ ποδὶ δεξάμενος, ἰδὼν ὂν προὔλεγες, ὀφθεὶς ὑπὸ τοῦ μεμηνυμένου, πονηροῦ γειτονήματος ἀπαλλαγείς, νεκροῦ τινος ἐνοχλοῦντος ἐγγύθεν, ἐκ μέσης τῆς θεραπείας ἀποπεπήδηκας. πόθεν ἔτι φιλοτιμησόμεθα πρὸς ἄνδρας ἱερῶν μεμνημένους καὶ ἀγαλμάτων;
60.6
Οἴαν, ὦ Ζεῦ, γνώμης καμνούσης ἀφῃρέθημεν ἀνάπαυλαν. ὡς καθαρὸν μὲν θορύβων ἡ Δάφνη χωρίον, καθαρώτερος δὲ ὁ νεώς, οἷον λιμένος ἐπὶ λιμένι πὰρ αὐτῆς πεποιημένου τῆς φύσεως, ἀκυμάντοιν μὲν ἀμφοῖν, πλείω δὲ τὴν ἡσυχίαν παρεχομένου τοῦ δευ τέρου τίς μὲν οὐκ ἂν αὐτόθι νόσον ἀπέδυ, τίς δὲ οὐκ ἂν φόβον, τίς δὲ οὐκ ἂν πένθος; τίς δὲ ἂν ἐ πό θησε τὰς τῶν Μακάρων νήσους;...
60.7
Ὀλύμπια μὲν οὐ μάλα πόρρω, συγκαλέσει δὲ ἡ πανήγυρις τὰς πόλεις. αἶ δὲ ἥξουσι βοῦς ἄγουσαι τῷ Ἀπόλλωνι θυσίαν. τί δράσομεν; ποῖ καταδυσόμεθα; τίς ἡμῖν θεῶν διαστήσει τὴν γῆν; ποῖος κῆρυξ, ποί· α σάλπιγξ οὐχ ὑποκινήσει δάκρυον; τίς ἑορτὴν ἐρεῖ τὰ Ὀλύμπια τοῦ πτ· ώματος ἐγγύθεν ἐπεμβάλλον τος ὀδυρμόν;
60.8
δὸς τόξα μοι κερουλκά, φησὶν ἡ τραγῴδία. ἐγὼ δὲ λέγω, καὶ μαντικῆς τι μικρόν, ὅπως τῇ μὲν ἱλῶ, τοῖς δὲ τοξεύσω τὸν δράσαντα. ὢ τόλμης ἀσεβοῦς, ὢ ψυχῆς μιαρᾶς, ὥ θρασείας χειρός. Τιτυός τις οὗτος ἕτερος ἢ Ἴδας ὁ ἀδελφὸς Λυγκέως, οὐ μέ γας μέν, ὥσπερ ἐκεῖνος, οὐδὲ τοξότης, ὥσπερ οὗτος, ἀλλ’ ἔν τοῦτο εἰδὼς τὸ κατὰ θεῶν μαίνεσθαι. τοὺς μέν Ἀλωέως ἔτι διανοουμένους τὰς κατὰ τῶν θεῶν ἐπιβουλὰς θανάτῳ κατέπαυσας, Ἄπολλον· τούτῳ δὲ πόρρωθεν φέροντι τὸ πῦρ οὐκ ἀπήντησεν οἰστὸς ἐπ’ αὐτὴν πετόμενος τὴν καρδίαν;
60.9
ὢ δεξιᾶς τελχῖνος, ὤ πυρὸς ἀδίκου. ποῦ ποτε ἄρα τὸ πρῶτον ἔπεσε; τί τοῦ κακοῦ τὸ προοίμιον; ἆρα ἐξ ὀροφῆς ἀρξάμενον ἐπὶ τἄλλα προὔβη, τὴν κεφαλὴν ἐκείνην, τὸ πρόσωπον, τὴν φιάλην, τὴν κιθάραν, τὸν ποδήρη χιτῶνα; Ἥ φαιστος δὲ δὴ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφείλων τῷ θεῷ μηνύματος ἀρχαίου; ἀλλ’ οὐδὲ ὁ Ζεὺς ὄμβρων ἡνίας ἔχων ὕδωρ ἀφῆκεν ἐπὶ τὴν φλόγα καὶ ταῦτα Λυδῶν ποτε βασιλεῖ δυστυχήσαντι σβέσας πυράν;
60.10
τί ποτε ἄρα πρὸς αὐτὸν εἶπεν ὁ τὸν πόλεμον ἀράμενος; πόθεν ποτὲ τὸ θάρσος; πῶς δ’ ἐφύλαξε τὴν ὁρμήν; πῶς δ’ οὐκ ἔλυσε τὸ δόγμα τοῦ θεοῦ τὸ κάλλος αἰδεσθείς;
60.11
Ἄνδρες, ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς τὸν τύπον, ἡμερότητα μορφῆς, ἁπαλότητα δέρης ἐν λίθῳ, ζωστῆρα περὶ τῷ στήθει συνάγοντα χιτῶνα χρυσοῦν, ὧς αὐτοῦ τὰ μὲν ἐνιζάνειν, τὰ δὲ ὑπανίστασθαι. τὸ δὲ ὅλον σχῆμα τίνος οὐκ ἂν ζέοντα ἐκοίμισε θυμόν; ἐῴκει γὰρ ᾄδοντι μέλος. καί πού τις αὐτοῦ καὶ ἤκουσεν, ὥς φασιν, ἐν μεσημβρίᾳ κιθαρίζοντος. ὧτα εὐδαίμονα. τὸ δὲ ᾆσμα ἄρα ἣν ἔπαινος τῆς γῆς. ἡ μοι φαίνεται καὶ σπένδειν ἀπὸ τῆς χρυσῆς κυάθου, ὅτι τὴν κόρην ἴκρυψε ῥαγεῖσά τε καὶ συνελθοῦσα....
60.12
Ἐβόα μέν ὁδοιπόρος ἀνιούσης τῆς αὐγῆς, ἐ κυκᾶτο δέ φίλη Δάφνης ἔνοικος, ἱέρεια τοῦ θεοῦ. πλη γαῖ δὲ στέρνων καὶ οἰμωγή τις ὀξεῖα διὰ χωρίου πολυδένδρου δραμοῦσα πίπτει μὲν εἰς τὸ ἄστυ δεινή τε καὶ φρικώδης, ὄμμα δὲ ἄρχοντος ἄρτι γευόμενον ὕπνου πικρῷ ῥήματι τῆς εὐνῆς ἐξανέστησεν. ὁ δὲ ἐμμανὴς ἤλαυνε, πτερά γὰρ Ἑρμοῦ ζητῶν αὐτὸς μὲν ἐπὶ ζή τῇσιν ᾔει τῆς τοῦ κακοῦ ῥίζης φλεγόμενος ἔνδον οὐχ ἧττον ἢ ὁ νεώς, δοκοὶ δὲ ἐφέροντο κάτω φέρουσαι πῦρ, ὅτῳ πελάσειαν φθείρουσαι, τὸν Ἀπόλλω μὲν εὐθὺς ἄτε καὶ μικρὸν διέχοντα τοῦ στέγους, ἔπειτα δὲ τὰ ἄλλα, κάλλη Μουσῶν, οἰκιστῶν εἰκόνας, λίθων ἀστραπάς, κιόνων ὤραν. ὁ δὲ τῶν ἀνδρῶν ὅμιλος περιειστήκεσαν ὀλοφυρόμενοι μέν, βοηθεῖν δὲ ἀποροῦντες, ὃ καταλαμβάνει τοὺς ἀπὸ γῆς ναυαγίαν ὁρῶντας, ὧν ἡ βοήθεια δακρύσαι τὸ γιγνόμενον.
60.13
ἡ που μέγαν μὲν ἤγειραν γόον ἐκπηδήσασαι τῶν πηγῶν αἱ Νύμφαι, μέγαν δὲ ὁ Ζεὺς ὁ ἐγγύς που καθήμενος, ὁποῖον εἰκὸς ἐπὶ τιμαῖς υἱέος συγκεχυμέναις, μέγαν δὲ δαιμόνων μυρίων ὅμιλος ἐν τῷ ἄλσει διαιτωμένων, οὐδὲν ἐλάττω θρῆνον ἐκ μέσης τῆς πόλεως ἡ Καλ λιόπη τοῦ χοροποιοῦ τῶν Μουσῶν ἠδικημένου τῷ πυρί....
60.14
Γενοῦ μοι καὶ νῦν, Ἄπολλον, οἷόν σε ἐποίησεν ὁ Χρύσης καταρώμενος τοῖς Ἀχαιοῖς θυμοῦ τε πλήρη καὶ νυκτὶ ἐοικότα, ὅτι δή σοι τὰς θυσίας ἡμῶν ἀ ποδιδόντων καὶ ὅσον ἦν ἀπενεχθὲν ἀντικαθιστάντων προανηρπάσθη τὸ τιμώμενον οἷον νυμφίου τινὸς πλεκομένων ἤδη τῶν στεφάνων

Intertext edge

Open linked passage

Note