Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On the Sublime
LonginusSubl 18 · perseus-grc2More by Longinus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/longinus" aria-label="More works by Longinus"> —
⋯
More
Original / primary: Perseus Grc2
18.1
18.1
Τί δ’ ἐκεῖνα φῶμεν, τὰς πεύσεις τε καὶ ἐρωτήσεις; ἆρα οὐκ αὐταῖς ταῖς τῶν σχημάτων εἰδοποιΐαις παρὰ πολὺ ἐμπρακτότερα καὶ σοβαρώτερα συντείνει τὰ λεγόμενα; ἢ βούλεσθε εἰπέ μοι περιϊόντες ἀλλήλων πυνθάνεσθαι· λέγεταί τι καινόν; τί γὰρ ἂν γένοιτο τούτου καινότερον ἢ Μακεδὼν ἀνὴρ καταπολεμῶν τὴν Ἑλλάδα; τέθνηκε Φίλιππος; οὐ μὰ Δἴ ἀλλ’ ἀσθενεῖ. τί δ’ ὑμῖν διαφέρει; καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε. καὶ πάλιν πλέωμεν ἐπὶ Μακεδονίαν φησί. ποῖ δὴ προσορμιούμεθα, ἤρετό τις. εὑρήσει τὰ σαθρὰ τῶν Φιλίππου πραγμάτων αὐτὸς ὁ πόλεμος. ἦν δὲ ἁπλῶς ῥηθὲν τὸ πρᾶγμα τῷ παντὶ καταδεέστερον, νυνὶ δὲ τὸ ἔνθουν καὶ ὀξύρροπον τῆς πεύσεως καὶ ἀποκρίσεως καὶ τὸ πρὸς ἑαυτὸν ὡς πρὸς ἕτερον ἀνθυπαντᾶν οὐ μόνον ὑψηλότερον ἐποίησε τῷ σχηματισμῷ τὸ ῥηθὲν ἀλλὰ καὶ πιστότερον.
18.2
18.2
ἄγει γὰρ τὰ παθητικὰ τότε μᾶλλον, ὅταν αὐτὰ φαίνηται μὴ ἐπιτηδεύειν αὐτὸς ὁ λέγων ἀλλὰ γεννᾶν ὁ καιρός, ἡ δ’ ἐρώτησις ἡ εἰς ἑαυτὸν καὶ ἀπόκρισις μιμεῖται τοῦ πάθους τὸ ἐπίκαιρον. σχεδὸν γὰρ ὡς οἱ ὑφ̓ ἑτέρων ἐρωτώμενοι παροξυνθέντες ἐκ τοῦ παραχρῆμα πρὸς τὸ λεχθὲν ἐναγωνίως καὶ ἀπ’ αὐτῆς τῆς ἀληθείας ἀνθυπαντῶσιν, οὕτως τὸ σχῆμα τῆς πεύσεως καὶ ἀποκρίσεως εἰς τὸ δοκεῖν ἕκαστον τῶν ἐσκεμμένων ἐξ ὑπογύου κεκινῆσθαί τε καὶ λέγεσθαι τὸν ἀκροατὴν ἀπάγον καὶ παραλογίζεται. ἔτι τοίνυν (ἓν γάρ τι τῶν ὑψηλοτάτων τὸ Ἡροδότειον πεπίστευται) εἰ οὕτως ἔ

Intertext edge

Open linked passage

Note