On the Sublime
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/longinus" aria-label="More works by Longinus">
—
⋯
Original / primary: Perseus Grc2
21.1
21.1
Φέρε οὖν, πρόσθες τοὺς συνδέσμους, εἰ θέλοις, ὡς ποιοῦσιν οἱ Ἰσοκράτειοι· καὶ μὴν οὐδὲ τοῦτο χρὴ παραλιπεῖν, ὡς πολλὰ ἂν ποιήσειεν ὁ τύπτων, πρῶτον μὲν τῷ σχήματι, εἶτα δὲ τῷ βλέμματι, εἶτά γε μὴν αὐτῇ τῇ φωνῇ, καὶ εἴσῃ κατὰ τὸ ἑξῆς οὕτως παραγράφων, ὡς τοῦ πάθους τὸ συνδεδιωγμένον καὶ ἀποτραχυνόμενον, ἐὰν τοῖς συνδέσμοις ἐξομαλίσῃς εἰς λειότητα, ἄκεντρόν τε προσπίπτει καὶ εὐθὺς ἔσβεσται.
21.2
21.2
ὥσπερ γὰρ εἴ τις συνδήσειε τῶν θεόντων τὰ σώματα τὴν φορὰν αὐτῶν ἀφῄρηται, οὕτως καὶ τὸ πάθος ὑπὸ τῶν συνδέσμων καὶ τῶν ἄλλων προσθηκῶν ἐμποδιζόμενον ἀγανακτεῖ· τὴν γὰρ ἐλευθερίαν ἀπολλύει τοῦ δρόμου καὶ τὸ ὡς ἀπ’ ὀργάνου τινὸς ἀφίεσθαι.