Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On the Sublime
LonginusSubl 23 · perseus-grc2More by Longinus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/longinus" aria-label="More works by Longinus"> —
⋯
More
Original / primary: Perseus Grc2
23.1
23.1
Τά γε μὴν πολύπτωτα λεγόμενα, ἀθροισμοὶ καὶ μεταβολαὶ καὶ κλίμακες, πάνυ ἀγωνιστικά, ὡς οἶσθα, κόσμου τε καὶ παντὸς ὕψους καὶ πάθους συνεργά. τί δέ; αἱ τῶν πτώσεων χρόνων προσώπων ἀριθμῶν γενῶν ἐναλλάξεις πῶς ποτε καταποικίλλουσι καὶ ἐπεγείρουσι τὰ ἑρμηνευτικά;
23.2
23.2
φημὶ δὲ τῶν κα
23.2
τὰ τοὺς ἀριθμοὺς οὐ μόνα ταῦτα κοσμεῖν, ὁπόσα τοῖς τύποις ἑνικὰ ὄντα τῇ δυνάμει κατὰ τὴν ἀναθεώρησιν πληθυντικὰ εὑρίσκεται·
23.2
αὐτίκα, φησί, λαὸς ἀπείρων
23.2
θύννον ἐπ’ ἠϊόνεσσι διϊστάμενοι κελάδησαν·
23.2
ἀλλ’ ἐκεῖνα μᾶλλον παρατηρήσεως ἄξια, ὅτι ἔσθ’ ὅπου προσπίπτει τὰ πληθυντικὰ μεγαλορρημονέστερα καὶ αὐτῷ δοξοκοποῦντα τῷ ὄχλῳ τοῦ ἀριθμοῦ.
23.3
23.3
τοιαῦτα παρὰ τῷ Σοφοκλεῖ τὰ ἐπὶ τοῦ Οἰδίπου·
23.3
ὦ γάμοι, γάμοι,
23.3
ἐφύσαθ’ ἡμᾶς καὶ φυτεύσαντες πάλιν
23.3
ἀνεῖτε ταὐτὸ σπέρμα κἀπεδείξατε
23.3
πατέρας ἀδελφοὺς παῖδας, αἷμ’ ἐμφύλιον,
23.3
νύμφας, γυναῖκας, μητέρας τε χὠπόσα
23.3
αἴσχιστ’ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
23.3
πάντα γὰρ ταῦτα ἓν ὄνομά ἐστιν, Οἰδίπους, ἐπὶ δὲ θατέρου Ἰοκάστη, ἀλλ’ ὅμως χυθεὶς εἰς τὰ πληθυντικὰ ὁ ἀριθμὸς συνεπλήθυσε καὶ τὰς ἀτυχίας, καὶ ὡς ἐκεῖνα πεπλεόνασται
23.3
ἐξῆλθον Ἕκτορές τε καὶ Σαρπηδόνες·
23.3
καὶ τὸ Πλατωνικόν, ὃ καὶ ἑτέρωθι παρετεθείμεθα, ἐπὶ τῶν Ἀθηναίων·
23.4
23.4
οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδ᾽ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδ’ ἄλλοι πολλοὶ φύσει βάρβαροι συνοικοῦσιν ἡμῖν, ἀλλ’ αὐτοὶ Ἕλληνες, οὐ μιξοβάρβαροι οἰκοῦμεν. καὶ τὰ ἑξῆς. φύσει γὰρ ἐξακούεται τὰ πράγματα κομπωδέστερα ἀγεληδὸν οὕτως τῶν ὀνομάτων ἐπισυντιθεμένων. οὐ μέντοι δεῖ ποιεῖν αὐτὸ ἐπ’ ἄλλων, εἰ μὴ ἐφ’ ὧν δέχεται τὰ ὑποκείμενα αὔξησιν ἢ πληθὺν ἢ ὑπερβολὴν ἢ πάθος, ἕν τι τούτων ἢ τὰ πλείονα, ἐπεί τοι τὸ πανταχοῦ κώδωνας ἐξῆφθαι λίαν σοφιστικόν.

Intertext edge

Open linked passage

Note