Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On the Sublime
LonginusSubl 26 · perseus-grc2More by Longinus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/longinus" aria-label="More works by Longinus"> —
⋯
More
Original / primary: Perseus Grc2
26.1
26.1
Ἐναγώνιος δ’ ὁμοίως καὶ ἡ τῶν προσώπων ἀντιμετάθεσις καὶ πολλάκις ἐν μέσοις τοῖς κινδύνοις ποιοῦσα τὸν ἀκροατὴν δοκεῖν στρέφεσθαι·
26.1
φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας
26.1
ἄντεσθ’ ἐν πολέμῳ· ὣς ἐσσυμένως ἐμάχοντο.
26.1
καὶ ὁ Ἄρατος
26.1
μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ.
26.2
26.2
ὧδέ που καὶ ὁ Ἡρόδοτος· ἀπὸ δὲ Ἐλεφαντίνης πόλεως ἄνω πλεύσεαι, καὶ ἔπειτα ἀφίξῃ ἐς πεδίον λεῖον· διεξελθὼν δὲ τοῦτο τὸ χωρίον αὖθις εἰς ἕτερον πλοῖον ἐμβὰς πλεύσεαι δὔ ἡμέρας, ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην, ᾗ ὄνομα Μερόη. ὁρᾷς, ὦ ἑταῖρε, ὡς παραλαβών σου τὴν ψυχὴν διὰ τῶν τόπων ἄγει τὴν ἀκοὴν ὄψιν ποιῶν; πάντα δὲ τὰ τοιαῦτα πρὸς αὐτὰ ἀπερειδόμενα τὰ πρόσωπα ἐπ̓ αὐτῶν ἵστησι τὸν ἀκροατὴν τῶν ἐνεργουμένων.
26.3
26.3
καὶ ὅταν ὡς οὐ πρὸς ἅπαντας, ἀλλ’ ὡς πρὸς μόνον τινὰ λαλῇς,
26.3
Τυδείδην δ’ οὐκ ἂν γνοίης, ποτέροισι μετείη,
26.3
ἐμπαθέστερόν τε αὐτὸν ἅμα καὶ προσεκτικώτερον καὶ ἀγῶνος ἔμπλεων ἀποτελέσεις, ταῖς εἰς ἑαυτὸν προσφωνήσεσιν ἐξεγειρόμενον.

Intertext edge

Open linked passage

Note