Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On the Sublime
LonginusSubl 28 · perseus-grc2More by Longinus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/longinus" aria-label="More works by Longinus"> —
⋯
More
Original / primary: Perseus Grc2
28.1
28.1
Καὶ μέντοι περίφρασις ὡς οὐχ ὑψηλοποιόν, οὐδεὶς ἂν οἶμαι διστάσειεν. ὡς γὰρ ἐν μουσικῇ διὰ τῶν παραφώνων καλουμένων ὁ κύριος φθόγγος ἡδίων ἀποτελεῖται, οὕτως ἡ περίφρασις πολλάκις συμφθέγγεται τῇ κυριολογίᾳ καὶ εἰς κόσμον ἐπὶ πολὺ συνηχεῖ, καὶ μάλιστ’ ἂν μὴ ἔχῃ φυσῶδές τι καὶ ἄμουσον ἀλλ’ ἡδέως κεκραμένον.
28.2
28.2
ἱκανὸς δὲ τοῦτο τεκμηριῶσαι καὶ Πλάτων κατὰ τὴν εἰσβολὴν τοῦ Ἐπιταφίου· ἔργῳ μὲν ἡμῖν οἵδ’ ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν, προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ἕκαστος ὑπὸ τῶν προσηκόντων. οὐκοῦν τὸν θάνατον εἶπεν εἱμαρμένην πορείαν, τὸ δὲ τετυχηκέναι τῶν νομιζομένων προπομπήν τινα δημοσίαν ὑπὸ τῆς πατρίδος. ἆρα δὴ τούτοις μετρίως ὤγκωσε τὴν νόησιν, ἢ ψιλὴν λαβὼν τὴν λέξιν ἐμελοποίησε, καθάπερ ἁρμονίαν τινὰ τὴν ἐκ τῆς περιφράσεως περιχεάμενος εὐμέλειαν;
28.3
28.3
καὶ Ξενοφῶν· πόνον δὲ τοῦ ζῆν ἡδέως ἡγεμόνα νομίζετε· κάλλιστον δὲ πάντων καὶ πολεμικώτατον κτῆμα εἰς τὰς ψυχὰς συγκεκόμισθε· ἐπαινούμενοι γὰρ μᾶλλον ἢ τοῖς ἄλλοις πᾶσι χαίρετε. ἀντὶ τοῦ πονεῖν θέλετε πόνον ἡγεμόνα τοῦ ζῆν ἡδέως ποιεῖσθε εἰπὼν καὶ τἆλλ’ ὁμοίως ἐπεκτείνας μεγάλην τινὰ ἔννοιαν τῷ ἐπαίνῳ προσπεριωρίσατο.
28.4
28.4
καὶ τὸ ἀμίμητον ἐκεῖνο τοῦ Ἡροδότου· τῶν δὲ Σκυθέων τοῖς συλήσασι τὸ ἱερὸν ἐνέβαλεν ἡ θεὸς θήλειαν νοῦσον.

Intertext edge

Open linked passage

Note