Dialogi deorum
Lucian of Samosata (lucian-of-samosata)Dialogdeor 11 · perseus-grc3More by Lucian of Samosata (lucian-of-samosata)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/lucian-of-samosata" aria-label="More works by Lucian of Samosata (lucian-of-samosata)">
—
⋯
Original / primary: Perseus Grc3
11.1
ΗΦΑΙΣΤΟΣ Ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν, ὡς καλόν τέ ἐστι καὶ προσγελᾷ προσμειδιᾷ β. πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον; ΑΠΟΛΛΩΝἘκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ; ΗΦΑΙΣΤΟΣΚαὶ τί καὶ τίνα γ. ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν; ΑΠΟΛΛΩΝἘρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη· καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
11.2
ΗΦΑΙΣΤΟΣΤὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, μόγις ἐκινεῖτο γ. τὸ ἐν τοῖς σπαργάνοις; ΑΠΟΛΛΩΝΕἴσῃ, ὦ Ἥφαιστε, ἤν ἢν β: εἰ γ. σοι προσέλθῃ μόνον. ΗΦΑΙΣΤΟΣΚαὶ μὴν προσῆλθεν ἤδη. ΑΠΟΛΛΩΝΤί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν διόλωλεν γ. αὐτῶν; ΗΦΑΙΣΤΟΣΠάντα, ὦ Ἄπολλον. ΑΠΟΛΛΩΝὍμως ἐπίσκεψαι ἀκριβῶς. ΗΦΑΙΣΤΟΣΜὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ. ΑΠΟΛΛΩΝἈλλ' ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους. ΗΦΑΙΣΤΟΣΟὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκμελετήσας τὴν κλεπτικήν;
11.3
ΑΠΟΛΛΩΝΟὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα· ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος προσκαλεσάμενος γ. τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ᾽. ὅπως ὑφελὼν ὑφέλκων γ. τὼ πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι ἔτι β: ἦλθεν ἐπὶ γ. τὸ σκῆπτρον· εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο. ΗΦΑΙΣΤΟΣὙπέρδριμύν ὑπέρδριμύν γ: γοργόν β τινα τὸν παῖδα φῄς. ΑΠΟΛΛΩΝΟὐ μόνον, ἀλλ’ ἤδη καὶ μουσικόν. ΗΦΑΙΣΤΟΣΤῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;
11.4
ΑΠΟΛΛΩΝΧελώνην που νεκρὰν χελώνης που νεκρὸν γ. εὑρὼν ὄργανον ἀπ' αὐτῆς συνεπήξατο· πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδιον μαγάδα β. ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς μελῳδεῖ πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. ἀκούσαντα γ. ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ’ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾄδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ’ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς. ΗΦΑΙΣΤΟΣἘγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι. ΑΠΟΛΛΩΝΤοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυάγραν— ΗΦΑΙΣΤΟΣΕὖ γε ὑπέμνησας· ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν, εἴ που ὡς φῂς εὑρεθείη ἐν τοῖς σπαργάνοις.